EnglishVerbum原文閱讀猶滴傳 · 🔍 搜尋

猶滴傳 第 8 章

希臘文原文.36 節.此語言尚無詞彙資料

📖 這一章另有 3 種原文 —— 並排對照(七十士譯本、武加大譯本、吉茲文聖經)
8:1
καὶ ἤκουσεν ἐν ἐκείναις ταῖς ἡμέραις Ιουδιθ θυγάτηρ Μεραρι υἱοῦ Ωξ υἱοῦ Ιωσηφ υἱοῦ Οζιηλ υἱοῦ Ελκια υἱοῦ Ανανιου υἱοῦ Γεδεων υἱοῦ Ραφαϊν υἱοῦ Αχιτωβ υἱοῦ Ηλιου υἱοῦ Χελκιου υἱοῦ Ελιαβ υἱοῦ Ναθαναηλ υἱοῦ Σαλαμιηλ υἱοῦ Σαρασαδαι υἱοῦ Ισραηλ
當那些日子,猶滴聽見了這事。她是米拉利的女兒,米拉利是俄斯的兒子,俄斯是約瑟的兒子,約瑟是俄薛的兒子,俄薛是以利家的兒子,以利家是亞拿尼亞的兒子,亞拿尼亞是基甸的兒子,基甸是拉法音的兒子,拉法音是亞希突的兒子,亞希突是以利戶的兒子,以利戶是以利押的兒子,以利押是拿坦業的兒子,拿坦業是撒拉米利的兒子,撒拉米利是撒拉撒代的兒子,撒拉撒代是以色列的兒子。
In those days Judith heard about this. She was the daughter of Merari, the son of Ox, the son of Joseph, the son of Oziel, the son of Elkiah, the son of Ananias, the son of Gideon, the son of Raphaim, the son of Ahitub, the son of Elihu, the son of Eliab, the son of Nathanael, the son of Salamiel, the son of Salasadai, the son of Israel.
8:2
καὶ ἀνὴρ αὐτῆς Μανασσης τῆς φυλῆς αὐτῆς καὶ τῆς πατριᾶς αὐτῆς καὶ ἀπέθανεν ἐν ἡμέραις θερισμοῦ κριθῶν
她的丈夫瑪拿西與她同支派、同宗族,他在收割大麥的日子死了。
Her husband was Manasses, of her tribe and of her family. He died in the days of barley harvest.
8:3
ἐπέστη γὰρ ἐπὶ τοὺς δεσμεύοντας τὰ δράγματα ἐν τῷ πεδίῳ καὶ καύσων ἦλθεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ ἐτελεύτησεν ἐν Βαιτυλουα τῇ πόλει αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ ἀγρῷ τῷ ἀνὰ μέσον Δωθαϊμ καὶ Βαλαμων
原來他在田間監督那些捆禾的人,烈日曬到他的頭上,他就倒在牀上,死在他的城伯夙利亞。人就把他葬在他列祖那裡,在多坍與巴拉門之間的田裡。
For he stood over those who bound sheaves in the field, and the heat came upon his head, and he fell on his bed, and died in his city Bethulia. So they buried him with his fathers in the field which is between Dothaim and Balamon.
8:4
καὶ ἦν Ιουδιθ ἐν τῷ οἴκῳ αὐτῆς χηρεύουσα ἔτη τρία καὶ μῆνας τέσσαρας
猶滴在自己家中守寡三年零四個月。
Judith was a widow in her house three years and four months.
8:5
καὶ ἐποίησεν ἑαυτῇ σκηνὴν ἐπὶ τοῦ δώματος τοῦ οἴκου αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὴν ὀσφὺν αὐτῆς σάκκον καὶ ἦν ἐπ’ αὐτῆς τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς
她在自己房子的屋頂上為自己搭了一座棚,腰間束上麻布,身穿守寡的衣服。
She made herself a tent upon the roof of her house, and put on sackcloth upon her loins. The garments of her widowhood were upon her.
8:6
καὶ ἐνήστευε πάσας τὰς ἡμέρας τῆς χηρεύσεως αὐτῆς χωρὶς προσαββάτων καὶ σαββάτων καὶ προνουμηνιῶν καὶ νουμηνιῶν καὶ ἑορτῶν καὶ χαρμοσυνῶν οἴκου Ισραηλ
她寡居的一切日子都禁食,惟有安息日的前夕、安息日、月朔的前夕、月朔,以及以色列家的節期和歡樂的日子除外。
And she fasted all the days of her widowhood, except the eves of the Sabbaths, the Sabbaths, the eves of the new moons, the new moons, and the feasts and joyful days of the house of Israel.
8:7
καὶ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα καὶ ὑπελίπετο αὐτῇ Μανασσης ἀνὴρ αὐτῆς χρυσίον καὶ ἀργύριον καὶ παῖδας καὶ παιδίσκας καὶ κτήνη καὶ ἀγρούς καὶ ἔμενεν ἐπ’ αὐτῶν
她容貌美麗,姿色極其秀美。她丈夫瑪拿西遺留給她金銀、僕婢、牲畜和田地,她就留在這些產業中。
She was of a goodly countenance, and exceeding beautiful to behold. Her husband Manasses had left her gold, silver, menservants, maidservants, cattle, and lands. She remained on those lands.
8:8
καὶ οὐκ ἦν ὃς ἐπήνεγκεν αὐτῇ ῥῆμα πονηρόν ὅτι ἐφοβεῖτο τὸν θεὸν σφόδρα
沒有人說她一句壞話,因為她極其敬畏神。
No one said anything evil about her; for she feared God exceedingly.
8:9
καὶ ἤκουσεν τὰ ῥήματα τοῦ λαοῦ τὰ πονηρὰ ἐπὶ τὸν ἄρχοντα ὅτι ὠλιγοψύχησαν ἐν τῇ σπάνει τῶν ὑδάτων καὶ ἤκουσεν πάντας τοὺς λόγους Ιουδιθ οὓς ἐλάλησεν πρὸς αὐτοὺς Οζιας ὡς ὤμοσεν αὐτοῖς παραδώσειν τὴν πόλιν μετὰ ἡμέρας πέντε τοῖς Ἀσσυρίοις
她聽見百姓因缺水而灰心,向首領發怨言,又聽見烏西雅對他們所說的一切話,就是他怎樣向他們起誓,過五天後就要把城交給亞述人。
She heard the evil words of the people against the governor, because they fainted for lack of water; and Judith heard all the words that Ozias spoke to them, how he swore to them that he would deliver the city to the Assyrians after five days.
8:10
καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς
她就打發那管理她一切所有的使女,去請她城裡的長老迦比利和迦米來。
So she sent her maid, who was over all things that she had, to summon Ozias, Chabris, and Charmis, the elders of her city.
8:11
καὶ ἦλθον πρὸς αὐτήν καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον τοῦτον ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ θεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ κύριος βοήθειαν ὑμῖν
他們來到她那裡,她對他們說:「住在伯夙利亞的首領們哪,請聽我說。你們今日在百姓面前所說的話並不正當,又在神與你們之間立了這誓,說若這幾日內耶和華不轉來幫助你們,就要把城交給我們的仇敵。
They came to her, and she said to them, “Hear me now, O you rulers of the inhabitants of Bethulia: for your word that you have spoken before the people this day is not right. You have set the oath which you have pronounced between God and you, and have promised to deliver the city to our enemies, unless within these days the Lord turns to help you.
8:12
καὶ νῦν τίνες ἐστὲ ὑμεῖς οἳ ἐπειράσατε τὸν θεὸν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον καὶ ἵστατε ὑπὲρ τοῦ θεοῦ ἐν μέσῳ υἱῶν ἀνθρώπων
如今你們算甚麼,竟在今日試探神,在世人中間站在神的地位上呢?
Now who are you that you have tempted God this day, and stand in the place of God among the children of men?
8:13
καὶ νῦν κύριον παντοκράτορα ἐξετάζετε καὶ οὐθὲν ἐπιγνώσεσθε ἕως τοῦ αἰῶνος
如今你們考驗全能的耶和華,卻永不能明白甚麼。
Now try the Lord Almighty, and you will never know anything.
8:14
ὅτι βάθος καρδίας ἀνθρώπου οὐχ εὑρήσετε καὶ λόγους τῆς διανοίας αὐτοῦ οὐ διαλήμψεσθε καὶ πῶς τὸν θεόν ὃς ἐποίησεν πάντα ταῦτα ἐρευνήσετε καὶ τὸν νοῦν αὐτοῦ ἐπιγνώσεσθε καὶ τὸν λογισμὸν αὐτοῦ κατανοήσετε μηδαμῶς ἀδελφοί μὴ παροργίζετε κύριον τὸν θεὸν ἡμῶν
你們既不能測透人心的深處,也不能參透人心思中的意念,又怎能查究那造這一切之神,明白他的心意,洞悉他的籌算呢?弟兄們,斷乎不可!不要惹耶和華我們的神發怒。
For you will not find the depth of the heart of man, and you will not perceive the things that he thinks. How will you search out God, who has made all these things, and know his mind, and comprehend his purpose? No, my kindred, don’t provoke the Lord our God to anger!
8:15
ὅτι ἐὰν μὴ βούληται ἐν ταῖς πέντε ἡμέραις βοηθῆσαι ἡμῖν αὐτὸς ἔχει τὴν ἐξουσίαν ἐν αἷς θέλει σκεπάσαι ἡμέραις καὶ ὀλεθρεῦσαι ἡμᾶς πρὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν
他若不肯在這五天之內幫助我們,他卻有權柄按他所願的日子保護我們,或在我們仇敵面前毀滅我們。
For if he has not decided to help us within these five days, he has power to defend us in such time as he will, or to destroy us before the face of our enemies.
8:16
ὑμεῖς δὲ μὴ ἐνεχυράζετε τὰς βουλὰς κυρίου τοῦ θεοῦ ἡμῶν ὅτι οὐχ ὡς ἄνθρωπος θεὸς ἀπειληθῆναι οὐδ’ ὡς υἱὸς ἀνθρώπου διαιτηθῆναι
你們不可強求耶和華我們神的籌算,因為神不像人受人威脅,也不像世人被人說動。
But don’t you pledge the counsels of the Lord our God! For God is not as man, that he should be threatened; neither as the son of man, that he should be turned by entreaty.
8:17
διόπερ ἀναμένοντες τὴν παρ’ αὐτοῦ σωτηρίαν ἐπικαλεσώμεθα αὐτὸν εἰς βοήθειαν ἡμῶν καὶ εἰσακούσεται τῆς φωνῆς ἡμῶν ἐὰν αὐτῷ ἀρεστόν
所以我們要等候從他而來的拯救,呼求他幫助我們;他若喜悅,就必垂聽我們的聲音。
Therefore let’s wait for the salvation that comes from him, and call upon him to help us. He will hear our voice, if it pleases him.
8:18
ὅτι οὐκ ἀνέστη ἐν ταῖς γενεαῖς ἡμῶν οὐδέ ἐστιν ἐν τῇ ἡμέρᾳ τῇ σήμερον οὔτε φυλὴ οὔτε πατριὰ οὔτε δῆμος οὔτε πόλις ἐξ ἡμῶν οἳ προσκυνοῦσι θεοῖς χειροποιήτοις καθάπερ ἐγένετο ἐν ταῖς πρότερον ἡμέραις
因為在我們這世代沒有興起,在今日也沒有任何支派、宗族、邦族或城邑,是出於我們而敬拜人手所造之神的,像從前的日子那樣;
For there arose none in our age, neither is there any of us today, tribe, or kindred, or family, or city, which worship gods made with hands, as it was in the former days;
8:19
ὧν χάριν ἐδόθησαν εἰς ῥομφαίαν καὶ εἰς διαρπαγὴν οἱ πατέρες ἡμῶν καὶ ἔπεσον πτῶμα μέγα ἐνώπιον τῶν ἐχθρῶν ἡμῶν
為這緣故,我們的列祖被交給刀劍擄掠,在我們仇敵面前大大跌倒。
for which cause our fathers were given to the sword, and for plunder, and fell with a great fall before our enemies.
8:20
ἡμεῖς δὲ ἕτερον θεὸν οὐκ ἔγνωμεν πλὴν αὐτοῦ ὅθεν ἐλπίζομεν ὅτι οὐχ ὑπερόψεται ἡμᾶς οὐδ’ ἀπὸ τοῦ γένους ἡμῶν
我們卻除他以外不認識別神;因此我們指望他必不藐視我們,也不撇棄我們族中任何人。
But we know no other god beside him. Therefore we hope that he will not despise us, nor any of our race.
8:21
ὅτι ἐν τῷ λημφθῆναι ἡμᾶς οὕτως καὶ λημφθήσεται πᾶσα Ιουδαία καὶ προνομευθήσεται τὰ ἅγια ἡμῶν καὶ ἐκζητήσει τὴν βεβήλωσιν αὐτῶν ἐκ τοῦ αἵματος ἡμῶν
因為我們若這樣被攻取,全猶大也必被攻取,我們的聖所必被擄掠;他必為它受的褻瀆,向我們追討流血的罪。
For if we are taken so, all Judea will sit upon the ground, and our sanctuary will be plundered; and he will require our blood for profaning it.
8:22
καὶ τὸν φόνον τῶν ἀδελφῶν ἡμῶν καὶ τὴν αἰχμαλωσίαν τῆς γῆς καὶ τὴν ἐρήμωσιν τῆς κληρονομίας ἡμῶν ἐπιστρέψει εἰς κεφαλὴν ἡμῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν δουλεύσωμεν ἐκεῖ καὶ ἐσόμεθα εἰς πρόσκομμα καὶ εἰς ὄνειδος ἐναντίον τῶν κτωμένων ἡμᾶς
我們弟兄被殺、土地被擄、產業荒涼,他必都歸到我們頭上;無論我們在列國中何處作奴僕,我們都要在那擄掠我們的人面前成為絆腳石和羞辱。
And the slaughter of our kindred, and the captivity of the land, and the desolation of our inheritance, will he turn upon our heads among the Gentiles, wherever we will be in bondage. We will be an offense and a reproach before those who take us for a possession.
8:23
ὅτι οὐ κατευθυνθήσεται δουλεία ἡμῶν εἰς χάριν ἀλλ’ εἰς ἀτιμίαν θήσει αὐτὴν κύριος θεὸς ἡμῶν
我們作奴僕並不會被引向蒙恩,反倒耶和華我們的神必使它成為羞辱。
For our bondage will not be ordered to favor; but the Lord our God will turn it to dishonor.
8:24
καὶ νῦν ἀδελφοί ἐπιδειξώμεθα τοῖς ἀδελφοῖς ἡμῶν ὅτι ἐξ ἡμῶν κρέμαται ψυχὴ αὐτῶν καὶ τὰ ἅγια καὶ οἶκος καὶ τὸ θυσιαστήριον ἐπεστήρισται ἐφ’ ἡμῖν
如今弟兄們,讓我們向我們的弟兄作個榜樣,因為他們的性命都繫於我們,聖所、殿宇和祭壇都倚靠我們。
And now, kindred, let us show an example to our kindred, because their soul hangs upon us, and the sanctuary, the house, and the altar rest upon us.
8:25
παρὰ ταῦτα πάντα εὐχαριστήσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὃς πειράζει ἡμᾶς καθὰ καὶ τοὺς πατέρας ἡμῶν
除這一切以外,讓我們感謝耶和華我們的神,他試煉我們,正如他從前試煉我們的列祖。
Besides all this let us give thanks to the Lord our God, who tries us, even as he did our fathers also.
8:26
μνήσθητε ὅσα ἐποίησεν μετὰ Αβρααμ καὶ ὅσα ἐπείρασεν τὸν Ισαακ καὶ ὅσα ἐγένετο τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας ποιμαίνοντι τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ
你們記念他怎樣待亞伯拉罕,怎樣試煉以撒,並當雅各在敘利亞的米所波大米為他舅父拉班牧羊時,怎樣臨到雅各。
Remember all the things which he did to Abraham, and all the things in which he tried Isaac, and all the things which happened to Jacob in Mesopotamia of Syria, when he kept the sheep of Laban his mother’s brother.
8:27
ὅτι οὐ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν τῆς καρδίας αὐτῶν καὶ ἡμᾶς οὐκ ἐξεδίκησεν ἀλλ’ εἰς νουθέτησιν μαστιγοῖ κύριος τοὺς ἐγγίζοντας αὐτῷ
他並沒有像試煉那些人那樣,用火試驗我們的心,也沒有向我們報應;耶和華乃是為著警戒,責打那些親近他的人。」
For he has not tried us in the fire, as he did them, to search out their hearts, neither has he taken vengeance on us; but the Lord does scourge them that come near to him, to admonish them.”
8:28
καὶ εἶπεν πρὸς αὐτὴν Οζιας πάντα ὅσα εἶπας ἐν ἀγαθῇ καρδίᾳ ἐλάλησας καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τοῖς λόγοις σου
烏西雅對她說:「你所說的一切,都是出於善良的心;沒有人能反駁你的話。
And Ozias said to her, “All that you have spoken, you have spoken with a good heart. There is no one who will deny your words.
8:29
ὅτι οὐκ ἐν τῇ σήμερον σοφία σου πρόδηλός ἐστιν ἀλλ’ ἀπ’ ἀρχῆς ἡμερῶν σου ἔγνω πᾶς λαὸς τὴν σύνεσίν σου καθότι ἀγαθόν ἐστιν τὸ πλάσμα τῆς καρδίας σου
你的智慧並非今日才顯明,乃是從你年幼的日子起,眾民就都知道你的見識,因為你心中的存意是良善的。
For this is not the first day wherein your wisdom is manifested; but from the beginning of your days all the people have known your understanding, because the disposition of your heart is good.
8:30
ἀλλὰ λαὸς δεδίψηκεν σφόδρα καὶ ἠνάγκασαν ἡμᾶς ποιῆσαι καθὰ ἐλαλήσαμεν αὐτοῖς καὶ ἐπαγαγεῖν ἐφ’ ἡμᾶς ὅρκον ὃν οὐ παραβησόμεθα
但眾民極其乾渴,逼著我們照向他們所說的去行,又向我們起了一個不可違背的誓。
But the people were exceedingly thirsty, and compelled us to do as we spoke to them, and to bring an oath upon ourselves, which we will not break.
8:31
καὶ νῦν δεήθητι περὶ ἡμῶν ὅτι γυνὴ εὐσεβὴς εἶ καὶ ἀποστελεῖ κύριος τὸν ὑετὸν εἰς πλήρωσιν τῶν λάκκων ἡμῶν καὶ οὐκ ἐκλείψομεν ἔτι
如今求你為我們禱告,因為你是敬虔的婦人,耶和華必降雨充滿我們的水池,我們就不再衰弱了。」
And now pray you for us, because you are a godly woman, and the Lord will send us rain to fill our cisterns, and we will faint no more.”
8:32
καὶ εἶπεν πρὸς αὐτοὺς Ιουδιθ ἀκούσατέ μου καὶ ποιήσω πρᾶγμα ἀφίξεται εἰς γενεὰς γενεῶν υἱοῖς τοῦ γένους ἡμῶν
猶滴對他們說:「你們聽我說,我要行一件事,這事必傳到我們族中世世代代的子孫。
Then Judith said to them, “Hear me, and I will do a thing, which will go down to all generations among the children of our race.
8:33
ὑμεῖς στήσεσθε ἐπὶ τῆς πύλης τὴν νύκτα ταύτην καὶ ἐξελεύσομαι ἐγὼ μετὰ τῆς ἅβρας μου καὶ ἐν ταῖς ἡμέραις μεθ’ ἃς εἴπατε παραδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐπισκέψεται κύριος τὸν Ισραηλ ἐν χειρί μου
今夜你們都要站在城門口,我必與我的使女出去;在你們所說要把城交給仇敵的那些日子之內,耶和華必藉我的手眷顧以色列。
You shall all stand at the gate tonight. I will go out with my maid. Within the days after which you said that you would deliver the city to our enemies, the Lord will visit Israel by my hand.
8:34
ὑμεῖς δὲ οὐκ ἐξερευνήσετε τὴν πρᾶξίν μου οὐ γὰρ ἐρῶ ὑμῖν ἕως τοῦ τελεσθῆναι ἐγὼ ποιῶ
但你們不可查問我的行動,因為直到我所行的成就,我必不告訴你們。」
But you shall not inquire of my act; for I will not declare it to you, until the things are finished that I will do.”
8:35
καὶ εἶπεν Οζιας καὶ οἱ ἄρχοντες πρὸς αὐτήν πορεύου εἰς εἰρήνην καὶ κύριος θεὸς ἔμπροσθέν σου εἰς ἐκδίκησιν τῶν ἐχθρῶν ἡμῶν
烏西雅和眾首領對她說:「願你平平安安地去,願耶和華神在你前面,為我們向仇敵報仇。」
Then Ozias and the rulers said to her, “Go in peace. May the Lord God be before you, to take vengeance on our enemies.”
8:36
καὶ ἀποστρέψαντες ἐκ τῆς σκηνῆς ἐπορεύθησαν ἐπὶ τὰς διατάξεις αὐτῶν
他們就從棚裡回去,各歸自己的崗位。
So they returned from the tent, and went to their stations.
12345678910111213141516