1 Kings 1 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And king David was old, advanced in days; and they would wrap him
1:1 καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις καὶ περιέβαλλον αὐτὸν ἱματίοις καὶ οὐκ ἐθερμαίνετο大衛王年紀老邁,日子已多;他們用衣服裹著他,他仍不覺暖和。And king David was old, advanced in days; and they would wrap him in garments, yet he was not warmed.
1:2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ’ αὐτοῦ καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς他的臣僕說:願人為我們主我王尋一個年輕的處女,她要侍立在王面前,要使王溫暖,也要與王同睡,我們主我王就得暖和了。And his servants said: Let them seek out for our lord the king a young virgin; and she shall attend upon the king, and she shall be keeping him warm, and she shall sleep with him, and our lord the king shall be warmed.
1:3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα於是他們在以色列全境尋找一個美貌的少女,找著了書念人亞比煞,將她帶到王那裡。And they sought a beautiful young woman from all the territory of Israel, and they found Abisak the Somanite and brought her to the king.
1:4 καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν那少女極其美貌;她使王溫暖,服事他,王卻沒有親近她。And the young woman was exceedingly beautiful; and she was keeping the king warm and ministering to him, but the king did not know her.
1:5 καὶ Αδωνιας υἱὸς Αγγιθ ἐπῄρετο λέγων ἐγὼ βασιλεύσω καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ哈及的兒子亞多尼雅自高,說:我必作王。他為自己預備車輛、馬兵,又派五十人在他前頭奔走。And Adonias son of Angith exalted himself, saying: I shall be king. And he made for himself chariots and horsemen, and fifty men to run before him.
1:6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων διὰ τί σὺ ἐποίησας καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ他父親從來沒有攔阻他說:你為甚麼這樣行呢?他的容貌也極其俊美;她生他是在押沙龍之後。And his father had never restrained him, saying: Why have you done this? And he too was very handsome in appearance; and she bore him after Abessalom.
1:7 καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαθαρ τοῦ ἱερέως καὶ ἐβοήθουν ὀπίσω Αδωνιου他與洗魯雅的兒子約押、並祭司亞比亞他有話商議,他們就跟在亞多尼雅後頭幫助他。And his words were with Joab son of Sarouia and with Abiathar the priest, and they gave help in following after Adonias.
1:8 καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναθαν ὁ προφήτης καὶ Σεμεϊ καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου但祭司撒督、耶何耶大的兒子比拿雅、先知拿單、示每、利以,並大衛的勇士,都不跟隨亞多尼雅。But Sadok the priest, and Banaias son of Iodae, and Nathan the prophet, and Semei and Rei, and David's mighty men were not after Adonias.
1:9 καὶ ἐθυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίθου τοῦ Ζωελεθ ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα παῖδας τοῦ βασιλέως亞多尼雅在羅結泉旁的瑣希列磐石那裡宰了羊、牛犢和羊羔,又請了他所有的弟兄和猶大所有的顯貴,就是王的臣僕。And Adonias sacrificed sheep and calves and lambs by the stone of Zoeleth, which was beside the spring of Rogel; and he called all his brothers and all the nobles of Judah, the king's servants.
1:10 καὶ τὸν Ναθαν τὸν προφήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν惟獨先知拿單、比拿雅、眾勇士,和他兄弟所羅門,他都沒有請。But Nathan the prophet and Banaias and the mighty men and Salomon his brother he did not call.
1:11 καὶ εἶπεν Ναθαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιθ καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω拿單對所羅門的母親拔示巴說:哈及的兒子亞多尼雅作王了,你沒有聽見嗎?我們的主大衛卻不知道。And Nathan spoke to Bersabee the mother of Salomon, saying: Have you not heard that Adonias son of Angith has become king, and our lord David does not know it?
1:12 καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων現在你來,我給你出個主意,好救你的性命和你兒子所羅門的性命。And now come, let me give you counsel, and deliver your own life and the life of your son Salomon.
1:13 δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα οὐχὶ σύ κύριέ μου βασιλεῦ ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας你進去見大衛王,對他說:我主我王啊,你不是曾向婢女起誓說,你兒子所羅門必接續我作王,他必坐在我的位上嗎?現在亞多尼雅怎麼作了王呢?Go, enter in to king David and say to him: Did not you, my lord the king, swear to your servant, saying, Salomon your son shall reign after me, and he shall sit upon my throne? Why then has Adonias become king?
1:14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου看哪,你還在那裡與王說話的時候,我也隨後進去,必補足你的話。And behold, while you are still speaking there with the king, I also will come in after you and will complete your words.
1:15 καὶ εἰσῆλθεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ拔示巴進入內室見王;王甚是年老,書念人亞比煞正伺候王。And Bersabee went in to the king, into the chamber; and the king was very old, and Abisak the Somanite was ministering to the king.
1:16 καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν ὁ βασιλεύς τί ἐστίν σοι拔示巴屈身向王下拜。王說:你有甚麼事呢?And Bersabee bowed down and did obeisance to the king. And the king said: What is it with you?
1:17 ἡ δὲ εἶπεν κύριέ μου βασιλεῦ σὺ ὤμοσας ἐν κυρίῳ τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ’ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου她說:我主我王啊,你曾指著耶和華你的神向婢女起誓說:你兒子所羅門必接續我作王,他必坐在我的位上。And she said: My lord the king, you swore by the Lord your God to your servant, saying, Salomon your son shall reign after me, and he shall sit upon my throne.
1:18 καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν καὶ σύ κύριέ μου βασιλεῦ οὐκ ἔγνως現在看哪,亞多尼雅作王了,我主我王卻不知道。And now, behold, Adonias has become king, and you, my lord the king, do not know it.
1:19 καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν他宰了許多牛犢、羊羔和羊,又請了王的眾子和祭司亞比亞他,並軍隊的元帥約押;惟獨沒有請你的僕人所羅門。And he has sacrificed calves and lambs and sheep in abundance, and has called all the sons of the king and Abiathar the priest and Joab the commander of the army; but Salomon your servant he did not call.
1:20 καὶ σύ κύριέ μου βασιλεῦ οἱ ὀφθαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν我主我王啊,以色列眾人的眼目都仰望你,等你告訴他們,在我主我王之後誰要坐我主我王的位。And you, my lord the king — the eyes of all Israel are upon you, that you should declare to them who shall sit upon the throne of my lord the king after him.
1:21 καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί將來我主我王與他列祖同睡的時候,我和我兒子所羅門必算為罪人。And it shall come to pass, when my lord the king sleeps with his fathers, that I and my son Salomon shall be sinners.
1:22 καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθαν ὁ προφήτης ἦλθεν看哪,她還與王說話的時候,先知拿單也來了。And behold, while she was still speaking with the king, Nathan the prophet came.
1:23 καὶ ἀνηγγέλη τῷ βασιλεῖ ἰδοὺ Ναθαν ὁ προφήτης καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν有人告訴王說:看哪,先知拿單來了。拿單進到王面前,臉伏於地向王下拜。And it was announced to the king: Behold, Nathan the prophet. And he came in before the king and did obeisance to the king with his face to the ground.
1:24 καὶ εἶπεν Ναθαν κύριέ μου βασιλεῦ σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου拿單說:我主我王啊,你曾說:亞多尼雅必接續我作王,他必坐在我的位上。And Nathan said: My lord the king, you have said, Adonias shall reign after me, and he shall sit upon my throne.
1:25 ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαθαρ τὸν ἱερέα καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν ζήτω ὁ βασιλεὺς Αδωνιας因為他今日下去,宰了許多牛犢、羊羔和羊,又請了王的眾子、軍隊的眾元帥和祭司亞比亞他。看哪,他們正在他面前吃喝,說:願亞多尼雅王萬歲!For he has gone down today and sacrificed calves and lambs and sheep in abundance, and has called all the sons of the king and the commanders of the army and Abiathar the priest; and behold, they are eating and drinking before him, and they have said: Long live king Adonias!
1:26 καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν惟獨我,就是你的僕人,和祭司撒督、耶何耶大的兒子比拿雅,並你的僕人所羅門,他都沒有請。But me myself, your servant, and Sadok the priest, and Banaias son of Iodae, and Salomon your servant, he did not call.
1:27 εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν這事果然是出於我主我王嗎?你竟沒有告訴你的僕人,在我主我王之後誰要坐我主我王的位。Has this thing come about from my lord the king, and you have not made known to your servant who shall sit upon the throne of my lord the king after him?