Esther 7 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. So the king and Haman went in to drink with the queen.
7:1 εἰσῆλθεν δὲ ὁ βασιλεὺς καὶ Αμαν συμπιεῖν τῇ βασιλίσσῃ王和哈曼就進去與王后一同飲宴。So the king and Haman went in to drink with the queen.
7:2 εἶπεν δὲ ὁ βασιλεὺς Εσθηρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ τί ἐστιν Εσθηρ βασίλισσα καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξίωμά σου καὶ ἔστω σοι ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου第二日在酒席上,王又對以斯帖說:以斯帖王后啊,有什麼事呢?你的所求是什麼?你的所請是什麼?就是國的一半,也必賜給你。And on the second day, during the drinking, the king said to Esther: What is it, Queen Esther? And what is your request, and what is your petition? It shall be yours, up to half of my kingdom.
7:3 καὶ ἀποκριθεῖσα εἶπεν εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως δοθήτω ἡ ψυχή μου τῷ αἰτήματί μου καὶ ὁ λαός μου τῷ ἀξιώματί μου她回答說:我若在王面前蒙恩,願將我的性命賜給我,作我的所求;也將我的百姓賜給我,作我的所請。And she answered and said: If I have found favour before the king, let my life be granted me as my request, and my people as my petition.
7:4 ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ παρήκουσα οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως因為我和我的百姓被賣了,要被滅絕、被擄掠、被奴役,我們和我們的兒女都要作奴僕婢女;我本沒有作聲,因為那毀謗者原不配站在王的宮廷中。For we have been sold, both I and my people, to destruction and plunder and slavery, we and our children as male and female slaves; and I kept silent, for the slanderer is not worthy of the king's court.
7:5 εἶπεν δὲ ὁ βασιλεύς τίς οὗτος ὅστις ἐτόλμησεν ποιῆσαι τὸ πρᾶγμα τοῦτο王說:這人是誰?竟敢行這事?And the king said: Who is this who has dared to do this thing?
7:6 εἶπεν δὲ Εσθηρ ἄνθρωπος ἐχθρὸς Αμαν ὁ πονηρὸς οὗτος Αμαν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης以斯帖說:是一個仇敵,就是哈曼這惡人!哈曼在王和王后面前就驚惶了。And Esther said: A man who is an enemy—Haman, this wicked man! And Haman was terrified before the king and the queen.
7:7 ὁ δὲ βασιλεὺς ἐξανέστη ἐκ τοῦ συμποσίου εἰς τὸν κῆπον ὁ δὲ Αμαν παρῃτεῖτο τὴν βασίλισσαν ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα王就從筵席上起來,進入園中;哈曼卻留下求王后,因為他看出自己已經大禍臨頭。And the king rose up from the banquet and went into the garden; but Haman stayed to beg the queen, for he saw that he was in evil case.
7:8 ἐπέστρεψεν δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου Αμαν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν εἶπεν δὲ ὁ βασιλεύς ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου Αμαν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ王從園中回來,哈曼正伏在榻上求王后。王說:你竟敢在我家裡欺凌婦人麼?哈曼聽見這話,臉就變了色。And the king returned from the garden, and Haman had fallen upon the couch, imploring the queen. And the king said: So you would even force the woman in my own house? And when Haman heard this, his face was utterly changed.
7:9 εἶπεν δὲ Βουγαθαν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Αμαν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως καὶ ὤρθωται ἐν τοῖς Αμαν ξύλον πηχῶν πεντήκοντα εἶπεν δὲ ὁ βασιλεύς σταυρωθήτω ἐπ’ αὐτοῦ太監中有一個名叫布迦但的,對王說:看哪,哈曼還為那為王進言的末底改預備了木架,就是在哈曼家裡豎起的那五十肘的木架。王說:把他釘在其上。And Bougathan, one of the eunuchs, said to the king: Behold, Haman has also prepared a piece of wood for Mordecai, who spoke on the king's behalf; and a piece of wood fifty cubits high has been set up on Haman's premises. And the king said: Let him be impaled upon it.
7:10 καὶ ἐκρεμάσθη Αμαν ἐπὶ τοῦ ξύλου ὃ ἡτοίμασεν Μαρδοχαίῳ καὶ τότε ὁ βασιλεὺς ἐκόπασεν τοῦ θυμοῦ於是人將哈曼掛在他為末底改所預備的木架上;王的忿怒這才止息。So Haman was hanged upon the wood which he had prepared for Mordecai; and then the king's anger abated.