| 3:1 | κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ | Et nunc, Domine omnipotens, Deus Israël, anima in angustiis, et spiritus anxius clamat ad te. | እግዚኦ፡ ዘትነግሥ፡ ለኵሉ፡ አምላከ፡ እስራኤል፡ ነፍስ፡ ኅዝንት፡ ወመንፈስ፡ ትክዝት፡ ጸርሐት፡ ኀቤከ። | κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ |
|---|
| 3:2 | ἄκουσον κύριε καὶ ἐλέησον ὅτι ἡμάρτομεν ἐναντίον σου | Audi, Domine, et miserere, quia Deus es misericors : et miserere nostri, quia peccavimus ante te : | ስማዕ፡ እግዚኦ፡ ወተሠሀል፡ እስመ፡ አበስነ፡ ቅድሜከ። | ἄκουσον κύριε καὶ ἐλέησον ὅτι ἡμάρτομεν ἐναντίον σου |
|---|
| 3:3 | ὅτι σὺ καθήμενος τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα | quia tu sedes in sempiternum, et nos, peribimus in ævum ? | እስመ፡ አንተ፡ ዘትነብር፡ ለዓለም፡ ወንሕነሰ፡ ንትሐጐል፡ ለዝሉፉ። | ὅτι σὺ καθήμενος τὸν αἰῶνα καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα |
|---|
| 3:4 | κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά | Domine omnipotens, Deus Israël, audi nunc orationem mortuorum Israël, et filiorum ipsorum qui peccaverunt ante te, et non audierunt vocem Domini Dei sui, et agglutinata sunt nobis mala. | እግዚኦ፡ ዘትነግሥ፡ ለኵሉ፡ አምላከ፡ እስራኤል፡ ስማዕ፡ ይእዜ፡ ጸሎተ፡ ሙታን፡ እስራኤል፡ ወዘደቂቆሙ፡ እለ፡ ጌገዩ፡ በቅድሜከ፡ ወኢሰምዑ፡ ቃለ፡ አምላኮሙ፡ ወተለወነ፡ እኩይ። | κύριε παντοκράτωρ ὁ θεὸς Ισραηλ ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου οἳ οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου θεοῦ αὐτῶν καὶ ἐκολλήθη ἡμῖν τὰ κακά |
|---|
| 3:5 | μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ | Noli meminisse iniquitatum patrum nostrorum, sed memento manus tuæ et nominis tui in tempore isto : | ኢትዘከርኒ፡ ኀጢአተ፡ አበዊነ፡ ተዘከር፡ እዴከ፡ ወስመከ፡ በዝ፡ መዋዕል። | μὴ μνησθῇς ἀδικιῶν πατέρων ἡμῶν ἀλλὰ μνήσθητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ |
|---|
| 3:6 | ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν καὶ αἰνέσομέν σε κύριε | quia tu es Dominus Deus noster, et laudabimus te, Domine : | እስመ፡ አንተ፡ እግዚአብሔር፡ አምላክነ፡ ወንሴብሐከ፡ እግዚኦ። | ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν καὶ αἰνέσομέν σε κύριε |
|---|
| 3:7 | ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσθαι τὸ ὄνομά σου καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου | quia propter hoc dedisti timorem tuum in cordibus nostris, et ut invocemus nomen tuum, et laudemus te in captivitate nostra, quia convertimur ab iniquitate patrum nostrorum, qui peccaverunt ante te. | እስመ፡ በእንተ፡ ዝንቱ፡ ወደይከ፡ ፍርህተከ፡ ውስተ፡ ልብነ፡ ከመ፡ ንጸውዕ፡ ስመከ፡ ወንሰብሕከ፡ በኀበ፡ አፍለሱነ። | ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσθαι τὸ ὄνομά σου καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου |
|---|
| 3:8 | ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ ἡμῶν | Et ecce nos in captivitate nostra sumus hodie, qua nos dispersisti in improperium, et in maledictum, et in peccatum, secundum omnes iniquitates patrum nostrorum, qui recesserunt a te, Domine Deus noster. | ወናሁ፡ ንሕነ፡ ይእዜ፡ ውስተ፡ ፄዋዌ፡ ኀበ፡ ዘሮከነ፡ ለኀሣር፡ ወለመርገም፡ ወለፍዳ፡ በከመ፡ ኵሉ፡ እከዮሙ፡ ለአበዊነ፡ እለ፡ ርኅቁ፡ እምኔከ፡ እግዚኦ፡ አምላክነ። | ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄφλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν οἳ ἀπέστησαν ἀπὸ κυρίου θεοῦ ἡμῶν |
|---|
| 3:9 | ἄκουε Ισραηλ ἐντολὰς ζωῆς ἐνωτίσασθε γνῶναι φρόνησιν | Audi, Israël, mandata vitæ : auribus percipe, ut scias prudentiam. | ስማዕ፡ እስራኤል፡ ትእዛዘ፡ ሕይወት፡ ወአጽምዕ፡ ምክረ፡ ጥበብ። | ἄκουε Ισραηλ ἐντολὰς ζωῆς ἐνωτίσασθε γνῶναι φρόνησιν |
|---|
| 3:10 | τί ἐστιν Ισραηλ τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ | Quid est, Israël, quod in terra inimicorum es, | ምንት፡ ውእቱ፡ እስራኤል፡ ወለምንት፡ ውስተ፡ ብሔረ፡ ፀር፡ ሀሎ። | τί ἐστιν Ισραηλ τί ὅτι ἐν γῇ τῶν ἐχθρῶν εἶ ἐπαλαιώθης ἐν γῇ ἀλλοτρίᾳ |
|---|
| 3:11 | συνεμιάνθης τοῖς νεκροῖς προσελογίσθης μετὰ τῶν εἰς ᾅδου | inveterasti in terra aliena, coinquinatus es cum mortuis, deputatus es cum descendentibus in infernum ? | ወበልየ፡ በብሔረ፡ ነኪር፡ ወረኵሰ፡ ምስለ፡ አብድንት፡ ወተኈለቈ፡ ምስለ፡ እለ፡ ውስተ፡ ሲኦል። | συνεμιάνθης τοῖς νεκροῖς προσελογίσθης μετὰ τῶν εἰς ᾅδου |
|---|
| 3:12 | ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας | Dereliquisti fontem sapientiæ : | ወኀደገ፡ ነቅዐ፡ ሕይወት። | ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας |
|---|
| 3:13 | τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα | nam si in via Dei ambulasses, habitasses utique in pace sempiterna. | ሶበሁ፡ ሖርከ፡ ፍኖተ፡ እግዚአብሔር፡ እምነበርከ፡ ለዓለም፡ በሰላም። | τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα |
|---|
| 3:14 | μάθε ποῦ ἐστιν φρόνησις ποῦ ἐστιν ἰσχύς ποῦ ἐστιν σύνεσις τοῦ γνῶναι ἅμα ποῦ ἐστιν μακροβίωσις καὶ ζωή ποῦ ἐστιν φῶς ὀφθαλμῶν καὶ εἰρήνη | Disce ubi sit prudentia, ubi sit virtus, ubi sit intellectus, ut scias simul ubi sit longiturnitas vitæ et victus, ubi sit lumen oculorum, et pax. | ተመሀር፡ አይቴ፡ ውእቱ፡ ጥበብ፡ ወአይቴ፡ ውእቱ፡ ኀይል፡ አይቴ፡ ምክር፡ ወአእምሮ፡ ወአይቴ፡ ውእቱ፡ ሐይው፡ ለነዋኅ፡ መዋእል፡ ወአይቴ፡ ውእቱ፡ ብርሃነ፡ አዕይንት፡ ወሰላም። | μάθε ποῦ ἐστιν φρόνησις ποῦ ἐστιν ἰσχύς ποῦ ἐστιν σύνεσις τοῦ γνῶναι ἅμα ποῦ ἐστιν μακροβίωσις καὶ ζωή ποῦ ἐστιν φῶς ὀφθαλμῶν καὶ εἰρήνη |
|---|
| 3:15 | τίς εὗρεν τὸν τόπον αὐτῆς καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς | Quis invenit locum ejus ? et quis intravit in thesauros ejus ? | መኑ፡ ረከበ፡ ብሔራ፡ ወመኑ፡ ቦአ፡ ውስተ፡ መዛግብቲሃ። | τίς εὗρεν τὸν τόπον αὐτῆς καὶ τίς εἰσῆλθεν εἰς τοὺς θησαυροὺς αὐτῆς |
|---|
| 3:16 | ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς | Ubi sunt principes gentium, et qui dominantur super bestias quæ sunt super terram ? | አይቴ፡ እሙንቱ፡ መላእክተ፡ አሕዛብ፡ እለ፡ ቀነይዎሙ፡ ለአራዊተ፡ ገዳም። | ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς |
|---|
| 3:17 | οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν | qui in avibus cæli ludunt, | ወይትዋነይዎሙ፡ አዕዋፈ፡ ሰማይ፡ ወእለ፡ ይዘግቡ፡ ብሩረ፡ ወወርቀ፡ ዘቦቱ፡ ይትአመኑ፡ ሰብእ፡ ወአልቦኑ፡ እንከ፡ ወሰን፡ ለአጥርዮቶሙ። | οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον ᾧ ἐπεποίθεισαν ἄνθρωποι καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν |
|---|
| 3:18 | οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν | qui argentum thesaurizant, et aurum, in quo confidunt homines, et non est finis acquisitionis eorum ? qui argentum fabricant, et solliciti sunt, nec est inventio operum illorum ? | እስመ፡ እለ፡ ይነድቁ፡ ብሩረ፡ ይተግሁ፡ ወአልቦ፡ እከ፡ ፈጠራ፡ ለግብሮሙ። | οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν |
|---|
| 3:19 | ἠφανίσθησαν καὶ εἰς ᾅδου κατέβησαν καὶ ἄλλοι ἀντανέστησαν ἀντ’ αὐτῶν | Exterminati sunt, et ad inferos descenderunt, et alii loco eorum surrexerunt. | ኀልቁ፡ ወወረዱ፡ ሲኦለ፡ ወተንሥኡ፡ ህየንቴሆሙ፡ ካኣን። | ἠφανίσθησαν καὶ εἰς ᾅδου κατέβησαν καὶ ἄλλοι ἀντανέστησαν ἀντ’ αὐτῶν |
|---|
| 3:20 | νεώτεροι εἶδον φῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν | Juvenes viderunt lumen, et habitaverunt super terram, viam autem disciplinæ ignoraverunt, | ወርእዩ፡ ብርሃነ፡ ንኡሳን፡ ወነበሩ፡ ውስተ፡ ምድሮሙ፡ ወለፍኖተ፡ ጥበብሰ፡ ኢያእመሩ። | νεώτεροι εἶδον φῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν |
|---|
| 3:21 | οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόρρω ἐγενήθησαν | neque intellexerunt semitas ejus, neque filii eorum susceperunt eam : a facie ipsorum longe facta est ; | ወአሠራሂ፡ ኢረከቡ፡ ወኢተወክፍዋ፡ ደቂቆሙ፡ ወርኅቁ፡ እምፍኖቶሙ። | οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόρρω ἐγενήθησαν |
|---|
| 3:22 | οὐδὲ ἠκούσθη ἐν Χανααν οὐδὲ ὤφθη ἐν Θαιμαν | non est audita in terra Chanaan, neque visa est in Theman. | ወኢሰምዑ፡ ከነዓን፡ ወርእዩ፡ ቴሞና። | οὐδὲ ἠκούσθη ἐν Χανααν οὐδὲ ὤφθη ἐν Θαιμαν |
|---|
| 3:23 | οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι τῆς Μερραν καὶ Θαιμαν οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως ὁδὸν τῆς σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς | Filii quoque Agar, qui exquirunt prudentiam quæ de terra est, negotiatores Merrhæ et Theman, et fabulatores, et exquisitores prudentiæ et intelligentiæ : viam autem sapientiæ nescierunt, neque commemorati sunt semitas ejus. | ወደቂቀ፡ አጋራሂ፡ እለ፡ ኀሥሣዋ፡ ለጥበብ፡ ዲበ፡ ምድር፡ ነጋድያነ፡ መርያን፡ ወቴማን፡ እለ፡ ይዛውዑ፡ ባቲ፡ ወእለ፡ የኀሥሥዋ፡ ለአእምሮ፡ ወለፍኖተ፡ ጥበብሰ፡ ኢያእመርዋ፡ ወኢሂ፡ ተዘከሩ፡ አሠራ። | οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι τῆς Μερραν καὶ Θαιμαν οἱ μυθολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως ὁδὸν τῆς σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς |
|---|
| 3:24 | ὦ Ισραηλ ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ | O Israël, quam magna est domus Dei, et ingens locus possessionis ejus ! | እስራኤል፡ እፎ፡ ዐቢይ፡ ቤተ፡ እግዚአብሔር፡ ወነዋኅ፡ ብሔሩ። | ὦ Ισραηλ ὡς μέγας ὁ οἶκος τοῦ θεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ |
|---|
| 3:25 | μέγας καὶ οὐκ ἔχει τελευτήν ὑψηλὸς καὶ ἀμέτρητος | magnus est, et non habet finem : excelsus, et immensus. | ዐቢይ፡ ውእቱ፡ ወአልቦ፡ ማኅለቅት፡ ወላዕሉሂ፡ አልቦ፡ መስፈርት። | μέγας καὶ οὐκ ἔχει τελευτήν ὑψηλὸς καὶ ἀμέτρητος |
|---|
| 3:26 | ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ’ ἀρχῆς γενόμενοι εὐμεγέθεις ἐπιστάμενοι πόλεμον | Ibi fuerunt gigantes nominati illi, qui ab initio fuerunt, statura magna, scientes bellum. | ህየ፡ ሀለዉ፡ ዘይሰመዩ፡ ያርብሐውያን፡ እለ፡ እምትካት፡ ነዋኃን፡ ቆሞሙ፡ ወእለ፡ የአምሩ፡ ቀትለ። | ἐκεῖ ἐγεννήθησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ’ ἀρχῆς γενόμενοι εὐμεγέθεις ἐπιστάμενοι πόλεμον |
|---|
| 3:27 | οὐ τούτους ἐξελέξατο ὁ θεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς | Non hos elegit Dominus, neque viam disciplinæ invenerunt : propterea perierunt, | ኢኀረዮሙ፡ እግዚአብሔር፡ ለእሉ፡ ወኢወሀቦሙ፡ ፍኖተ፡ ተግሣጽ። | οὐ τούτους ἐξελέξατο ὁ θεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς |
|---|
| 3:28 | καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν | et quoniam non habuerunt sapientiam, interierunt propter suam insipientiam. | ወማሰኑ፡ እስመ፡ አልቦሙ፡ ጥበብ፡ ጠፍኡ፡ በተኀብሎቶሙ። | καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν φρόνησιν ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν |
|---|
| 3:29 | τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν | Quis ascendit in cælum, et accepit eam, et eduxit eam de nubibus ? | መኑ፡ ዘዐርገ፡ ሰማየ፡ ወነሥኣ፡ ወአውረዳ፡ እምነ፡ ደመናት። | τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν |
|---|
| 3:30 | τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ | Quis transfretavit mare, et invenit illam, et attulit illam super aurum electum ? | መኑ፡ ዐደወ፡ ባሕረ፡ ወረከባ፡ ወአምጽኣ፡ በወርቅ፡ ቀይሕ። | τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ |
|---|
| 3:31 | οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς | Non est qui possit scire vias ejus, neque qui exquirat semitas ejus : | ወአልቦ፡ ዘየአምር፡ ፍኖታ፡ ወዘይኄልዮ፡ ለአሠራ። | οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς |
|---|
| 3:32 | ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων | sed qui scit universa novit eam, et adinvenit eam prudentia sua qui præparavit terram in æterno tempore : et replevit eam pecudibus et quadrupedibus | ዘኵሎ፡ የአምር፡ የአምራ፡ ወረከባ፡ በጥበቡ፡ ዘፈጠራ፡ ለምድር፡ ለዓለም፡ ወዘመልኣ፡ አባግዓ፡ ወእንስሳ። | ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων |
|---|
| 3:33 | ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται ἐκάλεσεν αὐτό καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ | qui emittit lumen, et vadit, et vocavit illud, et obedit illi in tremore. | ወይፌኑ፡ ብርሃኖ፡ ወየሐውር፡ ዘይጼውዖ፡ ወይትኤዘዞ፡ በፍርሃት። | ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται ἐκάλεσεν αὐτό καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ |
|---|
| 3:34 | οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν | Stellæ autem dederunt lumen in custodiis suis, et lætatæ sunt : | ወከዋክብትኒ፡ ያበርሁ፡ በጊዜሆሙ፡ ወይትፌሥሑ። | οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ εὐφράνθησαν |
|---|
| 3:35 | ἐκάλεσεν αὐτοὺς καὶ εἶπον πάρεσμεν ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς | vocatæ sunt, et dixerunt : Adsumus, et luxerunt ei cum jucunditate, qui fecit illas. | ወይጼውዖሙ፡ ወይብሉ፡ መጻእነ። | ἐκάλεσεν αὐτοὺς καὶ εἶπον πάρεσμεν ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς |
|---|
| 3:36 | οὗτος ὁ θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν | Hic est Deus noster, et non æstimabitur alius adversus eum. | ውእቱ፡ አምላክነ፡ እስመ፡ አልቦ፡ ባዕድ፡ ዘይመስል፡ ኪያሁ። | οὗτος ὁ θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν |
|---|
| 3:37 | ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ | Hic adinvenit omnem viam disciplinæ, et tradidit illam Jacob puero suo, et Israël dilecto suo. | ውእቱ፡ ረከባ፡ ለኵላ፡ ፍኖተ፡ ጥበብ፡ ወወሀቦ፡ ለያዕቆብ፡ ቊልዔሁ፡ ወለእስራኤል፡ ፍቁሩ። | ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ |
|---|
| 3:38 | μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη | Post hæc in terris visus est, et cum hominibus conversatus est. | ወእም፡ ዝ፡ አስተርአየ፡ ዲበ፡ ምድር፡ ወኮነ፡ ከመ፡ ሰብእ። | μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη |
|---|