Exodus 29 (Part 1 of 2) read aloud in Koine Greek, with Chinese and English subtitles and verse-level navigation. And these are the things which you shall do for them, to consecrat
29:1 καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς ἁγιάσαι αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς λήμψῃ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀμώμους你要這樣待他們,使他們成聖,好作祭司事奉我:要取牛群中的一隻小公牛和兩隻無殘疾的公綿羊,And these are the things which you shall do for them, to consecrate them so that they may serve me as priests: you shall take one young calf from the herd and two unblemished rams,
29:2 καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά又要取用油調和的無酵餅和抹油的無酵薄餅;都要用麥子的細麵做成。and unleavened loaves kneaded with oil, and unleavened wafers anointed with oil; of fine wheat flour you shall make them.
29:3 καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς你要把這些放在一個籃子裡,連同籃子一起獻上,又要把那小公牛和那兩隻公綿羊獻上。And you shall put them upon one basket, and you shall bring them near in the basket, along with the calf and the two rams.
29:4 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι你要把亞倫和他的兒子們帶到會幕的門口,用水給他們洗身。And Aaron and his sons you shall bring to the doors of the tent of witness, and you shall wash them with water.
29:5 καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ααρων τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λογεῖον καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα你要拿那些聖服給你哥哥亞倫穿上,就是那長及腳面的裡衣、以弗得和胸牌;又要為他把胸牌接連在以弗得上。And taking the vestments you shall clothe Aaron your brother, both the long tunic and the ephod and the oracle; and you shall join the oracle to the ephod for him.
29:6 καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν要把冠冕戴在他的頭上,又把那聖牌加在冠冕上。And you shall put the mitre upon his head, and you shall put the plate, the consecrated thing, upon the mitre.
29:7 καὶ λήμψῃ τοῦ ἐλαίου τοῦ χρίσματος καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ χρίσεις αὐτόν你要取膏油倒在他的頭上,膏他。And you shall take of the anointing oil and pour it upon his head, and anoint him.
29:8 καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας你要把他的兒子們帶來,給他們穿上裡衣。And his sons you shall bring near, and you shall clothe them with tunics.
29:9 καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις καὶ ἔσται αὐτοῖς ἱερατεία ἐμοὶ εἰς τὸν αἰῶνα καὶ τελειώσεις τὰς χεῖρας Ααρων καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ要給他們束上腰帶,給他們戴上頭巾;祭司的職分就永遠歸屬他們,是屬我的。你也要使亞倫的手和他兒子們的手得以完滿。And you shall gird them with the sashes and put the turbans on them; and the priesthood shall be theirs, mine, for ever. And you shall perfect the hands of Aaron and the hands of his sons.
29:10 καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου你要把那公牛牽到會幕的門口,亞倫和他的兒子們要在主面前、在會幕的門旁,按手在公牛的頭上。And you shall bring the calf to the doors of the tent of witness, and Aaron and his sons shall lay their hands upon the head of the calf before the Lord, by the doors of the tent of witness.
29:11 καὶ σφάξεις τὸν μόσχον ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου你要在主面前、在會幕的門旁宰這公牛。And you shall slaughter the calf before the Lord, by the doors of the tent of witness.
29:12 καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου你要取些公牛的血,用你的指頭抹在壇的四角上;其餘的血都要倒在壇的座旁。And you shall take of the blood of the calf and put it upon the horns of the altar with your finger, and all the rest of the blood you shall pour out beside the base of the altar.
29:13 καὶ λήμψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον你要取腹上的一切脂油、肝上的網子、兩個腰子和腰子上的脂油,放在壇上。And you shall take all the fat that is upon the belly, and the lobe of the liver, and the two kidneys and the fat that is upon them, and you shall put them upon the altar.
29:14 τὰ δὲ κρέα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς ἁμαρτίας γάρ ἐστιν至於公牛的肉、皮和糞,你要用火燒在營外,因為這是贖罪祭。But the flesh of the calf, and the hide, and the dung you shall burn with fire outside the camp, for it is a sin offering.
29:15 καὶ τὸν κριὸν λήμψῃ τὸν ἕνα καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ你要牽那一隻公綿羊來,亞倫和他的兒子們要按手在這公綿羊的頭上。And you shall take the one ram, and Aaron and his sons shall lay their hands upon the head of the ram.
29:16 καὶ σφάξεις αὐτὸν καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ你要宰這羊,取牠的血潑在壇的四圍。And you shall slaughter it, and taking the blood you shall pour it round about upon the altar.
29:17 καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ你要把這公綿羊切成塊子,用水洗牠的內臟和腿,放在切好的塊子上,連同牠的頭。And you shall cut the ram in pieces limb by limb, and you shall wash the entrails and the feet with water, and you shall put them upon the pieces together with the head.
29:18 καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα κυρίῳ εἰς ὀσμὴν εὐωδίας θυσίασμα κυρίῳ ἐστίν你要把整隻公綿羊獻在壇上;這是獻給主的燔祭,是馨香之氣,是獻給主的祭物。And you shall offer up the whole ram upon the altar: a whole burnt offering to the Lord, for a fragrant odour; it is a sacrifice to the Lord.
29:19 καὶ λήμψῃ τὸν κριὸν τὸν δεύτερον καὶ ἐπιθήσει Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ你要牽第二隻公綿羊來,亞倫和他的兒子們要按手在這公綿羊的頭上。And you shall take the second ram, and Aaron and his sons shall lay their hands upon the head of the ram.
29:20 καὶ σφάξεις αὐτὸν καὶ λήμψῃ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν你要宰這羊,取些牠的血,抹在亞倫右耳的耳垂上、右手的末端上和右腳的末端上,又抹在他兒子們右耳的耳垂上、他們右手的末端上和右腳的末端上。And you shall slaughter it, and take of its blood, and put it upon the lobe of Aaron's right ear, and upon the tip of the right hand, and upon the tip of the right foot; and upon the lobes of the right ears of his sons, and upon the tips of their right hands, and upon the tips of their right feet.
29:21 καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ῥανεῖς ἐπὶ Ααρων καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ τὸ δὲ αἷμα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ你要取些壇上的血和膏油,彈在亞倫和他的聖服上,又彈在他的兒子們和他兒子們的聖服上;這樣,他和他的聖服,他的兒子們和他兒子們的聖服,就都成聖了。至於公綿羊的血,你要潑在壇的四圍。And you shall take of the blood that is from the altar, and of the anointing oil, and sprinkle it upon Aaron and upon his vestment, and upon his sons and upon the vestments of his sons with him; and he shall be consecrated, and his vestment, and his sons and the vestments of his sons with him. But the blood of the ram you shall pour round about upon the altar.
29:22 καὶ λήμψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν ἔστιν γὰρ τελείωσις αὕτη你要從這公綿羊取牠的脂油、蓋腹的脂油、肝上的網子、兩個腰子和腰子上的脂油,以及右臂,因為這是承接聖職之祭。And you shall take from the ram its fat, and the fat that covers the belly, and the lobe of the liver, and the two kidneys and the fat that is upon them, and the right arm; for this is a consecration.
29:23 καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι κυρίου又要從主面前擺著的無酵餅籃子中,取一個用油做的餅和一個薄餅。And one loaf made with oil, and one wafer from the basket of unleavened bread set before the Lord.