EnglishVerbum原文閱讀猶滴傳 · 🔍 搜尋

猶滴傳 第 5 章

希臘文原文.24 節.此語言尚無詞彙資料

📖 這一章另有 3 種原文 —— 並排對照(七十士譯本、武加大譯本、吉茲文聖經)
5:1
καὶ ἀνηγγέλη Ολοφέρνῃ ἀρχιστρατήγῳ δυνάμεως Ασσουρ διότι οἱ υἱοὶ Ισραηλ παρεσκευάσαντο εἰς πόλεμον καὶ τὰς διόδους τῆς ὀρεινῆς συνέκλεισαν καὶ ἐτείχισαν πᾶσαν κορυφὴν ὄρους ὑψηλοῦ καὶ ἔθηκαν ἐν τοῖς πεδίοις σκάνδαλα
有人告訴亞述軍隊的元帥何樂弗尼,說以色列人已經預備作戰,封鎖了山地的通路,在一切高山的頂端築了防禦,又在平原設下障礙。
Holofernes, the chief captain of the army of Asshur, was told that the children of Israel had prepared for war, had shut up the passages of the hill country, had fortified all the tops of the high hills, and had laid impediments in the plains.
5:2
καὶ ὠργίσθη θυμῷ σφόδρα καὶ ἐκάλεσεν πάντας τοὺς ἄρχοντας Μωαβ καὶ τοὺς στρατηγοὺς Αμμων καὶ πάντας σατράπας τῆς παραλίας
他就大大發怒,召了摩押一切的首領、亞捫的眾將領和沿海一切的省長來,
Then he was exceedingly angry, and he called all the princes of Moab, and the captains of Ammon, and all the governors of the sea coast,
5:3
καὶ εἶπεν αὐτοῖς ἀναγγείλατε δή μοι υἱοὶ Χανααν τίς λαὸς οὗτος καθήμενος ἐν τῇ ὀρεινῇ καὶ τίνες ἃς κατοικοῦσιν πόλεις καὶ τὸ πλῆθος τῆς δυνάμεως αὐτῶν καὶ ἐν τίνι τὸ κράτος αὐτῶν καὶ ἰσχὺς αὐτῶν καὶ τίς ἀνέστηκεν ἐπ’ αὐτῶν βασιλεὺς ἡγούμενος στρατιᾶς αὐτῶν
對他們說:「迦南的子孫哪,你們告訴我,住在山地的這民是誰?他們所住的是甚麼城邑?他們的軍兵有多少?他們的力量和勢力在於甚麼?他們中間興起作軍隊首領的王是誰?
and he said to them, “Tell me now, you sons of Canaan, who are these people who dwell in the hill country? What are the cities that they inhabit? How large is their army? Where is their power and their strength? What king is set over them, to be the leader of their army?
5:4
καὶ διὰ τί κατενωτίσαντο τοῦ μὴ ἐλθεῖν εἰς ἀπάντησίν μοι παρὰ πάντας τοὺς κατοικοῦντας ἐν δυσμαῖς
他們為甚麼比西方一切的居民更掉頭不來迎接我呢?」
Why have they turned their backs, that they should not come and meet me, more than all that dwell in the west?”
5:5
καὶ εἶπεν πρὸς αὐτὸν Αχιωρ ἡγούμενος πάντων υἱῶν Αμμων ἀκουσάτω δὴ λόγον κύριός μου ἐκ στόματος τοῦ δούλου σου καὶ ἀναγγελῶ σοι τὴν ἀλήθειαν περὶ τοῦ λαοῦ τούτου ὃς κατοικεῖ τὴν ὀρεινὴν ταύτην πλησίον σοῦ οἰκοῦντος καὶ οὐκ ἐξελεύσεται ψεῦδος ἐκ τοῦ στόματος τοῦ δούλου σου
亞捫眾子孫的首領亞希約對他說:「願我主聽僕人口中的話。我要把這住在你附近山地之民的實情告訴你,你僕人口中決不出虛言。
Then Achior, the leader of all the children of Ammon, said to him, “Let my lord now hear a word from the mouth of your servant, and I will tell you the truth concerning these people who dwell in this hill country, near to the place where you dwell. No lie will come out of the mouth of your servant.
5:6
λαὸς οὗτός εἰσιν ἀπόγονοι Χαλδαίων
這民是迦勒底人的後裔。
These people are descended from the Chaldeans.
5:7
καὶ παρῴκησαν τὸ πρότερον ἐν τῇ Μεσοποταμίᾳ ὅτι οὐκ ἐβουλήθησαν ἀκολουθῆσαι τοῖς θεοῖς τῶν πατέρων αὐτῶν οἳ ἐγένοντο ἐν γῇ Χαλδαίων
他們先前寄居在米所波大米,因為他們不願跟隨他們列祖在迦勒底地所拜的神明。
They sojourned before this in Mesopotamia, because they didn’t want to follow the gods of their fathers, which were in the land of the Chaldeans.
5:8
καὶ ἐξέβησαν ἐξ ὁδοῦ τῶν γονέων αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ τοῦ οὐρανοῦ θεῷ ἐπέγνωσαν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ προσώπου τῶν θεῶν αὐτῶν καὶ ἔφυγον εἰς Μεσοποταμίαν καὶ παρῴκησαν ἐκεῖ ἡμέρας πολλάς
他們離棄了祖先的道路,敬拜他們所認識的天上的神。他們的祖先就把他們從自己神明面前趕出,他們便逃到米所波大米,在那裡寄居多日。
They departed from the way of their parents, and worshipped the God of heaven, the God whom they knew. Their parents cast them out from the face of their gods, and they fled into Mesopotamia, and sojourned there many days.
5:9
καὶ εἶπεν θεὸς αὐτῶν ἐξελθεῖν ἐκ τῆς παροικίας αὐτῶν καὶ πορευθῆναι εἰς γῆν Χανααν καὶ κατῴκησαν ἐκεῖ καὶ ἐπληθύνθησαν χρυσίῳ καὶ ἀργυρίῳ καὶ ἐν κτήνεσιν πολλοῖς σφόδρα
他們的神吩咐他們離開寄居之地,往迦南地去;他們就住在那裡,金銀和牲畜都極其增多。
Then their God commanded them to depart from the place where they sojourned, and to go into the land of Canaan. They lived there, and prospered with gold and silver, and with exceedingly much cattle.
5:10
καὶ κατέβησαν εἰς Αἴγυπτον ἐκάλυψεν γὰρ τὸ πρόσωπον τῆς γῆς Χανααν λιμός καὶ παρῴκησαν ἐκεῖ μέχρις οὗ διετράφησαν καὶ ἐγένοντο ἐκεῖ εἰς πλῆθος πολύ καὶ οὐκ ἦν ἀριθμὸς τοῦ γένους αὐτῶν
後來迦南全地遭遇饑荒,他們就下到埃及,在那裡寄居,直到得了養育;他們在那裡成了大族,人數多得無法計算。
Then they went down into Egypt, for a famine covered all the land of Canaan. They sojourned there until they had grown up. They became a great multitude there, so that one could not count the population of their nation.
5:11
καὶ ἐπανέστη αὐτοῖς βασιλεὺς Αἰγύπτου καὶ κατεσοφίσατο αὐτοὺς ἐν πόνῳ καὶ πλίνθῳ ἐταπείνωσαν αὐτοὺς καὶ ἔθεντο αὐτοὺς εἰς δούλους
埃及王起來攻擊他們,用詭計待他們,使他們作苦工製磚,貶低他們,叫他們作奴隸。
Then the king of Egypt rose up against them, and dealt subtly with them, and brought them low, making them labor in brick, and made them slaves.
5:12
καὶ ἀνεβόησαν πρὸς τὸν θεὸν αὐτῶν καὶ ἐπάταξεν πᾶσαν τὴν γῆν Αἰγύπτου πληγαῖς ἐν αἷς οὐκ ἦν ἴασις καὶ ἐξέβαλον αὐτοὺς οἱ Αἰγύπτιοι ἀπὸ προσώπου αὐτῶν
他們向他們的神哀求,神就用無法醫治的災殃擊打埃及全地;於是埃及人把他們從面前趕出去。
They cried to their God, and he struck all the land of Egypt with incurable plagues; so the Egyptians cast them out of their sight.
5:13
καὶ κατεξήρανεν θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἔμπροσθεν αὐτῶν
神在他們面前使紅海乾涸,
God dried up the Red sea before them,
5:14
καὶ ἤγαγεν αὐτοὺς εἰς ὁδὸν τοῦ Σινα καὶ Καδης Βαρνη καὶ ἐξέβαλον πάντας τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ
領他們走西乃和加低斯巴尼亞的路,又趕出一切住在曠野的人。
and brought them into the way of Sinai Kadesh-Barnea, and they cast out all that lived in the wilderness.
5:15
καὶ ᾤκησαν ἐν γῇ Αμορραίων καὶ πάντας τοὺς Εσεβωνίτας ἐξωλέθρευσαν ἐν τῇ ἰσχύι αὐτῶν καὶ διαβάντες τὸν Ιορδάνην ἐκληρονόμησαν πᾶσαν τὴν ὀρεινὴν
他們住在亞摩利人的地,憑己力除滅了一切希實本人;又過了約旦河,得了整個山地為業。
They lived in the land of the Amorites, and they destroyed by their strength everyone in Heshbon. Passing over Jordan, they possessed all the hill country.
5:16
καὶ ἐξέβαλον ἐκ προσώπου αὐτῶν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ιεβουσαῖον καὶ τὸν Συχεμ καὶ πάντας τοὺς Γεργεσαίους καὶ κατῴκησαν ἐν αὐτῇ ἡμέρας πολλάς
他們在他們面前趕出迦南人、比利洗人、耶布斯人、示劍人和一切革迦撒人,就在那地住了許多日子。
They cast out before them the Canaanite, the Perizzite, the Jebusite, the Shechemite, and all the Girgashites, and they lived in that country many days.
5:17
καὶ ἕως οὐχ ἥμαρτον ἐνώπιον τοῦ θεοῦ αὐτῶν ἦν μετ’ αὐτῶν τὰ ἀγαθά ὅτι θεὸς μισῶν ἀδικίαν μετ’ αὐτῶν ἐστιν
當他們不在他們神面前犯罪的時候,福分就與他們同在,因為恨惡不義的神與他們同在。
And while they didn’t sin not before their God, they prospered, because God who hates iniquity was with them.
5:18
ὅτε δὲ ἀπέστησαν ἀπὸ τῆς ὁδοῦ ἧς διέθετο αὐτοῖς ἐξωλεθρεύθησαν ἐν πολλοῖς πολέμοις ἐπὶ πολὺ σφόδρα καὶ ᾐχμαλωτεύθησαν εἰς γῆν οὐκ ἰδίαν καὶ ναὸς τοῦ θεοῦ αὐτῶν ἐγενήθη εἰς ἔδαφος καὶ αἱ πόλεις αὐτῶν ἐκρατήθησαν ὑπὸ τῶν ὑπεναντίων
但他們一偏離神所立給他們的道路,就在多次劇烈的爭戰中極其慘敗,被擄到非自己的地,他們神的殿夷為平地,城邑也被仇敵佔據。
But when they departed from the way which he appointed them, they were destroyed in many severe battles, and were led captives into a land that was not theirs. The temple of their God was cast to the ground, and their cities were taken by their adversaries.
5:19
καὶ νῦν ἐπιστρέψαντες ἐπὶ τὸν θεὸν αὐτῶν ἀνέβησαν ἐκ τῆς διασπορᾶς οὗ διεσπάρησαν ἐκεῖ καὶ κατέσχον τὴν Ιερουσαλημ οὗ τὸ ἁγίασμα αὐτῶν καὶ κατῳκίσθησαν ἐν τῇ ὀρεινῇ ὅτι ἦν ἔρημος
如今他們既歸向他們的神,便從分散之地上來,奪回了他們聖所所在的耶路撒冷,又住在那曾荒涼的山地。
And now they have returned to their God, and have come up from the dispersion where they were dispersed, and have possessed Jerusalem, where their sanctuary is, and are seated in the hill country; for it was desolate.
5:20
καὶ νῦν δέσποτα κύριε εἰ μὲν ἔστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν καὶ ἐπισκεψόμεθα ὅτι ἔστιν ἐν αὐτοῖς σκάνδαλον τοῦτο καὶ ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς
主上啊,如今這民中若有甚麼過犯,他們若得罪了自己的神,我們察明這在他們中間果是絆腳之事,我們就上去攻打他們。
And now, my lord and master, if there is any error in this people, and they sin against their God, we will consider what this thing is in which they stumble, and we will go up and overcome them.
5:21
εἰ δ’ οὐκ ἔστιν ἀνομία ἐν τῷ ἔθνει αὐτῶν παρελθέτω δὴ κύριός μου μήποτε ὑπερασπίσῃ κύριος αὐτῶν καὶ θεὸς αὐτῶν ὑπὲρ αὐτῶν καὶ ἐσόμεθα εἰς ὀνειδισμὸν ἐναντίον πάσης τῆς γῆς
但他們民中若沒有不法之事,求我主越過他們罷,免得他們的主、他們的神護衛他們,我們就在全地面前成為羞辱。」
But if there is no lawlessness in their nation, let my lord now pass by, lest their Lord defend them, and their God be for them, and we will be a reproach before all the earth.”
5:22
καὶ ἐγένετο ὡς ἐπαύσατο Αχιωρ λαλῶν τοὺς λόγους τούτους καὶ ἐγόγγυσεν πᾶς λαὸς κυκλῶν τὴν σκηνὴν καὶ περιεστώς καὶ εἶπαν οἱ μεγιστᾶνες Ολοφέρνου καὶ πάντες οἱ κατοικοῦντες τὴν παραλίαν καὶ τὴν Μωαβ συγκόψαι αὐτόν
亞希約說完了這些話,圍繞帳棚站著的眾人都發怨言。何樂弗尼的大臣,並一切住在沿海和摩押的人,都說要把他殺了,
It came to pass, when Achior had finished speaking these words, all the people standing around the tent murmured. The great men of Holofernes, and all that lived by the sea side and in Moab, said that he should kill him.
5:23
οὐ γὰρ φοβηθησόμεθα ἀπὸ υἱῶν Ισραηλ ἰδοὺ γὰρ λαὸς ἐν οὐκ ἔστιν δύναμις οὐδὲ κράτος εἰς παράταξιν ἰσχυράν
他們說:「我們決不懼怕以色列人;看哪,這民並無能力勢力擺成堅強的陣勢。
For, they said, “We will not be afraid of the children of Israel, bcause, behold, they are a people that has no power nor might to make the battle strong.
5:24
διὸ δὴ ἀναβησόμεθα καὶ ἔσονται εἰς κατάβρωσιν πάσης τῆς στρατιᾶς σου δέσποτα Ολοφέρνη
所以我們必上去,他們必成為你全軍口中所吞喫的。何樂弗尼主上啊!」
Therefore now we will go up, and they will be a prey to be devoured by all your army, Lord Holofernes.”
12345678910111213141516