📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 《教會史》卷九

優西比烏

《教會史》卷九 第 11 章

希臘文原文.9 節.部分字詞可點開查義

← 第 10 章
11:1
Οὕτω δῆτα Μαξιμίνου ἐκποδὼν γενομένου, ὃς μόνος ἔτι λείπων τῶν τῆς θεοσεβείας ἐχθρῶν, ἁπάντων χείριστος ἀναπέφηνε, τὰ μὲν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως ἐκ θεμελίων χάριτι θεοῦ τοῦ παντοκράτορος ἠγείρετο, τε Χριστοῦ λόγος εἰς δόξαν τοῦ τῶν ὅλων θεοῦ διαλάμπων, μείζονα τῆς πρόσθεν ἀπελάμβανε παρρησίαν, τὰ δετῆς δυσσεβείας τῶν τῆς θεοσεβείας ἐχθρῶν αἰσχύνης ἐσχάτης καὶ ἀτιμίας ἐνεπίμπλατο.
如此,馬克西米努斯既被除去——他乃是敬虔之諸仇敵中惟一所剩的、又顯為眾仇敵中最惡的——那從根基重建教會的工作,便藉全能之神的恩典興起;基督的道為著萬有之神的榮耀照耀,得回比先前更大的坦然無懼,而那些敬虔之仇敵不虔的事,卻充滿了極度的羞辱與羞恥。
Thus, then, Maximin being put out of the way—he who, remaining as the only one left of the enemies of godliness, had shown himself the worst of all—the work of the renewal of the churches from the foundations was raised up by the grace of God the Almighty; and the Word of Christ, shining forth to the glory of the God of all, recovered a greater boldness than before, while the affairs of the impiety of the enemies of godliness were filled with utmost shame and dishonour.
11:2
πρῶτός τε γὰρ αὐτὸς ἐκεῖνος Μαξιμῖνος, ἁπάντων πολεμιώτατος ὑπὸ τῶν κρατούντων ἀναγορευθεὶς, δυσσεβέστατος καὶ δοσωνυμώτατος καὶ θεομισέστατος τύραννος διὰ πρὸ γραμμάτων δημοσίων ἀνεστηλίτευτο, γραφαί τε ὅσαι εἰς τιμὴν αὐτοῦ καὶ τῶν αὐτοῦ παίδων κατὰ πᾶσαν ἀνέκειντο πόλιν, αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος ῥιπτούμεναι συνετρίβοντο, αἶ δὲ τὰς προσόψεις ἠχρειοῦντο, σκοτεινῷ χρώματι καταμελανούμεναι, ἀνδριάντων τε ὁμοίως ὁπόσοι εἰς τὴν αὐτοῦ τιμὴν διανεστήκεσαν, ὡσαύτως ῥιπτούμενοι συνετρίβοντο, γέλως καὶ παιδιὰ τοῖς ἐνυβρίζειν καὶ ἐμπαροινεῖν ἐθέλουσιν ἐκκείμενοι.
因首先是那位馬克西米努斯,被諸掌權者宣告為眾人中最為敵對者,藉公開的文告在碑柱上被公然標記為至為不虔、惡名昭彰、最為神所恨惡的僭主;凡在各城為尊他並他兒女所立的畫像,有的從高處摔到地上砸碎,有的被塗以黑暗的顏色,使面容污毀;同樣凡為尊他所豎立的塑像,也照樣被推倒砸碎,棄置作笑柄與玩物,任那些願凌辱戲弄它們的人為所欲為。
For first of all that very Maximin, having been proclaimed by the rulers the most hostile of all men, was publicly branded on pillars by public documents as a most impious and most ill-named and most God-hated tyrant; and as many pictures as had been set up in every city in honour of him and of his children, some, being cast down from on high to the ground, were shattered, while others had their faces defaced, being blackened over with a dark colour; and likewise as many statues as had stood erect in his honour, being in the same way cast down, were shattered, lying exposed as a laughing-stock and a sport to those who wished to insult and to play the wanton with them.
11:3
εἶτα δὲ καὶ τῶν ἄλλων τῆς θεοσεβείας ἐχθρῶν πᾶσαι αἶ τιμαὶ περιῃροῦντο, ἐκτείνοντο δὲ καὶ πάντες οἶ τὰ Μαξιμίνου φρονοῦντες, ὅσοι μάλιστα τῶν ἐν ἀρχικοῖς ἀξιώμασιν ὑπ αὐτοῦ τετιμημένοι τῇ πρὸς αὐτὸν κολακείᾳ σοβαρῶς ἐνεπαρῴνησαν τῷ καθ ἡμὰς λόγῳ·
其後敬虔之其餘諸仇敵的一切尊榮也都被剝奪;凡持馬克西米努斯心思的人都被處死,尤其凡蒙他賜以掌權之職位、又在向他諂媚中傲慢地放肆攻擊我們之道的人。
Then also all the honours of the rest of the enemies of godliness were stripped away; and all who held the mind of Maximin were slain, especially as many as, having been honoured by him with offices of authority, had in their flattery toward him insolently played the wanton against our Word.
11:4
οἷος ἦν παρὰ πάντας αὐτῷ τιμιώτατος καὶ αἰδεσιμώτατος, ἑταίρων τε γνησιώτατος Πευκέτιος, δισύπατος καὶ τρισύπατος, καὶ τῶν καθόλου λόγων ἔπαρχος πρὸς αὐτοῦ καθεσταμένος, Κουλκιανός τε ὡσαύτως διὰ πάσης ἀρχικῆς προελθὼν ἐξουσίας, καὶ αὐτὸς μυρίοις τοῖς κατ Αἴγυπτον Χριστιανῶν ἐλλαμπρυνόμενος αἵμασιν, ἄλλοι τε ἐπὶ τούτοις οὐκ ὀλίγοι, δι ὧν μάλιστα τὰ τῆς Μαξιμίνου τυραννίδος ἐκραταιοῦτό τε καὶ ηὔξετο.
佩烏克提烏斯便是這樣的人,他比眾人更蒙馬克西米努斯尊崇敬重,又是他最真摯的同伴,曾兩度三度任執政官,並蒙他委為總帳目之長官;庫爾基阿努斯也是如此,他歷經一切掌權之職而上升——他自己也以遍及埃及無數基督徒的血而「顯赫」;除這些之外還有不少別人,馬克西米努斯僭政的勢力主要正是藉他們得以堅固增長。
Such was Peucetius, who beyond all others was most honoured and most revered by him, and his most genuine of comrades, who had been twice and thrice consul and had been appointed by him prefect of the general accounts; and likewise Culcianus, who had advanced through every office of authority—he too distinguished by the blood of countless Christians throughout Egypt; and besides these not a few others, through whom especially the things of Maximin's tyranny had been strengthened and increased.
11:5
ἐκάλει δὲ ἄρα καὶ Θεότεκνον δίκη, οὐδαμῶς τὰ κατὰ Χριστιανῶν αὐτῷ πεπραγμένα λήθῃ παραδιδοῦσα. ἐπὶ μὲν γὰρ τῷ κατ Ἀντιόχειαν ἱδρυθέντι πρὸς αὐτοῦ ξοάνῳ δόξας εὐημερεῖν, ἤδη καὶ ἡγεμονίας ἠξίωτο παρὰ Μαξιμίνου.
公義也召喚了提阿德克諾斯,斷不容他從前攻擊基督徒所行的事被遺忘。因他從前藉他在安提阿所立的偶像而顯為亨通之時,竟蒙馬克西米努斯認為配得一個長官之職。
And Justice summoned Theotecnus also, by no means consigning to oblivion the things he had done against the Christians. For when, in connection with the image he had set up at Antioch, he seemed to be prospering, he had even been deemed worthy of a governorship by Maximin.
11:6
Λικίννιος δ ἐπιβὰς τῆς Ἀντιοχέων πόλεως, φοράν τε γοήτων ποιησάμενος, τοὺς τοῦ νεοπαγοῦς ξοάνου προφήτας καὶ ἱερεῖς βασάνοις ᾐκίζετο, τίνι λόγῳ τὴν ἀπάτην καθυπεκρίνοντο πυνθανόμενος. ὡς δ ἐπικρύπτεσθαι αὐτοῖς πρὸς τῶν βασάνων συνελαυνομένοις ἀδύνατον ἦν, ἐδήλουν δὲ τὸ πᾶν μυστήριον ἀπάτην τυγχάνειν τέχνῃ τῇ Θεοτέκνου μεμηχανημένην, τοῖς πᾶσι τὴν ἀξίαν ἐπιθεὶς δίκην, πρῶτον αὐτὸν Θεότεκνον, εἶτα δὲ καὶ τοὺς τῆς γοητείας κοινωνοὺς μετὰ πλείστας ὅσας αἰκίας θανάτῳ παραδίδωσι.
但李錫尼來到安提阿城,搜捕那些行邪術的人,便用酷刑拷問那新立偶像的先知與祭司,查問他們用何詭計假冒這騙術。當他們被酷刑所逼、無法隱瞞,便供認這整個奧祕乃是藉提阿德克諾斯的伎倆所造作的騙術,李錫尼便對眾人施以相宜的懲罰,在許許多多酷刑之後,將他們交於死亡——先是提阿德克諾斯本人,繼而連同行邪術之同夥。
But Licinius, having come upon the city of Antioch, and having made a search of the conjurers, kept torturing with tortures the prophets and priests of that newly-set-up image, enquiring by what device they had been counterfeiting the imposture. And when it was impossible for them, being driven hard by the tortures, to conceal it, but they declared that the whole mystery was an imposture contrived by the craft of Theotecnus, he inflicted upon all the fitting penalty, and delivered over to death—first Theotecnus himself, and then also the partners of his sorcery—after very many tortures.
11:7
τούτοις ἅπασι προσετίθεντο καὶ οἶ Μαξιμίνου παῖδες, οὓς ἤδη καὶ τῆς βασιλικῆς τιμῆς, τῆς τε ἐν πίναξι καὶ γραφαῖς ἀναθέσεως πεποίητο κοινωνούς· καὶ οἱ συγγενεῖς δὲ τοῦ τυράννου, τὸ πρὶν αὐχοῦντες καὶ πάντας ἀνθρώπους καταδυναστεύειν ἐπηρμένοι, τὰ αὐτὰ τοῖς προδεδηλωμένοις μετὰ τῆς ἐσχάτης ἀτιμίας ἔπασχον, ἐπεὶ μὴ ἐδέξαντο παιδείαν, μηδὲ ἔγνωσαν μηδὲ συνῆκαν τὴν φάσκουσαν ἐν ἱεροῖς λόγοις παρακέλευσιν
在這一切之外,又加上馬克西米努斯的兒女,就是他從前已使之同享帝王尊榮、並在匾額畫像上一同受供奉的;那僭主的親族也是如此,他們從前誇耀、被高舉而轄制眾人,如今竟與前述的人同遭一樣的事,並受極度的羞辱,因他們未曾領受管教,也不知道、不明白聖言中那勸勉所說的:
To all these were added also the children of Maximin, whom he had already made partners of the imperial honour and of the dedication on panels and pictures; and the kinsmen of the tyrant too, who formerly had boasted and had been lifted up to lord it over all men, suffered the same things as those aforesaid, together with the utmost dishonour, since they had not received instruction, nor known nor understood the exhortation that says in the sacred words:
11:8
μὴ πεποίθετε ἐπ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἶς οὐκ ἔστι σωτηρία· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἀποστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
「你們不要倚靠君王,不要倚靠世人,他一無拯救之能。他的氣一斷,就歸回塵土;在那日,他所打算的都歸於無有。」
「Put not your trust in princes, in the sons of men, in whom there is no salvation. His breath shall go forth, and he shall return to his earth; in that day all their thoughts shall perish.」
11:9
οὕτω δῆτα τῶν δυσσεβῶν ἐκκαθαρθέντων, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κωνσταντίνῳ καὶ Λικιννίῳ· οἱ τὸ πρόσθεν ἁπάντων ἐκκαθάραντες τοῦ βίου τὴν θεοεχθρίαν, τῶν ἐκ θεοῦ πρυτανευθέντων ἀγαθῶν αὐτοῖς ᾐσθημένοι, τὸ φιλάρετον καὶ θεοφιλὲς, τό τε πρὸς τὸ θεῖον εὐσεβὲς καὶ εὐχάριστον διὰ τῆς ὑπὲρ Χριστιανῶν ἐνεδείξαντο νομοθεσίας.
如此,那些不虔之人既被肅清,那相宜於他們、穩固而無可妒之國度的據有,便獨獨為君士坦丁與李錫尼所保守;他們先肅清了世間敵對神的事,又覺知神所賜給他們的諸般美善,便藉那為基督徒所立的律法,顯出他們愛慕美德、愛神的心,並他們向神的虔敬與感恩。
Thus, then, the impious being purged away, the firm and unenvied possession of the kingdom that befitted them was preserved for Constantine and Licinius alone; who, having first of all purged the world of enmity against God, and being sensible of the good things dispensed to them by God, displayed their love of virtue and of God, and their piety and thankfulness toward the Deity, through the legislation on behalf of the Christians.
← 第 10 章
1234567891011