Psalms 39 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. For the end. For Idithoun. A song of David.
39:0 εἰς τὸ τέλος τῷ Ιδιθουν ᾠδὴ τῷ Δαυιδ為末了。為耶杜頓。大衛的歌。For the end. For Idithoun. A song of David.
39:1 εἶπα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου我曾說:我要謹守我的道路,免得我用舌頭犯罪;當罪人站在我面前的時候,我為我的口設下看守。I said: I will guard my ways, so as not to sin with my tongue; I set a guard for my mouth while the sinner stood before me.
39:2 ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη我啞口無言,自己降卑,連好話也不說,我的痛苦就更加重了。I was made mute and was humbled, and I kept silent from good things, and my pain was renewed.
39:3 ἐθερμάνθη ἡ καρδία μου ἐντός μου καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ ἐλάλησα ἐν γλώσσῃ μου我的心在我裡面發熱,我默想的時候火就燒起;我便用舌頭說話:My heart grew hot within me, and in my meditation a fire will burn; I spoke with my tongue:
39:4 γνώρισόν μοι κύριε τὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν ἵνα γνῶ τί ὑστερῶ ἐγώ主啊,求你叫我曉得我的結局,我的年日有多少,好叫我知道自己是何等短缺。Make known to me, O Lord, my end, and what is the number of my days, that I may know what I lack.
39:5 ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης πᾶς ἄνθρωπος ζῶν διάψαλμα看哪,你使我的年日窄如手掌,我的存在在你面前如同虛無;其實萬事都是虛空,凡活著的人都是如此。(間奏)Behold, you have made my days a handbreadth, and my substance is as nothing before you; indeed, all things together are vanity—every living man. Interlude.
39:6 μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος πλὴν μάτην ταράσσονται θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά人行來行去,不過是個影像;他們的忙亂實在是枉然。人積蓄財寶,卻不知將來歸誰收取。Surely man goes about as an image; surely they are troubled in vain; he heaps up treasure and does not know for whom he will gather it.
39:7 καὶ νῦν τίς ἡ ὑπομονή μου οὐχὶ ὁ κύριος καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν如今我所等候的是甚麼呢?豈不是主嗎?我的存立是在乎你。And now, what is my endurance? Is it not the Lord? And my substance is from you.
39:8 ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με ὄνειδος ἄφρονι ἔδωκάς με求你救我脫離我一切的罪孽;你使我成了愚頑人羞辱的對象。Deliver me from all my lawless deeds; you have made me a reproach to the fool.
39:9 ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου ὅτι σὺ εἶ ὁ ποιήσας με我啞口無言,不開我的口,因為是你造了我。I was made mute and did not open my mouth, because it is you who made me.
39:10 ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον求你把你的鞭打從我身上挪開;因你手的大力,我已耗盡。Remove your scourges from me; because of the strength of your hand I have failed.
39:11 ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος διάψαλμα你為著罪孽以責備管教人,使他的魂消融如蛛絲;人人的忙亂實在是枉然。(間奏)With reproofs for lawlessness you disciplined man, and you made his soul melt away like a spider's web; surely every man is troubled in vain. Interlude.
39:12 εἰσάκουσον τῆς προσευχῆς μου κύριε καὶ τῆς δεήσεώς μου ἐνώτισαι τῶν δακρύων μου μὴ παρασιωπήσῃς ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου主啊,求你聽我的禱告,側耳聽我的懇求;對我的眼淚,求你不要靜默。因為我在你面前是寄居的,是客旅,像我列祖一樣。Hear my prayer, O Lord, and give ear to my supplication; do not be silent at my tears. For I am a sojourner with you and a stranger, as all my fathers were.
39:13 ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω求你寬容我,使我在離世而不再存留之先,可以得著舒暢。Give me relief, that I may be refreshed before I depart and am no more.