Jeremiah 28 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. Thus says the Lord: Behold, I am rousing against Babylon and aga
28:1 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα主如此說:看哪,我必激起毀滅的熱風,攻擊巴比倫和住在迦勒底的人。Thus says the Lord: Behold, I am rousing against Babylon and against the Chaldean inhabitants a destroying scorching wind.
28:2 καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς我要打發侮慢的人到巴比倫去,他們必侮辱她,毀壞她的地。在她遭難的日子,禍患必四圍臨到巴比倫。And I will send insolent men into Babylon, and they shall outrage her and ruin her land. Woe upon Babylon round about in the day of her affliction.
28:3 ἐπ’ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιθέσθω ᾧ ἐστιν ὅπλα αὐτῷ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς拉弓的要向她拉弓,有盔甲的要穿上盔甲。不要憐惜她的少年人,要滅盡她的全軍。Let him who bends his bow bend it against her, and let him who has armour put it on. Do not spare her young men, and destroy all her host.
28:4 καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς被殺的必倒在迦勒底人之地,被刺透的必倒在她城外。And the slain shall fall in the land of the Chaldeans, and those pierced through outside her.
28:5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ因為以色列和猶大並沒有被他們的神、全能的主撇下為寡婦;他們的地卻充滿了不義,是從以色列的聖物而來。For Israel and Judah have not been widowed of their God, of the Lord Almighty; yet their land was filled with wrongdoing from the holy things of Israel.
28:6 φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ καὶ μὴ ἀπορριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ你們要從巴比倫中間逃跑,各人要救自己的性命,不要因她的罪孽而被丟棄;因為這是主向她報應的時候,他必照她所當得的報應她。Flee from the midst of Babylon, and let each one save his own life, and do not be cast away in her wrongdoing; for it is the time of her punishment from the Lord; he himself is repaying her a recompense.
28:7 ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη διὰ τοῦτο ἐσαλεύθησαν巴比倫是主手中的金杯,使全地喝醉;列國喝了她的酒,因此都搖搖晃晃。Babylon is a golden cup in the Lord's hand, making all the earth drunk; the nations drank of her wine, therefore they staggered.
28:8 καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνεῖτε αὐτήν λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς εἴ πως ἰαθήσεται巴比倫忽然傾倒破碎。你們要為她哀號,拿香膏來醫她的創傷,或者她可以痊癒。And suddenly Babylon fell and was shattered. Wail for her; take resin for her ruin, if perhaps she may be healed.
28:9 ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς ἐξῆρεν ἕως τῶν ἄστρων我們醫治巴比倫,她卻沒有痊癒。我們離棄她吧,各人回本地去;因為她的審判達到天上,高及星宿。We tried to heal Babylon, but she was not healed. Let us forsake her and let each go to his own land, for her judgment has reached to heaven, it has risen as far as the stars.
28:10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεοῦ ἡμῶν主已宣明他的判決。來吧,我們要在錫安傳報主我們神的作為。The Lord has brought forth his judgment. Come, let us announce in Zion the works of the Lord our God.
28:11 παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν你們要預備箭矢,裝滿箭袋。主已激動瑪代王的心,因為他的怒氣是向著巴比倫,要毀滅她;這是主的報應,是為他百姓的報應。Prepare the arrows, fill the quivers. The Lord has stirred up the spirit of the king of the Medes, for his wrath is against Babylon, to destroy her utterly; for it is the Lord's vengeance, it is the vengeance of his people.
28:12 ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα你們要在巴比倫的城牆上豎立旗號,安設箭袋,派定守望的,預備兵器;因為主已著手施行,必成就他論到巴比倫居民所說的話。Upon the walls of Babylon raise a signal, set up quivers, post watches, prepare weapons; for the Lord has undertaken and will do what he spoke concerning those who dwell in Babylon.
28:13 κατασκηνοῦντας ἐφ’ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς ἥκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου住在多水之上、多有財寶的啊,你的結局已到,實在已臨到你的肺腑。O you who dwell upon many waters and upon the abundance of her treasures, your end has come, truly into your inward parts.
28:14 ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες因為主指著自己的膀臂起誓說:我必使人充滿你,多如蝗蟲;那些下來的人必向你發出呼聲。For the Lord has sworn by his arm: Surely I will fill you with people like locusts, and those who come down shall raise a shout against you.
28:15 ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν他用能力造地,用智慧建立世界,用聰明鋪張諸天。He makes the earth by his strength, establishes the world by his wisdom; by his understanding he stretched out the sky.
28:16 εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεφέλας ἀπ’ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ θησαυρῶν αὐτοῦ他一發聲,天上就有眾水的響聲;他使雲霧從地極上騰,使閃電隨雨而生,又從他的府庫中領出光來。At a voice he set a sound of water in the sky, and he brought up clouds from the end of the earth; he made lightnings for rain and brought out light from his treasuries.
28:17 ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ ὅτι ψευδῆ ἐχώνευσαν οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς各人都因無知成了愚昧,各金匠都因自己雕刻的偶像蒙羞,因為他們所鑄的是虛謊,其中並無氣息。Every man has become foolish, without knowledge; every goldsmith has been put to shame by his carved images, for what they cast is false, and there is no breath in them.
28:18 μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται那些都是虛空的,是可笑的工作;到追討他們的時候,必都滅亡。They are worthless, works to be mocked; at the time of their visitation they shall perish.
28:19 οὐ τοιαύτη μερὶς τῷ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ κύριος ὄνομα αὐτῷ雅各的分不像這些,因為造成萬物的才是他的基業;主是他的名。Not such is Jacob's portion, for the one who formed all things, he himself is his inheritance; the Lord is his name.
28:20 διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς你為我打散爭戰的器械;我要藉著你打散列國,從你除掉君王。You scatter for me the weapons of war; and by you I will scatter nations, and I will remove kings from you.
28:21 καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν我要藉著你打散馬和騎馬的,藉著你打散戰車和坐車的。And by you I will scatter horse and its rider, and by you I will scatter chariots and their riders.
28:22 καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα我要藉著你打散少年人和處女,藉著你打散男人和女人。And by you I will scatter young man and virgin, and by you I will scatter man and woman.
28:23 καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου我要藉著你打散牧人和他的羊群,藉著你打散農夫和他的田地,藉著你打散你的官長和將帥。And by you I will scatter shepherd and his flock, and by you I will scatter farmer and his farmland, and by you I will scatter your governors and your commanders.
28:24 καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σιων κατ’ ὀφθαλμοὺς ὑμῶν λέγει κύριος主說:我必在你們眼前報應巴比倫和一切住在迦勒底的人,照他們在錫安所行的一切惡事報應他們。And I will repay Babylon and all the Chaldean inhabitants for all their evils which they did in Zion, before your eyes, says the Lord.
28:25 ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον敗壞的山哪,就是毀壞全地的山,看哪,我與你為敵。我必向你伸手,把你從巖石上滾下去,使你成為燒燬的山。Behold, I am against you, O ruined mountain, that ruins all the earth; and I will stretch out my hand against you and roll you down from the rocks, and make you like a burnt-out mountain.
28:26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ λέγει κύριος主說:人必不從你取石頭作房角石,也不取石頭作根基;因為你必永遠荒涼。And they shall not take from you a stone for a corner or a stone for a foundation, for you shall be a desolation forever, says the Lord.
28:27 ἄρατε σημεῖον ἐπὶ τῆς γῆς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη παραγγείλατε ἐπ’ αὐτὴν βασιλείαις Αραρατ παρ’ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις ἐπιστήσατε ἐπ’ αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ’ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος你們要在地上豎立旗號,在列國中吹角,招聚列國來攻擊她;要從我這裡傳令給亞拉臘諸國和亞實基拿人來攻擊她;要派定攻城的砲台攻擊她,使馬匹上來攻擊她,多如蝗蟲。Raise a signal in the land, blow the trumpet among the nations, consecrate nations against her, summon against her the kingdoms of Ararat from me, and the Aschanazeans; set up siege engines against her, bring up horses against her like a swarm of locusts.
28:28 ἁγιάσατε ἐπ’ αὐτὴν ἔθνη τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ你們要招聚列國來攻擊她,就是瑪代和全地的王,並他的首領和他一切的將帥。Consecrate nations against her: the king of the Medes and of all the earth, his rulers and all his commanders.
28:29 ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν地震動而疼痛,因為主攻擊巴比倫的計謀已經立定,要使巴比倫地變為荒場,無人居住。The earth quaked and was in pain, because the Lord's purpose has risen up against Babylon, to make the land of Babylon a desolation and for her not to be inhabited.
28:30 ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν καθήσονται ἐκεῖ ἐν περιοχῇ ἐθραύσθη ἡ δυναστεία αὐτῶν ἐγενήθησαν ὡσεὶ γυναῖκες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς巴比倫的勇士不再爭戰了,他們必坐在營壘中;他們的權勢被折斷,他們成了婦女一樣;她的帳幕被火焚燒,她的門閂被折斷。The warrior of Babylon has ceased from fighting; they shall sit there in the stronghold. Their dominion has been broken; they have become like women; her tents have been burned, her bars have been shattered.