EnglishVerbum原文閱讀馬加比三書 · 🔍 搜尋

馬加比三書 第 5 章

希臘文原文.51 節.此語言尚無詞彙資料

📖 這一章另有 1 種原文 —— 並排對照(七十士譯本)
5:1
τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος
那時,王滿懷沉重的忿怒與惱恨,全然不肯改變心意,便召了那管理大象的赫爾蒙來,
Then he called Hermon, who had charge of the elephants. Full of rage, altogether fixed in his furious design,
5:2
ἐκέλευσεν ὑπὸ τὴν ἐπερχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι ὄντας τὸν ἀριθμὸν πεντακοσίους καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ιουδαίων
吩咐他到次日,用大量的乳香塊和許多未摻水的烈酒,灌餵那五百頭大象,使牠們因飽飲這充足的飲料而狂暴起來,然後牽出來迎著猶大人,使他們遭受滅亡。
he commanded him, with a quantity of unmixed wine and handfuls of incense infused to drug the elephants early on the following day. These five hundred elephants were, when infuriated by the copious draughts of frankincense, to be led up to the execution of death upon the Jews.
5:3
μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ιουδαίους
王下了這命令之後,便轉去赴宴,召集了那些最親近的友人,和軍中最仇視猶大人的人一同歡飲。
The king, after issuing these orders, went to his feasting, and gathered together all those of his friends and of the army who hated the Jews the most.
5:4
δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει
那管象官赫爾蒙便嚴格地執行所吩咐的事。
The master of the elephants, Hermon, fulfilled his commission punctually.
5:5
οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας
那些辦這事的差役,在傍晚出去,捆綁那些受苦之人的手,又設法把他們嚴加看守一夜,以為入夜便可把這民族一舉滅絕。
The underlings appointed for the purpose went out about evening and bound the hands of the miserable victims, and took other precautions for their security at night, thinking that the whole race would perish together.
5:6
οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ιουδαῖοι διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην
那些被鐵鏈四面捆鎖、走投無路的猶大人,在列國看來似乎已毫無蔽護,
The heathen believed the Jews to be destitute of all protection; for chains fettered them about.
5:7
τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο δεόμενοι
便都含淚以不止息的呼聲,求告那全能的主、掌管一切權能、滿有憐憫的神,就是他們的神和父。
they invoked the Almighty Lord, and ceaselessly implored with tears their merciful God and Father, Ruler of all, Lord of every power,
5:8
τὴν κατ’ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου
求祂以宏大威嚴的顯現,扭轉那向他們發出的不虔謀算,救他們脫離那已逼近腳前、隨時可至的死亡。
to overthrow the evil purpose which was gone out against them, and to deliver them by extraordinary manifestation from that death which was in store for them.
5:9
τούτων μὲν οὖν ἐκτενῶς λιτανεία ἀνέβαινεν εἰς τὸν οὐρανόν
他們這懇切的祈求就如此上達於天。
Their litany so earnest went up to heaven.
5:10
δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ
赫爾蒙用大量的烈酒和乳香灌餵那些殘暴的大象,使牠們飽足之後,便清早到宮中向王稟報這事。
Then Hermon, who had filled his merciless elephants with copious draughts of mingled wine and frankincense, came early to the palace to certify the kind thereof.
5:11
τὸ δὲ ἀπ’ αἰῶνος χρόνου κτίσμα καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν οἷς ἂν αὐτὸς θελήσῃ ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα
但那位從亙古以來、按祂自己的意願將美好的睡眠白晝黑夜賜給凡祂所願之人的主,這時也將一份睡眠降在王身上。
He, however, who has sent his good creature sleep from all time by night or by day thus gratifying whom he wills, diffused a portion thereof now upon the king.
5:12
καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος
王被主這甘甜深沉的作為緊緊抓住,他那不法的圖謀大大落空,那不可動搖的決意也大大成了虛謊。
By this sweet and profound influence of the Lord he was held fast, and thus his unjust purpose was quite frustrated, and his unflinching resolve greatly falsified.
5:13
οἵ τε Ιουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις
猶大人逃過了那預定的時刻,便讚美他們聖潔的神,又再求那容易與人和好的主,向狂傲的外邦顯出祂大能膀臂的權勢。
But the Jews, having escaped the hour which had been fixed, praised their holy God, and again prayed him who is easily reconciled to display the power of his powerful hand to the overweening Gentiles.
5:14
μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδὸν πρὸς ταῖς κλήσεσιν τεταγμένος ἀθρόους τοὺς κλητοὺς ἰδὼν ἔνυξεν προσελθὼν τὸν βασιλέα
將近第十時辰的中段,那管理宴客的官見賓客已聚齊,就上前推醒了王。
The middle of the tenth hour had well near arrived, when the master-bidder, seeing the guests who were bidden collected, came and shook the king.
5:15
καὶ μόλις διεγείρας ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα τὸν περὶ τούτων λόγον ποιούμενος
他費了好大的勁才喚醒王,指出宴飲的時刻已經過去,便向他陳明此事。
He gained his attention with difficulty, and hinting that the mealtime was getting past, talked the matter over with him.
5:16
ὃν βασιλεὺς λογισάμενος καὶ τραπεὶς εἰς τὸν πότον ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ
王思量了這事,便轉去飲酒,吩咐那些來赴宴的人在他面前入席。
The king listened to this, and then turning aside to his potations, commanded the guests to sit down before him.
5:17
οὗ καὶ γενομένου παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτοὺς τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος
這事既成,他便勸眾人盡情歡樂,在這稍晚的宴席時刻盡興作樂。
This done, he asked them to enjoy themselves, and to indulge in mirth at this somewhat late hour of the banquet.
5:18
ἐπὶ πλεῖον δὲ προβαινούσης τῆς ὁμιλίας τὸν Ἕρμωνα προσκαλεσάμενος βασιλεὺς μετὰ πικρᾶς ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας εἰάθησαν οἱ Ιουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες
談話越發進展之時,王召了赫爾蒙來,帶著苦毒的恐嚇問他,為甚麼緣故竟容那些猶大人活過了當天。
Conversation grew on, and the king sent for Hermon, and enquired of him, with fierce denunciations, why the Jews had been allowed to outlive that day.
5:19
τοῦ δὲ ὑποδείξαντος ἔτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἀγειοχέναι καὶ τῶν φίλων αὐτῷ προσμαρτυρησάντων
赫爾蒙稟明,他已在夜間把所吩咐的事辦妥了,他的友人也為他作證。
Hermon explained that he had done his bidding over night; and in this he was confirmed by his friends.
5:20
τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τῷ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς ἀνυπερθέτως δὲ εἰς τὴν ἐπιτελοῦσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ιουδαίων ἀφανισμόν
王的殘暴比法拉里斯更甚,便說,他們可以為今日的睡眠向他道謝;又說:「即刻照樣為明日預備好大象,要滅絕這些不法的猶大人。」
The king, then, with a barbarity exceeding that of Phalaris, said, That they might thank his sleep of that day. Lose no time, and get ready the elephants against tomorrow, as you did before, for the destruction of these accursed Jews.
5:21
εἰπόντος δὲ τοῦ βασιλέως ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν
王說了這話,在場的人都歡喜,一同表示贊同,隨後各人就回自己家去了。
When the king said this, the company present were glad, and approved; and then each man went to his own home.
5:22
καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς
他們並未把夜間的時候用來睡覺,反倒用來設計各樣的法子,去戲弄那些看為可憐的人。
Nor did they employ the night in sleep, so much as in contriving cruel mockeries for those deemed miserable.
5:23
ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος καὶ τὰ θηρία καθωπλικὼς Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει
清晨的雞剛叫,赫爾蒙就把那些野獸披掛整齊,在那大柱廊裡催動牠們。
The morning cock had just crowed, and Hermon, having harnessed the brutes, was stimulating them in the great colonnade.
5:24
τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς
城裡的羣眾聚集起來,要觀看這極其慘烈的場面,急切地等候黎明。
The city crowds were collected together to see the hideous spectacle, and waited impatiently for the dawn.
5:25
οἱ δὲ Ιουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον πολύδακρυν ἱκετείαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως
猶大人在這片刻被奪命的時刻,含淚伸手向天,以悲哀的歌調發出滿是眼淚的懇求,求那至大的神再次速速幫助他們。
The Jews, breathless with momentary suspense, stretched forth their hands, and prayed the Greatest God, in mournful strains, again to help them speedily.
5:26
οὔπω δὲ ἡλίου βολαὶ κατεσπείροντο καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου Ἕρμων παραστὰς ἐκάλει πρὸς τὴν ἔξοδον ὑποδεικνύων τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι
日光尚未灑布出來,王正等候他的友人之時,赫爾蒙來到他跟前,叫他出去,稟明王所切望之事已準備就緒。
The sun’s rays were not yet shed abroad, and the king was waiting for his friends, when Hermon came to him, calling him out, and saying, That his desires could now be realized.
5:27
τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ παρανόμῳ ἐξόδῳ κατὰ πᾶν ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο τί τὸ πρᾶγμα ἐφ’ οὗ τοῦτο αὐτῷ μετὰ σπουδῆς τετέλεσται
王接見了他,卻對這違常的出行大為驚詫,因他全然被遺忘所籠罩,便問這匆忙辦妥的究竟是甚麼事。
The king, receiving him, was astonished at his unwonted exit; and, overwhelmed with a spirit of oblivion about everything, enquired the object of this earnest preparation.
5:28
τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος
這乃是那掌管萬有之神的作為,祂使王心中把先前所謀算的一切都忘得一乾二淨。
But this was the working of that Almighty God who had made him forget all his purpose.
5:29
ὑπεδείκνυεν Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις ἡτοιμάσθαι βασιλεῦ κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν
赫爾蒙和眾友人指明:「王啊,那些野獸和軍隊都已照你嚴格的吩咐預備妥當了。」
Hermon, and all his friends, pointed out the preparation of the animals. They are ready, O king, according to your own strict injunction.
5:30
δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ τὸ νόημα ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν
王聽了這些話,便滿心暴怒,因神的眷顧使他心中一切的念頭都被攪散了;他怒目注視赫爾蒙,帶著恐嚇說:
The king was filled with fierce anger at these words; for, by the Providence of God regarding these things, his mind had become entirely confused. He looked hard at Hermon, and threatened him as follows:
5:31
ὅσοι γονεῖς παρῆσαν παίδων γόνοι τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασα ἂν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδειγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ιουδαίων
「你的父母,或你兒女若在這裡,我必把他們作了這些野獸豐盛的筵席,而不是這些對我和我祖先全然忠誠、被證明清白無辜的猶大人,他們對我最是赤膽忠心。
Your parents, or your children, were they here, to these wild beasts a large repast they should have furnished; not these innocent Jews, who me and my forefathers loyally have served.
5:32
καίπερ εἰ μὴ διὰ τὴν τῆς συντροφίας στοργὴν καὶ τῆς χρείας τὸ ζῆν ἀντὶ τούτων ἐστερήθης
若不是因著一同長大的情分和你職務的緣故,你早就為他們償命了。」
Had it not been for familiar friendship, and the claims of your office, your life should have gone for theirs.
5:33
οὕτως Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλὴν καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη
赫爾蒙這樣意外地受了這危險的恐嚇,便容貌變色、神情沮喪。
Hermon, being threatened in this unexpected and alarming manner, was troubled in visage, and depressed in countenance.
5:34
καθεῖς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν
眾友人也一個個愁眉苦臉地悄悄溜出去,把聚集的羣眾各自打發回自己的本業去了。
The friends, too, stole out one by one, and dismissed the assembled multitudes to their respective occupations.
5:35
οἵ τε Ιουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες τὸν ἐπιφανῆ θεὸν κύριον βασιλέα τῶν βασιλέων ᾔνουν καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες
猶大人聽見了王所說的話,便讚美那顯赫的神、主、萬王之王,因他們又從祂得着了這次的幫助。
The Jews, having heard of these events, praised the glorious God and King of kings, because they had obtained this help, too, from him.
5:36
κατὰ δὲ τοὺς αὐτοὺς νόμους βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον εἰς εὐφροσύνην τραπῆναι παρεκάλει
王照樣又擺設整個筵席,吩咐眾人轉而盡情歡樂。
Now the king arranged another banquet after the same manner, and proclaimed an invitation to mirth.
5:37
τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν προστάττειν ἀθλιώτατε
他召了赫爾蒙來,帶著恐嚇說:「你這最可惡的人哪,關乎這些人的事,我究竟要吩咐你多少次呢?
And he summoned Hermon to his presence, and said, with threats, How often, O wretch, must I repeat my orders to you about these same persons?
5:38
τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ιουδαίων ἀφανισμόν
如今再一次,把大象披掛整齊,等到明日好滅絕猶大人。」
Once more, arm the elephants against the morrow for the extermination of the Jews.
5:39
οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες προεφέροντο τάδε
那些與他一同坐席的親屬,詫異他心意反覆無常,便這樣說:
His kinsmen, who were reclining with him, wondered at his instability, and thus expressed themselves:
5:40
βασιλεῦ μέχρι τίνος ὡς ἀλόγους ἡμᾶς διαπειράζεις προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα
「王啊,你把我們當作無理性的人試探到幾時呢?你已經是第三次吩咐要滅絕他們,事到臨頭,你又轉變心意,把你所定的命令撤回。
O king, how long do you make trial of us, as of men bereft of reason? This is the third time that you have ordered their destruction. When the thing is to be done, you change your mind, and recall your instructions.
5:41
ὧν χάριν πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι
因這緣故,全城因著這懸而未決的等候而騷動,又因人羣結黨而擾攘,多次幾乎被人劫掠。」
For this cause the feeling of expectation causes tumult in the city: it swarms with factions; and is continually on the point of being plundered.
5:42
ὅθεν κατὰ πάντα Φάλαρις βασιλεὺς ἐμπληθυνθεὶς ἀλογιστίας καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ιουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ’ οὐδὲν ἡγούμενος ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους
於是那凡事如同法拉里斯的王,滿了無理的暴怒,把他心中那一再轉向眷顧猶大人的變更全不放在眼裡,立下一個必不成就的堅定誓言,要毫不遲延地把這些人送到陰間,叫他們被野獸的膝和腳踐踏致死;
The king, just like another Phalaris, a prey to thoughtlessness, made no account of the changes which his own mind had undergone, issuing in the deliverance of the Jews. He swore a fruitless oath, and determined forthwith to send them to hades, crushed by the knees and feet of the elephants.
5:43
ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ιουδαίαν ἰσόπεδον πυρὶ καὶ δόρατι θήσεσθαι διὰ τάχους καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρηνέα ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίας ἔρημον εἰς τὸν ἅπαντα χρόνον καταστήσειν
他又要進軍猶大地,速速用火與刀把它夷為平地,並要迅速把那我們不得進入的聖殿付之一炬,使那在那裡獻祭的人永遠歸於荒廢。
He would also invade Judea, and level its towns with fire and the sword; and destroy that temple which the heathen might not enter, and prevent sacrifices ever after being offered up there.
5:44
τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν
那時眾友人和親屬滿心歡喜地散去,深信他的決意,便調動軍隊到城中最便利的各處去把守。
Joyfully his friends broke up, together with his kinsmen; and, trusting in his determination, arranged their forces in guard at the most convenient places of the city.
5:45
δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδὸν ὡς εἰπεῖν εἰς κατάστεμα μανιῶδες ἀγειοχὼς εὐωδεστάτοις πόμασιν οἴνου λελιβανωμένου φοβερῶς κεκοσμημένα κατασκευαῖς
那管象官把那些野獸灌餵了最香醇、摻了乳香的烈酒,幾乎可說已使牠們陷於瘋狂的狀態,又為牠們披上了可怕的裝備。
And the master of the elephants urged the beasts into an almost maniacal state, drenched them with incense and wine, and decked them with frightful instruments.
5:46
περὶ τὴν ἕω τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα
約在拂曉時分,城中賽馬場已聚滿了不計其數的羣眾,他便進入宮中,催促王去辦理那當前的事。
About early morning, when the city was now filled with an immense number of people at the hippodrome, he entered the palace, and called the king to the business in hand.
5:47
δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν
王那不虔的心被沉重的忿怒充滿,便傾盡全力,帶著那些野獸一同衝出去,存著毫不憐恤的心和無情的眼,要親眼觀看那些上面所提之人所受痛苦悲慘的滅絕。
The king’s heart teemed with impious rage; and he rushed forth with the mass, along with the elephants. With feelings unsoftened, and eyes pitiless, he longed to gaze at the hard and wretched doom of the above-mentioned Jews.
5:48
ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων περὶ πύλην καὶ τῆς συνεπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορείας κονιορτὸν ἰδόντες καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ιουδαῖοι
但猶大人見那些大象出了城門,後面跟著全副武裝的軍隊,又見羣眾行進揚起的塵土,聽見震耳的喧囂,
But the Jews, when the elephants went out at the gate, followed by the armed force; and when they saw the dust raised by the throng, and heard the loud cries of the crowd,
5:49
ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας εἰς οἶκτον καὶ γόους τραπέντες κατεφίλουν ἀλλήλους περιπλεκόμενοι τοῖς συγγενέσιν ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες γονεῖς παισὶν καὶ μητέρες νεάνισιν ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα
以為這是他們生命的最後一刻,是他們極悲慘期待的終局,便轉而悲泣哀號,彼此親吻擁抱,撲在親人頸上:父親撲在兒子身上,母親撲在女兒身上,又有別的婦女把懷中初生的嬰孩抱在胸前,餵他們最後一口奶。
thought that they had come to the last moment of their lives, to the end of what they had tremblingly expected. They gave way, therefore, to lamentations and moans: they kissed each other: those nearest of kin to each other hung about one another’s necks: fathers about their sons, mother their daughters: other women held their infants to their breasts, which drew what seemed their last milk.
5:50
οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτοὺς καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν
然而他們想起先前從天上臨到他們的搭救,便同心俯伏在地,連那喫奶的嬰孩也從胸前挪開,
Nevertheless, when they reflected upon the succour before granted them from heaven, they prostrated themselves with one accord; removed even the sucking children from the breasts, and
5:51
ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα τὸν τῆς ἁπάσης δυνάμεως δυνάστην ἱκετεύοντες οἰκτῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας
極大聲地呼喊,懇求那掌管一切權能的主,以顯現憐憫他們這已站在陰間門口的人。
sent up an exceeding great cry entreating the Lord of all power to reveal himself, and have mercy upon those who now lay at the gates of hades.
1234567