Proverbs 1 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. The proverbs of Solomon son of David, who reigned in Israel.
1:1 παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ大衛的兒子所羅門的箴言,他曾在以色列作王。The proverbs of Solomon son of David, who reigned in Israel.
1:2 γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως為要認識智慧與訓誨,明白明辨的言語,To know wisdom and instruction, and to understand words of prudence,
1:3 δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν也要領受言語的曲折,明白真實的公義,並使判斷正直,And to receive the turnings of words, to understand true righteousness, and to direct judgment aright,
1:4 ἵνα δῷ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν好使天真的人得著機敏,使年幼的孩子得著知覺與思慮。That it may give shrewdness to the innocent, and to the young child perception and reflection.
1:5 τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται智慧人聽見這些,就必更有智慧;明達的人必得著掌舵之能。For the wise, when he hears these things, will be wiser, and the intelligent will acquire guidance.
1:6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα他也必明白比喻和幽暗的話,明白智慧人的言語和謎語。He will also understand a parable and a dark saying, the sayings of the wise and riddles.
1:7 ἀρχὴ σοφίας φόβος θεοῦ σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν智慧的開端是敬畏神;凡遵行的人都有美好的悟性;敬虔歸向神是知覺的開端;不敬虔的人卻藐視智慧與訓誨。The beginning of wisdom is the fear of God, and good understanding belongs to all who practice it; piety toward God is the beginning of perception, but the ungodly will despise wisdom and instruction.
1:8 ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου我兒,要聽你父親的訓誨,不可棄絕你母親的規條;Hear, my son, your father's instruction, and do not reject your mother's ordinances;
1:9 στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ因為你必為你的頭得著恩惠的華冠,為你的頸項得著金的項圈。For you will receive a crown of graces for your head, and a golden collar about your neck.
1:10 υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες我兒,不要讓不敬虔的人把你引入歧途;他們若勸誘你,說:My son, do not let ungodly men lead you astray, and do not consent if they urge you, saying:
1:11 ἐλθὲ μεθ’ ἡμῶν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως「你與我們同來,一同分嘗流血的事;我們要不義地把義人埋藏在地裡;"Come with us, share in blood, and let us unjustly hide a righteous man in the earth;
1:12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς我們要像陰間一樣把他活活吞下,把對他的記念從地上除掉;Let us swallow him alive like Hades, and take away his memory from the earth;
1:13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων我們要奪取他貴重的產業,把擄物裝滿我們的房屋。Let us seize his costly possessions and fill our houses with spoil.
1:14 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν你來與我們同擲你的籤,我們眾人共有一個錢囊,大家只有一個口袋。」Cast in your lot among us; let us all have one common purse, and let there be a single bag for us."
1:15 μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν不要與他們同走一條路,要使你的腳偏離他們的路徑;Do not walk in the way with them; turn your foot away from their paths;
1:16 οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα因為他們的腳奔向邪惡,他們急速地流人的血。For their feet run to evil, and they are swift to shed blood.
1:17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς因為向有翅膀的張開網羅,並不是不義的。For nets are not spread unjustly for winged creatures.
1:18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή因為那些參與凶殺的人,是為自己積蓄禍患;不法之人的傾覆是悲慘的。For those who take part in murder store up evils for themselves, and the overthrow of lawless men is evil.
1:19 αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται這就是一切行不法之事的人的道路;他們因自己的不敬虔而奪去自己的性命。Such are the ways of all who commit lawless deeds; for by their ungodliness they take away their own life.
1:20 σοφία ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρησίαν ἄγει智慧在出口之處被歌頌,在寬闊的街上坦然發聲;Wisdom is hymned in the outgoings, and in the broad streets she speaks with boldness;
1:21 ἐπ’ ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει她在城牆的頂上被宣揚,在掌權者的門口侍立,在城門口壯膽說:On the tops of the walls she is proclaimed; at the gates of the mighty she takes her place; at the gates of the city she takes courage and says:
1:22 ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν「天真的人持守公義多久,就多久不致蒙羞;愚昧人卻貪愛狂傲,成了不敬虔的人,恨惡知覺,"As long as the innocent hold fast to righteousness, they will not be put to shame; but fools, being lovers of insolence, having become ungodly, have hated perception,
1:23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον又成了該受責備的。看哪,我要向你們發出我氣息的言語,要把我的話教導你們。And have become liable to reproofs. Behold, I will pour out to you the utterance of my breath, and I will teach you my word.
1:24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε因為我呼喚,你們不聽從;我伸出話語,你們不理會;Since I called and you did not obey, and I held out words and you paid no heed,
1:25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε反倒使我的計謀歸於無效,又不順從我的責備;But made my counsels void and disobeyed my reproofs,
1:26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι καταχαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος所以我也必因你們的滅亡而發笑,你們遭毀滅的時候,我必歡喜;Therefore I too will laugh at your destruction, and I will rejoice when ruin comes upon you,
1:27 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος就是在驚亂忽然臨到你們、傾覆如旋風般來到的時候,在患難與圍困臨到你們的時候,或在毀滅臨到你們的時候。And when tumult suddenly reaches you, and the overthrow arrives like a whirlwind, and when affliction and siege come upon you, or when ruin comes upon you.
1:28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν那時你們呼求我,我卻不應允你們;惡人尋找我,卻尋不見;For it shall be that when you call upon me, I will not listen to you; evil men will seek me and will not find me;
1:29 ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο因為他們恨惡智慧,不揀選敬畏主,For they hated wisdom and did not choose the fear of the Lord,
1:30 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους也不肯聽從我的計謀,反倒嗤笑我的責備。Nor were they willing to heed my counsels, but scoffed at my reproofs.
1:31 τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται所以他們必吃自己道路的果子,必飽嘗自己的不敬虔。Therefore they will eat the fruits of their own way, and be filled with their own ungodliness.
1:32 ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ因為他們苦待幼稚的人,就必被殺;查究必除滅不敬虔的人。Because they wronged the simple, they will be slain, and scrutiny will destroy the ungodly.
1:33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ惟有聽從我的,必安居在指望中,得享平靜,不懼怕一切的災禍。」But he who listens to me will dwell in hope, and will rest without fear of any evil."