2 Kings 4 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And a certain woman from among the sons of the prophets cried out
4:1 καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους有一個婦人,出自先知門徒中,哀求以利沙說:你僕人我丈夫死了,你知道他是敬畏耶和華的僕人;現在債主來了,要把我兩個兒子帶去給自己作奴僕。And a certain woman from among the sons of the prophets cried out to Elisaie, saying: Your servant, my husband, has died, and you know that he was a servant who feared the Lord; and the creditor has come to take my two sons for himself as slaves.
4:2 καὶ εἶπεν Ελισαιε τί ποιήσω σοι ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ ἡ δὲ εἶπεν οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον以利沙對她說:我可以為你作甚麼呢?告訴我,你家裡有甚麼?她說:婢女家中除了我用來抹身的油以外,甚麼也沒有。And Elisaie said: What shall I do for you? Tell me what you have in the house. And she said: Your servant has nothing in the house except the oil with which I anoint myself.
4:3 καὶ εἶπεν πρὸς αὐτήν δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου σκεύη κενά μὴ ὀλιγώσῃς以利沙說:你去,向外邊所有的鄰舍為自己借器皿,要空的器皿,不要少借。And he said to her: Go, ask for yourself vessels from outside, from all your neighbors, empty vessels; do not get too few.
4:4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς你回家去,關上門,你和你兒子們在裡面,把油倒在這些器皿裡,倒滿了的就挪開。And you shall go in and shut the door behind you and your sons, and you shall pour out into these vessels, and each one that is filled you shall set aside.
4:5 καὶ ἀπῆλθεν παρ’ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς αὐτοὶ προσήγγιζον πρὸς αὐτήν καὶ αὐτὴ ἐπέχεεν於是婦人離開他去了,照樣行,關上門,她和兒子們在裡面;兒子們把器皿遞給她,她就倒油。And she went from him and did so and shut the door behind her and her sons; they kept bringing the vessels to her, and she kept pouring.
4:6 ἕως ἐπλήσθησαν τὰ σκεύη καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς ἐγγίσατε ἔτι πρός με σκεῦος καὶ εἶπον αὐτῇ οὐκ ἔστιν ἔτι σκεῦος καὶ ἔστη τὸ ἔλαιον直到器皿都滿了,她對兒子們說:再遞一個器皿給我。他們對她說:再沒有器皿了。油就止住了。until the vessels were full. And she said to her sons: Bring me yet another vessel. And they said to her: There is not another vessel. And the oil stopped.
4:7 καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ εἶπεν Ελισαιε δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ婦人就去告訴神人。以利沙說:你去賣油,還你的利債,你和你兒子們可以靠著剩下的油度日。And she came and reported to the man of God, and Elisaie said: Go, sell the oil and pay off your interest, and you and your sons shall live on what oil is left.
4:8 καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν有一日,以利沙路過書念,在那裡有一個大戶的婦人,強留他吃飯。此後,他每次經過,就轉進那裡吃飯。And a day came when Elisaie passed over to Souman, and a great woman was there, and she urged him to eat bread. And it happened that, from the frequency of his passing through, he would turn aside to eat there.
4:9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός婦人對丈夫說:看哪,我看出那常從我們這裡經過的是聖潔的神人。And the woman said to her husband: Behold now, I know that this man of God who passes by us continually is holy.
4:10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ我們可以為他在樓上蓋一間小屋,在那裡為他放一張床、一張桌子、一張凳子、一個燈臺;他來到我們這裡,就可以進那裡去住。Let us make him an upper room, a small place, and let us put there for him a bed and a table and a stool and a lampstand; and it shall be that when he comes in to us, he shall turn aside there.
4:11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ有一日,以利沙來到那裡,就轉進樓上的屋子,在那裡睡了。And a day came when he went in there and turned aside into the upper room and slept there.
4:12 καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη ἐνώπιον αὐτοῦ他對僕人基埃西說:你叫那書念婦人來。基埃西叫了她來,她就站在以利沙面前。And he said to Giezi his servant: Call me this Somanite woman. And he called her, and she stood before him.
4:13 καὶ εἶπεν αὐτῷ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην τί δεῖ ποιῆσαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως ἡ δὲ εἶπεν ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ以利沙對基埃西說:你對她說:看哪,你為我們費了這一切心思,我當為你作甚麼呢?你有話要對王或對元帥說嗎?她說:我住在我本族的人中間。And he said to him: Say to her now: Behold, you have gone to all this trouble for us; what must be done for you? Do you have a word to the king or to the commander of the army? And she said: I dwell among my own people.
4:14 καὶ εἶπεν τί δεῖ ποιῆσαι αὐτῇ καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης以利沙說:當為她作甚麼呢?僕人基埃西說:實在的,她沒有兒子,她丈夫也老了。And he said: What must be done for her? And Giezi his servant said: Indeed, she has no son, and her husband is old.
4:15 καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη παρὰ τὴν θύραν以利沙就叫她來,她便站在門旁。And he called her, and she stood by the door.
4:16 καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν ἡ δὲ εἶπεν μή κύριέ μου μὴ διαψεύσῃ τὴν δούλην σου以利沙對她說:到這時候,到了這活潑的時辰,你必抱一個兒子。她說:我主啊,不要這樣,不要欺哄婢女。And Elisaie said to her: At this season, when the hour comes round alive, you shall be embracing a son. And she said: No, my lord, do not deceive your servant.
4:17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε婦人果然懷孕,到了那時候,到了那活潑的時辰,生了一個兒子,正如以利沙對她所說的。And the woman conceived and bore a son at this season, when the hour came round alive, as Elisaie had said to her.
4:18 καὶ ἡδρύνθη τὸ παιδάριον καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας孩子漸漸長大。有一日,他出去到他父親和收割的人那裡。And the child grew up. And it happened one day that the child went out to his father, to the reapers.
4:19 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ τὴν κεφαλήν μου τὴν κεφαλήν μου καὶ εἶπεν τῷ παιδαρίῳ ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ他對父親說:我的頭啊!我的頭啊!父親對僕人說:把他抱到他母親那裡去。And he said to his father: My head, my head! And he said to the servant: Carry him to his mother.
4:20 καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανεν僕人把他抱到他母親那裡,孩子躺在母親膝上,到中午就死了。And he carried him to his mother, and he lay on her knees until midday, and he died.
4:21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ’ αὐτοῦ καὶ ἐξῆλθεν母親把他抱上去,放在神人的床上,關上門出去了。And she carried him up and laid him on the bed of the man of God and shut the door behind him and went out.
4:22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἐπιστρέψω她叫了丈夫來,說:請你打發一個僕人和一匹驢給我,我要跑到神人那裡去,就回來。And she called her husband and said: Send me, please, one of the servants and one of the donkeys, and I will run to the man of God and return.