EnglishVerbum原文閱讀巴錄四書(巴錄其餘事蹟) · 🔍 搜尋

巴錄四書(巴錄其餘事蹟) 第 7 章

希臘文原文.37 節.此語言尚無詞彙資料

📖 這一章另有 2 種原文 —— 並排對照(七十士譯本、吉茲文聖經)
7:1
Καὶ ἀνέστη Βαρούχ, καὶ ἐξῆλθεν ἐκ τοῦ μνημείου καὶ εὗρεν τὸν ἀετὸν καθεζόμενον ἐκτὸς τοῦ μνημείου.
巴錄起來,出了墳塋,見那鷹正停在墳塋外面。
And Baruch arose and went out of the tomb, and found the eagle sitting outside the tomb.
7:2
καὶ ἀποκριθεὶς ἀνθρωπίνῃ φωνῇ εἶπεν αὐτῷ ἀετός· Χαῖρε, Βαρούχ, οἰκονόμος τῆς πίστεως.
那鷹用人的聲音回答他說:「巴錄,信心的管家,願你平安。」
And answering with a human voice, the eagle said to him: Hail, Baruch, steward of the faith.
7:3
καὶ εἶπεν αὐτῷ Βαροὺχ ὅτι, Ἐκλεκτὸς εἶ σὺ λαλῶν ἐκ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐκ τῆς γὰρ αὐγῆς τῶν ὀφθαλμῶν σου δῆλόν ἐστι· δεῖξόν μοι οὖν, τί ποιεῖς ἐνταῦθα;
巴錄對牠說:「在天上一切的飛鳥中,你是蒙揀選能說話的;這從你眼中的光輝就看得出來。請告訴我,你在這裡作甚麼呢?」
And Baruch said to him: You are chosen, you who speak, out of all the birds of heaven; for it is evident from the brightness of your eyes. Show me then, what are you doing here?
7:4
καὶ εἶπεν αὐτῷ ἀετός· Ἀπεστάλην ὧδε, ὅπως πᾶσαν φάσιν ἣν θέλεις, ἀποστείλῃς δι᾽ ἐμοῦ.
那鷹對他說:「我被差到這裡來,好叫你凡所願送的信息,都可以託我送去。」
And the eagle said to him: I was sent here, so that whatever message you wish, you may send by me.
7:5
καὶ εἶπεν αὐτῷ Βαρούχ· Εἰ δύνασαι συ ἐπᾶραι τὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ εἰς Βαβυλῶνα;
巴錄對牠說:「你能把這信息帶給在巴比倫的耶利米麼?」
And Baruch said to him: Are you able to carry this message to Jeremiah in Babylon?
7:6
καὶ εἶπεν αὐτῷ ἀετός· Εἰς τοῦτο γὰρ καὶ ἀπεστάλην.
那鷹對他說:「我被差來,正是為了這事。」
And the eagle said to him: For this very purpose I was sent.
7:7
καὶ ἄρας Βαροὺχ τὴν ἐπιστολήν, καὶ δεκαπέντε σῦκα ἐκ τοῦ κοφίνου τοῦ Ἀβιμέλεχ, ἔδησεν αὐτὰ εἰς τὸν τράχηλον τοῦ ἀετοῦ, καὶ εἶπεν αὐτῷ· Σοὶ λέγω, βασιλεῦ τῶν πετεινῶν, ἄπελθε ἐν εἰρήνῃ μεθ᾽ ὑγείας, καὶ τὴν φάσιν ἔνεγκόν μοι.
巴錄拿了那信,又從亞比米勒的籃中取了十五個無花果,繫在那鷹的頸項上,對牠說:「飛鳥之王啊,我對你說,你當平平安安、康健地去,把回信帶給我。
And Baruch took the letter and fifteen figs from the basket of Abimelech, and tied them upon the neck of the eagle, and said to him: To you I speak, O king of the birds, depart in peace and in health, and bring me back the message.
7:8
μὴ ὁμοιωθῇς τῷ κόρακι, ὃν ἐξαπέστειλε Νῶε καὶ οὐκ ἀπεστράφη ἔτι πρὸς αὐτὸν εἰς τὴν κιβωτόν· ἀλλὰ ὁμοιώθητι τῇ περιστερᾷ, ἥτις ἐκ τρίτου φάσιν ἤνεγκε τῷ δικαίῳ.
你不要像那烏鴉,就是挪亞放出去,卻不再回到方舟那裡的;倒要像那鴿子,就是第三次給義人帶回信息的。
Do not be like the raven, which Noah sent out and which did not return again to him into the ark; but be like the dove, which the third time brought a message to the righteous one.
7:9
οὕτως καὶ σύ, ἆρον τὴν καλὴν φάσιν ταύτην τῷ Ἰερεμίᾳ καὶ τοῖς σὺν αὐτῷ δεσμίοις ἵνα εὖ σοι γένηται, ἆρον τὸν χάρτην τοῦτον τῷ λαῷ καὶ τῷ ἐκλεκτῷ τοῦ θεοῦ.
你也照樣,把這好信息帶給耶利米和那些與他一同被囚的人,使你蒙福;把這文書帶給百姓和神所揀選的人。
So you also, carry this good message to Jeremiah and to those who are bound with him, that it may be well with you; carry this writing to the people and to the chosen one of God.
7:10
ἐὰν κυκλώσωσί σε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ βούλωνται πολεμῆσαι μετὰ σοῦ, ἀγώνισαι· κύριος δώῃ σοι δύναμιν.
若有天上一切的飛鳥圍住你,要與你爭戰,你就奮力相爭;主必賜你力量。
If all the birds of heaven encircle you and wish to fight with you, contend; the Lord will give you strength.
7:11
καὶ μὴ ἐκκλίνῃς εἰς τὰ δεξιά, μήτε εἰς τὰ ἀριστερά, ἀλλ᾽ ὡς βέλος ὕπαγον ὀρθῶς, ἀπέλθε ἐν τῇ δυνάμει τοῦ θεοῦ, καὶ ἔσται δόξα κυρίου μετὰ σοῦ ἐν πάσῃ τῇ ὁδῷ πορεύσῃ.
你不可偏左偏右,乃要像箭直射一般;當靠著神的能力前去,主的榮耀必在你所行的一切路上與你同在。」
And do not turn aside to the right hand or to the left, but go straight like an arrow; depart in the power of God, and the glory of the Lord shall be with you in all the way that you go.
7:12
τότε ἀετὸς ἐπετάσθη, ἔχων τὴν ἐπιστολὴν ἐν τῷ τραχήλῳ αὐτοῦ, καὶ ἀπῆλθεν εἰς Βαβυλῶνα καὶ ἐλθὼν ἀνεπαύσατο ἐπί τι ξύλον ἔξω τῆς πόλεως εἰς τόπον ἔρημον.
那鷹就飛起來,頸項上帶著那信,往巴比倫去了;牠來到城外曠野之地,停在一棵樹上。
Then the eagle flew up, having the letter on its neck, and went to Babylon; and coming, it rested upon a tree outside the city, in a desert place.
7:13
ἐσιώπησε δὲ ἕως οὗ διῆλθεν Ἰερεμίας, αὐτὸς γὰρ καὶ ἄλλοι τινὲς τοῦ λαοῦ ἐξήρχοντο θάψαι νεκρὸν ἔξω τῆς πόλεως.
牠靜默不言,直等耶利米經過;原來耶利米和百姓中的幾個人正出城去埋葬一個死人。
And it kept silent until Jeremiah passed by; for he and certain others of the people were going out to bury a dead man outside the city.
7:14
ᾐτήσατο γὰρ Ἰερεμίας παρὰ τοῦ βασιλέως Ναβουχοδονόσορ, λέγων· Δός μοι τόπον ποῦ θάψω τοὺς νεκροὺς τοῦ λαοῦ μου· καὶ ἔδωκεν αὐτῷ βασιλεύς.
耶利米曾求尼布甲尼撒王說:「求你給我一塊地,好叫我埋葬我百姓中的死人」;那王就賜給他。
For Jeremiah had asked of Nebuchadnezzar the king, saying: Give me a place where I may bury the dead of my people; and the king gave it to him.
7:15
ἀπερχομένων δὲ αὐτῶν καὶ κλαιόντων μετὰ τοῦ νεκροῦ, ἦλθον κατέναντι τοῦ ἀετοῦ.
他們出來,為那死人哭泣的時候,來到那鷹對面。
And as they were going out and weeping over the dead man, they came opposite the eagle.
7:16
καὶ ἔκραξεν ἀετὸς μεγάλῃ φωνῇ, λέγων· Σοὶ λέγω, Ἰερεμία ἐκλεκτὸς τοῦ θεοῦ, ἀπέλθε, σύναξον τὸν λαὸν καὶ ἔλθε ἐνταῦθα ἵνα ἀκούσωσι ἐπιστολῆς ἣς ἤνεγκά σοι ἀπὸ τοῦ Βαροὺχ καὶ τοῦ Ἀβιμέλεχ.
那鷹大聲呼叫說:「神所揀選的耶利米啊,我對你說,你去召聚百姓到這裡來,叫他們聽我從巴錄和亞比米勒帶給你的信。」
And the eagle cried out with a loud voice, saying: To you I speak, Jeremiah, the chosen one of God: go, gather the people, and come here, that they may hear the letter which I have brought you from Baruch and Abimelech.
7:17
ἀκούσας δὲ Ἰερεμίας, ἐδόξασε τὸν θεόν· καὶ ἀπελθὼν συνῆξε τὸν λαὸν σὺν γυναιξὶ καὶ τέκνοις, καὶ ἦλθεν ὅπου ἦν ἀετός.
耶利米聽見,就榮耀神;他去召聚百姓連同婦女孩子,來到那鷹所在之處。
And when Jeremiah heard it, he glorified God; and going away, he gathered the people together with the women and children, and came to where the eagle was.
7:18
καὶ κατῆλθεν ἀετὸς ἐπὶ τὸν τεθνηκότα, καὶ ἀνέζησε.
那鷹落在那死人身上,那死人就復活了。
And the eagle came down upon the dead man, and he came to life again.
7:19
γέγονε δὲ τοῦτο, ἵνα πιστεύσωσιν.
這事發生,是要叫他們相信。
Now this happened, that they might believe.
7:20
ἐθαύμασε δὲ πᾶς λαὸς ἐπὶ τῷ γεγονότι, λέγοντες ὅτι, Μὴ οὗτος θεὸς ὀφθεὶς τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως, καὶ νῦν ἐφάνη ἡμῖν διὰ τοῦ ἀετοῦ τοῦτου;
眾百姓都因所發生的事希奇,說:「這豈不是那位在曠野藉著摩西向我們列祖顯現的神,如今又藉著這鷹向我們顯現麼?」
And all the people marveled at what had happened, saying: Is not this the God who appeared to our fathers in the wilderness through Moses, and now has appeared to us through this eagle?
7:21
καὶ εἶπεν ἀετός· Σοι λέγω Ἰερεμία, δεῦρο λῦσον τὴν ἐπιστολὴν ταῦτην, καὶ ἀνάγνωθι αὐτὴν τῷ λαῷ· λύσας οὖν τὴν ἐπιστολήν, ἀνέγνω αὐτὴν τῷ λαῷ.
那鷹說:「耶利米啊,我對你說,你來解開這信,念給百姓聽。」耶利米就解開那信,念給百姓聽。
And the eagle said: To you I speak, Jeremiah, come, loose this letter and read it to the people. So loosing the letter, he read it to the people.
7:22
καὶ ἀκούσας λαὸς ἔκλαυσαν καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔλεγον τῷ Ἰερεμίᾳ· Σῶσον ἡμᾶς καὶ ἀπάγγειλον ἡμῖν τί ποιήσωμεν ἵνα εἰσέλθωμεν πάλιν εἰς τὴν πόλιν ἡμῶν.
百姓聽見了,就哭泣,把塵土撒在頭上,對耶利米說:「求你拯救我們,告訴我們當作甚麼,好叫我們再進入本城。」
And when the people heard it, they wept and put dust upon their heads, and said to Jeremiah: Save us, and tell us what we shall do, that we may enter again into our city.
7:23
ἀποκριθεὶς δὲ Ἰερεμίας εἶπεν αὐτοῖς· Πάντα ὅσα ἐκ τῆς ἐπιστολῆς ἠκούσατε, φυλάξατε καὶ εἰσάξει ἡμᾶς κύριος εἰς τὴν πόλιν ἡμῶν.
耶利米回答他們說:「你們從這信所聽見的一切,都要遵守,主就必領我們進入本城。」
And Jeremiah answered and said to them: Keep all the things that you have heard from the letter, and the Lord will bring us into our city.
7:24
ἔγραψε δὲ καὶ ἐπιστολὴν Ἰερεμίας τῷ Βαοὺχ λέγων οὕτως· Υἱέ μου ἀγαπητέ, μὴ ἀμελήσῃς ἐν ταῖς προσευχαῖς σου δεόμενος τοῦ θεοῦ ὑπὲρ ἡμῶν ὅπως κατευοδόσῃ τὴν ὁδὸν ἡμῶν ἄχρις ἂν ἐξέλθωμεν ἐκ τῶν προσταγμάτων τοῦ ἀνόμου βασιλέως τούτου.
耶利米也寫了一封信給巴錄,說:「我親愛的兒子,你在禱告中不可懈怠,要為我們祈求神,使我們的道路亨通,直到我們脫離這不法之王的命令。
And Jeremiah also wrote a letter to Baruch, saying thus: My beloved son, do not neglect in your prayers to entreat God on our behalf, that he may prosper our way until we come out from the commands of this lawless king.
7:25
δίκαιος γὰρ εὑρέθης ἐναντίον τοῦ θεοῦ, καὶ οὐκ ἔασέν σε εἰσελθεῖν ἐνταῦθα ὅπως μὴ ἴδῃς τὴν κάκωσιν τὴν γενομένην τῷ λαῷ ὑπὸ τῶν Βαβυλωνίων.
因為你在神面前算為義,他就不容你進到這裡,免得你看見巴比倫人加在百姓身上的苦害。
For you were found righteous before God, and he did not allow you to enter here, so that you would not see the affliction which has come upon the people from the Babylonians.
7:26
ὥσπερ γὰρ πατήρ, υἱὸν μονογενῆ ἔχων, τούτου δὲ παραδοθέντος εἰς τιμωρίαν· οἱ ἰδόντες τὸν πατέρα αὐτοῦ καὶ παραμυθούμενοι αὐτόν, σκέπουσιν τὸ πρόσωπον αὐτοῦ, ἵνα μὴ ἴδῃ πῶς τιμωρεῖται αὐτὸς υἱὸς καὶ πλείονα φθαρῇ ἀπὸ τῆς λύπης.
正如作父親的有一個獨生子,這兒子被交去受刑罰,那些見他父親、安慰他的人,就遮住他的臉,免得他看見自己兒子怎樣受刑,以致因憂愁更加憔悴;
For just as a father, having an only son, and this son being delivered up to punishment, those who see his father and console him cover his face, that he may not see how his own son is punished and be more consumed by grief;
7:27
οὕτως γάρ σε ἐλέησεν θεὸς καὶ οὐκ ἔασέν σε ἐλθεῖν εἰς Βαβυλῶνα ἵνα μὴ ἴδῃς τὴν κάκωσιν τοῦ λαοῦ.
神也照樣憐憫你,不容你來到巴比倫,免得你看見百姓所受的苦害。
so God had mercy on you and did not allow you to come to Babylon, that you might not see the affliction of the people.
7:28
ἀφ᾽ ἧς γὰρ εἰσήλθομεν ἐνταῦθα οὐκ ἐπαύσατο λύπη ἀφ᾽ ἡμῶν, ἐξήκοντα καὶ ἓξ ἔτη σήμερον.
自從我們進到這裡,憂愁就沒有離開我們,到今日已有六十六年了。
For from the time we entered here, grief has not ceased from us; sixty-six years it is today.
7:29
πολλάκις γὰρ ἐξερχόμενος ηὕρισκον ἐκ τοῦ λαοῦ κρεμαμένους ὑπὸ Ναβουχοδονόσορ βασιλέως, κλαίοντας καὶ λέγοντας· Ἐλέησον ἡμᾶς, θεὸς Ζάρ.
我屢次出去,常見百姓中有人被尼布甲尼撒王掛起來,哭著說:「神撒珥啊,憐恤我們罷。」
For often, going out, I would find some of the people hanged by Nebuchadnezzar the king, weeping and saying: Have mercy on us, O God Zar.
7:30
ἀκούων ταῦτα, ἐλυπούμην καὶ ἔκλαιον δισσὸν κλαυθμόν, οὐ μόνον ὅτι ἐκρέμαντο, ἀλλ᾽ ὅτι ἐπεκαλοῦντο θεὸν ἀλλότριον λέγοντες· Ἐλέησον ἡμᾶς.
我聽見這話,就憂傷,加倍哭泣,不單因他們被掛起來,更因他們呼求別神,說:「憐恤我們罷。」
Hearing these things, I grieved and wept a double weeping, not only because they were hanged, but because they called upon a foreign god, saying: Have mercy on us.
7:31
ἐμνημόνευον δὲ ἡμέρας ἑορτῆς ἃς ἐποιοῦμεν ἐν Ἰερουσαλὴμ πρὸ τοῦ ἡμᾶς αἰχμαλωτευθῆναι· καὶ μνησκόμενος ἐστέναζον, καὶ ἐπέστρεφον εἰς τὸν οἶκόν μου ὀδυνώμενος καὶ κλαίων.
我又記念我們被擄之前在耶路撒冷所守的節期;一記念就歎息,便痛苦哭泣地回到我的住處。
And I remembered the days of the feast which we used to keep in Jerusalem before we were taken captive; and remembering, I groaned, and returned to my house in anguish and weeping.
7:32
νῦν οὖν δεήθητι εἰς τὸν τόπον ὅπου εἶ, σὺ καὶ Ἀβιμέλεχ, ὑπὲρ τοῦ λαοῦ τούτου, ὅπως εἰσακούσωσιν τῆς φωνῆς μου καὶ τῶν κριμάτων τοῦ στόματός μου καὶ ἐξέλθωμεν ἐντεῦθεν.
如今你和亞比米勒當在你們所在之處,為這百姓懇求,使他們聽從我的聲音和我口中的判語,叫我們得以從這裡出去。
Now therefore make supplication in the place where you are, you and Abimelech, on behalf of this people, that they may hearken to my voice and to the judgments of my mouth, and we may come out from here.
7:33
λέγω γάρ σοι ὅτι ὅλον τὸν χρόνον ὃν ἐποιήσαμεν ἐνταῦθα, κατέχουσιν ἡμᾶς λέγοντες ὅτι· Εἴπατε ἡμῖν ᾠδὴν ἐκ τῶν ᾠδῶν Σιών, τὴν ᾠδὴν τοῦ θεοῦ ὑμῶν.
我告訴你,我們在這裡的這些日子,他們常苦待我們,說:「你們從錫安的歌中唱一首給我們,唱你們神的歌罷。」
For I tell you that all the time we have spent here, they have detained us, saying: Sing us a song from the songs of Zion, the song of your God.
7:34
καὶ λέγομεν αὐτοῖς· Πῶς ᾄσωμεν ὑμῖν ἐπὶ γῆς ἀλλοτρίας ὄντες;
我們對他們說:「我們身在外邦之地,怎能向你們歌唱呢?」
And we say to them: How shall we sing to you, being in a foreign land?
7:35
καὶ μετὰ ταῦτα ἔδησε τὴν ἐπιστολὴν εἰς τὸν τράχηλον τοῦ ἀετοῦ Ἰερεμίας, λέγων· Ἀπέλθε ἐν εἰρήνῃ καὶ ἐπισκέψηται ἡμᾶς ἀμφοτέρους κύριος.
這些事以後,耶利米把信繫在那鷹的頸項上,說:「你當平平安安地去,願主眷顧我們二人。」
And after these things Jeremiah tied the letter to the neck of the eagle, saying: Depart in peace, and may the Lord visit us both.
7:36
καὶ ἐπετάσθη ἀετός, καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ καὶ ἔδωκε τὴν ἐπιστολὴν τῷ Βαρούχ, καὶ λύσας ἀνέγνω καὶ κατεφίλησεν αὐτὴν καὶ ἔκλαυσε ἀκούσας διὰ τὰς λύπας καὶ τὰς κακώσεις τοῦ λαοῦ.
那鷹就飛起來,來到耶路撒冷,把信交給巴錄;巴錄解開來念,又親嘴,並且聽見百姓的憂傷與苦害,就哭了。
And the eagle flew up, and came to Jerusalem, and gave the letter to Baruch; and loosing it he read it, and kissed it, and wept when he heard of the sorrows and afflictions of the people.
7:37
Ἰερεμίας δὲ ἄρας τὰ σῦκα διέδωκε τοῖς νοσοῦσι τοῦ λαοῦ, καὶ ἔμεινε διδάσκων αὐτοὺς τοῦ ἀπέχεσθαι ἐκ τῶν ἀλισγημάτων τῶν ἐθνῶν τῆς Βαβυλῶνος.
耶利米拿起那些無花果,分給百姓中患病的人,並且常常教導他們,叫他們遠避巴比倫列國的污穢。
And Jeremiah took up the figs and distributed them to the sick of the people, and remained teaching them to abstain from the pollutions of the nations of Babylon.
123456789