Amos 5 read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Hear this word of the Lord, which I take up over you as a lamentation, O house of I
5:1 ἀκούσατε τὸν λόγον κυρίου τοῦτον ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον οἶκος Ισραηλ以色列家啊,你們要聽主的這話,就是我為你們所作的哀歌。Hear this word of the Lord, which I take up over you as a lamentation, O house of Israel.
5:2 ἔπεσεν οὐκέτι μὴ προσθῇ τοῦ ἀναστῆναι παρθένος τοῦ Ισραηλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν她跌倒了,以色列的處女必不得再起來;她仆倒在自己的地上,無人扶她起來。She has fallen; the virgin of Israel shall no more rise again; she has stumbled upon her own land; there is none to raise her up.
5:3 διότι τάδε λέγει κύριος κύριος ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι ὑπολειφθήσονται ἑκατόν καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ισραηλ主耶和華如此說:那出兵一千的城,必剩下一百;那出兵一百的,必為以色列家剩下十個。For thus says the Lord, the Lord: The city out of which a thousand went forth shall have a hundred left, and that out of which a hundred went forth shall have ten left, for the house of Israel.
5:4 διότι τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ισραηλ ἐκζητήσατέ με καὶ ζήσεσθε主向以色列家如此說:你們要尋求我,就必存活。For thus says the Lord to the house of Israel: Seek me out, and you shall live.
5:5 καὶ μὴ ἐκζητεῖτε Βαιθηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ Βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα不要尋求伯特利,不要進入吉甲,也不要過到誓言之井去;因為吉甲必被擄而又被擄,伯特利必歸於烏有。And do not seek out Baithel, and do not go into Galgala, and do not cross over to the Well of the Oath; for Galgala shall surely be taken captive, and Baithel shall be as that which does not exist.
5:6 ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ιωσηφ καὶ καταφάγεται αὐτόν καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ισραηλ你們要尋求主,就必存活,免得約瑟家如火燃起,把他燒滅,以色列家中無人撲滅。Seek out the Lord, and live, lest the house of Joseph blaze up as fire and it devour him, and there be none to quench it for the house of Israel.
5:7 κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν主是那在高處施行審判的,他把公義安置在地上。It is the Lord who executes judgment on high, and he has set righteousness upon the earth.
5:8 ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωὶ σκιὰν θανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ他造作萬有,又加以更變;他使死蔭變為早晨,使白晝黑暗成為黑夜;他召喚海水,傾倒在地面上;他的名是主神全能者。He who makes all things and transforms them, who turns the shadow of death into morning and darkens the day into night, who calls for the water of the sea and pours it out upon the face of the earth: the Lord God the Almighty is his name.
5:9 ὁ διαιρῶν συντριμμὸν ἐπ’ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων他把毀壞分派給強盛的,又使困苦臨到堅固的保障。He who apportions ruin against strength, and brings misery upon the stronghold.
5:10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο他們恨惡那在城門口責備人的,又憎惡說聖潔話語的。They hated him who reproves in the gates, and they abhorred a holy word.
5:11 διὰ τοῦτο ἀνθ’ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν因此,你們既用拳頭打貧窮人,又向他們收取精選的禮物,你們就是建造了鑿石的房屋,也必不得住在其中;栽種了可喜愛的葡萄園,也必不得喝其中的酒。Therefore, because you struck the poor with your fists and received choice gifts from them, you have built polished houses, but you shall not dwell in them; you have planted desirable vineyards, but you shall not drink the wine from them.
5:12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν καταπατοῦντες δίκαιον λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες因為我知道你們有許多不敬虔的事,你們的罪惡甚重;你們踐踏義人,收受賄賂,在城門口屈枉窮乏人。For I know your many impieties, and your sins are strong: you who trample on the righteous, who take bribes, and who turn aside the needy in the gates.
5:13 διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται ὅτι καιρὸς πονηρός ἐστιν所以通達人在那時候必靜默不言,因為時勢險惡。Therefore the prudent shall keep silent in that time, for it is an evil time.
5:14 ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν ὅπως ζήσητε καὶ ἔσται οὕτως μεθ’ ὑμῶν κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὃν τρόπον εἴπατε你們要尋求良善,不要尋求邪惡,就必存活;這樣,主神全能者必照你們所說的與你們同在。Seek out the good and not the evil, that you may live; and so the Lord God the Almighty shall be with you, just as you have said.
5:15 μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα ὅπως ἐλεήσῃ κύριος ὁ θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηφ我們已恨惡了邪惡,已喜愛了良善。你們要在城門口恢復公理,或者主神全能者會憐憫約瑟餘剩的人。We have hated the evil and loved the good. And restore judgment in the gates, that the Lord God the Almighty may have mercy on those left of Joseph.
5:16 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἐν πάσαις πλατείαις κοπετός καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν καὶ εἰς εἰδότας θρῆνον因此主神全能者如此說:各廣場上必有哀號,各街道上必有人說:哀哉!哀哉!農夫必被召去哀慟哭號,也被召到那些善唱哀歌的人那裡。Therefore thus says the Lord God the Almighty: In all the squares there shall be wailing, and in all the streets it shall be said, Woe, woe! And the farmer shall be called to mourning and wailing, and to those who know lamentation.
5:17 καὶ ἐν πάσαις ὁδοῖς κοπετός διότι διελεύσομαι διὰ μέσου σου εἶπεν κύριος各街道上必有哀號,因為我必從你中間經過。這是主說的。And in all the streets there shall be wailing, for I will pass through your midst, said the Lord.
5:18 οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν κυρίου ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου καὶ αὐτή ἐστιν σκότος καὶ οὐ φῶς你們這切慕主之日子的人有禍了!主的日子對你們有甚麼益處呢?那日是黑暗,不是光明。Woe to you who long for the day of the Lord! Why do you want this day of the Lord? It is darkness and not light.
5:19 ὃν τρόπον ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄφις就像人躲避獅子的面,卻遇見熊;又如他跳進自己的房屋,以手靠牆,卻被蛇咬。As when a man flees from the face of a lion and the bear falls upon him, and he leaps into his house and leans his hands upon the wall, and the serpent bites him.
5:20 οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῇ主的日子豈不是黑暗、沒有光明麼?豈不是幽暗、毫無光輝麼?Is not the day of the Lord darkness and not light, and gloom having no brightness in it?
5:21 μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν我恨惡、我棄絕你們的節期,也不聞你們嚴肅會的馨香。I have hated, I have rejected your feasts, and I will not smell the offerings at your festal assemblies.
5:22 διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν οὐ προσδέξομαι αὐτά καὶ σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι你們雖然向我獻上燔祭和你們的素祭,我卻不悅納;你們平安祭的顯現,我也不顧看。For even if you bring me whole burnt offerings and your sacrifices, I will not accept them; and I will not look upon the display of your peace offering.
5:23 μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι要使你歌唱的聲音遠離我,你琴瑟的樂音我也不聽。Remove from me the sound of your songs; and I will not listen to the music of your instruments.
5:24 καὶ κυλισθήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος公理必如水輥流,公義必如不可涉渡的急流。And judgment shall roll down as water, and righteousness as an impassable torrent.
5:25 μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη οἶκος Ισραηλ以色列家啊,你們在曠野四十年,豈是把犧牲和素祭獻給我麼?Did you offer me slain victims and sacrifices in the wilderness forty years, O house of Israel?
5:26 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφαν τοὺς τύπους αὐτῶν οὓς ἐποιήσατε ἑαυτοῖς你們還抬著摩洛的帳幕,和你們神明理番的星,就是你們為自己所造的像。And you took up the tent of Moloch and the star of your god Raiphan, their images which you made for yourselves.
5:27 καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ所以我必使你們遷移到大馬士革以外。這是主說的,他的名是全能的神。And I will remove you beyond Damascus, says the Lord, whose name is the Almighty God.