Psalms 27 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Of David. Before he was anointed. The Lord is my light and my savior; whom shall
27:1 τοῦ Δαυιδ πρὸ τοῦ χρισθῆναι κύριος φωτισμός μου καὶ σωτήρ μου τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω大衛的詩,在受膏之前。主是我的亮光,是我的拯救者,我還怕誰呢?主是我性命的保障,我還懼怕誰呢?Of David. Before he was anointed. The Lord is my light and my savior; whom shall I fear? The Lord is the protector of my life; of whom shall I be afraid?
27:2 ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν那些作惡的人臨近我、要吃我肉的時候,就是那苦害我的人和我的仇敵,他們自己就軟弱仆倒了。When evildoers drew near against me to eat up my flesh, those who afflict me and my enemies, they themselves grew weak and fell.
27:3 ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή οὐ φοβηθήσεται ἡ καρδία μου ἐὰν ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος ἐν ταύτῃ ἐγὼ ἐλπίζω雖有軍隊安營攻擊我,我的心也不害怕;雖有爭戰起來攻擊我,我仍在這事上存著指望。If an army should encamp against me, my heart shall not fear; if war should rise up against me, in this I hope.
27:4 μίαν ᾐτησάμην παρὰ κυρίου ταύτην ἐκζητήσω τοῦ κατοικεῖν με ἐν οἴκῳ κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου τοῦ θεωρεῖν με τὴν τερπνότητα τοῦ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ有一件事我曾向主求,我仍要尋求:就是一生一世住在主的殿中,瞻仰主的榮美,並察看他的殿。One thing I asked of the Lord, this I will seek out: that I may dwell in the house of the Lord all the days of my life, that I may behold the delightfulness of the Lord and visit his temple.
27:5 ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ ἐν πέτρᾳ ὕψωσέν με因為我遭難的日子,他把我藏在帳幕裡,把我隱藏在他帳幕的隱密處,又把我高舉在磐石上。For he hid me in a tent in the day of my troubles; he sheltered me in the secret place of his tent; he set me high upon a rock.
27:6 καὶ νῦν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ’ ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ ᾄσομαι καὶ ψαλῶ τῷ κυρίῳ現在,看哪,他使我的頭高過我的仇敵;我繞行,在他的帳幕裡獻上歡呼的祭;我要歌唱,向主歌頌。And now, behold, he has lifted up my head above my enemies; I went around and sacrificed in his tent a sacrifice of jubilation; I will sing and sing praise to the Lord.
27:7 εἰσάκουσον κύριε τῆς φωνῆς μου ἧς ἐκέκραξα ἐλέησόν με καὶ εἰσάκουσόν μου主啊,求你垂聽我呼求的聲音;求你憐憫我,應允我。Hear, O Lord, my voice with which I cried out; have mercy on me and hear me.
27:8 σοὶ εἶπεν ἡ καρδία μου ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου κύριε ζητήσω我的心對你說:我的臉尋求了;主啊,你的面我必尋求。To you my heart said: My face sought; your face, O Lord, I will seek.
27:9 μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου βοηθός μου γενοῦ μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με ὁ θεὸς ὁ σωτήρ μου求你不要向我掩面,不要在怒中偏離你的僕人;求你作我的幫助。救我的神啊,不要丟棄我,也不要離棄我。Do not turn your face away from me; do not turn aside in anger from your servant; be my helper; do not cast me off and do not forsake me, O God my savior.
27:10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με ὁ δὲ κύριος προσελάβετό με因為我的父母離棄了我,主卻收留了我。For my father and my mother forsook me, but the Lord took me up.
27:11 νομοθέτησόν με κύριε τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου主啊,求你將你的道路指教我,因我仇敵的緣故,引導我走正直的路徑。Instruct me, O Lord, in your way, and guide me in a straight path because of my enemies.
27:12 μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ求你不要把我交給那些苦害我之人的魂;因為不義的見證人起來攻擊我,不義也向自己說了謊。Do not hand me over to the souls of those who afflict me, for unjust witnesses have risen up against me, and injustice lied to itself.
27:13 πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων我信我必得見主的美善,在活人之地。I believe that I shall see the good things of the Lord in the land of the living.
27:14 ὑπόμεινον τὸν κύριον ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν κύριον要等候主;你當剛強,使你的心堅固;要等候主。Wait for the Lord; be manly, and let your heart be strong; and wait for the Lord.