1 Samuel 25 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And Samuel died, and all Israel gathered together and beat their
25:1 καὶ ἀπέθανεν Σαμουηλ καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν撒母耳死了。以色列眾人聚集,為他捶胸哀哭,將他葬在亞瑪他音他自己的家裡。大衛起身,下到瑪安的曠野。And Samuel died, and all Israel gathered together and beat their breasts for him and buried him in his house in Armathaim. And David arose and went down to the wilderness of Maan.
25:2 καὶ ἦν ἄνθρωπος ἐν τῇ Μααν καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ καὶ ὁ ἄνθρωπος μέγας σφόδρα καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ在瑪安有一個人,他的羊群在迦密。那人極其富足,有羊三千、山羊一千。他正在迦密剪羊毛。And there was a man in Maan, and his flocks were in Carmel. And the man was very great, and he had three thousand sheep and a thousand goats. And it happened while he was shearing his flock in Carmel.
25:3 καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν καὶ ὁ ἄνθρωπος κυνικός那人名叫拿八,他妻子名叫亞比該。他的妻子聰明良善,容貌極其美麗;那人卻剛硬,行事凶惡,性情像狗一樣。And the man's name was Nabal, and his wife's name was Abigaia. And his wife was good in understanding and very beautiful in appearance; but the man was harsh and evil in his doings, and the man was like a dog.
25:4 καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ大衛在曠野聽見迦密人拿八正在剪他的羊毛。And David heard in the wilderness that Nabal the Carmelite was shearing his flock.
25:5 καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην大衛就打發十個僕人,對那些僕人說:你們上迦密去,到拿八那裡,提我的名向他問安。And David sent ten young men, and said to the young men, Go up to Carmel, and go to Nabal, and greet him in my name with peace.
25:6 καὶ ἐρεῖτε τάδε εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα你們要這樣說:願你年年平安!願你和你的家,並你一切所有的,都康健。And you shall say thus: May you live for years to come! And may you be in health, and your house, and all that is yours in health.
25:7 καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι νῦν οἱ ποιμένες σου οἳ ἦσαν μεθ’ ἡμῶν ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ現在我聽說有人為你剪羊毛。你的牧人先前與我們同在曠野,我們沒有攔阻他們;他們在迦密的一切日子,我們也沒有吩咐他們一句話。And now, behold, I have heard that your shepherds are now shearing for you. They were with us in the wilderness, and we did not hinder them, nor did we command them anything all the days they were in Carmel.
25:8 ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσίν σοι καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου ὅτι ἐφ’ ἡμέραν ἀγαθὴν ἥκομεν δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυιδ你可以問你的僕人,他們必告訴你。願我的僕人在你眼前蒙恩,因為我們是在好日子來的。求你隨手取些什麼,賜給你的兒子大衛。Ask your young men, and they will tell you. Let my young men find favour in your eyes, for we have come on a good day. Give, I pray, whatever your hand may find, to your son David.
25:9 καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυιδ καὶ ἀνεπήδησεν大衛的僕人到了,就奉大衛的名,照這一切話向拿八述說了這些話;他卻跳了起來。And the young men came and spoke these words to Nabal, according to all these words, in the name of David; and he leapt up.
25:10 καὶ ἀπεκρίθη Ναβαλ τοῖς παισὶν Δαυιδ καὶ εἶπεν τίς ὁ Δαυιδ καὶ τίς ὁ υἱὸς Ιεσσαι σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ拿八回答大衛的僕人說:大衛是誰?耶西的兒子是誰?近來從主人面前逃走的僕人甚多。And Nabal answered David's servants and said, Who is David? And who is the son of Iessai? Nowadays there are many servants who run away, each from before his master.
25:11 καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσίν μου τὰ πρόβατα καὶ δώσω αὐτὰ ἀνδράσιν οἷς οὐκ οἶδα πόθεν εἰσίν我豈可拿我的餅、我的酒,和我為剪羊毛的人所宰的牲畜,去給那些我不知道從哪裡來的人呢?Shall I take my bread and my wine and my meat that I have slaughtered for those who shear my sheep, and give it to men whom I do not know where they are from?
25:12 καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυιδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυιδ κατὰ τὰ ῥήματα ταῦτα大衛的僕人就轉身上路,回去來到大衛那裡,照這一切話告訴了他。And David's young men turned back to their way, and returned and came and reported to David according to these words.
25:13 καὶ εἶπεν Δαυιδ τοῖς ἀνδράσιν αὐτοῦ ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν大衛對跟隨他的人說:你們各人都要佩上自己的刀!於是約有四百人跟隨大衛上去,有二百人留下看守器具。And David said to his men, Let each gird on his sword. And about four hundred men went up after David, and two hundred stayed with the baggage.
25:14 καὶ τῇ Αβιγαια γυναικὶ Ναβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων ἰδοὺ Δαυιδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν καὶ ἐξέκλινεν ἀπ’ αὐτῶν有一個僕人告訴拿八的妻子亞比該說:看哪,大衛從曠野打發使者來,要祝福我們的主人,主人卻轉身躲開他們。And one of the young men told Abigaia, Nabal's wife, saying, Behold, David sent messengers out of the wilderness to bless our master, but he turned away from them.
25:15 καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρ’ αὐτοῖς καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ但那些人待我們極好;我們與他們同在的一切日子,並我們在田野的時候,他們沒有攔阻我們,也沒有吩咐我們什麼。But the men were very good to us; they did not hinder us, nor command us anything all the days we were with them, and when we were in the field.
25:16 ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἤμεθα παρ’ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον我們與他們同在牧養羊群的一切日子,無論黑夜白晝,他們都像牆垣護衛我們。They were as a wall around us both by night and by day, all the days we were with them shepherding the flock.
25:17 καὶ νῦν γνῶθι καὶ ἰδὲ τί σὺ ποιήσεις ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ καὶ οὗτος υἱὸς λοιμός καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν現在你要知道、要看明你所當行的,因為禍患已經定了,要臨到我們的主人和他的全家。他是個匪類,無人能與他說話。And now know and see what you will do; for evil is determined against our master and against his house; and he is a son of pestilence, and no one can speak to him.
25:18 καὶ ἔσπευσεν Αβιγαια καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οιφι ἀλφίτου καὶ γομορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους亞比該急忙取了二百個餅、兩皮袋酒、五隻預備好的羊、五伊法烘熟的麥子、一俄梅珥葡萄乾、二百個果餅,都馱在驢上。And Abigaia hurried and took two hundred loaves, and two skins of wine, and five sheep ready dressed, and five oiphi of parched grain, and one gomor of raisins, and two hundred cakes of dried fruit, and loaded them on the donkeys.
25:19 καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς προπορεύεσθε ἔμπροσθέν μου καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν她對僕人說:你們在我前頭走,看哪,我隨後就來。她卻沒有告訴她的丈夫。And she said to her young men, Go on before me; behold, I am coming after you. But she did not tell her husband.
25:20 καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς καὶ ἀπήντησεν αὐτοῖς她騎著驢下山、在山的遮蔽處行走的時候,看哪,大衛和跟隨他的人正下來迎著她,她就迎見了他們。And it happened, as she rode on the donkey and came down under the cover of the mountain, behold, David and his men were coming down to meet her, and she met them.
25:21 καὶ Δαυιδ εἶπεν ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθῶν大衛曾說:我在曠野白白地看守這人一切所有的,我們也沒有吩咐人從他一切所有的拿走什麼;他竟以惡報善待我。And David had said, Surely in vain I have guarded all that was his in the wilderness, and we commanded nothing to be taken from all that was his; and he has repaid me evil for good.
25:22 τάδε ποιήσαι ὁ θεὸς τῷ Δαυιδ καὶ τάδε προσθείη εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβαλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον願神重重地降罰與大衛!凡屬拿八的男丁,我若留一個到天亮,願神也如此行。May God do so to David, and more also, if I leave until morning, of all that belongs to Nabal, one that urinates against a wall.