1 Maccabees 10 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And in the hundred and sixties year Alexander Epiphanes, the
10:1 καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανὴς καὶ κατελάβετο Πτολεμαίδα καὶ ἐπεδέξαντο αὐτόν καὶ ἐβασίλευσεν ἐκεῖ一百六十年,安提阿古的兒子亞歷山大·伊比法尼上來,攻取了托勒買。城裡的人接待他,他就在那裡作王。And in the hundred and sixties year Alexander Epiphanes, the son of Antiochus, went up and took possession of Ptolemais: and they received him, and he reigned there.
10:2 καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεὺς καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον底米丟王聽見了,就聚集極大的軍隊,出去與他交戰。And king Demetrius heard thereof, and he gathered together exceeding great forces, and went forth to meet him in battle.
10:3 καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν底米丟差信給約拿單,說和平的話,以推崇他。And Demetrius sent letters to Jonathan with words of peace, so as to magnify him.
10:4 εἶπεν γάρ προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ’ αὐτῶν πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ’ ἡμῶν因為他說:「讓我們搶先與他們講和,免得他先與亞歷山大講和來攻擊我們;For he said, let us be beforehand to make peace with them, ere he make peace with Alexander against us:
10:5 μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτὸν καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος因為他必記念我們向他和他弟兄並他民族所行的一切惡事。」for he will remember all the evils that we have done against him, and to his kindred and to his nation.
10:6 καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις καὶ κατασκευάζειν ὅπλα καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ於是王給約拿單權柄,準他聚集軍隊、製造兵器,作他的盟友,又下令把堡壘裡的人質交給他。And he gave him authority to gather together forces, and to provide arms, and that he should be his confederate: and he commanded that they should deliver up to him the hostages that were in the citadel.
10:7 καὶ ἦλθεν Ιωναθαν εἰς Ιερουσαλημ καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας約拿單來到耶路撒冷,當著全體百姓和堡壘裡的人宣讀那些書信。And Jonathan came to Jerusalem, and read the letters in the audience of all the people, and of those who were in the citadel:
10:8 καὶ ἐφοβήθησαν φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δύναμιν他們聽見王給了約拿單聚集軍隊的權柄,就極其懼怕。and they were sore afraid, when they heard that the king had given him authority to gather together an army.
10:9 καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ιωναθαν τὰ ὅμηρα καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν堡壘裡的人把人質交給約拿單,他就把他們歸還給他們的父母。And they of the citadel delivered up the hostages to Jonathan, and he restored them to their parents.
10:10 καὶ ᾤκησεν Ιωναθαν ἐν Ιερουσαλημ καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν約拿單住在耶路撒冷,開始建造修復那城。And Jonathan lived in Jerusalem, and began to build and renew the city.
10:11 καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιων κυκλόθεν ἐκ λίθων τετραπόδων εἰς ὀχύρωσιν καὶ ἐποίησαν οὕτως他吩咐作工的人用方石建造城牆,並環繞錫安山築牆防衛,他們就照樣行了。And he commanded those who did the work to build the walls and the mount Sion round about with square stones for defence; and they did so.
10:12 καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς ᾠκοδόμησεν Βακχίδης那些住在巴基德所建堡壘裡的外族人就逃走了,And the strangers, that were in the strongholds which Bacchides had built, fled away;
10:13 καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ各人離開自己的地方,回本地去。and each man left his place, and departed into his own land.
10:14 πλὴν ἐν Βαιθσουροις ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα ἦν γὰρ εἰς φυγαδευτήριον惟有在伯夙,還留下一些離棄律法和誡命的人,因為那裡是他們的避難所。Only at Bethsura were there left certain of those that had forsaken the law and the commandments; for it was a place of refuge to them.
10:15 καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ιωναθαν καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ τοὺς κόπους οὓς ἔσχον亞歷山大王聽見底米丟差給約拿單的一切應許,又有人把約拿單和他弟兄們所行的戰爭、英勇事跡和所受的勞苦都告訴了他,And king Alexander heard all the promises which Demetrius had sent to Jonathan: and they told him of the battles and the valiant deeds which he and his kindred had done, and of the toils which they had endured;
10:16 καὶ εἶπεν μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα καὶ νῦν ποιήσομεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν他就說:「我們豈能再找到這樣的一個人呢?如今我們要立他作我們的朋友和盟友。」And he said, Shall we find such another man? and now we will make him our Friend and confederate.
10:17 καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων他就寫信差給約拿單,書信的話如下:And he wrote letters, and sent them to him, according to these words, saying,
10:18 βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ιωναθαν χαίρειν「亞歷山大王問候他的弟兄約拿單。King Alexander to his brother Jonathan, greeting:
10:19 ἀκηκόαμεν περὶ σοῦ ὅτι ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος我們聽說你是個勇武有力的人,配作我們的朋友。We have heard of you, that you are a mighty man of valour, and meet to be our Friend.
10:20 καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου καὶ φίλον βασιλέως καλεῖσθαί σε καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίας πρὸς ἡμᾶς如今我們立你作你本族的大祭司,並稱你為王的朋友(他又差送紫袍和金冠給他),要你與我們同心,與我們保持友誼。」And now we have appointed you this day to be high priest of your nation, and to be called the king’s Friend (and he sent to him a purple robe and a crown of gold), and to take our part, and to keep friendship with us.
10:21 καὶ ἐνεδύσατο Ιωναθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας καὶ συνήγαγεν δυνάμεις καὶ κατεσκεύασεν ὅπλα πολλά於是約拿單在一百六十年七月住棚節,穿上聖袍。他聚集軍隊,預備了許多兵器。And Jonathan put on the holy garments in the seventh month of the hundred and sixties year, at the feast of tabernacles, and he gathered together forces, and provided arms in abundance.
10:22 καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους καὶ ἐλυπήθη καὶ εἶπεν底米丟聽見這些事,就憂愁,說:And Demetrius heard these things, and he was grieved, and said,
10:23 τί τοῦτο ἐποιήσαμεν ὅτι προέφθακεν ἡμᾶς Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ιουδαίοις εἰς στήριγμα「我們所做的是甚麼事呢?竟讓亞歷山大搶先與猶太人結交,使自己得以堅固。What is this that we have done, that Alexander has been beforehand with us in establishing friendship with the Jews, to strengthen himself?
10:24 γράψω αὐτοῖς κἀγὼ λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν我也要寫信給他們,說安慰、尊榮和賞賜的話,好使他們與我同心幫助我。」I also will write to them words of encouragement and of honor and of gifts, that they may be with me to aid me.
10:25 καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ιουδαίων χαίρειν他就照這話差信給他們:「底米丟王問候猶太民族。And he sent to them according to these words: King Demetrius to the nation of the Jews, greeting:
10:26 ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν ἠκούσαμεν καὶ ἐχάρημεν你們既守了與我們所立的約,常存友誼,沒有歸附我們的仇敵,我們聽見了就歡喜。Forasmuch as you⌃ have kept your covenants with us, and continued in our friendship, and have not joined yourselves to our enemies, we have heard hereof, and are glad.
10:27 καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ’ ὧν ποιεῖτε μεθ’ ἡμῶν如今你們要繼續向我們守信,我們也必照你們向我們所行的,以恩惠報答你們,And now continue you⌃ still to keep faith with us, and we will recompense to you good things in return for your dealings with us,
10:28 καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ καὶ δώσομεν ὑμῖν δόματα並要免除你們許多賦稅,賜給你們禮物。and will grant you many immunities, and give you gifts.
10:29 καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ιουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλὸς καὶ ἀπὸ τῶν στεφάνων如今我釋放你們,免去一切猶太人的貢稅、鹽稅和冠冕稅。And now do I free you, and release all the Jews, from the tributes, and from the customs of salt, and from the crowns.
10:30 καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ γῆς Ιουδα καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον那本應歸我的收成三分之一和樹上果子的一半,從今日起我都免除,不再從猶大地,以及從撒瑪利亞和加利利加入猶大的三個區徵收,從今日起直到永遠。And instead of the third part of the seed, and instead of the half of the fruit of the trees, which falls to me to receive, I release it from this day and henceforth, so that I will not take it from the land of Judah, and from the three governments which are added thereto from the country of Samaria and Galilee, from this day forth and for all time.
10:31 καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς αἱ δεκάται καὶ τὰ τέλη願耶路撒冷成為聖潔自由的城,連同它的境界、十分之一的供物和稅收也都如此。And let Jerusalem be holy and free, and her borders; the tenths and the tolls also.
10:32 ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ καὶ δίδωμι τῷ ἀρχιερεῖ ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας οὓς ἂν αὐτὸς ἐκλέξηται τοῦ φυλάσσειν αὐτήν我也放棄對耶路撒冷堡壘的權柄,交給大祭司,讓他在那裡安置他所揀選的人把守。I yield up also my authority over the citadel which is at Jerusalem, and give it to the high priest, that he may appoint in it such men as he shall choose to keep it.
10:33 καὶ πᾶσαν ψυχὴν Ιουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ιουδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν凡從猶大地被擄到我國各處的猶太人,我都無償地釋放使之得自由,並要眾人免除他們牲畜的貢稅。And every soul of the Jews, that has been carried captive from the land of Judah into any part of my kingdom, I set at liberty without price; and let all remit the tributes of their cattle also.
10:34 καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδειγμέναι καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς μετὰ ἑορτὴν ἔστωσαν πᾶσαι ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσιν τοῖς Ιουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου一切節期、安息日、月朔、所定的日子,並節前三日和節後三日,都要作我國中一切猶太人免稅得釋放的日子。And all the feasts, and the Sabbaths, and new moons, and appointed days, and three days before a feast, and three days after a feast, let them all be days of immunity and release for all the Jews that are in my kingdom.
10:35 καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος無人有權向他們中任何人索取或為任何事騷擾他們。And no man shall have authority to exact from any of them, or to trouble them concerning any matter.
10:36 καὶ προγραφήτωσαν τῶν Ιουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως要從猶太人中登記約三萬人加入王的軍隊,並照給王一切軍隊的例賜給他們餉銀。And let there be enrolled among the king’s forces about thirty thousand men of the Jews, and pay shall be given to them, as belongs to all the king’s forces.
10:37 καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις καὶ ἐκ τούτων κατασταθήσονται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν καὶ οἱ ἐπ’ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ιουδα其中有些要派駐王的大堡壘,有些要派去管理國中可信任的事務。管理他們的官長和首領要從他們本族中選立,讓他們照自己的律法行事,正如王在猶大地所吩咐的。And of them some shall be placed in the king’s great strongholds, and some of them shall be placed over the affairs of the kingdom, which are of trust: and let those that are over them, and their rulers, be of themselves, and let them walk after their own laws, even as the king has commanded in the land of Judah.
10:38 καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ιουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας προστεθήτω τῇ Ιουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ’ ἕνα τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ’ ἢ τοῦ ἀρχιερέως從撒瑪利亞地加入猶大的那三個區,要歸併於猶大,算為同屬一處,除大祭司以外,不順從別的權柄。And the three governments that have been added to Judea from the country of Samaria, let them be added to Judea, that they may be reckoned to be under one, that they may not obey other authority than the high priest’s.
10:39 Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ιερουσαλημ εἰς τὴν καθήκουσαν δαπάνην τοῖς ἁγίοις至於托勒買和屬它的地,我已賜給耶路撒冷的聖所作禮物,供聖所應用的費用。As for Ptolemais, and the land pertaining thereto, I have given it as a gift to the sanctuary that is at Jerusalem, for the expenses that befit the sanctuary.
10:40 κἀγὼ δίδωμι κατ’ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων我每年又從王的稅收中、從合宜之地撥出一萬五千舍客勒銀子。And I give every year fifteen thousand shekels of silver from the king’s revenues from the places that are convenient.
10:41 καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν ὡς ἐν τοῖς πρώτοις ἔτεσιν ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου凡管理王務的人從前幾年沒有照數繳清的餘款,從今以後都要繳作聖殿工程之用。And all the overplus, which those who manage the king’s affairs paid not in as in the first years, they shall give from henceforth toward the works of the house.
10:42 καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ’ ἐνιαυτόν καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν此外,他們每年從聖所收入所取的五千舍客勒銀子,也都免除,因為這是屬於供職祭司的。And beside this, the five thousand shekels of silver, which they received from the uses of the sanctuary from the revenue year by year, this also is released, because it appertains to the priests that minister.
10:43 καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα ἀπολελύσθωσαν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου凡逃到耶路撒冷聖殿或其一切境界之內的,無論欠王的款項或任何事務,都得免除釋放,他們在我國中所有的一切也都如此。And whoever shall flee to the temple that is at Jerusalem, and be found within all the borders thereof, whether one owe moneys to the king, or any other matter, let them go free, and all that they have in my kingdom.
10:44 καὶ τοῦ οἰκοδομηθῆναι καὶ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως為建造和修復聖所工程的費用,也要從王的稅收中支取。And for the building and renewing of the works of the sanctuary the expense shall be given also out of the king’s revenue.
10:45 καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ιερουσαλημ καὶ ὀχυρῶσαι κυκλόθεν καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη ἐν τῇ Ιουδαίᾳ為建造耶路撒冷城牆並四圍設防、為建造猶大各處城牆的費用,也要從王的稅收中支取。」And for the building of the walls of Jerusalem, and the fortifying thereof round about, shall the expense be given also out of the king’s revenue, and for the building of the walls in Judea.