📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷一

優西比烏

《教會史》卷一 第 5 章

希臘文原文.6 節.部分字詞可點開查義

← 第 4 章第 6 章 →
5:1
Φέρε δὲ ἤδη μετὰ τὴν δέουσαν προκατασκευὴν τῆς προτεθείσης ἡμῖν ἐκκλησιαστικῆς ἱστορίας ἤδη λοιπὸν ἀπὸ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἷά τινος ὁδοιπορίας ἐφαψώμεθα, τὸν τοῦ λόγου πατέρα θεὸν καὶ τὸν δηλούμενον αὐτὸν Ἰησοῦν Χριστὸν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν οὐράνιον τοῦ θεοῦ λόγον βοηθὸν ἡμῖν καὶ συνεργὸν τῆς κατὰ τὴν διήγησιν ἀληθείας ἐπικαλεσάμενοι.
如今,在為我們所立定的這部教會歷史作了必要的鐸墊之後,讓我們終於從我們救主在肉身中的顯現起始,如同踏上一段旅程——我們已呼求那道之父神,並呼求這裡所陳明的、我們救主和主耶穌基督本身,那屬天的神之道,作我們在這敘述之真理上的幫助者與同工。
Come now, after the necessary preliminaries to the ecclesiastical history we have set before us, let us at length set out, as upon some journey, from the appearing in the flesh of our Saviour—having called upon God the Father of the Logos, and upon him who is here set forth, Jesus Christ himself, our Saviour and Lord, the heavenly Logos of God, to be our helper and fellow-worker in the truth of the narrative.
5:2
ἦν δὴ οὖν τοῦτο δεύτερον καὶ τεσσαρακοστὸν ἔτος τῆς Αὐγούστου βασιλείας, Αἰγύπτου δ ὑποταγῆς καὶ τελευτῆς Ἀντωνίου καὶ Κλεοπάτρας, , εἰς ἣν ὑστάτην κατ Αἴγυπτον τῶν Πτολεμαίων κατέληξε δυναστεία, ὄγδοον ἔτος καὶ εἰκοστὸν , ὁπηωίκα σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ἐπὶ τῆς τότε ἀπογραφῆς πρώτης, ἡγεμονεύοντος Κυρινίου τῆς Συρίας, ἀκολούθως ταῖς περὶ αὐτοῦ προφητείαις, ἐν Βηθλεὲμ γεννᾶται τῆς Ἰουδαίας.
那時,正是奧古斯都在位的第四十二年,也是埃及被征服、安東尼與克利奧帕特拉死後的第二十八年——埃及托勒密王朝就在克利奧帕特拉身上歸於最終的滅亡——我們的救主和主耶穌基督,正當那時所行的頭一次戶口登記之際,居里扭作敘利亞巡撫的時候,照著關乎他的眾預言,生在猶太的伯利恆。
It was, then, the forty-second year of the reign of Augustus, and the twenty-eighth year after the subjugation of Egypt and the death of Antony and Cleopatra—in whom the dynasty of the Ptolemies in Egypt came to its last end—when our Saviour and Lord Jesus Christ, at the time of the first census then held, while Quirinius was governor of Syria, was born in Bethlehem of Judaea, in accordance with the prophecies concerning him.
5:3
ταύτης δὲ τῆς κατὰ Κυρίνιον ἀπογραφῆς καὶ τῶν παρ Ἐβραίοις ἐπισημότατος ἱστορικόν Θλαύιος Ἰώσηπος μνημονεύει, καὶ ἄλλην ἐπισυνάπτων ἱστορίαν περὶ τῆς τῶν Γαλιλαίων κατὰ τοὺς αὐτοὺς ἐπιφυείσης χρόνους αἱρέσεως, ἧς καὶ παρ ἡμῖν Λουκᾶς ἐν ταῖς Πράξεσι μνήμην ὧδἐπως λέγων πεποίηται μετὰ τοῦτον ἀνέστη Ἰούδας Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς , καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ , κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διεσκορπίσθησαν.
關乎這次居里扭治下的戶口登記,希伯來人中最著名的史家弗拉維約瑟夫也有提及;他還附上了另一段記述,論到那同時興起的加利利人的異端,這事我們自己的路加在《使徒行傳》中也曾提及,他約略這樣說:「此後,當登記戶口的時候,又有加利利的猶大起來,引誘些百姓跟從他;他也滅亡了,凡附從他的人都四散了。」
Of this census under Quirinius, Flavius Josephus also, the most notable historian among the Hebrews, makes mention; and he subjoins another account concerning the heresy of the Galileans which sprang up at those same times, of which our own Luke too has made mention in the Acts, speaking somewhat thus: 「After this man rose up Judas the Galilean in the days of the census, and drew away people after him; and he perished, and all, as many as were persuaded by him, were scattered abroad.」
5:4
τοῦτοις δ οὖν καὶ δεδηλωμένος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας συνᾴδων ταῦτα παρατίθεται κατὰ λέξιν Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ, τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι, τά τε ἄλλα ἀξιώματι μέγας , σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους άπεσταλμένος, καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος.
前述那位作者,與這些說法相合,在《古史》第十八卷中逐字陳述了以下的話:「居里扭是一位元老院議員,曾歷任其他官職,並逐一升至執政官,在其餘各方面也尊貴顯赫;他帶著少數隨從來到敘利亞,是凱撒所差派,作那民族的審理者,並要評定他們的產業。」
With these statements the aforesaid writer, in agreement, sets forth the following, word for word, in the eighteenth book of the Antiquities: 「Now Quirinius, a man of senatorial rank, who had passed through the other magistracies and proceeded through them all to become consul, and was in other respects great in dignity, arrived in Syria with a few attendants, having been sent by Caesar as a dispenser of justice to the nation, and to be assessor of their properties.」
5:5
καὶ μετὰ βραχέα φησίν Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμάλας, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες, καὶ τῆς ἐλευθερίας ἐπ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος.
再往下他又說:「但有一個高蘭人猶大,來自一座名叫迦瑪拉的城,他拉攏了一個名叫撒督的法利賽人,極力鼓動叛亂;說那財產評定無非帶來赤裸裸的奴役,並勸那民族奮起爭取自由。」
And a little further on he says: 「But Judas, a Gaulanite, a man from a city named Gamala, having taken to himself Sadduk a Pharisee, pressed on toward revolt; saying that the assessment brought nothing other than outright slavery, and exhorting the nation to lay hold of their freedom.」
5:6
καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει ἐπὶ τούτοις τις ἀνὴρ Γαλιλαῖος Ἰούδας εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, ζων, εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομένουσι καὶ μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας. ταῦτα Ἰώσηπος.
在《猶太戰記》第二卷中,他論到同一個人這樣寫道:「這時有一個名叫猶大的加利利人,慫恿當地居民叛亂,宣稱他們若甘心向羅馬人納稅,並在神之外還容忍必死的主人,就是懦夫。」約瑟夫所言至此。
And in the second book of the Histories of the Jewish War he writes thus concerning the same man: 「At this time a certain Galilean named Judas urged the inhabitants to revolt, declaring that they would be cowards if they submitted to pay tribute to the Romans and, after God, endured mortal masters.」 Thus far Josephus.
← 第 4 章第 6 章 →
12345678910111213