📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

馬加比二書

馬加比二書 第 12 章|3 種原文並排

各譯本的分節不完全一致。這裡以節號對齊,某一欄沒有該節就留空,不做順序上的湊對。點任一字可查義。

希臘文
七十士譯本
拉丁文
武加大譯本
希臘文
次經
12:1
γενομένων δὲ τῶν συνθηκῶν τούτων μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο
His factis pactionibus, Lysias pergebat ad regem, Judæi autem agriculturæ operam dabant.
γενομένων δὲ τῶν συνθηκῶν τούτων μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο
12:2
τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος τοῦ Γενναίου ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών πρὸς δὲ τούτοις Νικάνωρ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν
Sed hi qui resederant, Timotheus, et Apollonius Gennæi filius, sed et Hieronymus, et Demophon super hos, et Nicanor Cypriarches, non sinebant eos in silentio agere et quiete.
τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος τοῦ Γενναίου ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών πρὸς δὲ τούτοις Νικάνωρ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν
12:3
Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ’ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας
Joppitæ vero tale quoddam flagitium perpetrarunt : rogaverunt Judæos cum quibus habitabant, ascendere scaphas quas paraverant, cum uxoribus et filiis, quasi nullis inimicitiis inter eos subjacentibus.
Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ’ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας
12:4
κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων
Secundum commune itaque decretum civitatis, et ipsis acquiescentibus, pacisque causa nihil suspectum habentibus : cum in altum processissent, submerserunt non minus ducentos.
κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων
12:5
μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν
Quam crudelitatem Judas in suæ gentis homines factam ut cognovit, præcepit viris qui erant cum ipso : et invocato justo judice Deo,
μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν
12:6
καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν
venit adversus interfectores fratrum, et portum quidem noctu succendit, scaphas exussit, eos autem qui ab igne refugerant, gladio peremit.
καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν
12:7
τοῦ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα
Et cum hæc ita egisset, discessit quasi iterum reversurus, et universos Joppitas eradicaturus.
τοῦ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα
12:8
μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις
Sed cum cognovisset et eos qui erant Jamniæ, velle pari modo facere habitantibus secum Judæis,
μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις
12:9
καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα
Jamnitis quoque nocte supervenit, et portum cum navibus succendit : ita ut lumen ignis appareret Jerosolymis a stadiis ducentis quadraginta.
καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα
12:10
ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων ἱππεῖς δὲ πεντακόσιοι
Inde cum jam abiissent novem stadiis, et iter facerent ad Timotheum, commiserunt cum eo Arabes quinque millia viri, et equites quingenti.
ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων ἱππεῖς δὲ πεντακόσιοι
12:11
γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς
Cumque pugna valida fieret, et auxilio Dei prospere cessisset, residui Arabes victi petebant a Juda dextram sibi dari, promittentes se pascua daturos, et in ceteris profuturos.
γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς
12:12
Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν
Judas autem arbitratus vere in multis eos utiles, promisit pacem : dextrisque acceptis, discessere ad tabernacula sua.
Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν
12:13
ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην ὄνομα δὲ Κασπιν
Aggressus est autem et civitatem quamdam firmam pontibus murisque circumseptam, quæ a turbis habitabatur gentium promiscuarum : cui nomen Casphin.
ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην ὄνομα δὲ Κασπιν
12:14
οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες μὴ θέμις
Hi vero qui intus erant, confidentes in stabilitate murorum et apparatu alimoniarum, remissius agebant, maledictis lacessentes Judam et blasphemantes, ac loquentes quæ fas non est.
οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες μὴ θέμις
12:15
οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει
Machabæus autem, invocato magno mundi Principe, qui sine arietibus et machinis temporibus Jesu præcipitavit Jericho, irruit ferociter muris :
οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει
12:16
καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι
et capta civitate per Domini voluntatem, innumerabiles cædes fecit, ita ut adjacens stagnum stadiorum duorum latitudinis sanguine interfectorum fluere videretur.
καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι
12:17
ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους
Inde discesserunt stadia septingenta quinquaginta, et venerunt in Characa ad eos, qui dicuntur Tubianæi, Judæos :
ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους
12:18
καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν
et Timotheum quidem in illis locis non comprehenderunt, nulloque negotio perfecto regressus est, relicto in quodam loco firmissimo præsidio.
καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν
12:19
Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν
Dositheus autem et Sosipater, qui erant duces cum Machabæo, peremerunt a Timotheo relictos in præsidio, decem millia viros.
Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν
12:20
δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις
At Machabæus, ordinatis circum se sex millibus, et constitutis per cohortes, adversus Timotheum processit, habentem secum centum viginti millia peditum, equitumque duo millia quingentos.
δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις
12:21
τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα
Cognito autem Judæ adventu, Timotheus præmisit mulieres et filios, et reliquum apparatum, in præsidium quod Carnion dicitur : erat enim inexpugnabile, et accessu difficile propter locorum angustias.
τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα
12:22
ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ’ αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι
Cumque cohors Judæ prima apparuisset, timor hostibus incussus est ex præsentia Dei, qui universa conspicit : et in fugam versi sunt alius ab alio, ita ut magis a suis dejicerentur, et gladiorum suorum ictibus debilitarentur.
ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ’ αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι
12:23
ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν
Judas autem vehementer instabat puniens profanos, et prostravit ex eis triginta millia virorum.
ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν
12:24
αὐτὸς δὲ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται
Ipse vero Timotheus incidit in partes Dosithei et Sosipatris : et multis precibus postulabat ut vivus dimitteretur, eo quod multorum ex Judæis parentes haberet ac fratres, quos morte ejus decipi eveniret.
αὐτὸς δὲ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δοσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτὸν διὰ τὸ πλειόνων μὲν γονεῖς ὧν δὲ ἀδελφοὺς ἔχειν καὶ τούτους ἀλογηθῆναι συμβήσεται
12:25
πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας
Et cum fidem dedisset restituturum se eos secundum constitutum, illæsum eum dimiserunt propter fratrum salutem.
πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας
12:26
ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους
Judas autem egressus est ad Carnion, interfectis viginti quinque millibus.
ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνιον καὶ τὸ Ατεργατειον κατέσφαξεν μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους
12:27
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον
Post horum fugam et necem, movit exercitum ad Ephron civitatem munitam, in qua multitudo diversarum gentium habitabat : et robusti juvenes pro muris consistentes fortiter repugnabant : in hac autem machinæ multæ et telorum erat apparatus.
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον
12:28
ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους
Sed cum Omnipotentem invocassent, qui potestate sua vires hostium confringit, ceperunt civitatem : et ex eis qui intus erant, viginti quinque millia prostraverunt.
ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς ἔλαβον τὴν πόλιν ὑποχείριον κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους
12:29
ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους
Inde ad civitatem Scytharum abierunt, quæ ab Jerosolymis sexcentis stadiis aberat.
ἀναζεύξαντες δὲ ἐκεῖθεν ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν ἀπέχουσαν ἀπὸ Ιεροσολύμων σταδίους ἑξακοσίους
12:30
ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ιουδαίων ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν
Contestantibus autem his, qui apud Scythopolitas erant, Judæis, quod benigne ab eis haberentur, etiam temporibus infelicitatis quod modeste secum egerint :
ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ιουδαίων ἣν οἱ Σκυθοπολῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν
12:31
εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου
gratias agentes eis, et exhortati etiam de cetero erga genus suum benignos esse, venerunt Jerosolymam die solemni septimanarum instante.
εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι παρεγενήθησαν εἰς Ιεροσόλυμα τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου
12:32
μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν
Et post Pentecosten abierunt contra Gorgiam præpositum Idumææ.
μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ιδουμαίας στρατηγόν
12:33
ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων ἱππέων δὲ τετρακοσίων
Exivit autem cum peditibus tribus millibus, et equitibus quadringentis.
ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων ἱππέων δὲ τετρακοσίων
12:34
παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων
Quibus congressis, contigit paucos ruere Judæorum.
παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ιουδαίων
12:35
Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος ἔφιππος ἀνὴρ καὶ καρτερός εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν Γοργίας εἰς Μαρισα
Dositheus vero quidam de Bacenoris eques, vir fortis, Gorgiam tenebat : et, cum vellet illum capere vivum, eques quidam de Thracibus irruit in eum, humerumque ejus amputavit : atque ita Gorgias effugit in Maresa.
Δοσίθεος δέ τις τῶν τοῦ Βακήνορος ἔφιππος ἀνὴρ καὶ καρτερός εἴχετο τοῦ Γοργίου καὶ λαβόμενος τῆς χλαμύδος ἦγεν αὐτὸν εὐρώστως καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος διέφυγεν Γοργίας εἰς Μαρισα
12:36
τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου
At illis qui cum Esdrim erant diutius pugnantibus et fatigatis, invocavit Judas Dominum adjutorem et ducem belli fieri :
τῶν δὲ περὶ τὸν Εσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων ἐπικαλεσάμενος Ιουδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου
12:37
καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ’ ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν τροπὴν αὐτῶν ἐποιήσατο
incipiens voce patria, et cum hymnis clamorem extollens, fugam Gorgiæ militibus incussit.
καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθ’ ὕμνων κραυγὴν ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν τροπὴν αὐτῶν ἐποιήσατο
12:38
Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον
Judas autem collecto exercitu venit in civitatem Odollam : et cum septima dies superveniret, secundum consuetudinem purificati, in eodem loco sabbatum egerunt.
Ιουδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Οδολλαμ πόλιν τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον
12:39
τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ’ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους
Et sequenti die venit cum suis Judas, ut corpora prostratorum tolleret, et cum parentibus poneret in sepulchris paternis.
τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ιουδαν καθ’ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους
12:40
εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων ἀφ’ ὧν νόμος ἀπείργει τοὺς Ιουδαίους τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι
Invenerunt autem sub tunicis interfectorum de donariis idolorum quæ apud Jamniam fuerunt, a quibus lex prohibet Judæos : omnibus ergo manifestum factum est, ob hanc causam eos corruisse.
εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ιαμνείας εἰδώλων ἀφ’ ὧν νόμος ἀπείργει τοὺς Ιουδαίους τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι
12:41
πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιοῦντος
Omnes itaque benedixerunt justum judicium Domini, qui occulta fecerat manifesta :
πάντες οὖν εὐλογήσαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τὰ κεκρυμμένα φανερὰ ποιοῦντος
12:42
εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ’ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν
atque ita ad preces conversi, rogaverunt ut id quod factum erat delictum oblivioni traderetur. At vero fortissimus Judas hortabatur populum conservare se sine peccato, sub oculis videntes quæ facta sunt pro peccatis eorum qui prostrati sunt.
εἰς ἱκετείαν ἐτράπησαν ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι δὲ γενναῖος Ιουδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι ὑπ’ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν
12:43
ποιησάμενός τε κατ’ ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος
Et facta collatione, duodecim millia drachmas argenti misit Jerosolymam offerri pro peccatis mortuorum sacrificium, bene et religiose de resurrectione cogitans
ποιησάμενός τε κατ’ ἀνδρολογίαν εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ιεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν πάνυ καλῶς καὶ ἀστείως πράττων ὑπὲρ ἀναστάσεως διαλογιζόμενος
12:44
εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι
(nisi enim eos qui ceciderant resurrecturos speraret, superfluum videretur et vanum orare pro mortuis),
εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι
12:45
εἶτε’ ἐμβλέπων τοῖς μετ’ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον ὁσία καὶ εὐσεβὴς ἐπίνοια ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι
et quia considerabat quod hi qui cum pietate dormitionem acceperant, optimam haberent repositam gratiam.
εἶτε’ ἐμβλέπων τοῖς μετ’ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον ὁσία καὶ εὐσεβὴς ἐπίνοια ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο τῆς ἁμαρτίας ἀπολυθῆναι
希臘文單獨閱讀拉丁文單獨閱讀希臘文單獨閱讀