| 8:1 | διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς | Attingit ergo a fine usque ad finem fortiter, et disponit omnia suaviter. | ትሰፍሕ፡ እምጽንፍ፡ እስከ፡ ጽንፍ፡ ጥዕይታ፡ ወትሠርዕ፡ ኵሎ፡ በኂሩታ፡ ለዛቲ፡ አፍቀርክዋ፡ ወኃሠሥክዋ፡ እምውርዙትየ። | διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς |
|---|
| 8:2 | ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς | Hanc amavi, et exquisivi a juventute mea, et quæsivi sponsam mihi eam assumere, et amator factus sum formæ illius. | ወፈቀድኩ፡ እንሥኣ፡ ሊተ፡ መርዓተ፡ ወመፍቀሬ፡ ኮንኩ፡ ለሥና፡ እስመ፡ ኂሩታ፡ ትዝምደ፡ ያቀርብ፡ ኀበ፡ እግዚአብሔር። | ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς |
|---|
| 8:3 | εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν | Generositatem illius glorificat, contubernium habens Dei ; sed et omnium Dominus dilexit illam. | ወመኰንነ፡ ኵሉ፡ አፍቀራ፡ እስመ፡ መንክርት፡ ይእቲ፡ ለአእምሮ፡ ምሥጢራተ፡ እግዚአብሔር፡ ወትትሌዓል፡ ዕበየ፡ እምኵሉ፡ ግብሩ። | εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν |
|---|
| 8:4 | μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ | Doctrix enim est disciplinæ Dei, et electrix operum illius. | ወኀበ፡ ሀለወት፡ ብዕል፡ ይእቲ፡ እምኵሉ፡ ትትበደር፡ ለእለ፡ አጥረይዋ፡ ውስተ፡ ዓልም። | μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ |
|---|
| 8:5 | εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης | Et si divitiæ appetuntur in vita, quid sapientia locupletius quæ operatur omnia ? | ምንትኑ፡ ይብላዕ፡ ለጥበብ፡ ገባሪተ፡ ኵሉ፡ ወእመኒ፡ ባቲ፡ አእምሮ፡ ተገብረ። | εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης |
|---|
| 8:6 | εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις | Si autem sensus operatur, quis horum quæ sunt magis quam illa est artifex ? | መኑ፡ እምእለ፡ ሀለዉ፡ ዘይፈደፍድ፡ እምኔሃ፡ ኬንያ፡ ወእመኒቦ፡ ዘአፍቀረ፡ ጽድቀ። | εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις |
|---|
| 8:7 | καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις | Et si justitiam quis diligit, labores hujus magnas habent virtutes : sobrietatem enim et prudentiam docet, et justitiam, et virtutem, quibus utilius nihil est in vita hominibus. | እስመ፡ ፃማሃ፡ ውእቱ፡ ሠናይ፡ ትሜህር፡ ንጽሐ፡ ወጥበበ፡ ወጽድቀ፡ ወጽንዐ፡ ወትሩፋተ፡ ወሠናያተ። | καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις |
|---|
| 8:8 | εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων | Et si multitudinem scientiæ desiderat quis, scit præterita, et de futuris æstimat ; scit versutias sermonum, et dissolutiones argumentorum ; signa et monstra scit antequam fiant, et eventus temporum et sæculorum. | ወአልቦ፡ ውስተ፡ ዓለም፡ ዘይበቊዕ፡ ወዘይሤኒ፡ እምኔሃ፡ ወኢምንትኒ፡ ሕይወቱ፡ ለብእሲ። | εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων |
|---|
| 8:9 | ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης | Proposui ergo hanc adducere mihi ad convivendum, sciens quoniam mecum communicabit de bonis, et erit allocutio cogitationis et tædii mei. | ወእመኒቦ፡ ዘአፍቀረ፡ ብዙኀ፡ አእምሮ፡ ወሠናያተ፡ ወለእመ፡ አእመረ፡ ዘቀዲሙ፡ ወዘይመጽእሂ። | ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης |
|---|
| 8:10 | ἕξω δῑ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος | Habebo propter hanc claritatem ad turbas, et honorem apud seniores juvenis ; | ወዘየአምር፡ አውሥኦተ፡ ነገር፡ ወፈክሮ፡ ቅጽበተ፡ ወያቀድም፡ አእምሮ፡ ተአምራት፡ ወመንክራት፡ ወኅልፈተ፡ ጊዜያት፡ ወዓመታት። | ἕξω δῑ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος |
|---|
| 8:11 | ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι | et acutus inveniar in judicio, et in conspectu potentium admirabilis ero, et facies principum mirabuntur me : | ወአነሂ፡ ፈቀድኩ፡ ከመ፡ እንሥኣ፡ ተሀሉ፡ ምስሌየ፡ አእሚርየ፡ ከመ፡ ይእቲ፡ ትከውነኒ፡ መምክርተ፡ ለሠናይ፡ ወመገሥዕተ፡ ዘታኀድግ፡ ኀዘነ፡ ወትካዘ። | ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι |
|---|
| 8:12 | σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν | tacentem me sustinebunt, et loquentem me respicient, et sermocinante me plura, manus ori suo imponent. | በእንቲኣሃ፡ ረከብኩ፡ አነ፡ ወሬዛ፡ አኰቴተ፡ በኀበ፡ ብዙኃን፡ ወክብረ፡ በኀበ፡ ሊቃውንት። | σιγῶντά με περιμενοῦσιν καὶ φθεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν |
|---|
| 8:13 | ἕξω δῑ αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ’ ἐμὲ ἀπολείψω | Præterea habebo per hanc immortalitatem, et memoriam æternam his qui post me futuri sunt relinquam. | ወኮንኩ፡ በሊኀ፡ ልሳን፡ ወሕሊና፡ ለኰንኖ፡ ወተነከርኩ፡ በአዕይንተ፡ ገጸ፡ ኃያላን። | ἕξω δῑ αὐτὴν ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ’ ἐμὲ ἀπολείψω |
|---|
| 8:14 | διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι | Disponam populos, et nationes mihi erunt subditæ : | እንዘ፡ አረምም፡ ይጸንሑኒ፡ ወይትዔገሡኒ፡ ወእንዘ፡ እነብብ፡ ያጸምኡኒ፡ ወእመኒ፡ አብዛኅኩ፡ ተናግሮ፡ እዴሆሙ፡ ያነብሩ፡ ዲበ፡ አፉሆሙ። | διοικήσω λαούς καὶ ἔθνη ὑποταγήσεταί μοι |
|---|
| 8:15 | φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος | timebunt me audientes reges horrendi. In multitudine videbor bonus, et in bello fortis. | በእንቲኣሃ፡ ረከብኩ፡ ኢመዋቲ፡ ወዝክረ፡ ዘለዓለም፡ ኀደጉ፡ ለእለ፡ እምድኅሬየ። | φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος |
|---|
| 8:16 | εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς ἀλλὰ εὐφροσύνην καὶ χαράν | Intrans in domum meam, conquiescam cum illa : non enim habet amaritudinem conversatio illius, nec tædium convictus illius, sed lætitiam et gaudium. | ወእሠርዕ፡ ሕዝበ፡ ወይትኴነኑ፡ ሊተ፡ አሕዛብ። | εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς ἀλλὰ εὐφροσύνην καὶ χαράν |
|---|
| 8:17 | ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενείᾳ σοφίας | Hæc cogitans apud me et commemorans in corde meo, quoniam immortalitas est in cognatione sapientiæ, | ወይፈርሁኒ፡ ሰሚዖሙ፡ መኳንንተ፡ ምድር፡ መደንግፃን፡ በማኅበር፡ አስተርኢ፡ ኄረ፡ ወበፀብዕ፡ ፅኑዐ። | ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἀθανασία ἐστὶν ἐν συγγενείᾳ σοφίας |
|---|
| 8:18 | καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν | et in amicitia illius delectatio bona, et in operibus manuum illius honestas sine defectione, et in certamine loquelæ illius sapientia, et præclaritas in communicatione sermonum ipsius : circuibam quærens, ut mihi illam assumerem. | ወሶበ፡ ቦእኩ፡ ውስተ፡ ቤትየ፡ አዐርፍ፡ ባቲ፡ እስመ፡ ሀልዎ፡ ምስሌሃ፡ አልቦ፡ ውስቴታ፡ ምረት፡ ወኢፃማ፡ ወኃዘን፡ ኢይቀርብ፡ ኀቤሃ፡ ዘእንበለ፡ ፍሥሓ፡ ወኃሤት። | καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν |
|---|
| 8:19 | παῖς δὲ ἤμην εὐφυὴς ψυχῆς τε ἔλαχον ἀγαθῆς | Puer autem eram ingeniosus, et sortitus sum animam bonam. | ዘንተ፡ እንዘ፡ እሔሊ፡ በርእስየ፡ ነበርኩ፡ ወእጽሕቅ፡ ባቲ፡ በልብየ፡ ወአእሚርየ፡ ከመ፡ ኢክል፡ ነጺሐ፡ እስመ፡ ከመ፡ ኢመዊት፡ ውእቱ፡ ትዝምዳ፡ ለጥበብ። | παῖς δὲ ἤμην εὐφυὴς ψυχῆς τε ἔλαχον ἀγαθῆς |
|---|
| 8:20 | μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον | Et cum essem magis bonus, veni ad corpus incoinquinatum. | ወውስተ፡ ፍቅራ፡ ፍሥሓ፡ ወኃሤት፡ ሠናይ፡ ወውስተ፡ ግብረ፡ አደዊሃ፡ ብዕል፡ ዘኢየኀልቅ፡ ወውስተ፡ ነገራ፡ ትምህርተ፡ አእምሮ፡ ወውስተ፡ ተሳትፎታ፡ ንባበ፡ ምክር። | μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον |
|---|
| 8:21 | γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δῷ καὶ τοῦτο δ’ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου | Et ut scivi quoniam aliter non possem esse continens, nisi Deus det ; et hoc ipsum erat sapientiæ, scire cujus esset hoc donum : adii Dominum, et deprecatus sum illum, et dixi ex totis præcordiis meis : | ዖድኩ፡ ኵላ፡ ምድረ፡ እንዘ፡ አኃሥሣ፡ ከመ፡ እንሥኣ፡ ሊተ፡ በርእስየ፡ ትኩነኒ፡ ሊተ፡ መርዓተ። | γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής ἐὰν μὴ ὁ θεὸς δῷ καὶ τοῦτο δ’ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου |
|---|