Isaiah 65 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. I became manifest to those who did not seek me; I was found by those who did not
65:1 ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν εἶπα ἰδού εἰμι τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα素來沒有尋求我的,我使他們看見了我;沒有求問我的,我被他們尋見了。我對那沒有稱呼我名的國說:看哪,我在這裡。I became manifest to those who did not seek me; I was found by those who did not inquire of me. I said, Behold, here I am, to a nation that did not call on my name.
65:2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν我整天向一個悖逆頂嘴的百姓伸開雙手;他們沒有行在真理的道路上,反倒隨從自己的罪。I stretched out my hands all the day to a disobedient and contradicting people, who did not walk in a true way, but after their own sins.
65:3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν這百姓時常當著我的面惹我發怒;他們在園中獻祭,在磚上向那並不存在的鬼魔燒香;This is the people that provokes me to my face continually; they sacrifice in the gardens and burn incense upon bricks to the demons, which do not exist;
65:4 καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δῑ ἐνύπνια οἱ ἔσθοντες κρέα ὕεια καὶ ζωμὸν θυσιῶν μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν他們為求夢兆,睡在墳墓裡和洞穴中;他們吃豬肉,喝祭肉的湯,他們一切的器皿都被玷污了。and they sleep in the tombs and in the caves for the sake of dreams; they eat swine's flesh and the broth of sacrifices, and all their vessels are defiled.
65:5 οἱ λέγοντες πόρρω ἀπ’ ἐμοῦ μὴ ἐγγίσῃς μου ὅτι καθαρός εἰμι οὗτος καπνὸς τοῦ θυμοῦ μου πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας他們說:離我遠些,不要挨近我,因為我是潔淨的。這是我怒氣的煙,其中有火終日燒著。They say, Keep away from me, do not come near me, for I am clean. This is the smoke of my wrath; a fire burns in it all the days.
65:6 ἰδοὺ γέγραπται ἐνώπιόν μου οὐ σιωπήσω ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν看哪,這都寫在我面前;我必不靜默,直到我報應在他們懷中,Behold, it is written before me: I will not keep silent until I repay into their bosom
65:7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν λέγει κύριος οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν就是他們的罪和他們列祖的罪,這是主說的。他們曾在山嶺上燒香,在岡陵上譏誚我;我必把他們所行的報應在他們懷中。their sins and the sins of their fathers, says the Lord, who burned incense upon the mountains and reproached me upon the hills. I will repay their deeds into their bosom.
65:8 οὕτως λέγει κύριος ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας主如此說:正如在一串葡萄中找到一顆好的,人就說,不要毀壞它,因為主的祝福在其中;我也必照樣行,為那事奉我的緣故,為他的緣故我必不全然毀滅。Thus says the Lord: As when a grape is found in the cluster and they say, Do not spoil it, for a blessing of the Lord is in it, so will I do for the sake of him who serves me; for his sake I will not destroy them all.
65:9 καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ我必從雅各領出後裔來,從猶大領出承受我聖山的;我的選民必承受為業,我的僕人也必在那裡居住。And I will bring forth the seed from Jacob, and from Judah, and he shall inherit my holy mountain; and my chosen ones shall inherit it, and my servants, and they shall dwell there.
65:10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ φάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου οἳ ἐζήτησάν με林中必有羊群的圈,亞割谷必成為牛群安歇之處,都歸我那些尋求我的百姓。And in the forest there shall be folds of flocks, and the valley of Achor a resting place for herds, for my people who have sought me.
65:11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα但你們這些離棄我、忘記我聖山、為鬼魔擺設筵席、又為命運之神調滿酒的,But you who forsake me and forget my holy mountain, and prepare a table for the demon, and fill a mixed drink for Fortune—
65:12 ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν πάντες ἐν σφαγῇ πεσεῖσθε ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε我必把你們交給刀劍,你們都必在殺戮中倒下;因為我呼喚,你們不聽從;我說話,你們不側耳而聽,反倒行我眼中看為惡的事,揀選我所不喜悅的。I will deliver you over to the sword; you shall all fall in the slaughter. For I called you and you did not obey; I spoke and you did not listen; and you did what was evil before me, and chose the things in which I did not delight.
65:13 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται ὑμεῖς δὲ πεινάσετε ἰδοὺ οἱ δουλεύοντές μοι πίονται ὑμεῖς δὲ διψήσετε ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται ὑμεῖς δὲ αἰσχυνθήσεσθε所以主如此說:看哪,我的僕人必得吃,你們卻必飢餓;看哪,我的僕人必得喝,你們卻必乾渴;看哪,我的僕人必歡喜,你們卻必蒙羞。Therefore thus says the Lord: Behold, those who serve me shall eat, but you shall be hungry; behold, those who serve me shall drink, but you shall be thirsty; behold, those who serve me shall rejoice, but you shall be put to shame.
65:14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε看哪,我的僕人必歡欣快樂,你們卻必因心中的痛苦哀號,因靈裡的破碎哀哭。Behold, those who serve me shall exult with gladness, but you shall cry out because of the pain of your heart, and shall wail from a broken spirit.
65:15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου ὑμᾶς δὲ ἀνελεῖ κύριος τοῖς δὲ δουλεύουσιν αὐτῷ κληθήσεται ὄνομα καινόν因為你們必留下自己的名,使我的選民飽足;主必殺戮你們,卻要賜給事奉他的人一個新名。For you shall leave your name to my chosen ones for a surfeit; but the Lord shall slay you, and to those who serve him a new name shall be given,
65:16 ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς εὐλογήσουσιν γὰρ τὸν θεὸν τὸν ἀληθινόν καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν這名必在地上蒙福;因為人必稱頌那位真神,地上起誓的也必指著真神起誓;他們必忘記從前的患難,那患難也不再湧上心頭。which shall be blessed upon the earth; for they shall bless the true God, and those who swear upon the earth shall swear by the true God. For they shall forget their former affliction, and it shall not come up into their heart.
65:17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή καὶ οὐ μὴ μνησθῶσιν τῶν προτέρων οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν因為必有新天新地;從前的事必不再被記念,也不再湧上他們的心頭。For there shall be a new heaven and a new earth, and they shall not remember the former things, nor shall these come up into their heart.
65:18 ἀλλ’ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐφροσύνην他們反要在其中尋得喜樂和歡騰;因為看哪,我造耶路撒冷成為歡騰,使我的百姓成為喜樂。But they shall find gladness and exultation in her; for behold, I make Jerusalem an exultation, and my people a gladness.
65:19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου καὶ οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ οὐδὲ φωνὴ κραυγῆς我必因耶路撒冷歡騰,因我的百姓喜樂;其中必不再聽見哭泣的聲音,也不再聽見哀號的聲音。And I will exult over Jerusalem and rejoice over my people; and no more shall there be heard in her the sound of weeping, nor the sound of crying.
65:20 καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν ὁ δὲ ἀποθνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται在那裡必不再有夭折的嬰孩,也沒有不滿壽數的老人;因為少年人要活到一百歲,但一百歲死的罪人必被咒詛。And there shall no longer be there one untimely born, nor an old man who does not fill out his time; for the young man shall be a hundred years old, but the sinner who dies at a hundred years shall also be accursed.
65:21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ φάγονται τὰ γενήματα αὐτῶν他們要建造房屋,自己居住;栽種葡萄園,吃園中的果子。And they shall build houses and dwell in them themselves; and they shall plant vineyards and themselves eat their fruit.
65:22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν καὶ οὐ μὴ φυτεύσουσιν καὶ ἄλλοι φάγονται κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν他們建造的,必不歸別人居住;他們栽種的,必不歸別人享用;因為我百姓的日子必像生命樹的日子,他們親手勞碌所得的必長久享用。They shall not build and others dwell in them, nor shall they plant and others eat; for according to the days of the tree of life shall the days of my people be, and they shall long enjoy the works of their toil.
65:23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν ὅτι σπέρμα ηὐλογημένον ὑπὸ θεοῦ ἐστιν καὶ τὰ ἔκγονα αὐτῶν μετ’ αὐτῶν ἔσονται我的選民必不徒然勞碌,也不生養子女歸於咒詛;因為他們是蒙神賜福的後裔,他們的子孫也必與他們同在。And my chosen ones shall not labor in vain, nor bear children for a curse; for they are a seed blessed by God, and their descendants shall be with them.
65:24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν ἔτι λαλούντων αὐτῶν ἐρῶ τί ἐστιν事情要這樣成就:他們尚未呼求,我就應允;他們還在說話,我就說:這是甚麼事呢?And it shall come to pass that before they cry out, I will hear them; while they are still speaking, I will say, What is it?
65:25 τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα ὄφις δὲ γῆν ὡς ἄρτον οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου λέγει κύριος那時,豺狼必與羊羔同食,獅子必像牛一樣吃草料,蛇必以塵土為食。在我的聖山上,牠們都不傷人,也不毀壞;這是主說的。Then wolves and lambs shall feed together, and the lion shall eat straw like an ox, and the serpent shall eat earth as bread. They shall not hurt nor destroy on my holy mountain, says the Lord.