Luke 22 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Now the feast of unleavened bread, which is called the Passover, was
22:1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα,除酵節(又名逾越節)近了。Now the feast of unleavened bread, which is called the Passover, was approaching.
22:2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.祭司長和文士想法子怎麼才能殺害耶穌,是因他們懼怕百姓。The chief priests and the scribes sought how they might put him to death, for they feared the people.
22:3 Εἰσῆλθεν δὲ σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·這時,撒但入了那稱為加略人猶大的心;他本是十二門徒裏的一個。Satan entered into Judas, who was also called Iscariot, who was counted with the twelve.
22:4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.他去和祭司長並守殿官商量,怎麼可以把耶穌交給他們。He went away and talked with the chief priests and captains about how he might deliver him to them.
22:5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι·他們歡喜,就約定給他銀子。They were glad, and agreed to give him money.
22:6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.他應允了,就找機會,要趁眾人不在跟前的時候把耶穌交給他們。He consented and sought an opportunity to deliver him to them in the absence of the multitude.
22:7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα,除酵節,須宰逾越羊羔的那一天到了。The day of unleavened bread came, on which the Passover must be sacrificed.
22:8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.耶穌打發彼得、約翰,說:「你們去為我們預備逾越節的筵席,好叫我們吃。」Jesus sent Peter and John, saying, “Go and prepare the Passover for us, that we may eat.”
22:9 οἱ δὲ εἶπαν αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;他們問他說:「要我們在哪裏預備?」They said to him, “Where do you want us to prepare?”
22:10 ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.耶穌說:「你們進了城,必有人拿着一瓶水迎面而來,你們就跟着他,到他所進的房子裏去,He said to them, “Behold, when you have entered into the city, a man carrying a pitcher of water will meet you. Follow him into the house which he enters.
22:11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος· ποῦ ἔστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;對那家的主人說:『夫子說:客房在哪裏?我與門徒好在那裏吃逾越節的筵席。』Tell the master of the house, ‘The Teacher says to you, “Where is the guest room, where I may eat the Passover with my disciples?”’
22:12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.他必指給你們擺設整齊的一間大樓,你們就在那裏預備。」He will show you a large, furnished upper room. Make preparations there.”
22:13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.他們去了,所遇見的正如耶穌所說的;他們就預備了逾越節的筵席。They went, found things as Jesus had told them, and they prepared the Passover.
22:14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.時候到了,耶穌坐席,使徒也和他同坐。When the hour had come, he sat down with the twelve apostles.
22:15 καὶ εἶπεν πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·耶穌對他們說:「我很願意在受害以先和你們吃這逾越節的筵席。He said to them, “I have earnestly desired to eat this Passover with you before I suffer,
22:16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.我告訴你們,我不再吃這筵席,直到成就在上帝的國裏。」for I tell you, I will no longer by any means eat of it until it is fulfilled in God’s Kingdom.”
22:17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·耶穌接過杯來,祝謝了,說:「你們拿這個,大家分着喝。He received a cup, and when he had given thanks, he said, “Take this and share it among yourselves,
22:18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.我告訴你們,從今以後,我不再喝這葡萄汁,直等上帝的國來到。」for I tell you, I will not drink at all again from the fruit of the vine, until God’s Kingdom comes.”
22:19 Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς ἐμὴν ἀνάμνησιν.又拿起餅來,祝謝了,就擘開,遞給他們,說:「這是我的身體,為你們捨的,你們也應當如此行,為的是記念我。」He took bread, and when he had given thanks, he broke and gave it to them, saying, “This is my body which is given for you. Do this in memory of me.”
22:20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.飯後也照樣拿起杯來,說:「這杯是用我血所立的新約,是為你們流出來的。Likewise, he took the cup after supper, saying, “This cup is the new covenant in my blood, which is poured out for you.
22:21 Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης·看哪, 那賣我之人的手與我一同在桌子上。But behold, the hand of him who betrays me is with me on the table.
22:22 ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται.人子固然要照所預定的去世,但賣人子的人有禍了!」The Son of Man indeed goes as it has been determined, but woe to that man through whom he is betrayed!”
22:23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.他們就彼此對問,是哪一個要做這事。They began to question among themselves which of them it was who would do this thing.
22:24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.門徒起了爭論,他們中間哪一個可算為大。A dispute also arose among them, which of them was considered to be greatest.
22:25 ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.耶穌說:「外邦人有君王為主治理他們,那掌權管他們的稱為恩主。He said to them, “The kings of the nations lord it over them, and those who have authority over them are called ‘benefactors.’
22:26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.但你們不可這樣;你們裏頭為大的,倒要像年幼的,為首領的,倒要像服事人的。But not so with you. Rather, the one who is greater among you, let him become as the younger, and one who is governing, as one who serves.
22:27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.是誰為大?是坐席的呢?是服事人的呢?不是坐席的大嗎?然而,我在你們中間如同服事人的。For who is greater, one who sits at the table, or one who serves? Isn’t it he who sits at the table? But I am among you as one who serves.
22:28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·我在磨煉之中,常和我同在的就是你們。“But you are those who have continued with me in my trials.
22:29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,我將國賜給你們,正如我父賜給我一樣,I confer on you a kingdom, even as my Father conferred on me,
22:30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.叫你們在我國裏,坐在我的席上吃喝,並且坐在寶座上,審判以色列十二個支派。」that you may eat and drink at my table in my Kingdom. You will sit on thrones, judging the twelve tribes of Israel.”
22:31 Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·主又說:「西門!西門!撒但想要得着你們,好篩你們像篩麥子一樣;The Lord said, “Simon, Simon, behold, Satan asked to have all of you, that he might sift you as wheat,
22:32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.但我已經為你祈求,叫你不至於失了信心。你回頭以後,要堅固你的弟兄。」but I prayed for you, that your faith wouldn’t fail. You, when once you have turned again, establish your brothers.”
22:33 ὁ δὲ εἶπεν αὐτῷ· κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.彼得說:「主啊,我就是同你下監,同你受死,也是甘心!」He said to him, “Lord, I am ready to go with you both to prison and to death!”
22:34 ὁ δὲ εἶπεν· λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς ἀπαρνήσῃ μὴ εἰδέναι με.耶穌說:「彼得,我告訴你,今日雞還沒有叫,你要三次說不認得我。」He said, “I tell you, Peter, the rooster will by no means crow today until you deny that you know me three times.”
22:35 Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· οὐθενός.耶穌又對他們說:「我差你們出去的時候,沒有錢囊,沒有口袋,沒有鞋,你們缺少甚麼沒有?」他們說:「沒有。」He said to them, “When I sent you out without purse, bag, and sandals, did you lack anything?” They said, “Nothing.”
22:36 ὁ δὲ εἶπεν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.耶穌說:「但如今有錢囊的可以帶着,有口袋的也可以帶着,沒有刀的要賣衣服買刀。Then he said to them, “But now, whoever has a purse, let him take it, and likewise a bag. Whoever has none, let him sell his cloak, and buy a sword.