📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 路加福音

路加福音 第 19 章

希臘文原文.48 節.點任一字可看原形、詞法與釋義

← 第 18 章第 20 章 →
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
19:1
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱερειχώ.
耶穌進了耶利哥,正經過的時候,
He entered and was passing through Jericho.
19:2
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ ἦν πλούσιος.
有一個人名叫撒該,作稅吏長,是個財主。
There was a man named Zacchaeus. He was a chief tax collector, and he was rich.
19:3
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
他要看看耶穌是怎樣的人;只因人多,他的身量又矮,所以不得看見,
He was trying to see who Jesus was, and couldn’t because of the crowd, because he was short.
19:4
καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
就跑到前頭,爬上桑樹,要看耶穌,因為耶穌必從那裏經過。
He ran on ahead and climbed up into a sycamore tree to see him, for he was going to pass that way.
19:5
καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
耶穌到了那裏,抬頭一看,對他說:「撒該,快下來!今天我必住在你家裏。」
When Jesus came to the place, he looked up and saw him, and said to him, “Zacchaeus, hurry and come down, for today I must stay at your house.”
19:6
καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
他就急忙下來,歡歡喜喜地接待耶穌。
He hurried, came down, and received him joyfully.
19:7
καὶ ἰδόντες πάντες διεγόγγυζον, λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.
眾人看見,都私下議論說:「他竟到罪人家裏去住宿。」
When they saw it, they all murmured, saying, “He has gone in to lodge with a man who is a sinner.”
19:8
σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσειά μου τῶν ὑπαρχόντων, κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.
撒該站着對主說:「主啊,我把所有的一半給窮人;我若訛詐了誰,就還他四倍。」
Zacchaeus stood and said to the Lord, “Behold, Lord, half of my goods I give to the poor. If I have wrongfully exacted anything of anyone, I restore four times as much.”
19:9
εἶπεν δὲ πρὸς αὐτὸν Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ·
耶穌說:「今天救恩到了這家,因為他也是亞伯拉罕的子孫。
Jesus said to him, “Today, salvation has come to this house, because he also is a son of Abraham.
19:10
ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
人子來,為要尋找、拯救失喪的人。」
For the Son of Man came to seek and to save that which was lost.”
19:11
Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς εἶναι Ἱερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι.
眾人正在聽見這些話的時候,耶穌因為將近耶路撒冷,又因他們以為上帝的國快要顯出來,就另設一個比喻,說:
As they heard these things, he went on and told a parable, because he was near Jerusalem, and they supposed that God’s Kingdom would be revealed immediately.
19:12
εἶπεν οὖν· ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακράν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
「有一個貴冑往遠方去,要得國回來,
He said therefore, “A certain nobleman went into a far country to receive for himself a kingdom and to return.
19:13
καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς· πραγματεύσασθε ἐν ἔρχομαι.
便叫了他的十個僕人來,交給他們十錠 銀子,說:『你們去做生意,直等我回來。』
He called ten servants of his and gave them ten mina coins, and told them, ‘Conduct business until I come.’
19:14
οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς.
他本國的人卻恨他,打發使者隨後去,說:『我們不願意這個人作我們的王。』
But his citizens hated him, and sent an envoy after him, saying, ‘We don’t want this man to reign over us.’
19:15
καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τίς τί διεπραγματεύσαντο.
他既得國回來,就吩咐叫那領銀子的僕人來,要知道他們做生意賺了多少。
“When he had come back again, having received the kingdom, he commanded these servants, to whom he had given the money, to be called to him, that he might know what they had gained by conducting business.
19:16
παρεγένετο δὲ πρῶτος λέγων· κύριε, μνᾶ σου δέκα προσηργάσατο μνᾶς.
頭一個上來,說:『主啊,你的一錠銀子已經賺了十錠。』
The first came before him, saying, ‘Lord, your mina has made ten more minas.’
19:17
καὶ εἶπεν αὐτῷ· εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
主人說:『好!良善的僕人,你既在最小的事上有忠心,可以有權柄管十座城。』
“He said to him, ‘Well done, you good servant! Because you were found faithful with very little, you shall have authority over ten cities.’
19:18
καὶ ἦλθεν δεύτερος λέγων· μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς.
第二個來,說:『主啊, 你的一錠銀子已經賺了五錠。』
“The second came, saying, ‘Your mina, Lord, has made five minas.’
19:19
εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.
主人說:『你也可以管五座城。』
“So he said to him, ‘And you are to be over five cities.’
19:20
καὶ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ·
又有一個來說:『主啊,看哪,你的一錠銀子在這裏,我把它包在手巾裏存着。
Another came, saying, ‘Lord, behold, your mina, which I kept laid away in a handkerchief,
19:21
ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις οὐκ ἔθηκας, καὶ θερίζεις οὐκ ἔσπειρας.
我原是怕你,因為你是嚴厲的人;沒有放下的,還要去拿, 沒有種下的,還要去收。』
for I feared you, because you are an exacting man. You take up that which you didn’t lay down, and reap that which you didn’t sow.’
19:22
λέγει αὐτῷ· ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων οὐκ ἔθηκα, καὶ θερίζων οὐκ ἔσπειρα;
主人對他說:『你這惡僕,我要憑你的口定你的罪。你既知道我是嚴厲的人,沒有放下的,還要去拿,沒有種下的,還要去收,
“He said to him, ‘Out of your own mouth I will judge you, you wicked servant! You knew that I am an exacting man, taking up that which I didn’t lay down and reaping that which I didn’t sow.
19:23
καὶ διατί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα.
為甚麼不把我的銀子交給銀行,等我來的時候,連本帶利都可以要回來呢?』
Then why didn’t you deposit my money in the bank, and at my coming, I might have earned interest on it?’
19:24
καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.
就對旁邊站着的人說:『奪過他這一錠來,給那有十錠的。』
He said to those who stood by, ‘Take the mina away from him and give it to him who has the ten minas.’
19:25
καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς.
他們說:『主啊,他已經有十錠了。』
“They said to him, ‘Lord, he has ten minas!’
19:26
λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται.
主人說:『我告訴你們,凡有的,還要加給他;沒有的,連他所有的也要奪過來。
‘For I tell you that to everyone who has, will more be given; but from him who doesn’t have, even that which he has will be taken away from him.
19:27
πλὴν τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.
至於我那些仇敵,不要我作他們王的,把他們拉來,在我面前殺了吧!』」
But bring those enemies of mine who didn’t want me to reign over them here, and kill them before me.’”
19:28
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων, εἰς Ἱεροσόλυμα.
耶穌說完了這話,就在前面走,上耶路撒冷去。
Having said these things, he went on ahead, going up to Jerusalem.
19:29
καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν
將近伯法其和伯大尼,在一座山名叫橄欖山那裏,就打發兩個門徒,說:
When he came near to Bethsphage and Bethany, at the mountain that is called Olivet, he sent two of his disciples,
19:30
εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε.
「你們往對面村子裏去,進去的時候,必看見一匹驢駒拴在那裏,是從來沒有人騎過的,可以解開牽來。
saying, “Go your way into the village on the other side, in which, as you enter, you will find a colt tied, which no man has ever sat upon. Untie it and bring it.
19:31
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· διατί λύετε; οὕτως ἐρεῖτε· ὅτι κύριος αὐτοῦ χρείαν ἔχει.
若有人問為甚麼解牠,你們就說:『主要用牠。』」
If anyone asks you, ‘Why are you untying it?’ say to him: ‘The Lord needs it.’”
19:32
ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
打發的人去了,所遇見的正如耶穌所說的。
Those who were sent went away and found things just as he had told them.
19:33
λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· τί λύετε τὸν πῶλον;
他們解驢駒的時候,主人問他們說:「解驢駒做甚麼?」
As they were untying the colt, its owners said to them, “Why are you untying the colt?”
19:34
οἱ δὲ εἶπαν· ὅτι κύριος αὐτοῦ χρείαν ἔχει.
他們說:「主要用牠。」
They said, “The Lord needs it.”
19:35
καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν.
他們牽到耶穌那裏,把自己的衣服搭在上面,扶着耶穌騎上。
Then they brought it to Jesus. They threw their cloaks on the colt and sat Jesus on them.
19:36
πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.
走的時候,眾人把衣服鋪在路上。
As he went, they spread their cloaks on the road.
19:37
ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,
將近耶路撒冷,正下橄欖山的時候,眾門徒因所見過的一切異能,都歡樂起來,大聲讚美上帝,
As he was now getting near, at the descent of the Mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works which they had seen,
19:38
λέγοντες· εὐλογημένος βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη, καὶ δόξα ἐν ὑψίστοις.
說: 奉主名來的王是應當稱頌的! 在天上有和平; 在至高之處有榮光。
saying, “Blessed is the King who comes in the name of the Lord! Peace in heaven, and glory in the highest!”
19:39
Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
眾人中有幾個法利賽人對耶穌說:「夫子,責備你的門徒吧!」
Some of the Pharisees from the multitude said to him, “Teacher, rebuke your disciples!”
19:40
καὶ ἀποκριθεὶς εἶπεν· λέγω ὑμῖν, ὅτι ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.
耶穌說:「我告訴你們,若是他們閉口不說,這些石頭必要呼叫起來。」
He answered them, “I tell you that if these were silent, the stones would cry out.”
19:41
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ’ αὐτήν, λέγων
耶穌快到耶路撒冷,看見城,就為它哀哭,
When he came near, he saw the city and wept over it,
19:42
ὅτι εἰ ἔγνως καὶ σὺ καίγε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ τὰ πρὸς εἰρήνην σου· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
說:「巴不得你在這日子知道關係你平安的事;無奈這事現在是隱藏的,叫你的眼看不出來。
saying, “If you, even you, had known today the things which belong to your peace! But now, they are hidden from your eyes.
19:43
ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σέ, καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,
因為日子將到,你的仇敵必築起土壘,周圍環繞你,四面困住你,
For the days will come on you when your enemies will throw up a barricade against you, surround you, hem you in on every side,
19:44
καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ’ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.
並要掃滅你和你裏頭的兒女,連一塊石頭也不留在石頭上,因你不知道眷顧你的時候。」
and will dash you and your children within you to the ground. They will not leave in you one stone on another, because you didn’t know the time of your visitation.”
19:45
Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,
耶穌進了殿,趕出裏頭做買賣的人,
He entered into the temple and began to drive out those who bought and sold in it,
19:46
λέγων αὐτοῖς· γέγραπται· καὶ ἔσται οἶκός μου οἶκος προσευχῆς· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
對他們說:「經上說: 我的殿必作禱告的殿, 你們倒使它成為賊窩了。」
saying to them, “It is written, ‘My house is a house of prayer,’ but you have made it a ‘den of robbers’!”
19:47
Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
耶穌天天在殿裏教訓人。祭司長和文士與百姓的尊長都想要殺他,
He was teaching daily in the temple, but the chief priests, the scribes, and the leading men among the people sought to destroy him.
19:48
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν· λαὸς γὰρ ἅπας ἐξεκρέμετο αὐτοῦ ἀκούων.
但尋不出法子來,因為百姓都側耳聽他。
They couldn’t find what they might do, for all the people hung on to every word that he said.
← 第 18 章第 20 章 →
123456789101112131415161718192021222324