📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 帖撒羅尼迦前書

帖撒羅尼迦前書 第 5 章

希臘文原文.28 節.點任一字可看原形、詞法與釋義

← 第 4 章
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
5:1
Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι·
弟兄們,論到時候、日期,不用寫信給你們,
But concerning the times and the seasons, brothers, you have no need that anything be written to you.
5:2
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
因為你們自己明明曉得,主的日子來到,好像夜間的賊一樣。
For you yourselves know well that the day of the Lord comes like a thief in the night.
5:3
ὅταν λέγωσιν, εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος ὥσπερ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
人正說「平安穩妥」的時候,災禍忽然臨到他們,如同產難臨到懷胎的婦人一樣,他們絕不能逃脫。
For when they are saying, “Peace and safety,” then sudden destruction will come on them, like birth pains on a pregnant woman. Then they will in no way escape.
5:4
ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ,
弟兄們,你們卻不在黑暗裏,叫那日子臨到你們像賊一樣。
But you, brothers, aren’t in darkness, that the day should overtake you like a thief.
5:5
πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
你們都是光明之子,都是白晝之子。我們不是屬黑夜的,也不是屬幽暗的。
You are all children of light and children of the day. We don’t belong to the night, nor to darkness,
5:6
ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
所以,我們不要睡覺像別人一樣,總要警醒謹守。
so then let’s not sleep, as the rest do, but let’s watch and be sober.
5:7
οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
因為睡了的人是在夜間睡,醉了的人是在夜間醉。
For those who sleep, sleep in the night; and those who are drunk are drunk in the night.
5:8
ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
但我們既然屬乎白晝,就應當謹守,把信和愛當作護心鏡遮胸,把得救的盼望當作頭盔戴上。
But since we belong to the day, let’s be sober, putting on the breastplate of faith and love, and for a helmet, the hope of salvation.
5:9
ὅτι οὐκ ἔθετο ἡμᾶς θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
因為上帝不是預定我們受刑,乃是預定我們藉着我們主耶穌基督得救。
For God didn’t appoint us to wrath, but to the obtaining of salvation through our Lord Jesus Christ,
5:10
τοῦ ἀποθανόντος περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
他替我們死,叫我們無論醒着,睡着,都與他同活。
who died for us, that, whether we wake or sleep, we should live together with him.
5:11
διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
所以,你們該彼此勸慰,互相建立,正如你們素常所行的。
Therefore exhort one another, and build each other up, even as you also do.
5:12
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
弟兄們,我們勸你們敬重那在你們中間勞苦的人,就是在主裏面治理你們、勸戒你們的;
But we beg you, brothers, to know those who labor among you, and are over you in the Lord and admonish you,
5:13
καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν αὐτοῖς.
又因他們所做的工,用愛心格外尊重他們。你們也要彼此和睦。
and to respect and honor them in love for their work’s sake. Be at peace among yourselves.
5:14
παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
我們又勸弟兄們,要警戒不守規矩的人,勉勵灰心的人,扶助軟弱的人,也要向眾人忍耐。
We exhort you, brothers: Admonish the disorderly; encourage the faint-hearted; support the weak; be patient toward all.
5:15
ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδοῖ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
你們要謹慎,無論是誰都不可以惡報惡;或是彼此相待,或是待眾人,常要追求良善。
See that no one returns evil for evil to anyone, but always follow after that which is good for one another and for all.
5:16
πάντοτε χαίρετε,
要常常喜樂,
Always rejoice.
5:17
ἀδιαλείπτως προσεύχεσθε,
不住地禱告,
Pray without ceasing.
5:18
ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
凡事謝恩;因為這是上帝在基督耶穌裏向你們所定的旨意。
In everything give thanks, for this is the will of God in Christ Jesus toward you.
5:19
τὸ πνεῦμα μὴ σβέννυτε,
不要消滅聖靈的感動;
Don’t quench the Spirit.
5:20
προφητείας μὴ ἐξουθενεῖτε·
不要藐視先知的講論。
Don’t despise prophecies.
5:21
πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
但要凡事察驗;善美的要持守,
Test all things, and hold firmly that which is good.
5:22
ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
各樣的惡事要禁戒不做。
Abstain from every form of evil.
5:23
Αὐτὸς δὲ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
願賜平安的上帝親自使你們全然成聖!又願你們的靈與魂與身子得蒙保守,在我們主耶穌基督降臨的時候,完全無可指摘!
May the God of peace himself sanctify you completely. May your whole spirit, soul, and body be preserved blameless at the coming of our Lord Jesus Christ.
5:24
πιστὸς καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
那召你們的本是信實的,他必成就這事。
He who calls you is faithful, who will also do it.
5:25
Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν.
請弟兄們為我們禱告。
Brothers, pray for us.
5:26
ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
與眾弟兄親嘴問安,務要聖潔。
Greet all the brothers with a holy kiss.
5:27
ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς.
我指着主囑咐你們,要把這信念給眾弟兄聽。
I solemnly command you by the Lord that this letter be read to all the holy brothers.
5:28
χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.
願我主耶穌基督的恩常與你們同在!
The grace of our Lord Jesus Christ be with you. Amen.
← 第 4 章
12345