Psalms 6 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. To the end, among the hymns, concerning the eighth; a psalm to David.
6:0 εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ歸於終結,用頌歌,為第八,大衛的詩。To the end, among the hymns, concerning the eighth; a psalm to David.
6:1 κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με主啊,求你不要在烈怒中責備我,也不要在忿怒中管教我。O Lord, do not reprove me in your wrath, nor discipline me in your anger.
6:2 ἐλέησόν με κύριε ὅτι ἀσθενής εἰμι ἴασαί με κύριε ὅτι ἐταράχθη τὰ ὀστᾶ μου主啊,求你憐恤我,因為我軟弱;主啊,求你醫治我,因為我的骨頭戰抖。Have mercy on me, O Lord, for I am weak; heal me, O Lord, for my bones have been shaken.
6:3 καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε我的魂也大大驚惶。主啊,你要到幾時呢?And my soul has been greatly shaken. And you, O Lord, how long?
6:4 ἐπίστρεψον κύριε ῥῦσαι τὴν ψυχήν μου σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου主啊,求你回轉,搭救我的魂;因你憐憫的緣故拯救我。Turn back, O Lord; deliver my soul; save me for the sake of your mercy.
6:5 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι因為在死亡中沒有人記念你;在陰間有誰稱謝你呢?For in death there is no one who remembers you; and in Hades who will give you thanks?
6:6 ἐκοπίασα ἐν τῷ στεναγμῷ μου λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω我因唉哼而困乏;我每夜必洗我的床,用我的眼淚浸濕我的褥子。I grew weary with my groaning; every night I will wash my bed; with my tears I will drench my couch.
6:7 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου我的眼睛因忿怒而昏花;我在一切仇敵中衰老了。My eye was troubled because of wrath; I grew old among all my enemies.
6:8 ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου你們一切作不法之事的人,都離開我吧!因為主已經聽了我哀哭的聲音。Depart from me, all you who work lawlessness, for the Lord has heard the voice of my weeping.
6:9 εἰσήκουσεν κύριος τῆς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο主已經聽了我的祈求,主已接納我的禱告。The Lord has heard my supplication; the Lord has accepted my prayer.
6:10 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους願我一切的仇敵都羞愧,大大驚惶;願他們轉身退後,迅速地大大蒙羞。Let all my enemies be put to shame and greatly troubled; let them be turned back and greatly ashamed very quickly.