📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘文新約 › 路加福音

路加福音 第 8 章

希臘文原文.56 節.點任一字可看原形、詞法與釋義

← 第 7 章第 9 章 →
📖 這一章另有 2 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經)
8:1
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
過了不多日,耶穌周遊各城各鄉傳道,宣講上帝國的福音。和他同去的有十二個門徒,
Soon afterwards, he went about through cities and villages, preaching and bringing the good news of God’s Kingdom. With him were the twelve,
8:2
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
還有被惡鬼所附、被疾病所累、已經治好的幾個婦女,內中有稱為抹大拉的馬利亞(曾有七個鬼從她身上趕出來),
and certain women who had been healed of evil spirits and infirmities: Mary who was called Magdalene, from whom seven demons had gone out;
8:3
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
又有希律的家宰苦撒的妻子約亞拿,並蘇撒拿,和好些別的婦女,都是用自己的財物供給耶穌和門徒。
and Joanna, the wife of Chuzas, Herod’s steward; Susanna; and many others who served them from their possessions.
8:4
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
當許多人聚集、又有人從各城裏出來見耶穌的時候,耶穌就用比喻說:
When a great multitude came together and people from every city were coming to him, he spoke by a parable:
8:5
ἐξῆλθεν σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό·
「有一個撒種的出去撒種。撒的時候,有落在路旁的,被人踐踏,天上的飛鳥又來吃盡了。
“The farmer went out to sow his seed. As he sowed, some fell along the road, and it was trampled under foot, and the birds of the sky devoured it.
8:6
καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα·
有落在磐石上的,一出來就枯乾了,因為得不着滋潤。
Some seed fell on the rock, and as soon as it grew, it withered away, because it had no moisture.
8:7
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό·
有落在荊棘裏的,荊棘一同生長,把它擠住了。
Some fell amid the thorns, and the thorns grew with it and choked it.
8:8
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ἔχων ὦτα ἀκούειν ἀκουέτω.
又有落在好土裏的,生長起來,結實百倍。」耶穌說了這些話,就大聲說:「有耳可聽的,就應當聽!」
Some fell into the good ground and grew and produced one hundred times as much fruit.” As he said these things, he called out, “He who has ears to hear, let him hear!”
8:9
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη παραβολή.
門徒問耶穌說:「這比喻是甚麼意思呢?」
Then his disciples asked him, “What does this parable mean?”
8:10
δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
他說:「上帝國的奧祕只叫你們知道;至於別人,就用比喻,叫他們看也看不見,聽也聽不明。」
He said, “To you it is given to know the mysteries of God’s Kingdom, but to the rest it is given in parables, that ‘seeing they may not see, and hearing they may not understand.’
8:11
ἔστιν δὲ αὕτη παραβολή. σπόρος ἐστὶν λόγος τοῦ θεοῦ.
「這比喻乃是這樣:種子就是上帝的道。
“Now the parable is this: The seed is the word of God.
8:12
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσίν οἱ ἀκούσαντες, εἶτα ἔρχεται διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
那些在路旁的,就是人聽了道,隨後魔鬼來,從他們心裏把道奪去,恐怕他們信了得救。
Those along the road are those who hear; then the devil comes and takes away the word from their heart, that they may not believe and be saved.
8:13
οἱ δὲ ἐπὶ τὴν πέτραν οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
那些在磐石上的,就是人聽道,歡喜領受,但心中沒有根,不過暫時相信,及至遇見試煉就退後了。
Those on the rock are they who, when they hear, receive the word with joy; but these have no root. They believe for a while, then fall away in time of temptation.
8:14
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσίν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συνπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
那落在荊棘裏的,就是人聽了道,走開以後,被今生的思慮、錢財、宴樂擠住了,便結不出成熟的子粒來。
What fell among the thorns, these are those who have heard, and as they go on their way they are choked with cares, riches, and pleasures of life; and they bring no fruit to maturity.
8:15
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσίν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
那落在好土裏的,就是人聽了道,持守在誠實善良的心裏,並且忍耐着結實。」
Those in the good ground, these are those who with an honest and good heart, having heard the word, hold it tightly, and produce fruit with perseverance.
8:16
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
「沒有人點燈用器皿蓋上,或放在床底下,乃是放在燈臺上,叫進來的人看見亮光。
“No one, when he has lit a lamp, covers it with a container or puts it under a bed; but puts it on a stand, that those who enter in may see the light.
8:17
οὐ γάρ ἐστιν κρυπτὸν οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
因為掩藏的事沒有不顯出來的;隱瞞的事沒有不露出來被人知道的。
For nothing is hidden that will not be revealed, nor anything secret that will not be known and come to light.
8:18
βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
所以,你們應當小心怎樣聽;因為凡有的,還要加給他;凡沒有的,連他自以為有的,也要奪去。」
Be careful therefore how you hear. For whoever has, to him will be given; and whoever doesn’t have, from him will be taken away even that which he thinks he has.”
8:19
Παρεγένετο δὲ πρὸς αὐτὸν μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
耶穌的母親和他弟兄來了,因為人多,不得到他跟前。
His mother and brothers came to him, and they could not come near him for the crowd.
8:20
ἀπηγγέλη δὲ αὐτῷ ὅτι μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες.
有人告訴他說:「你母親和你弟兄站在外邊,要見你。」
Some people told him, “Your mother and your brothers stand outside, desiring to see you.”
8:21
δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσίν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
耶穌回答說:「聽了上帝之道而遵行的人就是我的母親,我的弟兄了。」
But he answered them, “My mother and my brothers are these who hear the word of God and do it.”
8:22
Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.
有一天,耶穌和門徒上了船,對門徒說:「我們可以渡到湖那邊去。」他們就開了船。
Now on one of those days, he entered into a boat, himself and his disciples, and he said to them, “Let’s go over to the other side of the lake.” So they launched out.
8:23
πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
正行的時候,耶穌睡着了。湖上忽然起了暴風,船將滿了水,甚是危險。
But as they sailed, he fell asleep. A wind storm came down on the lake, and they were taking on dangerous amounts of water.
8:24
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
門徒來叫醒了他,說:「夫子!夫子!我們喪命啦!」耶穌醒了,斥責那狂風大浪;風浪就止住,平靜了。
They came to him and awoke him, saying, “Master, Master, we are dying!” He awoke and rebuked the wind and the raging of the water; then they ceased, and it was calm.
8:25
εἶπεν δὲ αὐτοῖς· ποῦ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
耶穌對他們說:「你們的信心在哪裏呢?」他們又懼怕又希奇,彼此說:「這到底是誰?他吩咐風和水,連風和水也聽從他了。」
He said to them, “Where is your faith?” Being afraid, they marveled, saying to one another, “Who is this then, that he commands even the winds and the water, and they obey him?”
8:26
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
他們到了格拉森 人的地方,就是加利利的對面。
Then they arrived at the country of the Gadarenes, which is opposite Galilee.
8:27
ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια, καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.
耶穌上了岸,就有城裏一個被鬼附着的人迎面而來。這個人許久不穿衣服,不住房子,只住在墳塋裏。
When Jesus stepped ashore, a certain man out of the city who had demons for a long time met him. He wore no clothes, and didn’t live in a house, but in the tombs.
8:28
ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.
他見了耶穌,就俯伏在他面前,大聲喊叫,說:「至高上帝的兒子耶穌,我與你有甚麼相干?求你不要叫我受苦!」
When he saw Jesus, he cried out and fell down before him, and with a loud voice said, “What do I have to do with you, Jesus, you Son of the Most High God? I beg you, don’t torment me!”
8:29
παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
是因耶穌曾吩咐污鬼從那人身上出來。原來這鬼屢次抓住他;他常被人看守,又被鐵鍊和腳鐐捆鎖,他竟把鎖鍊掙斷,被鬼趕到曠野去。
For Jesus was commanding the unclean spirit to come out of the man. For the unclean spirit had often seized the man. He was kept under guard and bound with chains and fetters. Breaking the bonds apart, he was driven by the demon into the desert.
8:30
ἐπηρώτησεν δὲ αὐτὸν Ἰησοῦς λέγων· τί σοι ὄνομά ἐστιν; δὲ εἶπεν, λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
耶穌問他說:「你名叫甚麼?」他說:「我名叫『群』」;這是因為附着他的鬼多。
Jesus asked him, “What is your name?” He said, “Legion,” for many demons had entered into him.
8:31
καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
鬼就央求耶穌,不要吩咐他們到無底坑裏去。
They begged him that he would not command them to go into the abyss.
8:32
ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει, καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. καὶ ἐπέτρεψεν αὐτοῖς.
那裏有一大群豬在山上吃食。鬼央求耶穌,准他們進入豬裏去。耶穌准了他們,
Now there was there a herd of many pigs feeding on the mountain, and they begged him that he would allow them to enter into those. Then he allowed them.
8:33
ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
鬼就從那人出來,進入豬裏去。於是那群豬闖下山崖,投在湖裏淹死了。
The demons came out of the man and entered into the pigs, and the herd rushed down the steep bank into the lake and were drowned.
8:34
ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
放豬的看見這事就逃跑了,去告訴城裏和鄉下的人。
When those who fed them saw what had happened, they fled and told it in the city and in the country.
8:35
ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
眾人出來要看是甚麼事;到了耶穌那裏,看見鬼所離開的那人,坐在耶穌腳前,穿着衣服,心裏明白過來,他們就害怕。
People went out to see what had happened. They came to Jesus and found the man from whom the demons had gone out, sitting at Jesus’ feet, clothed and in his right mind; and they were afraid.
8:36
ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη δαιμονισθείς.
看見這事的便將被鬼附着的人怎麼得救告訴他們。
Those who saw it told them how he who had been possessed by demons was healed.
8:37
καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γεργεσηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.
格拉森四圍的人,因為害怕得很,都求耶穌離開他們;耶穌就上船回去了。
All the people of the surrounding country of the Gadarenes asked him to depart from them, for they were very much afraid. Then he entered into the boat and returned.
8:38
ἐδέετο δὲ αὐτοῦ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων·
鬼所離開的那人懇求和耶穌同在;耶穌卻打發他回去,說:
But the man from whom the demons had gone out begged him that he might go with him, but Jesus sent him away, saying,
8:39
ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν θεός. καὶ ἀπῆλθεν, καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς.
「你回家去,傳說上帝為你做了何等大的事。」他就去,滿城裏傳揚耶穌為他做了何等大的事。
“Return to your house, and declare what great things God has done for you.” He went his way, proclaiming throughout the whole city what great things Jesus had done for him.
8:40
Ἐγένετο δὲ ἐν τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
耶穌回來的時候,眾人迎接他,因為他們都等候他。
When Jesus returned, the multitude welcomed him, for they were all waiting for him.
8:41
καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν· καὶ πεσὼν παρὰ τοὺς πόδας Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
有一個管會堂的,名叫睚魯,來俯伏在耶穌腳前,求耶穌到他家裏去;
Behold, a man named Jairus came. He was a ruler of the synagogue. He fell down at Jesus’ feet and begged him to come into his house,
8:42
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
因他有一個獨生女兒,約有十二歲,快要死了。 耶穌去的時候,眾人擁擠他。
for he had an only born daughter, about twelve years of age, and she was dying. But as he went, the multitudes pressed against him.
8:43
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι,
有一個女人,患了十二年的血漏,在醫生手裏花盡了她一切養生的,並沒有一人能醫好她。
A woman who had a flow of blood for twelve years, who had spent all her living on physicians and could not be healed by any,
8:44
προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ῥύσις τοῦ αἵματος αὐτῆς.
她來到耶穌背後,摸他的衣裳繸子,血漏立刻就止住了。
came behind him and touched the fringe of his cloak. Immediately the flow of her blood stopped.
8:45
καὶ εἶπεν Ἰησοῦς· τίς ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.
耶穌說:「摸我的是誰?」眾人都不承認。彼得和同行的人都說:「夫子,眾人擁擁擠擠緊靠着你。 」
Jesus said, “Who touched me?” When all denied it, Peter and those with him said, “Master, the multitudes press and jostle you, and you say, ‘Who touched me?’”
8:46
δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ.
耶穌說:「總有人摸我,因我覺得有能力從我身上出去。」
But Jesus said, “Someone did touch me, for I perceived that power has gone out of me.”
8:47
ἰδοῦσα δὲ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
那女人知道不能隱藏,就戰戰兢兢地來俯伏在耶穌腳前,把摸他的緣故和怎樣立刻得好了,當着眾人都說出來。
When the woman saw that she was not hidden, she came trembling; and falling down before him declared to him in the presence of all the people the reason why she had touched him, and how she was healed immediately.
8:48
δὲ εἶπεν αὐτῇ· θυγάτερ, πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
耶穌對她說:「女兒,你的信救了你;平平安安地去吧!」
He said to her, “Daughter, cheer up. Your faith has made you well. Go in peace.”
8:49
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.
還說話的時候,有人從管會堂的家裏來,說:「你的女兒死了,不要勞動夫子。」
While he still spoke, one from the ruler of the synagogue’s house came, saying to him, “Your daughter is dead. Don’t trouble the Teacher.”
8:50
δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ· μὴ φοβοῦ· μόνον πίστευσον, καὶ σωθήσεται.
耶穌聽見就對他說:「不要怕,只要信!你的女兒就必得救。」
But Jesus hearing it, answered him, “Don’t be afraid. Only believe, and she will be healed.”
8:51
ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
耶穌到了他的家,除了彼得、約翰、雅各,和女兒的父母,不許別人同他進去。
When he came to the house, he didn’t allow anyone to enter in, except Peter, John, James, the father of the child, and her mother.
8:52
ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. δὲ εἶπεν· μὴ κλαίετε· οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
眾人都為這女兒哀哭捶胸。耶穌說:「不要哭!她不是死了,是睡着了。」
All were weeping and mourning her, but he said, “Don’t weep. She isn’t dead, but sleeping.”
8:53
καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
他們曉得女兒已經死了,就嗤笑耶穌。
They were ridiculing him, knowing that she was dead.
8:54
αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· παῖς, ἐγείρου.
耶穌拉着她的手,呼叫說:「女兒,起來吧!」
But he put them all outside, and taking her by the hand, he called, saying, “Child, arise!”
8:55
καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
她的靈魂便回來,她就立刻起來了。耶穌吩咐給她東西吃。
Her spirit returned, and she rose up immediately. He commanded that something be given to her to eat.
8:56
καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
她的父母驚奇得很;耶穌囑咐他們,不要把所做的事告訴人。
Her parents were amazed, but he commanded them to tell no one what had been done.
← 第 7 章第 9 章 →
123456789101112131415161718192021222324