EnglishVerbum原文閱讀巴錄四書(巴錄其餘事蹟) · 🔍 搜尋

巴錄四書(巴錄其餘事蹟) 第 6 章

希臘文原文.25 節.此語言尚無詞彙資料

📖 這一章另有 2 種原文 —— 並排對照(七十士譯本、吉茲文聖經)
6:1
Μετὰ ταῦτα ἐξῆλθεν Ἀβιμέλεχ ἔξω τῆς πόλεως, καὶ προσηύξατο πρὸς κύριον.
這些事以後,亞比米勒出了城,向主禱告。
After these things Abimelech went out of the city and prayed to the Lord.
6:2
καὶ ἰδοὺ ἄγγελος κυρίου ἦλθε, καὶ κράτησας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἀπεκατέστησεν αὐτὸν εἰς τὸν τόπον ὅπου ἦν Βαροὺχ καθεζόμενος· εὗρε δὲ αὐτὸν ἐν μνημείῳ.
忽然有主的使者來,拉著他的右手,把他帶回巴錄坐著的地方;他見巴錄正在一座墳塋中。
And behold, an angel of the Lord came, and taking him by the right hand, restored him to the place where Baruch was sitting; and he found him in a tomb.
6:3
καὶ ἐν τῷ θεωρῆσαι ἀλλήλους, ἔκλαυσαν ἀμφότεροι καὶ κατεφίλησαν ἀλλήλους.
他們彼此相見,就都哭了,彼此親嘴。
And when they beheld one another, they both wept and kissed each other.
6:4
ἀναβλέψας δὲ Βαροὺχ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὰ σῦκα ἐσκεπασμένα ἐν τῷ κοφίνῳ τοῦ Ἀβιμέλεχ.
巴錄舉目觀看,見亞比米勒籃子裡蓋著的無花果。
And lifting up his eyes, Baruch saw the figs covered in the basket of Abimelech.
6:5
καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, προσηύξατο, λέγων·
他舉目望天,禱告說:
And raising his eyes to heaven, he prayed, saying:
6:6
Σὺ θεὸς παρέχων μισθαποδοσίαν τοῖς ἀγαπῶσί σε. ἑτοίμασον σεαυτήν, καρδία μου, καὶ εὐφραίνου, καὶ ἀγάλλου ἐν τῷ σκηνώματί σου λέγων τῷ σαρκικῷ οἴκῳ σου τὸ πένθος σου μετεστράφη εἰς χαράν· ἔρχεται γὰρ ἱκανός, καὶ ἀρεῖ σε ἐν τῷ σκηνώματι σου, οὐ γὰρ γέγονέ σοι ἁμαρτία.
「你是賞賜愛你之人的神。我的心哪,你當預備自己,在你的帳幕中歡喜快樂,對你屬肉體的居所說:『你的悲哀已變為喜樂』;因為那全足者要來,必在你的帳幕中將你高舉,因為罪未曾臨到你。
You are the God who gives reward to those who love you. Prepare yourself, O my heart, and rejoice and be glad in your dwelling, saying to your fleshly house, Your mourning has been turned into joy; for the Sufficient One is coming, and he will lift you up in your dwelling, for sin has not come upon you.
6:7
ἀνάψυξον ἐν τῷ σκηνώματί σου ἐν τῇ παρθενικῇ σου πίστει καὶ πίστευσον ὅτι ζήσεις.
你當在你的帳幕中,憑你貞潔的信心使自己得舒暢,並要相信你必存活。
Refresh yourself in your dwelling, in your virginal faith, and believe that you shall live.
6:8
ἐπίβλεψον ἐπὶ τὸν κόφινον τοῦτον τῶν σύκων· ἰδοὺ γὰρ ἐξηκονταὲξ ἔτη ἐποίησαν, καὶ οὐκ ἐμαράνθησαν, οὐδὲ ὤζεσαν, ἀλλὰ στάζουσι τοῦ γάλακτος.
你看這盛無花果的籃子;看哪,它們已經過了六十六年,卻沒有枯乾,也沒有腐爛,反倒滴著乳汁。
Look upon this basket of figs; for behold, they have passed sixty-six years, and have not withered nor become rotten, but they drip with milk.
6:9
οὕτως γίνεταί σοι σάρξ μου, ἐὰν ποιήσῃς τὰ προσταχθέντα σου ὑπὸ τοῦ ἀγγέλου τῆς δικαιοσύνης.
我的肉身對你也必如此,只要你遵行那公義天使所吩咐你的事。
So shall my flesh become to you, if you do the things commanded you by the angel of righteousness.
6:10
φυλάξας τὸν κόφινον τῶν σύκων, αὐτὸς πάλιν φυλάξει σε ἐν τῇ δυνάμει αὐτοῦ.
那保守這盛無花果之籃子的,必再用他的能力保守你。」
He who guarded the basket of figs, he himself will again guard you in his power.
6:11
ταῦτα εἰπὼν Βαρούχ, λέγει τῷ Ἀβιμέλεχ· Ἀνάστηθι, καὶ εὐξώμεθα, ἵνα γνωρίσῃ ἡμῖν κύριος πῶς δυνησώμεθα ἀποστεῖλαι τὴν φάσιν τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα διὰ τὴν σκέπην τὴν γενομένην σοι ἐν τῇ ὁδῷ.
巴錄說了這些話,就對亞比米勒說:「你起來,我們禱告罷,求主指示我們:因你在路上所蒙的庇護,我們當怎樣把這信息送到巴比倫的耶利米那裡。」
When Baruch had said these things, he said to Abimelech: Arise, and let us pray, that the Lord may make known to us how we may be able to send the message to Jeremiah in Babylon concerning the protection that was granted you on the way.
6:12
καὶ εὔξατο Βαρούχ, λέγων· δύναμις ἡμῶν, θεὸς κύριε, τὸ ἐκλεκτὸν φῶς, τὸ ἐξελθὸν ἐκ στόματός σου.
巴錄禱告說:「主神啊,你是我們的力量,是從你口中發出那蒙揀選的光,
And Baruch prayed, saying: Our strength, O Lord God, the chosen light that came forth out of your mouth,
6:13
παρακαλοῦμεν καὶ δεόμεθά σου τῆς ἀγαθότητος, τὸ μέγα ὄνομα, οὐδεὶς δύναται γνῶναι, ἄκουσον τῆς φωνῆς τῶν δούλων σου, καὶ γενοῦ γνῶσις ἐν τῇ καρδίᾳ ἡμῶν.
我們懇求並祈求你的良善,就是那無人能知的大名:求你垂聽你僕人的聲音,將知識放在我們心裡。
we beseech and entreat your goodness, the great name which no one can know: hear the voice of your servants, and put knowledge in our heart.
6:14
τί ποιήσωμεν, καὶ πῶς ἀποστείλωμεν πρὸς Ἰερεμίαν εἰς Βαβυλῶνα τὴν φάσιν ταύτην;
我們當作甚麼,又怎樣把這信息送到巴比倫的耶利米那裡呢?」
What shall we do, and how shall we send this message to Jeremiah in Babylon?
6:15
ἔτι δὲ προσευχομένου τοῦ Βαρούχ, ἰδοὺ ἄγγελος κυρίου ἤλθε, καὶ λέγει τῷ Βαρούχ ἁπάντας τοὺς λόγους τούτους· σύμβουλος τοῦ φωτός, μὴ μεριμνήσῃς τὸ πῶς ἀποστείλῃς πρὸς Ἰερεμίαν· ἔρχεται γὰρ πρός σε ὥρᾳ τοῦ φωτὸς αὔριον ἀετός, καὶ σὺ ἐπισκέψῃ πρὸς Ἰερεμίαν.
巴錄還在禱告的時候,忽然有主的使者來,把這一切話對巴錄說:「光明的謀士啊,你不要為怎樣打發信給耶利米而憂慮;因為明日光明的時候,必有一隻鷹來到你這裡,你就可以託牠送信給耶利米。
And while Baruch was still praying, behold, an angel of the Lord came, and said to Baruch all these words: O counselor of the light, do not be anxious how you shall send to Jeremiah; for an eagle is coming to you tomorrow at the hour of light, and you shall send word to Jeremiah.
6:16
γράψον οὖν ἐν τῇ ἐπιστολῇ ὅτι· Λάλησον τοῖς υἱοῖς Ἰσραήλ· γενόμενος ἐν ὑμῖν ξένος, ἀφορισθήτω, καὶ ποιήσωσι ιέ ἡμέρας· καὶ μετὰ ταῦτα εἰσάξω ὑμᾶς εἰς τὴν πόλιν ὑμῶν, λέγει κύριος.
所以你要在信上這樣寫:『要對以色列人說:你們中間凡成了外人的,當分別出來,守十五日;此後我必領你們進入你們的城』,這是主說的。
Therefore write in the letter thus: Speak to the sons of Israel: Whoever among you has become a stranger, let him be set apart, and let them keep fifteen days; and after these things I will bring you into your city, says the Lord.
6:17
μὴ ἀφοριζόμενος ἐκ τῆς Βαβυλῶνος. οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν· καὶ ἐπιτιμῶ αὐτοῖς, τοῦ μὴ ἀποδεχθῆναι αὐτοὺς αὖθις ὑπὸ τῶν Βαβυλωνιτῶν, λέγει κύριος.
凡不從巴比倫分別出來的,必不得進入這城;我也要責罰他們,使他們不再被巴比倫人收納,這是主說的。」
He who does not separate himself from Babylon shall not enter into the city; and I will rebuke them, so that they shall not be received again by the Babylonians, says the Lord.
6:18
καὶ ταῦτα εἰπὼν ἄγγελος, ἀπῆλθεν ἀπὸ τοῦ Βαρούχ.
那使者說了這些話,就離開巴錄去了。
And when the angel had said these things, he departed from Baruch.
6:19
δὲ Βαροὺχ ἀπέστειλεν εἰς τὴν ἀγορὰν τῶν ἐθνῶν καὶ ἤνεγκε χάρτην καὶ μέλανα, καὶ ἔγραψεν ἐπιστολὴν περιέχουσαν οὕτως· Βαροὺχ δοῦλος τοῦ θεοῦ γράφει τῷ Ἰερεμίᾳ ἐν τῇ αἰχμαλωσίᾳ τῆς Βαβυλῶνος·
巴錄打發人到外邦人的市集,取了紙和墨來,寫了一封信,內中說:「神的僕人巴錄,寫信給在巴比倫被擄之地的耶利米:
And Baruch sent to the market of the nations and brought paper and ink, and he wrote a letter containing thus: Baruch, the servant of God, writes to Jeremiah in the captivity of Babylon:
6:20
Χαῖρε καὶ ἀγαλλιῶ, ὅτι θεὸς οὐκ ἀφῆκεν ἡμᾶς ἐξελθεῖν ἐκ τοῦ σώματος τούτου λυπουμένους διὰ τὴν πόλιν τὴν ἐρημωθεῖσαν καὶ ὑβρισθεῖσαν.
你當喜樂歡欣,因為神沒有讓我們離開這身體,為那荒涼受辱的城憂傷。
Rejoice and be glad, for God has not let us go forth out of this body grieving for the city which was laid waste and outraged.
6:21
διὰ τοῦτο ἐσπλαγχνίσθη κύριος ἐπὶ τῶν δακρύων ἡμῶν, καὶ ἐμνήσθη τῆς διαθήκης, ἧς ἔστησε μετὰ πατέρων ἡμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ.
因此主因我們的眼淚動了憐憫,記念他與我們列祖亞伯拉罕、以撒、雅各所立的約。
Because of this the Lord had compassion at our tears, and remembered the covenant which he established with our fathers Abraham, Isaac, and Jacob.
6:22
καὶ ἀπέστειλε πρός με τὸν ἄγγελον αὐτοῦ, καὶ εἶπέ μοι τοὺς λόγους τούτους, οὓς ἀπέστειλα πρός σε.
他差他的使者到我這裡,把這些話告訴我,我就傳給你。
And he sent his angel to me, and told me these words, which I have sent to you.
6:23
οὗτοι οὖν εἰσὶν οἱ λόγοι, οὓς εἶπε κύριος θεὸς Ἰσραήλ, ἐξαγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς μεγάλης καμίνου· Ὅτι οὐκ ἐφυλάξατε τὰ δικαιώματά μου, ἀλλὰ ὑψώθη καρδία ὑμῶν, καὶ ἐτραχηλιάσατε ἐνώπιόν μου, ἐν ὀργῇ καὶ θυμῷ παρέδωκα ὑμᾶς τῇ καμίνῳ εἰς Βαβυλῶνα.
以下是主以色列的神所說的話,就是那領我們出埃及地、出大火爐的:『因為你們不守我的典章,反倒心高氣傲,在我面前硬著頸項,所以我在烈怒中把你們交在火爐裡,擄到巴比倫去。
These then are the words which the Lord, the God of Israel, who brought us out of the land of Egypt, out of the great furnace, has spoken: Because you did not keep my ordinances, but your heart was lifted up, and you were stiff-necked before me, in wrath and anger I delivered you to the furnace, to Babylon.
6:24
ἐὰν οὖν ἀκούσητε τῆς φωνῆς μου, λέγει κύριος, ἐκ στόματος Ἰερεμίου τοῦ παιδός μου, ἀκούων, ἀναφέρω αὐτὸν ἐκ τῆς Βαβυλῶνος· δὲ μὴ ἀκούων, ξένος γενήσεται τῆς Ἰερουσαλὴμ καὶ τῆς Βαβυλῶνος.
主說:你們若聽從我的聲音,就是從我僕人耶利米口中所出的,凡聽從的,我必領他出巴比倫;凡不聽從的,必在耶路撒冷與巴比倫都成為外人。
If therefore you will hear my voice, says the Lord, from the mouth of Jeremiah my servant, whoever hears, I will bring him up out of Babylon; but whoever does not hear shall become a stranger to Jerusalem and to Babylon.
6:25
δοκιμάσεις δὲ αὐτοὺς ἐκ τοῦ ὕδατος τοῦ Ἰορδάνου· μὴ ἀκούων φανερὸς γενήσεται· τοῦτο τὸ σημεῖόν ἐστι τῆς μεγάλης σφραγῖδος.
你要用約但河的水試驗他們;凡不聽從的,必顯露出來。這就是那大印的記號。』」
And you shall test them by the water of the Jordan; whoever does not hear shall be made manifest. This is the sign of the great seal.
123456789