Job 13 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Behold, my eye has seen all these things, and my ear has heard them.
13:1 ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς看哪,這一切我的眼睛都已看見,我的耳朵也已聽聞。Behold, my eye has seen all these things, and my ear has heard them.
13:2 καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν你們所知道的,我也都知道;我並不比你們愚昧。And I know as much as you know, and I am not less intelligent than you.
13:3 οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται然而我要向主說話,我要在他面前辯明,只要他願意。Nevertheless I will speak to the Lord, and I will argue my case before him, if he is willing.
13:4 ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες你們都是不義的醫生,都是醫治惡事的人。But you are unjust physicians, and healers of evils, all of you.
13:5 εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν但願你們緘默不言,這在你們就算為智慧了。Would that you kept silent; it would turn out to be wisdom for you.
13:6 ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε你們要聽我口中的辯白,留心我嘴唇的爭訟。Hear the argument of my mouth, and attend to the pleading of my lips.
13:7 πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον你們豈不是在主面前說話嗎?在他面前竟吐出詭詐的話。Do you not speak before the Lord? And before him do you utter deceit?
13:8 ἦ ὑποστελεῖσθε ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε你們要退縮嗎?你們自己倒作審判官吧!Or will you shrink back? But you yourselves become the judges!
13:9 καλόν γε ἐὰν ἐξιχνιάσῃ ὑμᾶς εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ他若把你們查究出來,那倒是好的;因為你們縱然凡事都做了,就能歸附他嗎?It would be well if he traced you out; for though you do everything, will you be added to him?
13:10 οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε你們若暗中偏袒人的情面,他照樣必責備你們。Nonetheless he will reprove you, if even in secret you show partiality.
13:11 πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν他的可畏之事豈不使你們戰慄嗎?從他而來的懼怕豈不臨到你們嗎?Will not his terrors whirl you about, and will not fear from him fall upon you?
13:12 ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον你們所誇耀的必變成灰燼,你們的身體不過是泥土。Your boasting will turn out to be like ashes, and your body is but clay.
13:13 κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ你們緘默吧,讓我說話,好使我的怒氣得以平息。Be silent, that I may speak, and get relief from my anger.
13:14 ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν ψυχὴν δέ μου θήσω ἐν χειρί我用牙齒銜起自己的肉,把自己的性命放在手中。Taking up my flesh with my teeth, I will put my life in my hand.
13:15 ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἦρκται ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ那掌權者即使制伏我——他既已動手——我仍要說話,要在他面前辯明。Though the Mighty One should overpower me—since he has already begun—yet I will surely speak and argue my case before him.
13:16 καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται這就必成為我的拯救,因為詭詐不能進到他面前。And this will turn out for my salvation, for no deceit will come before him.
13:17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων你們要聽,要聽我的言語,因我要在你們聽見的時候宣告。Hear, hear my words, for I will declare them in your hearing.
13:18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι看哪,我已臨近我的案件;我知道我必顯為義。Behold, I am near to my judgement; I know that I shall be shown to be righteous.
13:19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω有誰要與我爭訟呢?若有,我如今就緘默不言,以至氣絕。For who is there that will contend with me? For then I would now be silent and expire.
13:20 δυεῖν δέ μοι χρήσῃ τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι求你只給我兩件事,那時我就不躲避你的面。But grant me two things; then I will not hide from your face.
13:21 τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω求你把手從我身上挪開,不要讓你的威嚇使我驚駭。Withhold your hand from me, and let not the fear of you strike me with dismay.
13:22 εἶτα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν然後你呼喚,我就回應你;或是你說話,我就給你答覆。Then you will call, and I will answer you; or you will speak, and I will give you a reply.
13:23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν我的罪有多少?我的不法有多少?求你指示我,都是甚麼。How many are my sins and my lawless deeds? Teach me what they are.
13:24 διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ ἥγησαι δέ με ὑπεναντίον σοι你為何向我隱藏,又以我為你的仇敵呢?Why do you hide yourself from me, and count me as your adversary?
13:25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι你豈要懼怕一片被風吹動的葉子嗎?你豈要與我為敵,如同與被風颳去的乾草為敵嗎?Will you dread a leaf moved by the wind? Or do you set yourself against me as against dry grass carried off by the breeze?
13:26 ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας因為你記錄了對我不利的惡事,又把我幼年的罪加在我身上。For you have written down evils against me, and you have laid upon me the sins of my youth.
13:27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου你把我的腳上了枷鎖,又鑒察我一切的行為,連我腳掌的根處你都查到了。You have put my foot in a shackle, and you have watched all my works, and you have come to the very roots of my feet.
13:28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον就是那漸漸衰朽的,如同皮袋,又像被蛀蟲咬壞的衣服。one that wears out like a wineskin, or like a moth-eaten garment.