| 7:1 | εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ | Sum quidem et ego mortalis homo, similis omnibus, et ex genere terreni illius qui prior factus est : et in ventre matris figuratus sum caro ; | እስመ፡ አነሂኬ፡ መዋቲ፡ ሰብእ፡ ዕሩይ፡ አምሳለ፡ ኵሉ፡ ወወልደ፡ ምድራዊ፡ ዘተልሕኰ፡ ቅድመ፡ ወውስተ፡ ከርሠ፡ እምየ፡ ተገለፍኩ፡ ሥጋ። | εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ |
|---|
| 7:2 | δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης | decem mensium tempore coagulatus sum in sanguine : ex semine hominis, et delectamento somni conveniente. | ወነበርኩ፡ ርጉአ፡ በደም፡ ዓሠርተ፡ አውራኅ፡ እምዘርአ፡ ብእሲ፡ ወፍትወተ፡ ንዋም፡ በሩካቤ። | δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης |
|---|
| 7:3 | καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων | Et ego natus accepi communem aërem, et in similiter factam decidi terram, et primam vocem similem omnibus emisi plorans. | ወአነሂ፡ ነሣእኩ፡ ነፍሰ፡ ሶበ፡ ተወለድኩ፡ ከመ፡ ኵሉ፡ ሰብእ፡ ወወረድኩ፡ ውስተ፡ ምድር፡ መምሰሊተ፡ ሕማምየ፡ ወቀዳሚተ፡ ቃል፡ አውጻእኩ፡ ብካየ። | καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων |
|---|
| 7:4 | ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν | In involumentis nutritus sum, et curis magnis : | ወአጽርቅት፡ ልህቁ፡ ወበትካዝ፡ እስመ፡ አልቦ፡ እምነገሥት፡ ዘካልአ፡ ኮነ፡ ጥንተ፡ ልደቱ። | ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν |
|---|
| 7:5 | οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν | nemo enim ex regibus aliud habuit nativitatis initium. | ወአሐቲ፡ ይእቲ፡ ምጽአቱ፡ ለኵሉ፡ ውስተ፡ ዓለም፡ ወጸአተ፡ ኵሉ፡ በዕሩይ። | οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν |
|---|
| 7:6 | μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση | Unus ergo introitus est omnibus ad vitam, et similis exitus. | ወበእንተዝ፡ ጸለይኩ፡ ወአእምሮ፡ ተውህበኒ፡ ሊተ፡ አስተብቋዕኩ፡ ወመጽአኒ፡ መንፈሰ፡ ጥበብ። | μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση |
|---|
| 7:7 | διὰ τοῦτο εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἦλθέν μοι πνεῦμα σοφίας | Propter hoc optavi, et datus est mihi sensus ; et invocavi, et venit in me spiritus sapientiæ : | ወአክበርክዋ፡ እምኵናነ፡ መንግሥት፡ ወመናብርት፡ ወለብዕልኒ፡ ከመ፡ ወኢምንት፡ ረሰይክዋ፡ በመድሎታ። | διὰ τοῦτο εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἦλθέν μοι πνεῦμα σοφίας |
|---|
| 7:8 | προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς | et præposui illam regnis et sedibus, et divitias nihil esse duxi in comparatione illius. | ወኢያስተማሰልክዋ፡ በእብነ፡ ባሕርይ፡ ዘሤጥ፡ አልቦቱ፡ እስመ፡ ኵሉ፡ ወርቅ፡ በቅድመ፡ ገጻ፡ ከመ፡ ኆፃ፡ ኅዳጥ፡ ወከመ፡ ዕቡር፡ ይመስል፡ ብሩር፡ በቅድሜሃ። | προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς |
|---|
| 7:9 | οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς | Nec comparavi illi lapidem pretiosum, quoniam omne aurum in comparatione illius arena est exigua, et tamquam lutum æstimabitur argentum in conspectu illius. | ወእምነ፡ ሕይወት፡ ወእምሥነ፡ ላህያ፡ አፍቀርክዋ፡ ፈድፋደ፡ ወአብደርክዋ፡ ህየንተ፡ ብርሃን፡ ትኩነኒ፡ እስመ፡ ፀዳለ፡ ብርሃን፡ ዘእምውስቴታ፡ ይወፅእ፡ ኢይትጋባእ፡ ወኢይነውም። | οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς |
|---|
| 7:10 | ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος | Super salutem et speciem dilexi illam, et proposui pro luce habere illam, quoniam inextinguibile est lumen illius. | ወመጽአኒ፡ ኵሉ፡ ሠናያት፡ ምስሌሃ፡ ኅቡረ፡ ወዘአልቦ፡ ኊልቊ፡ ብዕል፡ ውስተ፡ እዴሃ። | ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος |
|---|
| 7:11 | ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς | Venerunt autem mihi omnia bona pariter cum illa, et innumerabilis honestas per manus illius ; | ወተፈሣሕኩ፡ በኵሉ፡ እስመ፡ መኰንንቶሙ፡ ይእቲ፡ ጥበብ፡ ወኢያእመርኩ፡ ከመ፡ ገባሪቱ፡ ይእቲ፡ ለዝ፡ ኵሉ። | ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς |
|---|
| 7:12 | εὐφράνθην δὲ ἐπὶ πᾶσιν ὅτι αὐτῶν ἡγεῖται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων | et lætatus sum in omnibus, quoniam antecedebat me ista sapientia, et ignorabam quoniam horum omnium mater est. | ወሶበ፡ አእመርኩ፡ ዘንተ፡ ዘእንበለ፡ እከይ፡ ወዘእንበለ፡ ቅንአት፡ እሁበ፡ ኪያሃ፡ ወብዕላ፡ ኢየኃብእ። | εὐφράνθην δὲ ἐπὶ πᾶσιν ὅτι αὐτῶν ἡγεῖται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων |
|---|
| 7:13 | ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι | Quam sine fictione didici, et sine invidia communico, et honestatem illius non abscondo. | ወኢየኃልቅ፡ መዝገበ፡ ይእቲ፡ ለሰብእ፡ ወእለ፡ አጥረይዋ፡ ኀበ፡ እግዚአብሔር፡ በጽሑ፡ ወተዓረኩ፡ በእንተ፡ ምግባረ፡ ተግሣፅ፡ እንተ፡ ትከሥት፡ ሀብተ። | ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι |
|---|
| 7:14 | ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες | Infinitus enim thesaurus est hominibus ; quo qui usi sunt, participes facti sunt amicitiæ Dei, propter disciplinæ dona commendati. | ወሊተኒ፡ ወሀበኒ፡ እግዚአብሔር፡ እንግር፡ ዘይትፈተው፡ ወአሐሊ፡ ሕሊና፡ ዘይደሉ፡ ለዘይትወሀቦ፡ እስመ፡ ውእቱ፡ መርሕ፡ ውስተ፡ ጥበብ፡ ወመርትዐ፡ ጠበብት። | ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες |
|---|
| 7:15 | ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής | Mihi autem dedit Deus dicere ex sententia, et præsumere digna horum quæ mihi dantur : quoniam ipse sapientiæ dux est, et sapientium emendator. | እስመ፡ ውስተ፡ እዴሁ፡ ንሕነ፡ ኵልነ፡ ወነገርነኒ፡ ኵሉ፡ ጠይቆ፡ ወአእምሮ፡ ምግባራት። | ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής |
|---|
| 7:16 | ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη | In manu enim illius et nos et sermones nostri, et omnis sapientia, et operum scientia, et disciplina. | እስመ፡ ውእቱ፡ ወሀበኒ፡ ቃለ፡ አእምሮ፡ ህልወ፡ ዘእንበለ፡ ሐስዎ፡ ከመ፡ አእምር፡ ሥርዓተ፡ ቁመተ፡ ዓለም፡ ወምግባረ፡ ፀሐይ፡ ወወርኅ፡ ወከዋክብት። | ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη |
|---|
| 7:17 | αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων | Ipse enim dedit mihi horum quæ sunt scientiam veram, ut sciam dispositionem orbis terrarum, et virtutes elementorum, | ጥንተ፡ ወተፍጸመ፡ ወማእከለ፡ መዋዕል፡ ወሙያጤ፡ መዋዕል፡ ወተፋልሶ፡ ጊዜያት። | αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων |
|---|
| 7:18 | ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν | initium, et consummationem, et medietatem temporum, vicissitudinum permutationes, et commutationes temporum, | ወዑደተ፡ ዓመታት፡ ወንብረተ፡ ከዋክብት። | ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν |
|---|
| 7:19 | ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις | anni cursus, et stellarum dispositiones, | ወጠባይዐ፡ እንስሳ፡ ወነፍሳተ፡ አራዊት፡ ወኃይለ፡ ነፋሳት፡ ወሕሊና፡ ሰብእ፡ ወፈሊጠ፡ ዕፅው፡ ወኃይለ፡ ምግባርሰ፡ አሥራው። | ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις |
|---|
| 7:20 | φύσεις ζῴων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν | naturas animalium, et iras bestiarum, vim ventorum, et cogitationes hominum, differentias virgultorum, et virtutes radicum. | አእመርኩ፡ ኵሎ፡ ዘኅቡእ፡ ወዘከሡት፡ እስመ፡ ኬንያሁ፡ ለኵሉ፡ ግበር፡ መሀረኒ፡ ጥበበ። | φύσεις ζῴων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν |
|---|
| 7:21 | ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία | Et quæcumque sunt absconsa et improvisa didici : omnium enim artifex docuit me sapientia. | እስመ፡ ቦቱ፡ ውእቱ፡ መንፈሰ፡ አእምሮ፡ ቅዱስ፡ ብሑተ፡ ልደት፡ እንዘ፡ አሐዱ፡ ክፍሉ፡ ውስተ፡ ብዙኅ፡ ክፍል። | ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία |
|---|
| 7:22 | ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ | Est enim in illa spiritus intelligentiæ, sanctus, unicus, multiplex, subtilis, disertus, mobilis, incoinquinatus, certus, suavis, amans bonum, acutus, quem nihil vetat, benefaciens, | ወጢን፡ ዘፍጡን፡ ነሶሳው፡ ወሠናይ፡ ቃሉ፡ ወጠቢብ፡ ዘአልቦቱ፡ ርስሐት፡ ዘኢይፃሙ፡ ህልው፡ አንተ፡ አልቦቱ፡ ጽንፍ፡ መፍቀሬ፡ ኂሩት፡ በሊኅ፡ ዘአልቦ፡ ዘይከልኦ፡ ዘያሤኒ። | ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ |
|---|
| 7:23 | ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων | humanus, benignus, stabilis, certus, securus, omnem habens virtutem, omnia prospiciens, et qui capiat omnes spiritus, intelligibilis, mundus, subtilis. | መፍቀሬ፡ ሰብእ፡ ስንዓሃ፡ ለጥበብ፡ ማእምር፡ ዘበአማን፡ ዕጉሥ፡ ዘእንበለ፡ ታካዘ፡ ከሃሌ፡ ኵሉ፡ ወሐዋፄ፡ ኵሉ፡ ዘይበውእ፡ ውስተ፡ መናፍስት፡ ንጹሐት፡ ለባውያተ፡ ወቀጢናት። | ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων |
|---|
| 7:24 | πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα | Omnibus enim mobilibus mobilior est sapientia : attingit autem ubique propter suam munditiam. | እስመ፡ ሑሳታ፡ ለጥበብ፡ ይፈጥን፡ እምኵሉ፡ ሑሰት፡ ትሰፍሕ፡ ወታንሶሱ፡ ውስተ፡ ኵሉ፡ ወተሐውር፡ እንተ፡ ዲበ፡ ኵሉ፡ በእንተ፡ ጽርየተ፡ ንጽሓ። | πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα |
|---|
| 7:25 | ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει | Vapor est enim virtutis Dei, et emanatio quædam est claritatis omnipotentis Dei sincera, et ideo nihil inquinatum in eam incurrit : | እስመ፡ ላህበ፡ ኃይለ፡ እግዚአብሔር፡ ይእቲ፡ ወስብሐተ፡ አኃዜ፡ ኵሉ፡ ዘዕዉቅ፡ አርአያሁ፡ ስቡሕ፡ ወንጹሕ፡ በእንተዝ፡ ምንትኒ፡ አልቦ፡ ርኵስ፡ ዘይዳደቅ። | ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει |
|---|
| 7:26 | ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ | candor est enim lucis æternæ, et speculum sine macula Dei majestatis, et imago bonitatis illius. | እስመ፡ ዋካ፡ ብርሃን፡ ይእቲ፡ ዘቀዳማዊ፡ ወመጽሔተ፡ ግብረ፡ እግዚአብሔር፡ ይእቲ፡ እንተ፡ ኢትዴምን። | ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ |
|---|
| 7:27 | μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει | Et cum sit una, omnia potest ; et in se permanens omnia innovat : et per nationes in animas sanctas se transfert ; amicos Dei et prophetas constituit. | ወአርአያ፡ ኂሩቱ፡ እንዘ፡ አሐቲ፡ ይእቲ፡ ኵሎ፡ ትክል፡ ወእንዘ፡ በርስዕ፡ ሀለወት፡ ኵሎ፡ ትሔድስ፡ ወትትፋለስ፡ ውስተ፡ ነፍሳተ፡ ጻድቃን፡ እምትውልድ፡ ውስተ፡ ትውልድ። | μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει |
|---|
| 7:28 | οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα | Neminem enim diligit Deus, nisi eum qui cum sapientia inhabitat. | ወትሬስዮሙ፡ አዕርክተ፡ እግዚአብሔር፡ ወነቢያቲሁ፡ እስመ፡ አልቦ፡ ዘያፈቅር፡ እግዚአብሔር፡ ዘእንበለ፡ ምስለ፡ ጥበብ፡ ዘየኃድር። | οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα |
|---|
| 7:29 | ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα | Est enim hæc speciosior sole, et super omnem dispositionem stellarum : luci comparata, invenitur prior. | እስመ፡ ትልሂ፡ ይእቲ፡ በሥነ፡ ፀሐይ፡ ወትፈደፍድ፡ እምነ፡ ኵሉ፡ ኅብረ፡ ከዋክብት። | ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα |
|---|
| 7:30 | τοῦτο μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία | Illi enim succedit nox ; sapientiam autem non vincit malitia. | ወሶበ፡ ተደለወት፡ ምስለ፡ ብርሃን፡ ትትረከብ፡ እምቅድሜሁ፡ እስመ፡ ለብርሃን፡ ደዌልጦ፡ ሌሊት፡ ወለጥበብሰ፡ ኢይትኄየላ፡ ምንትኒ፡ እኩይ። | τοῦτο μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία |
|---|