馬加比二書 第 12 章(上),希臘文原文誦讀,附中英對照字幕與逐節跳轉。這些和約立定之後,呂西亞便回到王那裡去,猶大人則從事耕種。
12:1 γενομένων δὲ τῶν συνθηκῶν τούτων ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα οἱ δὲ Ιουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο這些和約立定之後,呂西亞便回到王那裡去,猶大人則從事耕種。So when these covenants had been made, Lysias departed to the king, and the Jews went about their husbandry.
12:2 τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰ τῆς ἡσυχίας ἄγειν但各地的統帥——提摩太、根尼烏之子阿波羅尼烏斯,還有希羅尼末和底摩芬,以及塞浦路斯統帥尼迦挪——卻不容他們安居,過平靜的日子。But certain of the governors of districts, Timotheus and Apollonius the son of Gennaeus, and Hieronymus also and Demophon, and beside them Nicanor the governor of Cyprus, would not suffer them to enjoy tranquillity and live in peace.
12:3 Ἰοππῖται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ιουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπ’ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας約帕人行了一件極不敬虔的惡事:他們邀請同住的猶大人連同妻子兒女登上他們預備的船,假裝對他們並無敵意。And men of Joppa perpetrated this great impiety: they invited the Jews that lived among them to go with their wives and children into the boats which they had provided, as though they had no ill will towards them;
12:4 κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων這是按城中的公決行的;猶大人不疑有他,願意和睦,便接受了邀請。船一駛出,他們就把這些人沉入海中,計有不下二百人。and when the Jews, relying on the common decree of the city, accepted the invitation, as men desiring to live in peace and suspecting nothing, they took them out to sea and drowned them, in number not less than two hundred.
12:5 μεταλαβὼν δὲ Ιουδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσιν猶大得知這向他同胞所行的殘暴,便吩咐跟隨他的人,But when Judas heard of the cruelty done to his fellow-countrymen, giving command to the men that were with him
12:6 καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεὸν παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν並呼求那公義的審判者神,前去攻擊那些殺害弟兄的人。他趁夜放火燒了港口,焚毀船隻,並刺殺那些逃避到那裡的人。and calling upon God the righteous Judge, he came against the murderers of his kindred, and set the haven on fire by night, and burned the boats, and put to the sword those that had fled there.
12:7 τοῦ δὲ χωρίου συγκλεισθέντος ἀνέλυσεν ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ιοππιτῶν ἐκριζῶσαι πολίτευμα那地方既被封鎖,他便撤退,打算再回來把約帕全城連根剷除。But when the town was closed against him, he withdrew, intending to come again to root out the whole community of the men of Joppa.
12:8 μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ιαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ιουδαίοις他又得知雅麥尼亞人也打算用同樣的方式對付僑居的猶大人,But learning that the men of Jamnia were minded to do in like manner to the Jews that sojourned among them,
12:9 καὶ τοῖς Ιαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ιεροσόλυμα σταδίων ὄντων διακοσίων τεσσαράκοντα便趁夜襲擊雅麥尼亞人,放火燒了港口連同船隊,以致火光照到二百四十斯塔狄翁外的耶路撒冷都看得見。he fell upon the Jamnites also by night, and set fire to the haven together with the fleet, so that the glare of the light was seen at Jerusalem, two hundred and forty furlongs distant.
12:10 ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων ἱππεῖς δὲ πεντακόσιοι他們從那裡出發,行了九斯塔狄翁,正前往攻打提摩太時,有不下五千的阿拉伯人和五百騎兵來襲擊他。Now when they had drawn off nine furlongs from thence, as they marched against Timotheus, an army of Arabians attacked him, no fewer than five thousand footmen and five hundred horsemen.
12:11 γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ιουδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ιουδαν δεξιὰς αὐτοῖς ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς經過一場激戰,猶大和跟隨他的人因神的幫助而得勝。那些遊牧人被打敗,便求猶大與他們講和,應許供給牲畜,又在其餘的事上幫助他們。And when a sore battle had been fought, and Judas and his company by the help of God had good success, the nomads being overcome implored Judas to grant them friendship, promising to give him cattle, and to help his people in all other ways.
12:12 Ιουδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν猶大想到他們在許多事上確實有用,便應允與他們和好。他們既彼此立約,遊牧人就回自己的帳棚去了。So Judas, thinking that they would indeed be profitable in many things, agreed to live in peace with them; and receiving pledges of friendship they departed to their tents.
12:13 ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην ὄνομα δὲ Κασπιν猶大又攻打一座城,名叫卡斯賓,城有橋樑護衛、城牆環繞,住著各色雜處的外族。And he also fell upon a certain city Gephyrun, strong and fenced about with walls, and inhabited by a mixed multitude of various nations; and it was named Caspin.
12:14 οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ιουδαν λοιδοροῦντες καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις城內的人倚仗城牆堅固、糧食充足,便極其放肆地對待猶大和跟隨他的人,又辱罵褻瀆,說出不可說的話。But those who were within, trusting to the strength of the walls and to their store of provisions, behaved themselves rudely toward Judas and those who were with him, railing, and furthermore blaspheming and speaking impious words.
12:15 οἱ δὲ περὶ τὸν Ιουδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ιεριχω κατὰ τοὺς Ἰησοῦ χρόνους ἐνέσεισαν θηριωδῶς τῷ τείχει猶大和跟隨他的人呼求那宇宙的大能者——就是在約書亞的時代,不用攻城槌和器械就傾覆耶利哥的——便猛烈地攻擊城牆。But Judas and his company, calling upon the great sovereign of the world, who without rams and cunning engines of war hurled down Jericho in the times of Joshua, rushed wildly against the wall;
12:16 καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγὰς ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο κατάρρυτον αἵματι πεπληρωμένην φαίνεσθαι他們照神的旨意攻取了那城,行了難以盡述的殺戮,以致旁邊那寬二斯塔狄翁的池子,看似流滿了血。and having taken the city by the will of God, they made unspeakable slaughter, insomuch that the adjoining lake, which was two furlongs broad, appeared to be filled with the deluge of blood.
12:17 ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα πρὸς τοὺς λεγομένους Τουβιανοὺς Ιουδαίους他們又從那裡行了七百五十斯塔狄翁,來到卡拉克斯,到那稱為託比亞派的猶大人那裡。And when they had drawn off seven hundred and fifty furlongs from thence, they made their way to Charax, to the Jews that are called Tubieni.
12:18 καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν他們在那一帶並未遇見提摩太,因他那時毫無所成,已從那地撤離,卻在某處留下一支極其堅固的守軍。And Timotheus they found not in occupation of that district, for he had then departed from the district without accomplishing anything, but had left behind a garrison, and that a very strong one, in a certain post.
12:19 Δοσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν馬加比手下的兩位將領多西丟和索西帕特出兵,殲滅了提摩太留在堡壘中的一萬多人。But Dositheus and Sosipater, who were of Maccabaeus’s captains, sallied forth and destroyed those that had been left by Timotheus in the stronghold, above ten thousand men.
12:20 ὁ δὲ Μακκαβαῖος διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδὸν κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν ἱππεῖς δὲ δισχιλίους πρὸς τοῖς πεντακοσίοις馬加比把跟隨他的軍隊編成隊伍,立人作隊長,便去攻打提摩太——那時提摩太身邊有十二萬步兵和二千五百騎兵。And Maccabaeus, ranging his own army by bands, set these two over the bands, and marched in haste against Timotheus, who had with him a hundred and twenty thousand footmen and two thousand and five hundred horsemen.
12:21 τὴν δὲ ἔφοδον μεταλαβὼν Ιουδου προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὰ τέκνα καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνιον ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα提摩太得知猶大來犯,便預先把婦女、兒童和其餘的輜重送到那稱為卡爾尼翁的地方;因那地方各處狹隘,極難圍攻,也難以接近。But when Timotheus heard of the inroad of Judas, he at once sent away the women and the children and also the baggage into the fortress called Carnion; for the place was hard to besiege and difficult of access by reason of the narrowness of the approaches on all sides.
12:22 ἐπιφανείσης δὲ τῆς Ιουδου σπείρας πρώτης καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανείας γενομένης ἐπ’ αὐτοὺς εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι猶大的第一隊一出現,仇敵就大為恐慌;那鑒察萬有者向他們顯現所生的懼怕臨到他們身上,他們便四散奔逃,彼此衝撞,以致屢屢被自己人所傷,被刀劍所刺。But when the band of Judas, who led the van, appeared in sight, and when terror came upon the enemy and fear, because the manifestation of him who sees all things came upon them, they fled amain, carried this way and that, so that they were often hurt of their own men, and pierced with the points of their swords.
12:23 ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον ὁ Ιουδας συγκεντῶν τοὺς ἀλιτηρίους διέφθειρέν τε εἰς μυριάδας τρεῖς ἀνδρῶν猶大更加猛烈地追擊,刺殺那些惡徒,殲滅了約三萬人。And Judas continued the pursuit the more hotly, putting the wicked wretches to the sword, and he destroyed as many as thirty thousand men.