EnglishVerbum原文閱讀馬加比三書 · 🔍 搜尋

馬加比三書 第 7 章

希臘文原文.23 節.此語言尚無詞彙資料

📖 這一章另有 1 種原文 —— 並排對照(七十士譯本)
7:1
βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι
「腓羅帕特王托勒密致埃及各地的將領,並一切管理政務的人,願你們喜樂安康!
King Ptolemy Philopator to the commanders throughout Egypt, and to all who are set over affairs, joy and strength.
7:2
ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμῶν κατευθύναντος ἡμῖν τοῦ μεγάλου θεοῦ τὰ πράγματα καθὼς προαιρούμεθα
我們自己和我們的兒女都安好;那偉大的神已照我們所願的引導了我們的國事。
We, too, and our children are well; and God has directed our affairs as we wish.
7:3
τῶν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμῖν παρακείμενοι συνέπεισαν ἡμᾶς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις ἀποστατῶν τιμωρίαις
有些惡意的友人,屢屢圍在我們身邊,慫恿我們把國中的猶大人聚成一羣加以治罪,用那加於叛徒的奇異酷刑對付他們。
Certain of our friends did of malice vehemently urge us to punish the Jews of our realm in a body, with the infliction of a monstrous punishment.
7:4
προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμῶν δῑ ἣν ἔχουσιν οὗτοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν μέχρι ἂν συντελεσθῇ τοῦτο
他們聲稱,因這些人對列國懷有敵意,我們的國事必永不安定,除非把這事辦成。
They pretended that our affairs would never be in a good state till this took place. Such, they said, was the hatred borne by the Jews to all other people.
7:5
οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμῶν ὡς ἀνδράποδα μᾶλλον δὲ ὡς ἐπιβούλους ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελεῖν νόμου Σκυθῶν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα
他們把猶大人用鐵鏈捆綁押解前來,凌辱苦待,待他們如奴隸,更不如說當作叛徒,未經任何審問查究,就要把他們殺滅,所披的兇殘比西古提人的習俗更野蠻。
They brought them fettered in grievous chains as slaves, nay, as traitors. Without enquiry or examination they endeavoured to annihilate them. They buckled themselves with a savage cruelty, worse than Scythian custom.
7:6
ἡμεῖς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ’ ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζῆν αὐτοῖς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλῶς ὑπερησπικότα τῶν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱῶν διὰ παντὸς συμμαχοῦντα
我們為這事嚴厲地恐嚇他們,卻按著我們素來對待眾人的寬厚,勉強容他們存活;我們既確知屬天的神切實護庇猶大人,如同父親常為兒子爭戰;
For this cause we severely threatened them; yet, with the clemency which we are wont to extend to all men, we at length permitted them to live. Finding that the God of heaven cast a shield of protection over the Jews so as to preserve them, and that he fought for them as a father always fights for his sons;
7:7
τήν τε τοῦ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμᾶς καὶ τοὺς προγόνους ἡμῶν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καθ’ ὁντινοῦν αἰτίας τρόπον
又顧念他們對我們和我們列祖所存堅定的友誼和善意,便理所當然地免去了他們一切的罪名。
and taking into consideration their constancy and fidelity towards us and towards our ancestors, we have, as we ought, acquitted them of every sort of charge.
7:8
καὶ προστετάχαμεν ἑκάστῳ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν ἐν παντὶ τόπῳ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τῶν γεγενημένων παρὰ λόγον
我們也吩咐各人,叫眾人各回本鄉,無論在何處,都不可有人傷害他們,也不可因過去的事無理地辱罵他們。
And we have dismissed them to their several homes; bidding all men everywhere to do them no wrong, or unrighteously revile them about the past.
7:9
γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον οὐκ ἄνθρωπον ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως θεὸν ὕψιστον ἀντικείμενον ἡμῖν ἐπ’ ἐκδικήσει τῶν πραγμάτων κατὰ πᾶν ἀφεύκτως διὰ παντὸς ἕξομεν ἔρρωσθε
你們要知道,我們若對這些人施行任何惡計加害,或以任何方式使他們憂愁,我們所要對付的就不是人,而是那掌管一切權能的至高神,祂必處處與我們為敵,為這些事報應,永遠無從逃脫。願你們安好。」
For know you⌃, that should we conceive any evil design, or in any way aggrieve them, we shall ever have as our opposite, not man, but the highest God, the ruler of all might. From Him there will be no escape, as the avenger of such deeds. Fare you⌃ well.
7:10
λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ τοῦ γένους τῶν Ιουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ τοῦ θεοῦ τὸν νόμον τυχεῖν δῑ αὐτῶν τῆς ὀφειλομένης κολάσεως
猶大人領了這封信,並不急於立刻起程回去,倒求王,準他們把那些本族中甘心違背聖潔之神和神律法的人,照他們所當受的施以懲罰。
When they had received this letter, they were not forward to depart immediately. They petitioned the king to be allowed to inflict fitting punishment upon those of their race who had willingly transgressed the holy god, and the law of God.
7:11
προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θεῖα παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοῖς τοῦ βασιλέως πράγμασιν
他們陳明,那些為著肚腹而違背神聖命令的人,斷不會對王的國事忠心。
They alleged that men who had for their bellies’ sake transgressed the ordinances of God, would never be faithful to the interests of the king.
7:12
δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας ἔδωκεν αὐτοῖς ἄδειαν πάντων ὅπως τοὺς παραβεβηκότας τοῦ θεοῦ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τόπον μετὰ παρρησίας ἄνευ πάσης βασιλικῆς ἐξουσίας καὶ ἐπισκέψεως
王承認他們所說的是真的,便加以稱讚,賜給他們全權,可以在王國的各處放膽滅絕那些違背神律法的人,無須王另外授權或查察。
The king admitted the truth of this reasoning, and commended them. Full power was given them, without warrant or special commission, to destroy those who had transgressed the law of God boldly in every part of the king’s dominions.
7:13
τότε κατευφημήσαντες αὐτόν ὡς πρέπον ἦν οἱ τούτων ἱερεῖς καὶ πᾶν τὸ πλῆθος ἐπιφωνήσαντες τὸ αλληλουια μετὰ χαρᾶς ἀνέλυσαν
那時,他們的祭司和全體民眾照當行的向王道賀,又歡喜地高呼「哈利路亞」,然後就喜樂地起程去了。
Their priests, then, as it was meet, saluted him with good wishes, and all the people echoed with the Hallelujah. They then joyfully departed.
7:14
οὕτως τε τὸν ἐμπεσόντα τῶν μεμιαμμένων ὁμοεθνῆ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμῶν ἀνῄρουν
他們便這樣在路上把所遇見、那已沾污自己的同胞加以懲治,公然把他們處死,以儆效尤。
Then they punished and destroyed with ignominy every polluted Jew that fell in their way;
7:15
ἐκείνῃ δὲ τῇ ἡμέρᾳ ἀνεῖλον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρᾶς βεβήλους χειρωσάμενοι
那一日,他們殺了三百多人,又以制服這些不潔之人為歡樂的節期。
slaying thus, in that day, above three hundred men, and esteeming this destruction of the wicked a season of joy.
7:16
αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελῆ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τῆς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ’ εὐφροσύνης καὶ βοῆς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστοῦντες τῷ θεῷ τῶν πατέρων αὐτῶν αἰωνίῳ σωτῆρι τοῦ Ισραηλ
至於那些至死持守他們的神的人,既得着了完全的拯救之福,便離開那城,頭戴各樣最芬芳的花環,歡歡喜喜、高聲呼喊,以讚美和諧美的詩歌,向他們列祖的神、以色列永遠的救主獻上感謝。
They themselves having held fast their God to death, and having enjoyed a full deliverance, departed from the city garlanded with sweet-flowered wreaths of every kind. Uttering exclamations of joy, with songs of praise, and melodious hymns they thanked the God of their fathers, the eternal Saviour of Israel.
7:17
παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν τοῦ τόπου ἰδιότητα ῥοδοφόρον ἐν προσέμεινεν αὐτοὺς στόλος κατὰ κοινὴν αὐτῶν βουλὴν ἡμέρας ἑπτά
他們來到那名叫「玫瑰之城」的多利買——因那地特產而得名——船隊照他們共同的意願在那裡等候他們七日,
Having arrived at Ptolemais, called from the specialty of that district Rose-bearing, where the fleet, in accordance with the general wish, waited for them seven days,
7:18
ἐκεῖ ἐποίησαν πότον σωτήριον τοῦ βασιλέως χορηγήσαντος αὐτοῖς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστῳ ἕως εἰς τὴν ἰδίαν οἰκίαν
他們便在那裡擺設得救的筵席,因王慷慨地供給他們各人歸鄉所需的一切,直到他們各回自己的家。
they partook of a banquet of deliverance, for the king generously granted them severally the means of securing a return home.
7:19
καταχθέντες δὲ μετ’ εἰρήνης ἐν ταῖς πρεπούσαις ἐξομολογήσεσιν ὡσαύτως κἀκεῖ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τῆς παροικίας αὐτῶν χρόνον εὐφροσύνους
他們既平平安安地被帶回,便以合宜的稱謝表達感恩,又在那裡照樣立定要在他們寄居的時期守這些日子作為歡樂的日子。
They were accordingly brought back in peace, while they gave utterance to becoming thanks; and they determined to keep these days during their sojourn as days of joyfulness.
7:20
ἃς καὶ ἀνιερώσαντες ἐν στήλῃ κατὰ τὸν τῆς συμποσίας τόπον προσευχῆς καθιδρύσαντες ἀνέλυσαν ἀσινεῖς ἐλεύθεροι ὑπερχαρεῖς διά τε γῆς καὶ θαλάσσης καὶ ποταμοῦ ἀνασῳζόμενοι τῇ τοῦ βασιλέως ἐπιταγῇ ἕκαστος εἰς τὴν ἰδίαν
他們又把這些日子刻在石柱上分別為聖,在那宴飲之處建立了禱告之所,然後就毫無損傷、得着自由、滿心歡喜地起程,藉著王的命令經陸路、海路和河道,平安地各回自己的家鄉。
These they registered as sacred upon a pillar, when they had dedicated the place of their festivity to be one of prayer. They departed unharmed, free, abundant in joy, preserved by the king’s command, by land, by sea, and by river, each to his own home.
7:21
καὶ πλείστην ἔμπροσθεν ἐν τοῖς ἐχθροῖς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τῶν ὑπαρχόντων
他們在仇敵中比先前更有權勢,得着尊榮與敬畏,沒有人能以任何方式奪去他們的產業。
They had more weight than before among their enemies; and were honored and feared, and no one in any way robbed them of their goods.
7:22
καὶ πάντα τὰ ἑαυτῶν πάντες ἐκομίσαντο ἐξ ἀπογραφῆς ὥστε τοὺς ἔχοντάς τι μετὰ φόβου μεγίστου ἀποδοῦναι αὐτοῖς τὰ μεγαλεῖα τοῦ μεγίστου θεοῦ ποιήσαντος τελείως ἐπὶ σωτηρίᾳ αὐτῶν
眾人都按清冊取回了自己一切的財物,那些佔了人財物的,都極其驚恐地歸還;因為至大的神為他們的拯救行了全備奇妙的作為。
Every man received back his own, according to inventory; those who had obtained their goods, giving them up with the greatest terror. For the greatest God wrought with perfectness wonders for their salvation.
7:23
εὐλογητὸς ῥύστης Ισραηλ εἰς τοὺς ἀεὶ χρόνους αμην
願那救贖以色列的主,永永遠遠受稱頌。阿們。
Blessed be the Redeemer of Israel to everlasting. Amen.
1234567