📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷一

優西比烏

《教會史》卷一 第 4 章

希臘文原文.15 節.部分字詞可點開查義

← 第 3 章第 5 章 →
4:1
Ταῦτα μὲν οὖν ἀναγκαίως πρὸ τῆς ἱστορίας ἐνταῦθά μοι κείσθω, ὡς ἂν μὴ νεώτερόν τις εἶναι νομίσειε τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν διὰ τοὺς τῆς ἐνσάρκου πολιτείας αὐτοῦ χρόνους. ἔνα δὲ μηδὲ τὴν διδασκαλίαν αὐτοῦ νέαν εἶναι καὶ ξένην, ὡσὰν ὑπὸ νέου καὶ μηδὲν τῶν λοιπῶν διαφέροντος ἀνθρώπου συστᾶσάν τις ὑπονοήσειε, φέρε βραχέα καὶ περὶ τούτου διαλάβωμεν.
那麼,讓我在歷史之先,必要地把這些話陳列在此,免得有人因我們救主和主耶穌基督在肉身中生活的年代,便以為他是新近的。又免得有人疑心他的教訓是新奇陌生的,仿彿是由一個與常人無異的年輕人所創立的,來吧,讓我們也簡略地論一論這事。
Let these things, then, be set down here by me of necessity, before the history, lest anyone should suppose our Saviour and Lord Jesus the Christ to be recent because of the times of his life in the flesh. And that no one may suspect his teaching to be new and strange, as though composed by a young man no different from the rest, come, let us treat briefly of this also.
4:2
ἄρτι μὲν ὁμολογουμένως τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας νεωστὶ πᾶσιν ἀνθρώποις ἐπιλαμψάσης, νέον ὁμολογουμένως ἔθνος οὐ μικρὸν οὐδ ἐπὶ γωνίας ποι γῆς ἱδρυμένον, ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν πολυανθρωπότατόν τε καὶ θεοσεβέστατον, ταύτῃ τε ἀνώλεθρον καὶ ἀήττητον, καὶ εἰς ἀεὶ τῆς παρὰ θεοῦ βοηθείας τυγχάνει, χρόνων προθεσμίαις ἀρρήτοις ἀθρόως οὕτως ἀναπέφηνε, τὸ παρὰ τοῖς πᾶσι τῇ τοῦ Χριστοῦ προσηγορίᾳ τετιμημένον.
如今,雖然按眾所公認,我們救主耶穌基督的降臨才剛照耀於萬人,然而有一個新的民族——眾所公認,既不小,也不偏居於地的一隅,乃是萬族中人數最多、最敬畏神的,並因此而不可摧毀、不可征服,因它常從神得幫助——竟在那不可言喻之定數所安排的時候,如此忽然顯現出來:這民族在萬人中以「基督」之稱呼受尊崇。
Now though the coming of our Saviour Jesus Christ has, by general confession, but newly shone forth upon all men, yet a new nation—confessedly neither small nor settled in some corner of the earth, but the most populous and most God-fearing of all the nations, and on that account indestructible and unconquerable, in that it ever obtains help from God—has thus suddenly appeared, at the times appointed by ineffable reckonings: the nation honoured among all by the appellation of Christ.
4:3
τοῦτο καὶ προφητῶν κατεπλάγη τις θείου πνεύματος ὀφθαλμῷ τὸ μέλλον ἔσεσθαι προθεωρήσας, ὡς καὶ τάδε ἀναφθέγξασθαι τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἐλάλησεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ εἰ ἐτέχθη ἔθνος εἰσάπαξ. ὑποσημαίνει δέ πως καὶ τὴν μέλλουσαν αὐτὸς προσηγορίαν λέγων τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, εὐλογηθήσεται ἐπὶ τῆς γῆς.
對此,連先知中的一位也驚奇不已,因他以神聖之靈的眼目,預見了將要來的事,以致他甚至這樣呼喊:「誰聽見過這樣的事?誰看見過這樣的事?國家豈能一日而生?地豈能一時產出一國呢?」這同一位先知又約略暗示了那將要有的稱呼,說:「至於事奉我的人,必有一個新名稱呼他們,這名在地上必蒙福。」
At this one of the prophets too was amazed, foreseeing with the eye of the divine Spirit what was to come, so that he cried out even thus: 「Who hath heard such things, and who hath spoken thus? Did the earth travail in one day, and was a nation born at once?」 And the same prophet somehow intimates also the appellation that was to be, saying: 「But to those who serve me a new name shall be called, which shall be blessed upon the earth.」
4:4
ἀλλ εἰ καὶ νέοι σαφῶς ἡμεῖς, καὶ τοῦτο καινὸν ὄντως ὄνομα τὸ Χριστιανῶν ἀρτίως παρὰ πᾶσιν ἔθνεσι γνωρίζεται, βίος δ οὖν ὅμως καὶ τῆς ἀγωγῆς τρόπος αὐτοῖς εὐσεβείας δόγμασιν ὅτι μὴ ἔναγχος ὑφ ἡμῶν ἐπιπέπλασται, ἐκ πρώτης δὲ ὡς εἰπεῖν ἀνθρωπογονίας φυσικαῖς ἐννοίαις τῶν πάλαι θεοφιλῶν ἀνδρῶν κατωρθοῦτο, ὧδέ πως ἐπιδείξομεν.
但縱使我們顯然是新的,「基督徒」這名也確實是真正新的、近來纔在萬族中為人所知,然而我們的生活方式與行事之道,合乎敬虔的訓誡,卻並非我們近來才捏造出來的;相反,可以說,從人類受造之初,藉著古時蒙神所愛之人那本性的領悟,這道就已被正當地踐行了——正如我們現今要顯明的。
But even if we are clearly new, and this name of Christians is indeed truly new, recently come to be known among all nations, nevertheless our manner of life and the mode of our conduct, in accord with the precepts of piety, has not been but lately fabricated by us; rather, it was rightly practised, from the first creation of mankind, so to speak, through the natural conceptions of the God-beloved men of old—as we shall now show.
4:5
οὐ νέον, ἀλλὰ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἀρχαιότητι τετιμημένον ἔθνος , τοῖς πᾶσι καὶ αὐτὸ γνώριμον, τὸ Ἑβραίων τυγχάνει. λόγοι δὴ παρὰ τούτῳ καἲ γράμματα παλαιοὺς ἄνδρας περιέχουσι, σπανίους μὲν καὶ ἀριθμῷ βραχεῖς , ἀλλ ὅμως εὐσεβείᾳ καὶ δικαιοσύνῃ καὶ πάσῃ τῇ λοιπῇ διενεγκόντας ἀρετῇ, πρὸ μέν γε τοῦ κατακλυσμοῦ διαφόρους, δὲ καὶ τοῦτον ἑτέρους τῶν τε τοῦ Νῶε παίδων καὶ ἀπογόνων, ἀτὰρ καὶ τὸν Ἀβραὰμ, ὃν ἀρχηγὸν καὶ προπάτορα σφῶν αὐτῶν παῖδες Ἑβραίων αὐχοῦσι.
希伯來人這民族並不新,乃因其古老而在萬人中受尊崇,並且本身也為眾人所熟知。它的言論與典籍記載了古時的人物——他們誠然稀少、數目無多,卻在敬虔、公義並其餘一切德行上卓然出眾:在洪水之先有各樣不同的人,洪水之後又有別的人,包括挪亞的兒孫與後裔,尤其是亞伯拉罕,希伯來人的子孫誇他為自己的始祖與先父。
The nation of the Hebrews is not new, but is honoured among all men for its antiquity, and is itself well known to all. Now its discourses and writings comprise men of old—few indeed and scant in number, yet excelling in piety and righteousness and in all the rest of virtue: before the flood, some of various kinds; and after it, others, both of the children and the descendants of Noah, and in particular Abraham, whom the children of the Hebrews boast of as their founder and forefather.
4:6
πάντας δὴ ἐκείνους ἐπὶ δικαιοσύνῃ μεμαρτυρημένους, ἐξ αὐτοῦ Ἀβραὰμ ἐπὶ τὸν πρῶτον ἀνιοῦσιν ἄνθρωπον, ἔργῳ Χριστιανοὺς εἰ καὶ μὴ ὀνόματι προσειπών τις οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας.
那麼,那一切為公義作見證的人——從亞伯拉罕本身上溯到頭一個人——若有人稱他們為實際上、即使不是名義上的「基督徒」,也不至於偏離真理。
All those, then, who are testified to for righteousness—from Abraham himself going back to the first man—if one were to call them Christians in deed, even if not in name, one would not depart from the truth.
4:7
γάρ τοι δηλοῦν ἐθέλει τοὔνομα τὸ Χριστιανοῦ, ἄνδρα διὰ τῆς τοῦ Χριστοῦ γνώσεως καὶ διδασκαλίας, σωφροσύνῃ καὶ δικαιοσύνῃ, καρτερίᾳ τε βίου καὶ ἀρετῆς ἀνδρείᾳ, εὐσεβείας τε ὁμολογίᾳ ἑνὸς καὶ μόνου τοῦ ἐπὶ πάντων θεοῦ διαπρέπειν, τοῦτο πᾶν ἐκείνοις οὐ χεῖρον ἡμῶν ἐσπουδάζετο.
因為「基督徒」這名所要宣告的乃是:一個人藉著對基督的認識與教訓,以節制與公義、以對生命的堅忍與德行的剛勇,並以對那獨一、在萬有之上之神的敬虔之告白,顯為卓越。這一切,他們所追求的並不亞於我們。
For what the name 「Christian」 means to declare is this: that a man, through the knowledge and teaching of Christ, is distinguished by temperance and righteousness, by endurance of life and the manliness of virtue, and by the confession of piety toward the one and only God who is over all. All this was pursued by them no less zealously than by us.
4:8
οὔτ᾿ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδὲ ἡμῖν, οὔτε σαββάτων ἐπιτηρήσεως, ὅτι μηδὲ ἡμῖν· ἀλλ᾿ οὐδὲ τῶν τοιῶνδε τροφῶν πα φυλακῆς, οὐδὲ τῶν ἄλλων διαστολῆς, ὅσα τοῖς μετέπειτα πρῶτος ἁπάντων Μωυσῆς ἀρξάμενος ἐν συμβόλοις τελεῖσθαι παραδέδωκεν, ὅτι μηδὲ νῦν Χριστιανῶν τὰ τοιαῦτα· ἀλλὰ καὶ σαφῶς αὐτὸν ᾔδεσαν τὸν Χριστὸν τοῦ θεοῦ, εἴ γε ὦφθαι μὲν τῷ Ἀβραὰμ, χρηματίσαι δὲ τῷ Ἰσαὰκ, λελαληκέναι δὲ τῷ Ἰακὼβ, Μωυσεῖ τε καὶ τοῖς μετὰ ταῦτα προφήταις ὡμιληκέναι προδέδεικται.
那麼,他們不關心身體的割禮——我們也不關心;不關心守安息日——我們也不關心;也不關心戒食某些食物,或那其餘的分別——這些是摩西最先傳給後人、要藉表徵舉行的——如今基督徒也不守這些。然而他們清楚認識神自己的基督,因為已經顯明:他曾向亞伯拉罕顯現,向以撒發諭,對雅各說話,並與摩西和他以後的眾先知交談。
They had no concern, then, for bodily circumcision—as neither have we; nor for the observance of sabbaths—as neither have we; nor again for abstinence from such-and-such foods, nor for the distinction of the others which Moses first of all handed down to those who came after, to be performed in symbols—as neither now do Christians observe such things. But they knew plainly the Christ of God himself, seeing that it has been shown that he appeared to Abraham, gave oracles to Isaac, spoke to Jacob, and conversed with Moses and the prophets after him.
4:9
ἔνθεν αὐτοὺς δὴ τοὺς θεοφιλεῖς ἐκείνους εὕροις ἂν καὶ τῆς τοῦ Χριστοῦ κατηξιωμένους προσωνυμίας, κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν φωνήν μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύτεσθε.
因此,你會發現那些蒙神所愛的人本身,竟也配得「基督」(受膏者)這稱呼,正如那論到他們的話所說:「不可觸動我的受膏者,也不可惡待我的先知。」
Hence you would find those God-beloved men themselves accounted worthy even of the appellation of Christ, according to the saying that speaks of them: 「Touch not mine anointed ones, and do my prophets no harm.」
4:10
ὥστε σαφῶς πρώτην ἡγεῖσθαι δεῖν καὶ πάντων παλαιτάτην τε καὶ ἀρχαιοτάν θεοσεβείας εὕρεσιν, αὐτῶν ἐκείνων δὴ τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν ἀνδρῶν, τὴν ἀρτίως διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας πᾶσιν ἔθνεσι κατηγγελμένην.
如此,人必須清楚地認定:那些圍繞亞伯拉罕、蒙神所愛之人所踐行的敬虔之發現,乃是一切中最先、最古老、最原初的——正是如今藉基督的教訓向萬族所傳揚的那同一個敬虔。
So that one must clearly regard the discovery of piety practised by those very God-beloved men around Abraham as the first, the most ancient and primeval of all—the same that has now been proclaimed to all nations through the teaching of Christ.
4:11
εἰ δὲ δὴ μακρῷ ποθ ὕστερον χρόνῳ περιτομῆς φασι τὸν Ἀβραὰμ ἐντολὴν εἰληφέναι, ἀλλά γε πρὸ ταύτης δικαιοσύνην διὰ πίστεως μαρτυρηθεὶς ἀνείρηται, ὧδέ πως φάσκοντος τοῦ θείου λόγου ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
縱然有人說,亞伯拉罕是在許久之後才領受了割禮的誡命,然而經上記載,在此之先,他已因信被見證為有公義,神的話約略這樣宣告:「亞伯拉罕信神,這就算為他的義。」
And if it be said that long afterward Abraham received the commandment of circumcision, yet it is recorded that before this he was testified to have righteousness through faith, the divine word declaring somewhat thus: 「And Abraham believed God, and it was reckoned to him for righteousness.」
4:12
καὶ δὴ τοιούτῳ πρὸ τῆς περιτομῆς γεγονότι χρησμὸς ὕπο του φήναντος ἑαυτὸν αὐτῷ θεοῦ οὗτος δ ἦν αὐτὸς Χριστὸς τοῦ θεοῦ λόγος) περὶ τῶν ἐν τοῖς μετέπειτα χρόνοις τὸν ὅμοιον αὐτῷ δικαιοῦσθαι τρόπον μελλόντων ῥήμασιν αὐτοῖς προεπήγγελται λέγων καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάσαι αἱ φυλαὶ τῆς γῆς. καὶ ὡς ὅτι ἔσται εἰς ἔθνος μέγα καὶ πολύ. καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.
誠然,他既在受割禮之先成了這樣的人,那向他顯現的神——這神就是基督本身,神的道——便將一個關乎後世那些要與他一樣得稱義之人的神諭賜給他,用這樣的話預告說:「地上萬族都要因你得福」;又說「他必成為強大昌盛的國」;以及「地上萬國都要因他得福。」
And indeed to him, having become such a man before circumcision, an oracle was given by God who revealed himself to him—and this was Christ himself, the Logos of God—concerning those who in later times should be justified in the same manner as he, foretold in these very words: 「And in thee shall all the tribes of the earth be blessed」; and that 「he shall become a great and numerous nation」; and 「in him shall all the nations of the earth be blessed.」
4:13
τούτῳ δὲ καὶ ἐπιστῆσαι εἰς ἡμᾶς ἐκπεπληρωμένῳ πάρεστι. πίστει μὲν γὰρ ἐκεῖνος τῇ εἰς τὸν ὀφθέντα αὐτῷ τοῦ θεοῦ λόγον τὸν Χριστὸν δεδικαίωτο, πατρῴας μὲν ἀποστὰς δεισιδαιμονίας καὶ πλάνης βίου προτέρας, ἔνα δὲ τὸν ἐπὶ πάντων ὁμολογήσας θεὸν, καὶ τοῦτον ἔργοις ἀρετῆς, οὐχὶ δὲ θρησκείᾳ νόμου τοῦ μετὰ ταῦτα Μωυσέως θεραπεύσας. τοιούτῳ τε ὄντι εἴρητο ὅτι δὴ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐν αὐτῷ εὐλογηθήσονται.
並且這事可以看出在我們身上得了應驗。因為他是因信那向他顯現的神之道——基督——而得稱義的;他撇棄了祖傳的迷信與從前錯謬的生活方式,承認那獨一、在萬有之上的神,並以德行的作為事奉他,而非藉那後來纔有的摩西律法的禮儀。對這樣的人,神曾說:地上萬族與萬國都要因他得福。
And it is possible to perceive this fulfilled in us. For he was justified by faith in the Logos of God who appeared to him, the Christ—having forsaken his ancestral superstition and his former erring manner of life, and having confessed the one God over all, and having served him by works of virtue, not by the worship of the Law of Moses which came afterward. To such a man it was said that all the tribes of the earth and all the nations should be blessed in him.
4:14
ἔργοις δὲ λόγων ἐναργεστέροις ἐπὶ τοῦ παρόντος παρὰ μόνοις Χριστιανοῖς καθ ὅλης τῆς οἰκουμένης ἀσκούμενος αὐτὸς ἐκεῖνος τῆς θεοσεβείας του Ἀβραὰμ ἀναπέφηνε τρόπος.
並且藉著比言語更為有力的作為,亞伯拉罕那敬虔的方式,如今已顯明出來,在普天下唯獨在基督徒中被踐行。
And by works more telling than words, that very manner of the piety of Abraham has at the present time appeared, practised throughout the whole inhabited world among Christians alone.
4:15
τί δὴ οὖν λοιπὸν ἐμποδὼν ἂν εἴη , μὴ οὐχὶ ἔνα καὶ τὸν αὐτὸν βίον τε καὶ τρόπον εὐσεβείας ἡμῖν τε τοῖς ἀπὸ Χριστοῦ καὶ τοῖς πρόπαλαι θεοφιλέσιν ὁμολογεῖν; ὥστε μὴ νέαν καὶ ξένην, ἀλλ εἰ δεῖ φάναι ἀληθεύοντα, πρώτην ὑπάρχειν καὶ μόνην καὶ ἀληθῆ κατόρθωσιν εὐσεβείας τὴν διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας παραδοθεῖσαν ἡμῖν ἀποδείκνυσθαι. καὶ ταῦτα μὲν ὧδε ἐχέτω.
那麼,此後還有甚麼能攔阻我們承認:我們這些屬基督的人,與那些遠古蒙神所愛的人,有著同一個生命與同一種敬虔的方式呢?由此可見,那藉基督的教訓傳給我們的敬虔,並不是新奇陌生的,乃是——若必須據實而言——敬虔之最初、唯一且真實的成就。這些話就說到這裡。
What, then, could henceforth stand in the way of our confessing one and the same life and manner of piety for us who are of Christ and for those God-beloved men of long ago? So that it is shown that the religion handed down to us through the teaching of Christ is not new and strange, but, if one must speak truly, the first and only and true attainment of piety. And let these things be so.
← 第 3 章第 5 章 →
12345678910111213