Leviticus 25 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And the Lord spoke to Moses on Mount Sina, saying,
25:1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινα λέγων主在西奈山對摩西說:And the Lord spoke to Moses on Mount Sina, saying,
25:2 λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν ἐγὼ δίδωμι ὑμῖν καὶ ἀναπαύσεται ἡ γῆ ἣν ἐγὼ δίδωμι ὑμῖν σάββατα τῷ κυρίῳ你要告訴以色列子孫,對他們說:你們進了我所賜給你們的地,我所賜給你們的地就要向主守安息。Speak to the sons of Israel and say to them: When you enter the land that I give you, the land that I give you shall rest a sabbath to the Lord.
25:3 ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου καὶ συνάξεις τὸν καρπὸν αὐτῆς六年你要耕種你的田地,六年你要修剪你的葡萄園,收藏其中的果子。Six years you shall sow your field, and six years you shall prune your vineyard and gather in its fruit.
25:4 τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα ἀνάπαυσις ἔσται τῇ γῇ σάββατα τῷ κυρίῳ τὸν ἀγρόν σου οὐ σπερεῖς καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς但第七年要作地的安息,是完全的安息,是向主守的安息;你不可耕種你的田地,也不可修剪你的葡萄園。But in the seventh year there shall be a sabbath, a rest for the land, a sabbath to the Lord; you shall not sow your field nor prune your vineyard.
25:5 καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις καὶ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ你田地自長的莊稼不可收割,你所分別為聖之物的葡萄也不可摘取;這要作地完全安息的一年。And what grows of itself in your field you shall not reap, and the grapes of your consecrated thing you shall not gather; it shall be a year of rest for the land.
25:6 καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι καὶ τῷ παιδί σου καὶ τῇ παιδίσκῃ σου καὶ τῷ μισθωτῷ σου καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ地在安息年所出的,要作你們的食物,就是給你、你的僕人、你的婢女、你的雇工,和寄居在你那裡的外人;And the sabbaths of the land shall be food for you, and for your male servant, and for your female servant, and for your hired worker, and for the sojourner who is joined to you;
25:7 καὶ τοῖς κτήνεσίν σου καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γένημα αὐτοῦ εἰς βρῶσιν也給你的牲畜和你地上的野獸;地一切的出產都可作食物。and for your cattle and for the wild animals that are in your land, all its produce shall be for food.
25:8 καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν ἑπτὰ ἔτη ἑπτάκις καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη你要為自己數算七個安息年,就是七七年;這七個七年共是四十九年。And you shall count for yourself seven rests of years, seven years seven times; and the seven weeks of years shall be forty-nine years for you.
25:9 καὶ διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν七月初十日,就是遮罪的日子,你們要在遍地吹角傳報;你們要在遍地吹角傳報。And you shall proclaim with the sound of a trumpet in all your land, in the seventh month, on the tenth of the month, on the day of atonement you shall proclaim with a trumpet in all your land.
25:10 καὶ ἁγιάσετε τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸν καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ καὶ ἕκαστος εἰς τὴν πατρίδα αὐτοῦ ἀπελεύσεσθε你們要把第五十年分別為聖,在遍地向一切的居民宣告釋放;這要作你們釋放的年,是號令之年;你們各人要歸回自己的產業,各人要歸回自己的家鄉。And you shall sanctify the fiftieth year and proclaim release in the land to all its inhabitants; this shall be a year of release, a signal for you; and each one shall return to his own possession, and each of you shall return to his own homeland.
25:11 ἀφέσεως σημασία αὕτη τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν οὐ σπερεῖτε οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς這第五十年要作你們釋放的號令之年;你們不可耕種,也不可收割地裡自長的,更不可摘取那分別為聖的果子。This is a signal of release; the fiftieth year shall be for you; you shall not sow, nor reap what grows of itself in it, nor gather its consecrated fruit.
25:12 ὅτι ἀφέσεως σημασία ἐστίν ἅγιον ἔσται ὑμῖν ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γενήματα αὐτῆς因為這是釋放的號令,要歸你們為聖;你們要從田野吃地的出產。For it is a signal of release; it shall be holy for you; from the fields you shall eat its produce.
25:13 ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίᾳ αὐτῆς ἐπανελεύσεται ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ在這釋放的號令之年,你們各人要歸回自己的產業。In the year of release, at its signal, each one shall return to his own possession.
25:14 ἐὰν δὲ ἀποδῷ πρᾶσιν τῷ πλησίον σου ἐὰν καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον你若賣什麼給鄰舍,或是從鄰舍手中買什麼,彼此不可欺壓。And if you make a sale to your neighbor, or if you buy from your neighbor, let no one oppress his neighbor.
25:15 κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον κατὰ ἀριθμὸν ἐνιαυτῶν γενημάτων ἀποδώσεταί σοι你要按著號令之年以後的年數,向鄰舍買;他也要按著收成的年數賣給你。According to the number of years after the signal you shall buy from your neighbor; according to the number of years of produce he shall sell to you.
25:16 καθότι ἂν πλεῖον τῶν ἐτῶν πληθύνῃ τὴν ἔγκτησιν αὐτοῦ καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν ἐλαττονώσῃ τὴν κτῆσιν αὐτοῦ ὅτι ἀριθμὸν γενημάτων αὐτοῦ οὕτως ἀποδώσεταί σοι年數若多,他就要加增價值;年數若少,他就要減少價值;因為他是按著收成的數目賣給你。According as the years are more, he shall increase its purchase price; and according as the years are fewer, he shall lessen its price; for according to the number of its harvests he sells to you.
25:17 μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον καὶ φοβηθήσῃ κύριον τὸν θεόν σου ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν彼此不可欺壓;你要敬畏主你的神;我是主你們的神。Let no one oppress his neighbor, and you shall fear the Lord your God; I am the Lord your God.
25:18 καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου καὶ πάσας τὰς κρίσεις μου καὶ φυλάξασθε καὶ ποιήσετε αὐτὰ καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες你們要遵行我一切的典章和一切的判斷,要謹守遵行;這樣,你們就可以安然住在那地上。And you shall do all my ordinances and all my judgments, and keep them and do them; and you shall dwell on the land in confidence.
25:19 καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς καὶ φάγεσθε εἰς πλησμονὴν καὶ κατοικήσετε πεποιθότες ἐπ’ αὐτῆς地必出土產,你們就可以吃飽,並且在那地上安然居住。And the land shall yield its produce, and you shall eat to the full and dwell on it in confidence.
25:20 ἐὰν δὲ λέγητε τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γενήματα ἡμῶν你們若說:我們若不耕種,也不收聚我們的出產,這第七年我們要吃甚麼呢?But if you say, 'What shall we eat in this seventh year, if we do not sow nor gather in our produce?'
25:21 καὶ ἀποστελῶ τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ καὶ ποιήσει τὰ γενήματα αὐτῆς εἰς τὰ τρία ἔτη我必在第六年將我的祝福賜給你們,地也必生出它的出產,足供那三年。then I will send my blessing to you in the sixth year, and it shall yield its produce for the three years.
25:22 καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον καὶ φάγεσθε ἀπὸ τῶν γενημάτων παλαιά ἕως τοῦ ἔτους τοῦ ἐνάτου ἕως ἂν ἔλθῃ τὸ γένημα αὐτῆς φάγεσθε παλαιὰ παλαιῶν你們要在第八年耕種,卻要吃陳舊的出產,直到第九年;直到它的出產到來,你們要吃陳中之陳的。And you shall sow in the eighth year, and you shall eat of the old produce until the ninth year; until its produce comes in, you shall eat old things of old things.
25:23 καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν ἐμὴ γάρ ἐστιν ἡ γῆ διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου地不可賣斷作永久的定案,因為地是我的;你們在我面前不過是歸化的外人和寄居的。And the land shall not be sold as a permanent settlement, for the land is mine, because you are proselytes and sojourners before me.
25:24 καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν λύτρα δώσετε τῆς γῆς在你們所得為業的全地,你們都要給地贖價。And throughout all the land of your possession you shall give a ransom for the land.
25:25 ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ καὶ ἔλθῃ ὁ ἀγχιστεύων ἐγγίζων ἔγγιστα αὐτοῦ καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ你的弟兄若貧窮,賣了他一部分的產業,他至近的親屬就要來,把他弟兄所賣的贖回。But if your brother becomes poor and sells part of his possession, then his nearest kinsman shall come and redeem what his brother sold.
25:26 ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων καὶ εὐπορηθῇ τῇ χειρὶ καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν λύτρα αὐτοῦ人若沒有可贖的親屬,他的手卻寬裕了,也找到足夠作他贖價的,But if anyone has no kinsman-redeemer, and his hand prospers, and he finds enough for his ransom,
25:27 καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ καὶ ἀποδώσει ὃ ὑπερέχει τῷ ἀνθρώπῳ ᾧ ἀπέδοτο ἑαυτὸν αὐτῷ καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ他就要算出賣了的年數,把多餘的還給那賣了自己給他的人,他便可以回到自己的產業。then he shall reckon the years of his sale and repay what is in excess to the man to whom he sold himself, and he shall return to his possession.
25:28 ἐὰν δὲ μὴ εὐπορηθῇ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν ὥστε ἀποδοῦναι αὐτῷ καὶ ἔσται ἡ πρᾶσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως καὶ ἐξελεύσεται τῇ ἀφέσει καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ他的手若不夠寬裕償還給他,所賣的就要歸那買得的人,直到釋放的第六年;到了釋放之年就要出去,他可以回到自己的產業。But if his hand does not prosper enough to repay him, then the sale shall belong to the one who acquired it until the sixth year of the release; and at the release it shall go out, and he shall return to his possession.