Jeremiah 39 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. The word that came from the Lord to Ieremias in the tenth year o
39:1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος西底家王第十年,就是巴比倫王尼布甲尼撒王第十八年,從耶和華那裡臨到耶利米的話。The word that came from the Lord to Ieremias in the tenth year of king Sedekias — this is the eighteenth year of king Nabouchodonosor king of Babylon.
39:2 καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς ἥ ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως那時巴比倫王的軍隊築壘攻打耶路撒冷;耶利米被囚在王宮裡的護衛院中。And the force of the king of Babylon had thrown up a siege-wall against Jerusalem, and Ieremias was being kept in the court of the guard, which is in the house of the king,
39:3 ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων διὰ τί σὺ προφητεύεις λέγων οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος καὶ λήμψεται αὐτήν西底家王把他囚禁在那裡,說:你為甚麼說預言說,耶和華如此說,看哪,我要把這城交在巴比倫王手中,他必攻取這城;in which Sedekias the king had shut him up, saying: Why do you prophesy, saying: Thus said the Lord: Behold, I am giving this city into the hands of the king of Babylon, and he shall take it;
39:4 καὶ Σεδεκιας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται西底家也必不能逃脫迦勒底人的手,因為他必被交在巴比倫王手中;他的口必與他的口說話,他的眼必看見他的眼。and Sedekias shall not be saved from the hand of the Chaldeans, for he shall surely be delivered into the hands of the king of Babylon, and his mouth shall speak with his mouth, and his eyes shall see his eyes;
39:5 καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται西底家必進入巴比倫,在那裡居住。and Sedekias shall go into Babylon, and there he shall remain.
39:6 καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων耶和華的話臨到耶利米說:And a word of the Lord came to Ieremias, saying:
39:7 ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν看哪,你叔叔沙龍的兒子亞拿篾來見你,說:求你買我在亞拿突的那塊田,因為你有權可以買來為業。Behold, Anameel son of Salom your father's brother is coming to you, saying: Buy for yourself my field which is in Anathoth, for the right is yours to take it for a possession.
39:8 καὶ ἦλθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπέν μοι κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα κτήσασθαι καὶ σὺ πρεσβύτερος καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν我叔叔的兒子亞拿篾果然到護衛院裡來見我,對我說:求你買我在便雅憫地、在亞拿突的那塊田,因為你有權可以買,你又是年長的。我就知道這是耶和華的話。And Anameel son of my father's brother came to me in the court of the guard and said to me: Buy my field which is in the land of Benjamin, in Anathoth, for the right is yours to buy it, and you are the elder. And I knew that it was the word of the Lord.
39:9 καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου我便買了我叔叔的兒子亞拿篾的那塊田,秤了七舍客勒又十的銀子給他。And I bought the field of Anameel son of my father's brother, and I weighed out to him seven shekels and ten of silver.
39:10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ我寫在書卷上,蓋了印,請見證人作證,又用天平稱了銀子。And I wrote in a document and sealed it and called witnesses to testify and set the silver on a balance.
39:11 καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον我取了那買契的書卷,就是已封印的那一卷和已宣讀的那一卷,And I took the document of the purchase, the sealed one and the one that had been read out,
39:12 καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ’ ὀφθαλμοὺς Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ’ ὀφθαλμοὺς τῶν ἑστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ’ ὀφθαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς當著我伯叔之子亞拿篾的眼前、當著那些站著並在買契書卷上寫字之人的眼前、又當著護衛院中那些猶大人的眼前,把它交給瑪西亞的孫子、尼利亞的兒子巴錄,and I gave it to Barouch son of Nerias son of Maasaias before the eyes of Anameel son of my father's brother and before the eyes of those standing and writing in the document of the purchase and before the eyes of the Judeans who were in the court of the guard.
39:13 καὶ συνέταξα τῷ Βαρουχ κατ’ ὀφθαλμοὺς αὐτῶν λέγων我當著他們的眼前吩咐巴錄說:And I gave orders to Barouch before their eyes, saying:
39:14 οὕτως εἶπεν κύριος παντοκράτωρ λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον ἵνα διαμείνῃ ἡμέρας πλείους全能的耶和華如此說:你要拿這買契的書卷和那已宣讀的書卷,放在瓦器裡,好使它存留許多日子。Thus said the Lord Almighty: Take this document of the purchase and the document that has been read out, and you shall put it in an earthen vessel, so that it may remain for many days.
39:15 ὅτι οὕτως εἶπεν κύριος ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ因為耶和華如此說:在這地必再有人置買田地、房屋和葡萄園。For thus said the Lord: Fields and houses and vineyards shall yet be acquired in this land.
39:16 καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων我把那買契的書卷交給尼利亞的兒子巴錄以後,就禱告耶和華說:And I prayed to the Lord after I gave the document of the purchase to Barouch son of Nerias, saying:
39:17 ὦ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν耶和華啊,你用你的大能、用你那高舉懸空的膀臂造了天和地;在你沒有一件事是隱藏的。O Lord, you made the heaven and the earth by your great strength and by your arm, the lofty and the uplifted; nothing at all shall be hidden from you.
39:18 ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ’ αὐτούς ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός你向千萬人施慈愛,又將列祖的罪孽報應在他們身後子孫的懷中;你是至大至能的神,doing mercy to thousands and repaying the sins of fathers into the bosoms of their children after them, the God, the great and mighty one,
39:19 κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ是有大謀略、行事大有能力的耶和華;至大的神、全能者、名為大的耶和華啊,你的眼目察看世人的道路,要照各人的道路施報給各人。the Lord of great counsel and mighty in deeds, the great God, the Almighty and Lord of great name: your eyes are upon the ways of the sons of men, to give to each according to his way,
39:20 ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη你在埃及地行了神蹟奇事,直到今日,也在以色列和地上所生的人中行了,並且為自己立了名,正如今日一樣。who did signs and wonders in the land of Egypt until this day, and in Israel and among the earthborn, and you made for yourself a name as this day.
39:21 καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις你用神蹟、奇事、大能的手、高舉的膀臂和大異象,把你的百姓以色列從埃及地領出來,And you brought out your people Israel from the land of Egypt with signs and with wonders and with a mighty hand and with a lofty arm and with great visions,
39:22 καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν γῆν ῥέουσαν γάλα καὶ μέλι又把你向他們列祖起誓應許的這地,就是流奶與蜜之地,賜給他們。and you gave them this land which you swore to their fathers, a land flowing with milk and honey.