Psalms 139 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. For the end. A psalm of David. O Lord, you tested me and knew me.
139:1 εἰς τὸ τέλος ψαλμὸς τῷ Δαυιδ κύριε ἐδοκίμασάς με καὶ ἔγνως με為末了。大衛的詩。主啊,你已試驗我,認識我。For the end. A psalm of David. O Lord, you tested me and knew me.
139:2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν我坐下、我起來,你都知道;你從遠處明白我的意念。You knew my sitting down and my rising up; you understood my thoughts from afar.
139:3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες我的路徑和我的繩索,你都查究;我一切的道路,你都預先看見。My path and my cord you searched out, and all my ways you foresaw.
139:4 ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου因為我舌頭上並沒有一句話,For there is no word on my tongue,
139:5 ἰδού κύριε σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου看哪,主啊,末後的和起初的,你都知道;你塑造了我,又按手在我身上。behold, O Lord, you knew all things, the last and the first; you formed me and laid your hand upon me.
139:6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ ἐκραταιώθη οὐ μὴ δύνωμαι πρὸς αὐτήν你的知識奇妙,超過我所能及;它甚是堅強,我不能達到。Your knowledge has been made wonderful beyond me; it has grown strong, I cannot attain to it.
139:7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω我往哪裡去躲避你的靈?我往哪裡逃躲避你的面?Where shall I go from your spirit, and where shall I flee from your face?
139:8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν σὺ εἶ ἐκεῖ ἐὰν καταβῶ εἰς τὸν ᾅδην πάρει我若升到天上,你在那裡;我若下到陰間,你也在那裡。If I go up to heaven, you are there; if I go down to Hades, you are present.
139:9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης我若在黎明展開我的翅膀,住在海的儘頭,If I take up my wings at dawn and encamp at the ends of the sea,
139:10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου就是在那裡,你的手必引導我,你的右手也必扶持我。even there your hand will guide me, and your right hand will hold me.
139:11 καὶ εἶπα ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου我曾說:黑暗必踐踏我,夜間必在我的歡愉中成為光明。And I said, "Surely darkness will trample me, and night will be light in my delight."
139:12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται ὡς τὸ σκότος αὐτῆς οὕτως καὶ τὸ φῶς αὐτῆς因為黑暗在你面前不成為黑暗,夜間必像白晝發光;她的黑暗怎樣,她的光亮也怎樣。For darkness will not be darkened by you, and night will be lit up like day; as is its darkness, so also is its light.
139:13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου κύριε ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου因為是你得著了我的肺腑;主啊,我在母腹中,你就扶助了我。For it was you who possessed my inward parts; O Lord, you took hold of me from my mother's womb.
139:14 ἐξομολογήσομαί σοι ὅτι φοβερῶς ἐθαυμαστώθην θαυμάσια τὰ ἔργα σου καὶ ἡ ψυχή μου γινώσκει σφόδρα我要稱謝你,因我受造可畏而奇妙;你的作為奇妙,我的魂深深知道。I will give thanks to you, for I was fearfully made wonderful; wonderful are your works, and my soul knows it exceedingly well.
139:15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς我的骨頭並不向你隱藏,就是你在隱密處所造的;我的本質也在地的最深之處。My bone was not hidden from you, which you made in secret, nor my substance in the lowest parts of the earth.
139:16 τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς我未成形的體質,你的眼睛早已看見;在你的冊上都要記錄下來;日子要被塑造,其中卻無一人。Your eyes saw my unwrought substance, and in your book all shall be written; days shall be formed, and no one among them.
139:17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου ὁ θεός λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν神啊,你的朋友在我看為極其尊貴;他們的統緒極其強盛。But to me your friends were greatly honoured, O God; their rulerships were greatly strengthened.
139:18 ἐξαριθμήσομαι αὐτούς καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ我要數點他們,他們必比沙更多;我醒來的時候,仍與你同在。I will count them, and they shall be multiplied more than sand; I awoke, and I am still with you.
139:19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς ὁ θεός ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ’ ἐμοῦ神啊,你若殺戮罪人——流人血的人哪,你們離開我去罷。If you would slay sinners, O God — men of blood, turn away from me.
139:20 ὅτι ἐρεῖς εἰς διαλογισμόν λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου因為你必論到他們的意念:他們必徒然奪取你的城邑。For you will speak concerning their scheming: they will take your cities in vain.
139:21 οὐχὶ τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην主啊,恨惡你的人,我豈不恨惡他們麼?我豈不因你的仇敵而消瘦麼?Did I not hate those who hate you, O Lord, and did I not waste away over your enemies?
139:22 τέλειον μῖσος ἐμίσουν αὐτούς εἰς ἐχθροὺς ἐγένοντό μοι我用完全的恨惡恨他們;他們成了我的仇敵。With perfect hatred I hated them; they became enemies to me.
139:23 δοκίμασόν με ὁ θεός καὶ γνῶθι τὴν καρδίαν μου ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου神啊,求你試驗我,知道我的心;求你察問我,知道我的路徑。Test me, O God, and know my heart; examine me and know my paths.
139:24 καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ求你看看在我裡面有沒有不法的道路,並引導我走永遠的道路。And see if there is any way of lawlessness in me, and lead me in an everlasting way.