1 Kings 18 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And it happened after many days that the word of the Lord came to
18:1 καὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων πορεύθητι καὶ ὄφθητι τῷ Αχααβ καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς過了許多日子,到第三年,耶和華的話臨到以利亞說:你去,使亞哈得見你;我要降雨在地面上。And it happened after many days that the word of the Lord came to Eliou in the third year, saying: Go and show yourself to Achaab, and I will give rain upon the face of the earth.
18:2 καὶ ἐπορεύθη Ηλιου τοῦ ὀφθῆναι τῷ Αχααβ καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ以利亞就去,要使亞哈得見他。那時撒瑪利亞的饑荒甚重。And Eliou went to show himself to Achaab; and the famine was severe in Samaria.
18:3 καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον καὶ Αβδιου ἦν φοβούμενος τὸν κύριον σφόδρα亞哈把家宰俄巴底召了來;俄巴底甚是敬畏耶和華。And Achaab called Abdiou the steward; and Abdiou feared the Lord greatly.
18:4 καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προφήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι耶洗別擊殺耶和華眾先知的時候,俄巴底帶了一百個人,就是先知,每五十人藏在一個洞裡,拿餅和水供養他們。And it happened, when Iezabel was striking down the prophets of the Lord, that Abdiou took a hundred men, prophets, and hid them by fifties in a cave, and fed them with bread and water.
18:5 καὶ εἶπεν Αχααβ πρὸς Αβδιου δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν κτηνῶν亞哈對俄巴底說:來吧,我們走遍這地,到一切水泉和溪流那裡去,或者找得著青草,可以保全馬和騾,免得牠們從牲畜中滅絕。And Achaab said to Abdiou: Come, let us pass through the land, to the springs of water and to the brooks; perhaps we may find fodder and keep horses and mules alive, and they shall not perish from among the cattle.
18:6 καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν Αχααβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ μόνος καὶ Αβδιου ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος於是二人彼此分了要走的路:亞哈獨自走一條路,俄巴底獨自走另一條路。And they divided the way between them to pass through it: Achaab went by one way alone, and Abdiou went by another way alone.
18:7 καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος καὶ ἦλθεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτός κύριέ μου Ηλιου俄巴底獨自在路上的時候,以利亞獨自迎面而來。俄巴底急忙俯伏在地,說:我主以利亞,真是你嗎?And Abdiou was on the way alone, and Eliou came to meet him alone; and Abdiou hurried and fell on his face and said: Is it you yourself, my lord Eliou?
18:8 καὶ εἶπεν Ηλιου αὐτῷ ἐγώ πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου以利亞對他說:是我。你去告訴你的主人說:看哪,以利亞在這裡。And Eliou said to him: It is I. Go, tell your lord: Behold, Eliou.
18:9 καὶ εἶπεν Αβδιου τί ἡμάρτηκα ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ θανατῶσαί με俄巴底說:我犯了甚麼罪,你竟把你的僕人交在亞哈手裡,使他殺我呢?And Abdiou said: What sin have I committed, that you are giving your servant into the hand of Achaab, to put me to death?
18:10 ζῇ κύριος ὁ θεός σου εἰ ἔστιν ἔθνος ἢ βασιλεία οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε καὶ εἶπον οὐκ ἔστιν καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς ὅτι οὐχ εὕρηκέν σε我指著永生耶和華-你的神起誓,無論哪一邦哪一國,我主都曾打發人去尋找你;人若說你不在那裡,他就焚燒那國和屬它的地方,因為他找不著你。As the Lord your God lives, there is no nation or kingdom where my lord has not sent to seek you; and they said: He is not here. And he burned that kingdom and its territories, because he did not find you.
18:11 καὶ νῦν σὺ λέγεις πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου現在你說:你去告訴你的主人說,看哪,以利亞在這裡。And now you say: Go, announce to your lord: Behold, Eliou.
18:12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν ἣν οὐκ οἶδα καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ καὶ ἀποκτενεῖ με καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ我一離開你,耶和華的靈就把你提到我所不知道的地方去;我去報告亞哈,他就必殺我。然而你的僕人自幼就敬畏耶和華。And it will be, if I go away from you, that the Spirit of the Lord will carry you off to a land that I do not know; and I shall go in to report to Achaab, and he will kill me. Yet your servant has feared the Lord from his youth.
18:13 ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι耶洗別殺耶和華眾先知的時候,我所行的事,豈沒有人報告我主嗎?我把耶和華的先知藏了一百人,每五十人藏在一個洞裡,拿餅和水養活他們。Was it not reported to you, my lord, what I did when Iezabel was killing the prophets of the Lord — that I hid a hundred men of the prophets of the Lord, fifty to a cave, and fed them with bread and water?
18:14 καὶ νῦν σὺ λέγεις μοι πορεύου λέγε τῷ κυρίῳ σου ἰδοὺ Ηλιου καὶ ἀποκτενεῖ με現在你對我說:你去告訴你的主人說,看哪,以利亞在這裡;他必殺我。And now you say to me: Go, tell your lord: Behold, Eliou — and he will kill me.
18:15 καὶ εἶπεν Ηλιου ζῇ κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ ὅτι σήμερον ὀφθήσομαι αὐτῷ以利亞說:我指著我所侍立在他面前的永生萬軍之耶和華起誓,我今日必使亞哈得見我。And Eliou said: As the Lord of hosts lives, before whom I stand, today I will show myself to him.
18:16 καὶ ἐπορεύθη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ηλιου於是俄巴底去迎見亞哈,把這事告訴他;亞哈就跑去迎見以利亞。And Abdiou went to meet Achaab and told him; and Achaab ran out and went to meet Eliou.
18:17 καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου καὶ εἶπεν Αχααβ πρὸς Ηλιου εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ισραηλ亞哈看見以利亞,就對他說:使以色列敗壞的,就是你嗎?And it happened, when Achaab saw Eliou, that Achaab said to Eliou: Is it you yourself, the one who perverts Israel?
18:18 καὶ εἶπεν Ηλιου οὐ διαστρέφω τὸν Ισραηλ ὅτι ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον θεὸν ὑμῶν καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλιμ以利亞說:使以色列敗壞的不是我,乃是你和你父的家,因為你們離棄耶和華你們的神,你又去隨從眾巴力。And Eliou said: I do not pervert Israel, but rather you and the house of your father, in that you have forsaken the Lord your God, and you have gone after the Baalim.
18:19 καὶ νῦν ἀπόστειλον συνάθροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ιεζαβελ現在你要打發人,招聚以色列眾人到迦密山我這裡來,又招聚那四百五十個羞恥的先知,和那四百個樹叢的先知,就是吃耶洗別筵席的。And now send and gather to me all Israel to Mount Carmel, and the four hundred and fifty prophets of shame, and the four hundred prophets of the groves who eat at Iezabel's table.
18:20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον亞哈就打發人到以色列眾人那裡,把眾先知都聚集到迦密山。And Achaab sent to all Israel and gathered all the prophets to Mount Carmel.
18:21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας καὶ εἶπεν αὐτοῖς Ηλιου ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις εἰ ἔστιν κύριος ὁ θεός πορεύεσθε ὀπίσω αὐτοῦ εἰ δὲ ὁ Βααλ αὐτός πορεύεσθε ὀπίσω αὐτοῦ καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον以利亞近前到眾人那裡,對他們說:你們兩腿搖擺要到幾時呢?若耶和華是神,就當跟從他;若巴力是神,就當跟從他。百姓一言不答。And Eliou came near to them all, and Eliou said to them: How long will you go limping on both hams? If the Lord is God, go after him; but if Baal is, go after him. And the people answered not a word.
18:22 καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος καὶ οἱ προφῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι以利亞對百姓說:作耶和華先知的,只剩下我獨自一人;巴力的先知卻有四百五十人,樹叢的先知有四百人。And Eliou said to the people: I alone am left a prophet of the Lord; but the prophets of Baal are four hundred and fifty men, and the prophets of the grove four hundred.
18:23 δότωσαν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιθῶ願人給我們兩隻牛;他們可以為自己挑選一隻,切成塊子放在柴上,卻不要放火;我也預備另一隻牛,也不放火。Let them give us two oxen, and let them choose one for themselves, and cut it in pieces and lay it on the wood, but put no fire to it; and I will prepare the other ox, and I will not put fire to it.