Psalms 33 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Of David. Exult in the Lord, you righteous; praise is fitting for the upright.
33:1 τῷ Δαυιδ ἀγαλλιᾶσθε δίκαιοι ἐν τῷ κυρίῳ τοῖς εὐθέσι πρέπει αἴνεσις大衛的詩。義人哪,你們要在主裡歡騰;讚美原是正直人所合宜的。Of David. Exult in the Lord, you righteous; praise is fitting for the upright.
33:2 ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ你們要彈琴稱謝主,用十弦的瑟歌頌他。Give thanks to the Lord with the lyre; sing to him with a ten-stringed harp.
33:3 ᾄσατε αὐτῷ ᾆσμα καινόν καλῶς ψάλατε ἐν ἀλαλαγμῷ要向他唱新歌,在歡呼中巧妙地彈奏。Sing to him a new song; play skilfully with a shout of joy.
33:4 ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει因為主的話是正直的,他一切的作為都是憑信實。For the word of the Lord is upright, and all his works are done in faithfulness.
33:5 ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ他喜愛憐憫和公平;遍地滿了主的憐憫。He loves mercy and judgement; the earth is full of the mercy of the Lord.
33:6 τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν諸天藉主的話而堅立,天上的萬象藉他口中的氣而成。By the word of the Lord the heavens were established, and all their host by the breath of his mouth.
33:7 συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης τιθεὶς ἐν θησαυροῖς ἀβύσσους他聚集海水如在皮袋中,把深淵收藏在庫房裡。He gathers the waters of the sea as in a wineskin, placing the deeps in storehouses.
33:8 φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην願全地都敬畏主;願世上一切的居民都因他而震動。Let all the earth fear the Lord, and let all the inhabitants of the world be shaken before him.
33:9 ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν因為他說有,就有了;他吩咐,就被造了。For he spoke, and they came into being; he commanded, and they were created.
33:10 κύριος διασκεδάζει βουλὰς ἐθνῶν ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων主使列國的籌算歸於無有,廢棄萬民的意念,也廢棄首領的籌算。The Lord scatters the counsels of nations; he nullifies the reasonings of peoples, and he nullifies the counsels of rulers.
33:11 ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν惟有主的籌算永遠長存,他心中的意念存到萬代。But the counsel of the Lord abides for ever, the reasonings of his heart from generation to generation.
33:12 μακάριον τὸ ἔθνος οὗ ἐστιν κύριος ὁ θεὸς αὐτοῦ λαός ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ以主為自己之神的那國有福了,就是他揀選歸自己為產業的子民。Blessed is the nation whose God is the Lord, the people he chose as an inheritance for himself.
33:13 ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων主從天上觀看,看見了世人的一切子孫。The Lord looked down from heaven; he saw all the sons of men.
33:14 ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν他從所預備的居所察看地上一切的居民。From his prepared dwelling place he looked upon all who inhabit the earth.
33:15 ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν他是那獨自塑造他們心的,是那洞悉他們一切作為的。He who alone formed their hearts, who understands all their works.
33:16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ君王不因兵多得救,巨人也不因力大得救。A king is not saved by a great army, nor will a giant be saved by the greatness of his strength.
33:17 ψευδὴς ἵππος εἰς σωτηρίαν ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται馬是虛假的拯救;牠雖力量甚大,也不能得救。A horse is false for salvation, and in the abundance of its power it shall not be saved.
33:18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ看哪,主的眼目看顧敬畏他的人,就是那些仰望他憐憫的人。Behold, the eyes of the Lord are upon those who fear him, upon those who hope in his mercy.
33:19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ要救他們的魂脫離死亡,並在饑荒中養活他們。To rescue their souls from death and to sustain them in famine.
33:20 ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν我們的魂等候主,因他是我們的幫助、我們的護衛者。Our soul waits for the Lord, for he is our helper and our protector.
33:21 ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν我們的心必因他歡喜,因為我們倚靠了他的聖名。For our heart will be glad in him, and in his holy name we have hoped.
33:22 γένοιτο τὸ ἔλεός σου κύριε ἐφ’ ἡμᾶς καθάπερ ἠλπίσαμεν ἐπὶ σέ主啊,願你的憐憫臨到我們,正如我們所倚靠你的。Let your mercy be upon us, O Lord, just as we have hoped in you.