EnglishVerbum原文閱讀馬加比一書 · 🔍 搜尋

馬加比一書 第 4 章

希臘文原文.61 節.此語言尚無詞彙資料

📖 這一章另有 2 種原文 —— 並排對照(七十士譯本、武加大譯本)
4:1
καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν καὶ ἀπῆρεν παρεμβολὴ νυκτὸς
高吉亞帶了五千步兵和一千精選的騎兵,趁夜啟程,
And Gorgias took five thousand footmen, and a thousand chosen horse, and the army removed by night,
4:2
ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί
要襲擊猶大人的營地,突然攻打他們,堡壘裡的人作他的嚮導。
that it might fall upon the army of the Jews and strike them suddenly: and the men of the citadel were his guides.
4:3
καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους
猶大聽見了,就和勇士們啟程,要攻擊那在以馬忤斯的王的軍隊,
And Judas heard thereof, and removed, he and the valiant men, that he might strike the king’s army which was at Emmaus,
4:4
ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς
趁那時敵軍尚分散在營外。
while as yet the forces were dispersed from the camp.
4:5
καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν ὅτι εἶπεν φεύγουσιν οὗτοι ἀφ’ ἡμῶν
高吉亞夜間來到猶大的營中,一個人也找不著,就在山中尋找他們,因為他說:「這些人是逃避我們了。」
And Gorgias came into the camp of Judas by night, and found no man; and he sought them in the mountains; for he said, These men flee from us.
4:6
καὶ ἅμα ἡμέρᾳ ὤφθη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο
天一亮,猶大就帶著三千人出現在平原上,只是他們沒有所願望的護身甲和刀劍。
And as soon as it was day, Judas appeared in the plain with three thousand men: howbeit they had not armor nor swords to their minds.
4:7
καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν καὶ οὗτοι διδακτοὶ πολέμου
他們看見外邦人的營堅固,全副武裝,又有騎兵四圍環繞,這些人都是熟習戰事的。
And they saw the camp of the Gentiles strong and fortified, and horsemen compassing it round about; and these were expert in war.
4:8
καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε
猶大對跟隨他的人說:「你們不要懼怕他們的人多,也不要因他們的衝勢而膽怯。
And Judas said to the men that were with him, Fear you⌃ not their multitude, neither be you⌃ afraid of their onset.
4:9
μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει
你們要記念我們的祖宗,在法老率軍追趕他們時,怎樣在紅海得了拯救。
Remember how our fathers were saved in the Red sea, when Pharaoh pursued them with an army.
4:10
καὶ νῦν βοήσωμεν εἰς οὐρανόν εἰ θελήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον
現在讓我們向天呼求,看他是否願意眷顧我們,記念與我們祖宗所立的約,在今日於我們面前粉碎這軍隊;
And now let us cry to heaven, if he will have us, and will remember the covenant of our fathers, and destroy this army before our face today:
4:11
καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ
這樣,列國就都知道有一位救贖並拯救以色列的。」
and all the Gentiles shall know that there is one who redeemeth and saves Israel.
4:12
καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας
那些外族人舉目觀看,見他們迎面而來,
And the strangers lifted up their eyes, and saw them coming near them:
4:13
καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου
就出營迎戰。跟隨猶大的人吹起號筒,
and they went out of the camp to battle. And those who were with Judas sounded their trumpets,
4:14
καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον
彼此交鋒。外邦人潰敗了,逃往平原,
and joined battle, and the Gentiles were discomfited, and fled into the plain.
4:15
οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους
最後面的人全都倒在刀下。他們追趕他們直到基色,以及以土買、亞瑣都和雅麥尼亞的平原,敵人中倒下了約三千人。
But all the hindmost fell by the sword: and they pursued them to Gazara, and to the plains of Idumaea and Azotus and Jamnia, and there fell of them about three thousand men.
4:16
καὶ ἀπέστρεψεν Ιουδας καὶ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν
猶大和他的軍隊停止追趕他們,回轉過來,
And Judas and his army returned from pursuing after them,
4:17
καὶ εἶπεν πρὸς τὸν λαόν μὴ ἐπιθυμήσητε τῶν σκύλων ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν
他對百姓說:「你們不要貪戀擄物,因為還有戰事在我們面前。
and he said to the people, Be not greedy of the spoils, inasmuch as there is a battle before us;
4:18
καὶ Γοργίας καὶ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας
高吉亞和他的軍隊就在我們附近的山上。如今你們要站穩,迎敵作戰,過後才放膽奪取擄物。」
and Gorgias and his army are near to us in the mountain. But stand you⌃ now against our enemies, and fight against them, and afterwards take the spoils with boldness.
4:19
ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤφθη ἐκκύπτον ἐκ τοῦ ὄρους
猶大的話還未說完,就有一隊人從山上探頭出來。
While Judas was yet making an end of these words, there appeared a part of them looking out from the mountain:
4:20
καὶ εἶδεν ὅτι τετρόπωνται καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν γὰρ καπνὸς θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός
高吉亞的人看見自己的軍隊已被擊潰,又見猶太人正焚燒營地,因為所看見的煙顯明瞭所發生的事,
and they saw that their army had been put to flight, and that the Jews were burning the camp; for the smoke that was seen declared what was done.
4:21
οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν
他們看見這些情形,就極其驚惶,又見猶大的軍隊在平原上已擺好戰陣,
But when they perceived these things, they were sore afraid; and perceiving also the army of Judas in the plain ready for battle,
4:22
ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων
就都逃往非利士地去了。
they fled all of them into the land of the Philistines.
4:23
καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν
猶大回去掠奪營地,他們奪得許多金子、銀子、藍色和海中所產的紫色布料,以及極大的財富。
And Judas returned to plunder the camp, and they got much gold, and silver, and blue, and sea purple, and great riches.
4:24
καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
他們回去時歌唱,向天頌讚,因他本為善,他的慈愛永遠長存。
And they returned home, and sang a song of thanksgiving, and gave praise to heaven; because his mercy is good, because his mercy endures forever.
4:25
καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
那日以色列得了大拯救。
And Israel had a great deliverance that day.
4:26
ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα
那些逃脫的外族人來見呂西亞,把所發生的一切事都報告了他。
But the strangers, as many as had escaped, came and told Lysias all the things that had happened:
4:27
δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο βασιλεύς ἐξέβη
他聽見了,就驚惶喪膽,因為臨到以色列的事不如他所願的,王所吩咐他的事也沒有成就。
but when he heard thereof, he was confounded and discouraged, because neither had such things as he would been done to Israel, nor had such things as the king commanded him come to pass.
4:28
καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς
到了次年,他聚集了六萬精選步兵和五千騎兵,要征服他們。
And in the next year he gathered together threescore thousand chosen footmen, and five thousand horse, that he might subdue them.
4:29
καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν
他們來到以土買,在伯夙安營。猶大率領一萬人迎戰他們。
And they came into Idumaea, and encamped at Bethsura; and Judas met them with ten thousand men.
4:30
καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν εὐλογητὸς εἶ σωτὴρ Ισραηλ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ
猶大看見敵軍強盛,就禱告說:「以色列的拯救者啊,你是當受稱頌的。你曾藉著你僕人大衛的手挫敗那勇士的衝勢,又把非利士人的軍隊交在掃羅的兒子約拿單和拿他兵器之人的手中。
And he saw that the army was strong, and he prayed and said, Blessed are you, O Saviour of Israel, who did quell the onset of the mighty man by the hand of your servant David, and did deliver the army of the Philistines into the hands of Jonathan the son of Saul, and of his armor bearer:
4:31
οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν
求你照樣把這軍隊交在你子民以色列的手中,使他們因自己的軍隊和騎兵蒙羞。
shut up this army in the hand of your people Israel, and let them be ashamed for their army and their horsemen:
4:32
δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν
求你使他們膽怯,消融他們的勇力,使他們因自己的潰敗而戰兢。
give them faintness of heart, and cause the boldness of their strength to melt away, and let them quake at their destruction:
4:33
κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις
求你藉著愛你之人的刀劍把他們擊倒,使一切認識你名的人都用頌讚稱讚你。」
cast them down with the sword of those who love you, and let all that know your name praise you with thanksgiving.
4:34
καὶ συνέβαλλον ἀλλήλοις καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν
於是雙方交戰。呂西亞的軍隊中倒下了約五千人,就在他們面前陣亡。
And they joined battle; and there fell of the army of Lysias about five thousand men, and they fell down near them.
4:35
ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως τῆς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ζῆν τεθνηκέναι γενναίως ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν
呂西亞見自己的隊伍潰敗,又見猶大的人勇氣倍增,準備好寧願英勇地或生或死,就退回安提阿,招募更多的僱傭兵,要再進攻猶大地。
But when Lysias saw that his array was put to flight, and the boldness that had come upon those who were with Judas, and how they were ready either to live or to die nobly, he removed to Antioch, and gathered together hired soldiers, that he might come again into Judea with even a greater company.
4:36
εἶπεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι
猶大和他的弟兄們說:「看哪,我們的仇敵已被擊潰。讓我們上去潔淨聖所,重新奉獻吧。」
But Judas and his kindred said, Behold, our enemies are discomfited: let us go up to cleanse the holy place, and to dedicate it afresh.
4:37
καὶ συνήχθη παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων
於是全軍聚集,上到錫安山。
And all the army was gathered together, and they went up to mount Sion.
4:38
καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς θύρας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ὡς ἐν ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα
他們看見聖所荒涼,祭壇被褻瀆,殿門被火燒毀,院中草木叢生,如同樹林或山上一樣,祭司的房間也被拆毀了。
And they saw the sanctuary laid desolate, and the altar profaned, and the gates burned up, and shrubs growing in the courts as in a forest or as on one of the mountains, and the priests’ chambers pulled down;
4:39
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν
他們就撕裂衣服,大大哀哭,把灰撒在頭上,
and they tore their clothes, and made great lamentation, and put ashes upon their heads,
4:40
καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν καὶ ἐβόησαν εἰς οὐρανόν
臉伏於地,吹起號角發出信號,向天呼求。
and fell on their faces to the ground, and blew with the solemn trumpets, and cried toward heaven.
4:41
τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ ἕως καθαρίσῃ τὰ ἅγια
那時猶大派定一些人去攻打堡壘裡的人,直到他潔淨了聖所。
Then Judas appointed certain men to fight against those that were in the citadel, until he should have cleansed the holy place.
4:42
καὶ ἐπελέξατο ἱερεῖς ἀμώμους θελητὰς νόμου
他揀選了無瑕疵、喜愛律法的祭司,
And he chose blameless priests, such as had pleasure in the law:
4:43
καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον
他們就潔淨聖所,把那些污穢的石頭搬到不潔之處。
and they cleansed the holy place, and bare out the stones of defilement into an unclean place.
4:44
καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου τί αὐτῷ ποιήσωσιν
他們商議該怎樣處置那被褻瀆的燔祭壇,
And they took counsel concerning the altar of burnt offerings, which had been profaned, what they should do with it:
4:45
καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό καὶ καθεῖλον τὸ θυσιαστήριον
他們想出一個好主意,要把它拆毀,免得它成為他們的羞辱,因為外邦人玷污了它。於是他們拆了那祭壇,
and there came into their mind a good counsel, that they should pull it down, lest it should be a reproach to them, because the Gentiles had defiled it: and they pulled down the altar,
4:46
καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν
把石頭放在殿山一處合適的地方,等候有先知興起,指示該如何處置這些石頭。
and laid up the stones in the mountain of the house in a convenient place, until there should come a prophet to give an answer concerning them.
4:47
καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον
他們照律法取了未經鑿過的整塊石頭,照從前的樣式建造了一座新祭壇。
And they took whole stones according to the law, and built a new altar after the fashion of the former;
4:48
καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν
他們又建造了聖所和殿的內部,潔淨了院子。
and they built the holy place, and the inner parts of the house; and they hallowed the courts.
4:49
καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν
他們製造了新的聖器,把燈臺、香壇和桌子搬進殿中。
And they made the holy vessels new, and they brought the candlestick, and the altar of burnt offerings and of incense, and the table, into the temple.
4:50
καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας καὶ ἔφαινον ἐν τῷ ναῷ
他們在祭壇上燒香,點著燈臺上的燈,使光照亮殿宇。
And they burned incense upon the altar, and they lighted the lamps that were upon the candlestick, and they gave light in the temple.
4:51
καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἐποίησαν
他們在桌子上擺設餅,掛上幔子,完成了一切所做的工。
And they set loaves upon the table, and spread out the veils, and finished all the works which they made.
4:52
καὶ ὤρθρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου οὗτος μὴν Χασελευ τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους
在一百四十八年九月(就是基斯流月)二十五日,他們清早起來,
And they rose up early in the morning, on the five and twentieth day of the ninth month, which is the month Chislev, in the hundred and forty and eighth year,
4:53
καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν ἐποίησαν
在他們所造的新燔祭壇上,照律法獻祭。
and offered sacrifice according to the law upon the new altar of burned offerings which they had made.
4:54
κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ κυμβάλοις
在外邦人從前褻瀆祭壇的同月同日,這壇就用詩歌、豎琴、琴瑟和鈸重新奉獻了。
At what time and on what day the Gentiles had profaned it, even on that day was it dedicated afresh, with songs and harps and lutes, and with cymbals.
4:55
καὶ ἔπεσεν πᾶς λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς
全體百姓臉伏於地敬拜,向那賜他們成功的天頌讚。
And all the people fell upon their faces, and worshipped, and gave praise to heaven, which had given them good success.
4:56
καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ’ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως
他們守祭壇奉獻禮八天,歡歡喜喜地獻燔祭,又獻了平安祭和感謝祭。
And they kept the dedication of the altar eight days, and offered burned offerings with gladness, and sacrificed a sacrifice of deliverance and praise.
4:57
καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά
他們用金冠冕和小盾牌裝飾殿的前面,又重新奉獻殿門和祭司的房間,給它們裝上門。
And they decked the forefront of the temple with crowns of gold and small shields, and dedicated afresh the gates and the priests’ chambers, and made doors for them.
4:58
καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα καὶ ἀπεστράφη ὀνειδισμὸς ἐθνῶν
百姓中有極大的歡樂,外邦人的羞辱也被除去了。
And there was exceeding great gladness among the people, and the reproach of the Gentiles was turned away.
4:59
καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ’ εὐφροσύνης καὶ χαρᾶς
猶大和他的弟兄們,並以色列全會眾,定規每年在所定的時候,從基斯流月二十五日起,歡歡喜喜地守祭壇奉獻的日子八天。
And Judas and his kindred and the whole congregation of Israel ordained, that the days of the dedication of the altar should be kept in their seasons from year to year by the space of eight days, from the five and twentieth day of the month Chislev, with gladness and joy.
4:60
καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά ὡς ἐποίησαν τὸ πρότερον
那時,他們在錫安山四圍築起高牆和堅固的樓臺,免得外邦人再來像從前那樣踐踏聖所。
And at that season they built up the mount Sion with high walls and strong towers round about, lest haply the Gentiles should come and tread them down, as they had done aforetime.
4:61
καὶ ἀπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρεῖν τὴν Βαιθσουραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ιδουμαίας
猶大派駐了軍隊把守那地,又鞏固了伯夙,使百姓有一座堅固的堡壘面對以土買。
And he set there a force to keep it, and they fortified Bethsura to keep it; that the people might have a stronghold near Idumaea.
12345678910111213141516