← 回書卷目次 · 希臘教父 › 提摩太後書講道集
金口若望
提摩太後書講道集 第 7 章
希臘文原文.213 節.部分字詞可點開查義
7:1
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί·
「你該知道,末後的日子必有艱難的時期來到;」
But know this, that in the last days grievous times shall come upon us;
7:2
ἔσονται γὰρ οἱ ἄν θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχά ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι
「因為那時人要專顧自己、貪愛錢財、自誇、狂傲、謗讟、違背父母、忘恩負義、心不聖潔、無親情、不解怨、好說讒言、不能自約、性情兇暴、不愛良善、賣主賣友、任意妄為、自高自大、愛宴樂不愛神,有敬虔的外貌,卻背了敬虔的實意。」
for men shall be lovers of self, lovers of money, boasters, proud, blasphemers, disobedient to parents, unthankful, unholy, without natural affection, implacable, without love, slanderers, incontinent, fierce, haters of good, traitors, headstrong, puffed up, lovers of pleasure rather than lovers of God, having a form of godliness but denying the power thereof.
7:3
Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες
「那偷進人家、擄掠的,正是這等人;」
For of this sort are they who creep into houses, and lead captive
7:4
γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν
「他們牽引那些被罪惡壓伏、被種種私慾和宴樂所牽引的無知婦女,這些婦女常常學習,終久不能明白真道。」
silly women laden with sins, led away by various lusts and pleasures, ever learning, and never able to come to the knowledge of the truth.
7:5
Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσον. ταί τινες τῆς πίστεως·
在前一封書信中他曾說:「聖靈明說,在後來的時候,必有人離棄真道;」
In the former epistle he said that The Spirit speaks expressly, that in the latter times some shall depart from the faith;
7:6
καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόμενον
又在那同一封書信的另一處,他豫言後來必有這樣的事發生。
and again in another place in that same epistle he prophesies that some such thing shall come to pass later.
7:7
Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέγων·
在這裡他又照樣行,說:
And here again he does the same, saying:
7:8
Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί
「你該知道,在後來的時候必有艱難的時期來到。」
But know this, that in the latter times grievous times shall come.
7:9
Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων τοῦτο δείκνυσιν·
他不僅從將來之事顯明這點,也從已經發生之事顯明;
And he shows this not only from things to come, but also from things that had already occurred;
7:10
Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαμβρῆςἀνέστησαν Μωϋσῇ
他說:「正如雅尼和佯庇抵擋摩西一樣。」
Even as, he says, Jannes and Jambres withstood Moses.
7:11
Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ
「在大戶人家,不但有金器銀器。」
But in a great house there are not only vessels of gold and of silver.
7:12
Τί δὴ τοῦτο ποιεῖ; ἵνα μὴ θορυβῆται Τιμόθεος, μηδὲ ἡμῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί
那麼他為何這樣行呢?為使提摩太不至驚惶,也使我們中間無人驚惶,就是每逢有惡人在的時候。
Why then does he do this? That Timothy may not be troubled, nor any of us, whenever there are wicked men.
7:13
Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ μετὰ ταῦτα ἔσονται, οὐδὲν θαυμαστὸν εἶναι καὶ ἐφ' ἡμῶν
他說:既然這樣的人在摩西的時代就已經有了,此後也必有,那麼在我們這時代也有他們,就不足為奇了。
If indeed they existed in the days of Moses, he says, and shall be afterward, it is nothing marvelous that they should be also in our own time.
7:14
Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί
「在後來的時候必有艱難的時期來到。」
In the latter times grievous times shall come.
7:15
Οὐχὶ τὰς ἡμέρας διαβάλλων λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας
他所指責的並非那些日子,也非那些時期,乃是當時活著的那些人。
It is not the days that he speaks against, nor the times, but the men who were then living.
7:16
Καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων ὑπὸ τῶν ἀνθρώπων
因為我們也習慣照著人在那些時期中所作成的事,稱那些時期為惡的或非惡的。
For it is also our custom so to call times evil, or not evil, from the affairs that come to pass in them at the hands of men.
7:17
Καὶ εὐθέως τὸ πάντων αἴτιον τίθησι τῶν κακῶν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, καὶ ὅθεν τὰ ἄλλα πάντα τίκτεται, τὴν ὑπεροψίαν
他隨即指出一切惡事的根源,就是那根與那泉源,也就是其餘一切惡事由之而生的那件事,便是驕傲。
And straightway he sets down the cause of all evils, both the root and the fountain, and that from which all the rest are born, namely pride.
7:18
Ὁ τούτῳ ἁλοὺς τῷ πάθει οὐδὲ τὰ οἰκεῖα σκοπεῖ
凡被這情慾所擄的人,連自己的事也不顧念。
He who is caught by this passion does not even regard his own concerns.
7:19
Ὅταν γὰρ μὴ τὰ τοῦ πλησίον τις σκοπῇ, ὅταν τῶν ἐκείνου ἀμελῇ, πῶς τὰ ἑαυτοῦ σκοπήσει; Ὥσπερ γὰρ ὁ τὰ τοῦ πλησίον ὁρῶν, τὰ αὑτοῦ καλῶς θήσεται ἐν τοῖς ἐκείνου·
因為當一個人不顧念鄰舍的事、忽略屬那人的事時,他怎能顧念自己的事呢?正如那顧念鄰舍之事的人,必在那人的事中把自己的事也安排妥當;
For when a man does not regard his neighbor's concerns, when he neglects the things that are his, how shall he regard his own? For just as he who looks to his neighbor's concerns will order his own well within those of his neighbor;
7:20
οὕτως ὁ καταφρονῶν τὰ ἐκείνου, καὶ τὰ αὑτοῦ ὑπερόψεται
照樣,那輕看鄰舍之事的人,也必忽略自己的事。
so he who despises his neighbor's concerns will also overlook his own.
7:21
Εἰ γὰρ μέλη ἀλλήλων ἐσμὲν, ἡ τοῦ πλησίον σωτηρία οὐκ ἐκείνου μόνον ἐστὶν, ἀλλὰ καὶ τοῦ λοιποῦ σώματος·
因為我們若是彼此互相為肢體,那麼鄰舍的救恩就不僅屬他自己,也屬身體的其餘部分;
For if we are members one of another, the salvation of our neighbor belongs not to him alone, but also to the rest of the body;
7:22
καὶ ἡ τοῦ πλησίον βλάβη, οὐ μέχρις ἐκείνου μόνον ἵσταται, ἀλλὰ καὶ ἅπαντα λοιπὸν κατατείνει ταῖς ὀδύναις
而鄰舍所受的傷害,也不止於他一人,乃要伸展及於全身,使全身都同受痛苦。
and the hurt of our neighbor does not halt with him alone, but reaches out henceforth over the whole body with its pains.
7:23
Εἰ οἰκοδομή ἐσμεν, ὅπερ ἂν πάθῃ μέρος, καὶ τῷ λοιπῷ λυμαίνεται·
我們若是一座房屋,任何一部分受了損傷,也就連累了其餘的部分;
If we are a building, whatever part suffers harm brings ruin upon the rest as well;
7:24
ἂν δὲ ᾖ στεῤῥὸν, καὶ τὸ λοιπὸν διαβαστάζειν δύναται
但它若堅固穩妥,便也能承載其餘的部分。
but if it be firm and solid, it is able to bear up the rest also.
7:25
Οὕτω δὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὑπερεῖδες τοῦ ἀδελφοῦ; σαυτὸν ἠδίκησας
教會中的情形也正是如此:你輕看了弟兄嗎?你乃是虧負了自己。
So indeed it is in the Church too: have you overlooked your brother? You have wronged yourself.
7:26
Πῶς; Τὸ μέλος τὸ σὸν βλάβην ὑπέστη οὐ μικράν
何以如此?因為你自己的肢體受了不小的損傷。
How so? Your own member has sustained no small injury.
7:27
Εἰ γὰρ ὁ χρημάτων μὴ μεταδιδοὺς εἰς τὴν γέενναν ἄπεισιν, ὁ ἐν τοῖς ἀναγκαιοτέροις ὁρῶν κινδυνεύοντα, καὶ χεῖρα μὴ ὀρέγων, πολλῷ μᾶλλον ἐκείνου τοῦτο πείσεται, ὅσῳ καὶ ἐν μείζονι ἡ ζημία γέγονεν·
因為那不肯分錢財給人的尚且要下入火湖,那看見弟兄陷在更為緊要的危難中卻不伸出援手的,所要受的刑罰,豈不遠比前者更重,因為他所造成的虧損更大。
For if the man who does not share his money departs into hell, then he who sees his brother imperilled in matters of greater necessity and yet stretches out no hand, will suffer this far more than that other, inasmuch as the loss he has caused is the greater.
7:28
Ἔσονται γὰρ, φησὶν, οἱ ἄνθρωποι φίλαυτοι
他說:人要成為專顧自己的。
For, he says, men shall be lovers of self.
7:29
Ὁ φίλαυτος οὗτός ἐστιν ὁ μάλιστα ἑαυτὸν μὴ φιλῶν·
這專顧自己的人,恰恰是最不愛自己的人;
This lover of self is precisely the one who least of all loves himself;
7:30
ὁ δὲ φιλάδελφος, οὗτος μᾶλλόν ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν
反倒是那愛弟兄的人,才更是真正愛自己的人。
whereas the lover of his brother, this man rather is the one who loves himself.
7:31
Τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ μικρολόγον
因為愛原是寬廣的,是向四面傾流的,卻被自私那毀滅性又吝嗇的本質所收縮、所束緊,聚攏成狹小的一團。
For love, which is broad and poured out on every side, is contracted and gathered into a narrow compass by the destructive and pinching quality of self-love.
7:32
Ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ἡ ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια
由此生出虛誇,由虛誇生出驕傲,由驕傲生出褻瀆,由褻瀆生出狂妄與悖逆。
From this is born vainglory; from vainglory, arrogance; from arrogance, blasphemy; from blasphemy, senseless madness and disobedience.
7:33
Ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος, εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ
因為那向人高抬自己的,也就容易向神高抬自己。
For he who exalts himself against men will easily do so against God as well.
7:34
Οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται·
諸罪也是這樣生出來的。
Thus too are sins begotten.
7:35
Ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν·
那對人敬慎的,對神就更加敬慎;
He who is reverent toward men is much more so toward God;
7:36
ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν Δεσπότην·
那對同作僕人的和藹的,對主人就更加和藹;
he who is gentle toward his fellow-servants is much more so toward the Master;
7:37
ὁ δὲ τῶν ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ
但那輕看同作僕人之人的,順著這條路走下去,終必連神自己也要輕看。
but he who despises his fellow-servants, advancing along this road, will come to despise even God Himself.
7:38
Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων·
所以我們不可彼此輕看,
Let us not, then, despise one another;
7:39
διδασκαλία γὰρ αὕτη κακὴ, διδάσκουσα ἡμᾶς τοῦ Θεοῦ καταφρονεῖν
因為這是惡的教訓,它教導我們去輕看神。
for this is an evil teaching, which teaches us to despise God.
7:40
Καὶ ἐν αὐτῷ μὲν γὰρ τούτῳ τοῦ Θεοῦ καταφρονῶμεν, ὅταν ἀλλήλων καταφρονῶμεν, τοῦ κελεύσαντος πολλὴν εἰς ἀλλήλους ἐπιδείκνυσθαι τὴν σπουδήν
因為正是在這件事上,我們既彼此輕看,就是輕看了神,因祂曾吩咐我們要向彼此顯出極大的殷勤。
For in this very thing we despise God, when we despise one another, seeing He has commanded us to show great earnestness toward one another.
7:41
Πλὴν καὶ ἑτέρως, εἰ βούλεσθε, ἐκ παραδείγματος τοῦτο ποιήσω φανερόν
不過,你們若願意,我還要用另一種方法,藉著一個例子把這事說明。
Nevertheless, in another way too, if you wish, I will make this plain by an example.
7:42
Κατεφρόνησε τοῦ ἀδελφοῦ ὁ Κάϊν, κατεφρόνησεν εὐθέως καὶ τοῦ Θεοῦ
該隱輕看了他的兄弟,隨即也輕看了神。
Cain despised his brother, and straightway he despised God also.
7:43
Πῶς κατεφρόνησεν; Ὅρα πῶς ὑβριστικῶς ἀποκρίνεται πρὸς τὸν Θεόν·
他是怎樣輕看神的呢?你看他向神回話是何等的傲慢無禮:
How did he despise Him? See how insolently he answers God:
7:44
ἀδελφοῦ μου; Κατεφρόνησε πάλιν τοῦ. ἀδελφοῦ ὁ Ἡσαῦ, καὶ κατεφρόνησε τοῦ Θεοῦ
「⋯⋯我兄弟嗎?」以掃也照樣輕看了他的兄弟,並且輕看了神。
'...my brother?' Again, Esau despised his brother, and he despised God.
7:45
Διὰ τοῦτο ἔλεγεν ὁ Θεὸς, ὅτι Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα
為此神說:雅各是我所愛的,以掃是我所惡的。
For this cause God said: Jacob have I loved, but Esau have I hated.
7:46
Μή τις πόρνος ἢ βέβηλος, ὡς Ἡσαῦ
恐怕有淫亂的,或有褻瀆的,如同以掃。
Lest there be any fornicator or profane person, as Esau.
7:47
Κατεφρόνησαν τοῦ Ἰωσὴφ οἱ ἀδελφοὶ, κατεφρόνησαν καὶ τοῦ Θεοῦ
約瑟的哥哥們輕看了他,也輕看了神。
Joseph's brothers despised him, and they despised God also.
7:48
Οἱ Ἰσραηλῖται κατεφρόνησαν Μωϋσέως·
以色列人輕看了摩西;
The Israelites despised Moses;
7:49
διὰ τοῦτο κατεφρόνησαν καὶ τοῦ Θεοῦ
為此他們也輕看了神。
and for this cause they despised God also.
7:50
Οὕτω καὶ οἱ υἱοὶ Ἠλεὶ κατεφρόνουν τοῦ λαοῦ, κατεφρόνουν καὶ τοῦ Θεοῦ
以利的兒子們也是這樣,他們輕看了百姓,也輕看了神。
So too the sons of Eli despised the people, and they despised God also.
7:51
Βούλει δὲ καὶ ἐκ τοῦ ἐναντίου ἰδεῖν; Ὁ Ἀβραὰμἐφείσατο τοῦ ἀδελφοῦ, ὑπήκουσε καὶ τῷ Θεῷ·
你也願意看看相反的一面嗎?亞伯拉罕顧惜他的兄弟,也順從了神;
But would you also see the contrary? Abraham spared his brother, and he obeyed God as well;
7:52
καὶ δῆλόν ἐστιν ἐκ τῆς ὑπακοῆς τῆς ἐπὶ τοῦ υἱοῦ Ἰσαὰκ, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς
這從他在獻兒子以撒一事上的順服,以及他其餘一切的美德,都可以清楚看出來。
and this is plain from his obedience in the matter of his son Isaac, and from all his other virtue.
7:53
Πάλιν ὁ Ἄβελ ἐπιεικὴς ὢν πρὸς τὸν ἀδελφὸν, εὐλαβὴς ἦν καὶ πρὸς τὸν Θεόν
亞伯也是這樣,他對兄弟既是和藹的,對神也是敬虔的。
Again, Abel, being gentle toward his brother, was also reverent toward God.
7:54
Μὴ τοίνυν καταφρονῶμεν ἀλλήλων, ἵνα μὴ μάθωμεν καὶ τοῦ Θεοῦ καταφρονεῖν·
所以我們不可彼此輕看,免得我們也學會輕看神;
Let us not, then, despise one another, lest we learn to despise God also;
7:55
τιμῶμεν ἀλλήλους, ἵνα μάθωμεν καὶ τὸν Θεὸν τιμᾷν
我們要彼此尊重,好使我們也學會尊重神。
let us honor one another, that we may learn to honor God also.
7:56
Ὁ θρασὺς κατὰ ἀνθρώπων, καὶ κατὰ τοῦ Θεοῦ γίνεται θρασύς
那向人放肆的,也就向神放肆。
He who is insolent against men becomes insolent against God as well.
7:57
Ὅταν δὲ καὶ φιλαργυρία, καὶ φιλαυτία, καὶ ἀπόνοια κατὰ ταυτὸν συνέλθῃ, τί λοιπὸν λείπεται πρὸς τελείαν ἀπώλειαν; τὸ πᾶν διέφθαρται, καὶ πολὺς τῶν ἁμαρτημάτων ἐπιῤῥεῖ βόρβορος
但當貪財、自私與狂妄同時聚在一處時,離那徹底的沉淪還缺甚麼呢?全人都已敗壞了,眾罪的污泥滾滾湧入。
But when covetousness, self-love, and senseless madness meet together at once, what more is lacking for utter perdition? The whole is corrupted, and a great mire of sins pours in.
7:58
Πῶς γὰρ ὁ φιλάργυρος εὐχάριστος ἔσται; τίνι εἴσεται χάριν; Οὐδενί·
貪財的人怎能存感恩的心呢?他要向誰感恩呢?向誰也不感恩;
For how shall the covetous man be thankful? To whom will he owe gratitude? To no one;
7:59
πάντας ἐχθροὺς ἡγεῖται, τὰ πάντων θέλων λαβεῖν
他把眾人都看作仇敵,因他想奪取眾人所有的一切。
he counts all men his enemies, wishing to seize what belongs to all.
7:60
Κἂν γὰρ τὴν πᾶσαν οὐσίαν κενώσῃς, οὐδεμίαν οἶδέ σοι χάριν·
因為你即使把全部家業都傾倒給他,他也絲毫不感激你;
For even though you should empty your whole substance for him, he knows you no gratitude;
7:61
ἀγανακτεῖ, ὅτι μὴ πολλὰ εἶχες, καὶ πολλῶν αὐτὸν πεποίηκας κύριον
他反倒惱怒,怪你沒有更多的財物,沒有使他作更多之物的主。
he is vexed that you did not have more, and did not make him lord of yet more.
7:62
Κἂν τῆς οἰκουμένης αὐτὸν δεσπότην ποιήσῃς, οὐκ οἶδέ σοι χάριν·
你即或使他作全世界的主,他也不感激你;
Even though you make him master of the whole world, he knows you no gratitude;
7:63
οὐδὲν γὰρ ἡγεῖται εἰληφέναι
因為他自以為甚麼也沒有得著。
for he counts himself to have received nothing.
7:64
Ἀκόρεστος ἡ ἐπιθυμία τούτου
他的慾望是無法滿足的。
Insatiable is his desire.
7:65
Τοιαῦται δὲ αἱ τῶν νόσων ἐπιθυμίαι
疾病所生的慾望正是如此。
Such are the desires of diseases.
7:66
Καὶ ὁ πυρέττων οὐδέποτε ἐμφορηθῆναι δύναται, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ μεθύων οὐδέποτε πληροῦται, ἀεὶ διψᾷ
發燒的人永不能得飽足,反倒總是沉醉於渴慾之中,永不滿足,總是乾渴。
The man in a fever can never be sated, but ever drunk with craving, he is never filled, but always thirsts.
7:67
Οὕτω καὶ ὁ περὶ χρήματα μαινόμενος, οὐδέποτε οἶδε τὴν ἐπιθυμίαν ἐμπλῆσαι·
那為錢財癲狂的人也是這樣,永不能填滿他的慾望;
So too the man mad after money can never satisfy his desire;
7:68
μηδέποτε δὲ ἐμπιπλάμενος, ὅσα ἂν κενώσῃς, οὐκ εἴσεταί σοι χάριν
他既永不飽足,你無論為他傾倒多少,他也不感激你。
and never being filled, however much you empty out for him, he will know you no gratitude.
7:69
Ἐκείνῳ γὰρ εἴσεται μόνῳ τῷ δεδωκότι ὅσα βούλεται·
因為他只會向那把他所要的一切都給了他的那一位感恩;
For he will feel gratitude to that one alone who has given him all he wishes;
7:70
τοῦτο δὲ οὐδεὶς δυνήσεται ποιῆσαι·
然而這是無人能做到的;
but this no one will be able to do;
7:71
οὐ γὰρ ἔχει μέτρον ἃ βούλεται·
因為他所要的並無限度;
for the things he wishes have no measure;
7:72
οὐκοῦν οὐδενὶ εἴσεται χάριν
所以他向誰也不感恩。
therefore he will know gratitude to no one.
7:73
Οὐδὲν οὕτως ἀχάριστον, ὡς φιλάργυρος·
沒有甚麼像貪財的人那樣忘恩;
Nothing is so ungrateful as a covetous man;
7:74
οὐδὲν οὕτως ἀναίσθητον, ὡς φιλοχρήματος·
沒有甚麼像愛錢的人那樣麻木;
nothing so insensible as a lover of money;
7:75
τῆς οἰκουμένης ἁπάσης ἐστὶν ἐχθρός·
他是全世界的仇敵;
he is the enemy of the whole world;
7:76
ἀγανακτεῖ ὅτι εἰσὶν ἄνθρωποι·
他惱怒世上竟有人存在;
he is vexed that there are men at all;
7:77
βούλεται γὰρ πάντα ἐρημίας εἶναι μεστὰ, ὥστε τὰ πάντων ἔχειν αὐτός
因為他巴不得各處都成為荒涼,好叫他一人獨得眾人所有的一切。
for he wishes all places to be full of desolation, that he alone might possess what belongs to all.
7:78
Καὶ πολλὰ τοιαῦτα φαντάζεται·
他還幻想出許多這一類的事來:
And he imagines many such things;
7:79
Εἰ ἐγένετο σεισμὸς ἐν τῇ πόλει, φησὶν, εἶτα πάντων καταχωσθέντων, ἐγὼ μόνος περιελείφθην, ὥστε τὰ πάντων λαβεῖν εἰ δυνατόν·
他說:城中若發生地震,眾人都被埋在其下,惟獨我一人存留下來,好叫我能盡量奪取眾人的財物;
If, he says, an earthquake should come upon the city, and then, when all had been buried, I alone were left, so as to take, if possible, the goods of all;
7:80
εἰ ἐπῆλθε λοιμὸς, καὶ πάντας ἀπώλεσε τοῦ χρυσίου χωρίς·
若有瘟疫臨到,除了我的金子以外,把眾人都消滅了;
if a plague should come and destroy all men, except my gold;
7:81
εἰ καταποντισμὸς ἐγένετο, εἰ θαλάττης ἐπίκλυσις·
若發生水淹之災,或海水泛濫;
if a drowning should come, or a flooding of the sea;
7:82
καὶ μυρία τοιαῦτα ἐπινοεῖ·
他還想像出無數這樣的事來;
and countless such things he devises;
7:83
χρηστὸν μὲν οὐδὲν, σεισμὸς δὲ καὶ σκηπτοὺς καὶ πολέμους καὶ λοιμοὺς, καὶ πάντα τὰ τοιαῦτα γενέσθαι εὔχεται
他所祈求的沒有一樣是好事,卻只求地震、雷擊、戰爭、瘟疫,以及一切這類的災禍臨到。
nothing good, but earthquakes and thunderbolts and wars and plagues, and all such things, he prays may come to pass.
7:84
Εἰπὲ δή μοι, ἄθλιε καὶ ταλαίπωρε καὶ παντὸς ἀνδραπόδου δουλικώτερε, εἰ πάντα ἦν χρυσὸς, οὐκ ἂν ἀπηλλάγης ὑπὸ τοῦ χρυσοῦ, λιμῷ διαφθαρείς; εἰ σεισμὸς ἐγένετο, τῆς οἰκουμένης καταποθείσης, ἀπωλώλεις ἂν καὶ σὺ ὑπὸ τῆς ὀλεθρίας ταύτης ἐπιθυμίας·
那麼,你這可憐、悲慘、比任何買來的奴僕更為卑賤的人哪,你告訴我:倘若萬物都成了金子,你豈不要因那金子而餓死、被飢荒消滅嗎?倘若地震來到,全世界都被吞沒了,你自己豈不也要因這毀滅性的慾望而滅亡嗎?
Tell me, then, you wretched and miserable creature, more slavish than any bought slave: if all things were gold, would you not perish through the gold itself, wasted away by famine? If an earthquake came, and the world were swallowed up, would you too not perish through this destructive desire?
7:85
οὐ γὰρ ὄντος ἀνθρώπου ἐπὶ τῆς γῆς, οὐκ ἄν σοι τὰ τῆς ζωῆς συγκεκρότητο
因為地上若沒有人,你維持生命所需的一切便無從供給你了。
For if there were no man upon the earth, the means of your life could not have been provided for you.
7:86
Θῶμεν γὰρ πάντας ἄρδην ἠφανίσθαι τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους, εἶτα τὸ χρυσίον αὐτῶν καὶ τὸ ἀργύριον αὐτομάτως πως εἰς σὲ περιεληλυθέναι ( καὶ γὰρ μωρὰ καὶ ἀδύνατα φαντάζονται), καὶ τὸν πλοῦτον ἐκείνων, τὸν χρυσὸν, τὸν ἄργυρον, τὰ ἱμάτια τὰ σηρικὰ, τὰ διάχρυσα πάντα αὐτομάτως εἰς τὰς σὰς χεῖρας ἐλθεῖν·
我們姑且假定:普天下的人都被徹底除滅了,隨後他們的金銀不知怎地竟自動歸到你手中(因為他們所幻想的原是又愚昧又不可能的),並且他們一切的財富—那金、那銀、那絲織的衣裳、那一切鑲金的物件—都自動來到你的手中;
For let us suppose that all the men in the world had been utterly swept away, and then that their gold and their silver had somehow of itself passed over into your hands (for they imagine things foolish and impossible), and that all their wealth—the gold, the silver, the silken garments, the gold-embroidered things—had all come of themselves into your hands;
7:87
τί τὸ κέρδος; οὕτως ἂν μάλιστα θάνατός σε κατέλαβεν, ἀρτοκόπων. οὐκ ὄντων, γεωργῶν οὐκ ὄντων, θηρίων ἐπινεμομένων, δαιμόνων ἐκδειματούντων σοι τὴν ψυχήν
這有甚麼益處呢?在那種情形下,死亡反倒最必然要臨到你:既沒有作餅的,也沒有耕種的,野獸四處橫行,鬼魔又驚嚇你的魂。
what is the gain? In that very case death would most surely have overtaken you: there being no bakers, no farmers, with wild beasts ranging abroad and demons terrifying your soul.
7:88
Καὶ νῦν μὲν αὐτὴν κατέχουσι δαίμονες καὶ πολλοί·
如今尚且有鬼魔,並且是許多的鬼魔,牢牢挾制著你的魂;
And even now demons hold it fast, and many of them;
7:89
τότε δὲ ἄν σε καὶ εἰς ἔκπληξιν ἤγαγον, κἂν εὐθέως ἀπώλεσαν
但到那時,牠們竟要使你陷於瘋狂驚惶,並且立刻把你毀滅。
but then they would even have driven you to distraction, and destroyed you forthwith.
7:90
Ἀλλ' οὐκ ἐβουλόμην, φησὶν, ἀλλ' εἶναι καὶ γεωργοὺς καὶ ἀρτοκόπους
他說:可是我並不願意這樣,倒願意有耕種的,也有作餅的。
But I did not wish it so, he says, but rather that there should be both farmers and bakers.
7:91
Ἀλλ' ἔμελλον κἀκεῖνοι δαπανᾷν
但那些人也必要消費些甚麼。
But those too would needs consume something.
7:92
Οὕτως ἀκόρεστος ἡ ἐπιθυμία αὕτη
這慾望竟是如此無法滿足。
So insatiable is this desire.
7:93
Τί γὰρ ἂν εἴη τούτων καταγελαστότερον; Εἶδες ἀμηχανίαν πραγμάτων; βούλεται ἔχειν πολλοὺς τοὺς διακονουμένους αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι μετέχουσιν, ἅτε ἐλαττοῦντες αὐτοῦ τὴν οὐσίαν
還有什麼比這更可笑的呢?你看見這種事的荒謬無措嗎?他一面想要有許多僕人服事自己,一面卻因這些人分享食物而痛心,因為他們減損了他的財產。
For what could be more ridiculous than this? Do you see the sheer helplessness of the situation? He wishes to have many servants at his command, and yet it grieves him that these very servants partake of food, since thereby they diminish his substance.
7:94
Τί οὖν, εἰπέ μοι; βούλει λιθίνους εἶναι τοὺς ἀνθρώπους; Χλευασία ταῦτα πάντα, κύματα, καὶ ζάλη, καὶ χειμὼν, καὶ τρικυμία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ·
那麼告訴我,你難道願意人都成為石頭嗎?這一切全是笑柄:波浪、狂風、暴雨、巨濤,以及靈魂裡的種種紛擾。
What then, tell me? Would you have men be made of stone? All this is a mockery: waves, and tempest, and storm, and towering billows, and much tumult in the soul.
7:95
Εἰπὲ δή μοι, τοῦτον οὐκ ἐλεήσομεν οὐδὲ δακρύσομεν; Ἀλλ' ἐν μὲν τοῖς σώμασι τὸ τοιοῦτον κόλασίς ἐστιν ἡ χαλεπωτάτη, βουλιμία λεγομένη παρὰ τῶν ἰατρῶν, ὅταν τις πολλῶν ἐμφορούμενος, τοῦ λιμώττειν μὴ ἀπαλλάττηται·
現在請告訴我,我們豈不當憐憫這樣的人、豈不當為他流淚嗎?在身體上,這樣的情形乃是最嚴重的病症,被醫生稱為「貪食症」,就是人雖飽食甚多,卻始終無法擺脫飢餓。
Tell me now, shall we not pity such a man, nor shed tears for him? In the body such a condition is a most grievous affliction, called by physicians 'bulimia,' when a man, though gorged with much food, is never freed from hunger.
7:96
ἐπὶ δὲ τῆς ψυχῆς οὐ δακρύσομεν τὸ αὐτὸ τοῦτο πάθος; Βουλιμία γὰρ ψυχῆς ἡ φιλαργυρία, ἣ πολλῶν μὲν ἐμπίπλαται, οὐδέποτε δὲ ἵσταται, ἀλλ' ὑπὸ τῆς ἐπιθυμίας ἀεὶ κατατείνεται
那麼在靈魂裡,我們豈不當為這同樣的病症哀哭嗎?因為貪財乃是靈魂的貪食症,它雖被許多東西填滿,卻永不知足,反倒總是被慾望緊緊牽扯。
And in the soul shall we not weep over this very same disease? For covetousness is the bulimia of the soul, which is filled with much, yet never stands satisfied, but is ever strained tight by desire.
7:97
Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ μυριάκις ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξασθαι; Οὐκ ἔστι χρημάτων πλῆθος, ὃ τὴν ἀκόρεστον νηδὺν ἐμπλῆσαι δύναται
因為若必須喝下嚏根草,或忍受比這更重萬倍的苦楚,才能擺脫這病症,人豈不當甘心領受嗎?沒有任何豐富的財物能填滿那永不知足的肚腹。
For if one had to drink hellebore, or to endure ten thousand times something more grievous than this in order to be rid of this disease, ought he not readily to submit to it? There is no abundance of riches able to fill the insatiable belly.
7:98
Οὐκ αἰδεσθησόμεθα τοίνυν ἡμεῖς, εἰ περὶ μὲν χρημάτων οὕτω τινὲς μεμήνασι, περὶ δὲ τὸν Θεὸν ἡμεῖς οὐδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης ἐπιδεικνύμεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτιμότερος ἡμῖν ὁ Θεός; Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου καὶ ἀγρυπνίας καὶ ἀποδημίας καὶ κινδύνους ἐπαλλήλους καὶ μῖσος καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομένουσιν ἄνθρωποι·
那麼我們豈不當羞愧嗎?有些人為錢財竟如此癲狂,我們對神卻連那樣愛的極小部分也顯不出來,反倒使神在我們眼中比銀子更為卑賤。人為銀子的緣故忍受失眠、遠行、接連不斷的危險、仇恨、陰謀,以及一切苦楚;
Shall we not then be ashamed, if concerning riches some are thus frenzied, while toward God we do not show even the smallest fraction of such love, but God becomes to us of less account than silver? For men endure for silver's sake sleeplessness, and journeys abroad, and dangers upon dangers, and hatred, and plots, and all things;
7:99
ἡμεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆμα προέσθαι ἀνεχόμεθα, οὐδὲ ἀπέχθειαν ἀναδέξασθαι, ἀλλὰ ἂν δέῃ τινὶ τῶν καταπονουμένων ἀμῦναι, τὰς τῶν δυναστευόντων ἔχθρας ὑποστελλόμενοι καὶ τοὺς κινδύνους, προδιδόαμεν τὸν ἠδικημένον·
我們卻為神的緣故連一句話也不肯出口,也不願招惹任何仇怨;反倒若須為受欺壓者辯護時,我們因懼怕權勢者的敵視與危險而退縮,就這樣出賣了那受冤枉的人。
but we for God's sake will not endure to utter even a bare word, nor to incur any enmity; but if we must defend one of the oppressed, we shrink back from the hostility of the powerful and from the dangers, and so betray the one who has been wronged.
7:100
καὶ δύναμιν λαβόντες παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν, ἀπόλλυμεν αὐτὴν διὰ τὸ μὴ βούλεσθαι μισεῖσθαι μηδὲ ἀπεχθάνεσθαι·
我們雖從神領受了幫助人的能力,卻因不願被人恨惡、不願招致仇怨而白白浪費了它;
And having received power from God to help, we squander it because we do not wish to be hated nor to incur enmity;
7:101
καὶ εὐθέως τοῦτο προβάλλονται οἱ πολλοὶ, Εἰκῆ φιλοῦ, λέγοντες, εἰκῆ μὴ μισοῦ
隨即眾人便以此為藉口,說:「不要無故地愛,也不要無故地恨。」
and immediately the many put forward this excuse, saying, 'Love not without cause, hate not without cause.'
7:102
Τοῦτο δὲ εἰκῆ μισεῖσθαί ἐστι; τί δὲ τοῦ μίσους τούτου κρεῖττον; Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ μῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον
但這豈是無故的恨嗎?還有什麼比這樣的恨更好呢?因為為神的緣故而有的恨,遠勝過為神的緣故而有的情誼。
But is this hatred without cause? And what is better than such hatred? For the hatred which is for God's sake is far better than the friendship which is for God's sake.
7:103
Ὅταν γὰρ φιλώμεθα διὰ τὸν Θεὸν, ἡμεῖς ὀφειλέται ἐσμὲν τῆς τιμῆς·
因為當我們為神的緣故被人愛時,我們就是欠人尊敬的債;
For when we are loved for God's sake, we are debtors to render honor;
7:104
ὅταν δὲ μισώμεθα, αὐτὸς ἡμῖν ὀφειλέτης ἐστὶ τοῦ μισθοῦ
但當我們被人恨惡時,神自己反倒欠我們那賞賜的債。
but when we are hated, He Himself becomes our debtor for the reward.
7:105
Ὅσον ἂν ἀγαπήσωσι τὸν χρυσὸν οἱ φιλοχρήματοι, οὐκ ἴσασι μέτρον ἀγάπης·
貪愛錢財的人無論怎樣愛慕黃金,他們的愛都毫無節制;
However much the lovers of money may love gold, they know no measure of their love;
7:106
ἡμεῖς δὲ κἂν μικρόν τι ἐργασώμεθα, τὸ πᾶν ἠνυκέναι νομίζομεν
我們卻是即使只作了一點小事,就自以為已成就了全部。
but we, even if we accomplish some little thing, think that we have done the whole.
7:107
Ὡς ἐκεῖνοι τὸν χρυσὸν φιλοῦσιν, ἡμεῖς τὸν Θεὸν οὐ φιλοῦμεν, ἀλλ' οὐδὲ τὸ πολλοστὸν μέρος
他們怎樣愛黃金,我們卻不那樣愛神,連那極小的部分也達不到。
As they love gold, so we do not love God—no, not even the smallest fraction thereof.
7:108
Πολλὴ ἐκείνων κατηγορία, ὅτι τοσαύτην περὶ τὸν χρυσὸν τὴν μανίαν ἔχουσι·
他們大受控告,因為他們對黃金懷有如此的瘋狂;
Great is the accusation against them, that they have so great a madness for gold;
7:109
πολλὴ ἡμῶν κατάγνωσις ὅτι οὐ μαινόμεθα οὕτω περὶ τὸν Θεὸν, ἀλλ' ὅσον τῇ γῇ (γῆ γὰρ ὁ χρυσὸς ὁ μεταλλικὸς), ὅσην τῇ γῇ τιμὴν ἀπονέμουσιν ἐκεῖνοι, τοσαύτην οὐκ ἀπονέμομεν ἡμεῖς τῷ πάντων Δεσπότῃ
我們卻大受定罪,因為我們對神沒有那樣的癲狂,反倒他們獻給塵土的尊崇(因為礦裡的黃金不過是塵土),我們對萬有的主宰卻不獻上那樣的尊崇。
but great is the condemnation against us, that we are not thus mad for God, but the honor which they render to the earth (for the gold of the mine is earth), so much honor we do not render to the Master of all.
7:110
Ἴδωμεν αὐτῶν τὴν μανίαν, καὶ αἰδεσθῶμεν
讓我們看看他們的瘋狂,並且引以為恥。
Let us behold their madness, and be ashamed.
7:111
Τί γὰρ, εἰ καὶ ἡμεῖς μὴ περικαιόμεθα τοῦ χρυσοῦ, ἀλλ' οὐδὲ τοῦ Θεοῦ δεόμεθα σπουδαίως; Ἐνταῦθα μὲν γὰρ ἄνθρωποι γυναικὸς καταφρονοῦσι καὶ παίδων καὶ οὐσίας καὶ αὐτῆς τῆς σωτηρίας αὐτῶν, καὶ ταῦτα οὐκ εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσι τὴν ἑαυτῶν·
因為即使我們不為黃金而狂熱,但我們也並未殷勤渴慕神,這又如何呢?因為在此,人輕看妻子、兒女、財產,甚至輕看自己的救恩,並且這樣做時竟不確知自己是否真在增添財富;
For what, if we too are not inflamed with love of gold, yet neither do we earnestly long for God? For here men despise wife and children and substance and their very salvation—and this without even knowing that they are increasing their own substance;
7:112
πολλάκις γὰρ ἐν μέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν ἀφέντες. ἀπῆλθον εἰκῆ πονήσαντες·
因為許多時候,人正當滿懷指望之際,竟連性命也一併喪掉,白白勞碌一場而離世。
for oftentimes, in the midst of their very hopes, they have given up their soul as well, and departed, having labored in vain.
7:113
ἡμεῖς δὲ εἰδότες ὅτι ἐπιτευξόμεθα τοῦ ποθουμένου, ἂν αὐτὸν ἀγαπήσωμεν ὡς ἀγαπᾷν χρὴ, οὐδὲ οὕτω φιλοῦμεν, ἀλλὰ πάντα κατεψύξαμεν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, τὴν πρὸς τὸν Θεόν·
我們卻明知只要照著當愛的方式去愛祂,就必得著所渴慕的,尚且不肯這樣愛祂,反倒使一切都冷淡了,就是對鄰舍的愛與對神的愛。
But we, though knowing that we shall attain the object of our longing if we love Him as we ought to love, do not even so love Him, but have let everything grow cold—our love toward our neighbor, and our love toward God.
7:114
ἀπὸ τούτου τὴν πρὸς τὸν Θεὸν, ἐπειδὴ καὶ τὴν πρὸς τὸν πλησίον
我們對神冷淡乃是由此而來,因為我們對鄰舍的愛也已冷淡了。
From this comes our coldness toward God, since our love toward our neighbor has also grown cold.
7:115
Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνδρα οὐκ εἰδότα φιλεῖν, ἔχειν τι γενναῖον καὶ φρόνημα ἀνδρεῖον
因為斷不可能,真是斷不可能,一個不曉得愛的人竟能有什麼高尚的品格或剛毅的心志。
For it is not possible—no, it is not possible—that a man who knows not how to love should possess anything noble or a manly spirit.
7:116
Ἡ γὰρ ὑποβάθρα πάντων τῶν ἀγαθῶν οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία·
因為一切美善的根基不是別的,正是愛;
For the foundation of all good things is nothing else but love;
7:117
Ἐν τούτῳ, φησὶν, ὁ νόμος καὶ οἱ προφῆται κρέμανται
祂說:「律法和先知都繫於這一件事上。」
'On this,' He says, 'hang the Law and the Prophets.'
7:118
Καθάπερ γὰρ εἰς ὕλην πῦρ εἰσελθὸν πάντα διακαθαίρειν εἴωθεν·
因為正如火進入柴薪,慣於將一切燒盡潔淨;
For just as fire, entering into material, is wont to purge all things away;
7:119
οὕτω καὶ ἡ τῆς ἀγάπης θερμότης ὅπουπερ ἂν ἐμπέσοι, πάντα ἀναιρεῖ καὶ διακόπτει τὰ τῷ θείῳ λυμαινόμενα σπόρῳ, καὶ τὴν γῆν καθαρὰν πρὸς
照樣,愛的熱力無論落在何處,都毀滅並斬除一切損害神聖種子的東西,並使那地潔淨,以致
so also the warmth of love, wheresoever it may fall, destroys and cuts through all that mars the divine seed, and makes the ground clean for
7:120
ὑποδοχὴν τῶν σπερμάτων ἐργάζεται
能承受所撒的種子。
the reception of the seeds.
7:121
Ἔνθα ἐστὶν ἀγάπη, πάντα ἀνῄρηται τὰ κακά·
哪裡有愛,哪裡的一切惡就都被除去;
Where love is, all evils are done away;
7:122
οὐκ ἔστιν ἡ φιλαργυρία ἡ ῥίζα τῶν κακῶν, οὐκ ἔστι φιλαργυρία, οὐκ ἔστιν ἀλαζονεία·
沒有貪財,就是那萬惡之根;沒有貪財,也沒有自誇;
there is no covetousness—the root of all evils; there is no love of money, there is no arrogance;
7:123
τί γὰρ ἄν τις κατὰ τοῦ φίλου ἀλαζονεύσαιτο; Οὐδὲν μὲν οὖν οὕτω ποιεῖ ταπεινὸν ὡς ἀγάπη
因為人怎能向自己的朋友自誇呢?其實,沒有什麼比愛更能使人謙卑。
for how could a man be arrogant against his friend? Indeed, nothing so makes a man lowly as love.
7:124
Καὶ γὰρ τὰ τῶν οἰκετῶν τοῖς φίλοις διακονούμεθα, καὶ οὐκ αἰσχυνόμεθα, ἀλλὰ καὶ χάριν ἴσμεν τῆς δουλείας ταύτης αὐτοῖς·
因為我們甚至為朋友作僕人所作的事,也不以為恥,反倒為這樣的服事向他們心存感激;
For we perform even the offices of servants for our friends, and are not ashamed, but even feel gratitude to them for this service;
7:125
χρημάτων οὐ φειδόμεθα, ἀλλ' οὐδὲ σωμάτων πολλάκις·
我們不吝惜錢財,甚至常常連自己的身體也不吝惜;
we spare not our money, nor often even our very bodies;
7:126
ἤδη γάρ τις καὶ ὑπερεκινδύνευσε τοῦ φιλουμένου
因為早已有人為所愛的人冒了超乎尋常的危險。
for ere now some man has even braved danger beyond measure for the one he loved.
7:127
Φθόνος οὐκ ἔστιν, οὐδὲ κακηγορία, ἔνθα ἂν ᾖ γνησία φιλία·
哪裡有真誠的情誼,哪裡就沒有嫉妒,也沒有毀謗;
There is no envy, nor slander, where there is genuine friendship;
7:128
οὐ γὰρ μόνον οὐ διαβάλλομεν τοὺς φίλους, ἀλλὰ καὶ τοὺς διαβάλλοντας ἐπιστομίζομεν
因為我們不但不毀謗朋友,反倒堵住那些毀謗他們之人的口。
for not only do we not slander our friends, but we also stop the mouths of those who slander them.
7:129
Πάντα γαληνὰ, πάντα ἥμερα, μάχης καὶ φιλονεικίας οὐδὲ ἴχνος φαίνεται·
一切都平靜,一切都溫和;連爭鬥與爭競的痕跡也不見;
All is calm, all is gentle; not even a trace of strife and contention appears;
7:130
Πλήρωμα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη·
因為他說:「愛就完全了律法。」
'For love,' he says, 'is the fulfilling of the Law.'
7:131
Πῶς; Αὐτὰ γὰρ τὰ ἁμαρτήματα, πλεονεξία, ἁρπαγὴ, φθόνος, κακηγορία, ἀπόνοια, ἐπιορκία, ψεῦδος, ταῦτα πάντα καταλύεται, τῆς ἀγάπης οὔσης·
怎麼說呢?因為那些罪惡本身,就是貪婪、搶奪、嫉妒、毀謗、狂妄、假誓、虛謊,當愛存在時,這一切都被消除了;
How? For the very sins themselves—greed, robbery, envy, slander, presumption, perjury, falsehood—all these are dissolved, when love is present;
7:132
ἐπιορκοῦσι γὰρ οἱ ἐπιορκοῦντες ἁρπάσαι βουλόμενοι·
因為那些起假誓的人,乃是因為想要搶奪才起假誓的;
for they who forswear themselves do so because they wish to plunder;
7:133
τὸν δὲ ἀγαπώμενον οὐδεὶς ἂν ἁρπάσειεν, ἀλλὰ καὶ προσδοίη τὰ ἑαυτοῦ τῷ φιλουμένῳ·
但沒有人會搶奪自己所愛的人,反倒會把自己所有的都給那所愛的人;
but no one would plunder the man he loves; rather, he would even give his own goods to the one he loves;
7:134
χάριν γὰρ ἔχομεν μᾶλλον, ἢ εἰ λάβοιμεν παρ' αὐτοῦ
因為我們給的時候所存的感激,比從他領受時還要多。
for we feel more gratitude in giving than if we had received from him.
7:135
Ἴστε ταῦτα ὅσοι φίλους ἐσχήκατε·
你們凡曾有過朋友的人,都曉得這些事;
You know these things, all you who have had friends;
7:136
φίλους οὐ μέχρι ὀνόματος λέγω, οὐδὲ ἐκ ψιλῆς προσηγορίας, ἀλλ' εἴ τις ἠγάπησεν ὡς ἀγαπᾷν ἔδει, εἴ τις προσεδέθη τινί
我所說的朋友,不是僅有其名,也不是徒有稱呼,乃是指凡曾照著當愛的方式去愛的人,凡曾與人相連結的人。
friends, I say, not merely in name, nor by a bare title, but if anyone has loved as he ought to love, if anyone has been knit to another.
7:137
Εἰ δέ τινες οὐκ ἴσασι, παρὰ τῶν εἰδότων μαθέτωσαν
但若有些人不曉得這事,就讓他們向那曉得的人學習吧。
But if there are some who do not know this, let them learn from those who do.
7:138
Νῦν διηγήσομαι ὑμῖν ἀπὸ τῶν Γραφῶν φιλίαν θαυμαστήν
現在我要從聖經向你們述說一段奇妙的情誼。
Now I will relate to you from the Scriptures a wondrous friendship.
7:139
Ὁ τοῦ Σαοὺλ υἱὸς Ἰωνάθαν ἐφίλησε τὸν Δαυῒδ, Καὶ συνεδέθη αὐτῷ, φησὶν, ἡ ψυχή·
掃羅的兒子約拿單愛大衛;經上說,他的心與大衛的心相連;
Jonathan, the son of Saul, loved David; and, it says, his soul was knit to him;
7:140
οὕτως, ὡς καὶ θρηνῶν αὐτὸν λέγειν, Ἐπέπεσεν ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν γυναικῶν
以致他為他哀哭時竟說:「你的愛臨到我,如同婦女的愛情。」
so much so that, mourning for him, he even said, 'Your love came upon me as the love of women.'
7:141
Εἰς θάνατον ἐτραυματίσθης ἐμοί
「你為我受了致死之傷。」
'You were wounded to the death for me.'
7:142
Τί οὖν; ἐκεῖνος ἄρα ἐφθόνησεν αὐτῷ; Οὐδαμῶς, καίτοι γε εἶχεν ἀνάγκην τοῦ φθονεῖν
那麼怎樣呢?他豈曾嫉妒他嗎?斷乎沒有,雖然他實在有嫉妒的理由。
What then? Did he perhaps envy him? By no means, although indeed he had cause for envy.
7:143
Πῶς; Ἀπὸ γὰρ τῶν πραγμάτων ἑώρα τὴν βασιλείαν ἐρχομένην εἰς αὐτὸν, καὶ ὅμως οὐδὲν ἔπαθε τοιοῦτον·
怎麼說呢?因為他從當時的情勢看出王位將要歸給大衛,然而他心裡卻毫無這樣的反應;
How? For from the course of events he saw the kingdom coming to David, and yet he suffered nothing of the sort;
7:144
Οὗτός ἐστιν ὁ ἐμὲ ἀποστερήσων τῆς βασιλείας τῆς πατρικῆς, ἀλλὰ συγκατεσκεύαζεν αὐτῷ τὴν ἀρχὴν, καὶ τοῦ πατρὸς οὐκ ἐφείδετο διὰ τὸν φίλον
「這人就是要奪去我父家王位的」——他不但沒有這樣想,反倒幫助大衛建立王權,並且為朋友的緣故連自己的父親也不寬容。
'This is the man who will rob me of my father's kingdom'—yet he was helping to establish the sovereignty for him, and did not spare his own father for his friend's sake.
7:145
Ἀλλὰ μή τις αὐτὸν πατραλοίαν νομιζέτω·
但誰也不可將他看作弒父的人;
But let no one think him a slayer of his father;
7:146
οὐ γὰρ ἠδίκει τὸν πατέρα, ἀλλὰ τὰς ἐπιβουλὰς καὶ τὰς ἀδικίας κατεῖχε
因為他並沒有虧負父親,反倒是攔阻了父親的陰謀與不義。
for he did not wrong his father, but rather restrained his plots and his injustices.
7:147
Μᾶλλον ἐφείδετο, ἢ ἠδίκει·
他寧可寬容父親,也不肯虧負他;
He spared him rather than wronged him;
7:148
οὐκ ἀφῆκεν αὐτὸν εἰς φόνον ἄδικον ἐκβῆναι
他不容父親陷入不義的兇殺。
he did not suffer him to break forth into an unjust murder.
7:149
Ἠθέλησε καὶ ἀποθανεῖν πολλάκις δι' αὐτόν
他甚至願意多次為大衛的緣故而死。
He was willing even to die many times for his sake.
7:150
Οὐ κατηγόρησεν, ἀλλὰ καὶ τὸν πατέρα ἐπεστόμισεν·
他沒有控告大衛,反倒堵住了父親的口;
He did not accuse him, but even stopped his father's mouth;
7:151
οὐκ ἐφθόνησεν, ἀλλὰ καὶ συγκατεσκεύασεν·
他沒有嫉妒他,反倒幫助建立他;
he did not envy him, but even helped to establish him;
7:152
οὐ χρημάτων αὐτῷ μετέδωκε μόνον, ἀλλὰ καὶ σωτηρίας
他與大衛所分享的,不僅是錢財,更是自己的性命平安。
he shared with him not money only, but even his own safety.
7:153
Τί λέγω χρημάτων; καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ προήκατο
我何必說錢財呢?他甚至為大衛捨了自己的性命。
Why do I speak of money? He even laid down his own soul for his sake.
7:154
Οὐκ ᾐδέσθη τὸν γεγεννηκότα διὰ τὸν φίλον, ἐπειδὴ ὁ μὲν ἀδίκοις ἐπεχείρει πράγμα. σιν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνῄδει τοιοῦτον
他為朋友的緣故,連生他的父親也不畏懼,因為一個正在圖謀不義的事,另一個卻自知並無這樣的過犯。
He did not stand in awe of his own father for his friend's sake, since the one was attempting unjust deeds, while the other was conscious of no such thing in himself.
7:155
Ἐκεῖ μὲν. οὖν μετὰ τοῦ δικαίου ἦν ἡ φιλία·
那麼在那裡,這情誼乃是與義同行的;
There, then, the friendship was accompanied by righteousness;
7:156
Ἴδωμεν δὲ λοιπὸν καὶ τὸν Δαυΐδ
現在讓我們也來看看大衛。
But let us now behold David also.
7:157
Οὐκ ἐγένετο αὐτῷ καιρὸς ἀποδοῦναι τὰς ἀμοιβάς·
他沒有機會回報約拿單的恩情;
There came for him no occasion to repay the kindnesses;
7:158
προανηρπάσθη γὰρ ἐκεῖνος τῆς ἀρχῆς τοῦ Δαυῒδ, καὶ πρὶν ἢ τὸν εὖ παθόντα ἐλθεῖν εἰς τὴν βασιλείαν ὁ εὖ ποιῶν ἀπώλετο
因為約拿單在大衛作王之前就被奪去了,那受恩的人尚未登上王位,施恩的人就已滅亡。
for the other was snatched away before David's reign, and before the one who had been benefited came to the kingdom, the benefactor perished.
7:159
Τί οὖν; ἐν οἷς ἦν δυνατὸν καὶ ἐξῆν, ἴδωμεν πῶς ἐπεδείκνυτο τὴν φιλίαν ὁ δίκαιος
那麼怎樣呢?在那些可能且容許的事上,讓我們看這義人如何顯出他的情誼。
What then? In those matters where it was possible and permitted, let us see how the righteous man displayed his friendship.
7:160
Καλὸς ἐμοὶ, φησὶν, Ἰωνάθαν·
他說:「約拿單哪,你在我心中甚是可愛;」
'Beautiful to me,' he says, 'was Jonathan;'
7:161
εἰς θάνατον ἐτραυματίσθης ἐμοί
「你為我受了致死之傷。」
'you were wounded to the death for me.'
7:162
Ἆρα τοῦτο μόνον; οὐ μικρὸν γὰρ καὶ τοῦτο·
難道只有這樣嗎?其實連這也不是小事;
Was this all? For even this was no small thing;
7:163
πλὴν ἀλλὰ καὶ τὸν υἱὸν ἐκείνου, καὶ τὸν ἔγγονον πολλάκις κινδύνων ἐξήρπασεν, ἀπομνημονεύων τοῦ πατρὸς τὴν χάριν·
不僅如此,他還屢次將那人的兒子、甚至孫子從危難中救拔出來,因記念他們父親的恩情。
Nay more, he often snatched from perils that man's son also, and his grandson, remembering the kindness of their father.
7:164
καὶ διετέλει καθάπερ υἱοῦ τινος ἔγγονα διατηρῶν καὶ διαφυλάττων
他持續看顧並保守那些後裔,彷彿他們是自己兒子的兒女一般。
And he continued to guard and preserve the descendants as though they were the children of a son.
7:165
Τοιαύτην ἐγὼ βούλομαι φιλίαν πάντας ἔχειν, καὶ πρὸς ζῶντας καὶ πρὸς ἀπελθόντας
我願眾人都懷有這樣的友愛,無論是對活著的人,還是對已經離世的人。
Such friendship I would have all men possess, both toward the living and toward those who have departed.
7:166
Αἱ γυναῖκες ἀκουέτωσαν (μάλιστα γὰρ διὰ τοῦτο εἶπον πρὸς ἀπελθόντας), αἱ δευτέροις ὁμιλοῦσαι γάμοις, καὶ τὴν εὐνὴν διαφθείρουσαι τοῦ τετελευτηκότος, αἱ στέρξασαι τὸν πρότερον
願眾婦女聽這話(我特意為此才說「對已經離世的人」)—就是那些再嫁、玷污已故丈夫床榻的婦人,那些曾經深愛前夫的婦人。
Let the women hear (for it was chiefly on this account that I said 'toward those who have departed'), those women who enter into second marriages and defile the bed of the deceased, women who once loved their former husband.
7:167
Οὐκ ἀπαγορεύων τὸν δεύτερον γάμον, οὐδὲ ἀκόλαστον εἶναι λέγων, ταῦτά φημι·
我說這話,並非要禁止再婚,也不是說再婚是放縱的事。
I say this not to forbid a second marriage, nor to call it something licentious.
7:168
οὐ γὰρ ἀφίησί με ὁ Παῦλος, χαλινὸν ἐπιτιθείς μου τῷ στόματι, καὶ λέγων ταῖς γυναιξὶν, Ἐὰν δὲ καὶ γήμῃ, οὐχ ἥμαρτεν
因為保羅不容我這樣說,他給我的口加上嚼環,對婦女說:「她若再嫁,也不是犯罪。」
For Paul does not permit me to do so, since he puts a bridle upon my mouth and says to the women: 'But if she should also marry, she has not sinned.'
7:169
Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ·
「然而她若能守著這樣不嫁,就更有福了。」
'Yet she is more blessed if she remain thus.'
7:170
πολλῷ τοῦτο βέλτιον ἐκείνου
這種光景遠比那另一種更美好。
This state is far better than the other.
7:171
Εἰ γὰρ τοῦ γαμῆσαι τὸ μηδ' ὅλως γαμῆσαι βέλτιον, πολλῷ μᾶλλον τοῦτο ἐκείνου βέλτιον
因為若完全不嫁比嫁人更美好,那麼守寡不再嫁就遠比再嫁更美好。
For if to marry not at all is better than to marry, then much more is this state better than that.
7:172
Ἀλλ' οὐκ ἤνεγκάν τινες, φησὶ, τὴν χηρείαν, ἀλλὰ συμφοραῖς περιέπεσον·
有人說:「但有些婦人無法忍受守寡,反倒陷入了種種災禍。」
'But some,' one says, 'could not bear widowhood, and fell into calamities.'
7:173
οὐ γὰρ ἔγνωσαν τί ἐστι χηρεία
那是因為她們不明白守寡究竟是甚麼。
That is because they did not understand what widowhood is.
7:174
Οὐ τοῦτό ἐστι χηρεία, τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις, ὥσπερ οὖν οὐδὲ παρθενία τοῦτό ἐστι τὸ ἀπειρόγαμον εἶναι·
守寡並非僅僅是不再嫁人,正如童貞也不僅僅是未曾經歷婚姻。
Widowhood is not merely the not entering into a second marriage, just as virginity is not merely the being untried in marriage.
7:175
ἀλλὰ τί; Ὥσπερ ἐκεῖ τὸ εὔσχημον καὶ εὐπρόσεδρον, οὕτως ἐνταῦθα τὸ μεμονῶσθαι, τὸ προσκαρτερεῖν ταῖς δεήσεσι, τὸ τρυφῆς ἀπηλλάχθαι καὶ σπατάλης·
那麼究竟是甚麼呢?正如在童貞裡,其真義在於端莊得體、專心殷勤地事奉主,照樣在守寡裡,其真義也在於獨居、恆切禱告、脫離奢華放縱。
But what then? Just as there, in virginity, it consists in a seemly and devoted attendance upon the Lord, so here, in widowhood, it consists in living alone, in persevering in prayers, in being freed from luxury and self-indulgence.
7:176
Ἡ γὰρ σπαταλῶσα, φησὶ, ζῶσα τέθνηκεν
他說:「那好宴樂的婦人,雖然活著卻是死的。」
'For she that liveth in self-indulgence,' he says, 'is dead while she liveth.'
7:177
Εἰ μέλλοις χήρα μένουσα τὸν αὐτὸν κόμπον ἔχειν, καὶ τὴν αὐτὴν φαντασίαν, καὶ τὴν αὐτὴν περιβολὴν, ἣν ζῶντος εἶχες τοῦ ἀνδρὸς, βέλτιον γαμῆσαι·
你若守寡卻仍要保有從前的排場、從前的炫耀、從前的裝飾,就是你丈夫在世時所有的那一切,那還不如再嫁。
If, while remaining a widow, you are going to keep the same pomp, the same show, and the same array which you had while your husband was living, it is better to marry.
7:178
οὐ γὰρ ἡ μίξις κακὸν, ἀλλ' ἡ πολυπραγμοσύνη
因為婚姻的結合並不是惡事,惡的乃是那過度的世俗營求。
For the marriage union is not an evil, but excessive worldly preoccupation is.
7:179
Σὺ δὲ τὸ μὲν οὐκ ὂν κακὸν οὐ πράττεις, τὸ δὲ οὐκ ἀδιάφορον, ἀλλ' ὑπὸ ἔγκλημα ὂν, τοῦτο ὑπομένεις
但你呢—那本不算惡的事,你不去行;那並非無關緊要、反倒該受責備的事,你卻甘心承受。
But you—the thing that is not an evil, you do not do; while the thing that is not indifferent, but is subject to censure, this you endure.
7:180
Διὰ τοῦτο ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ, ἐπειδὴ οὐκ ἔγνωσαν χηρεῦσαι καλῶς
正因如此,她們偏離正路、隨從了撒但,因為她們不曉得如何美好地守寡。
For this reason they turned aside after Satan, because they knew not how to be widows in a good manner.
7:181
Βούλει μαθεῖν τί ἐστι χήρα, καὶ τί τὸ τῆς χήρας ἀξίωμα; ἄκουε Παύλου λέγοντος·
你想知道寡婦是甚麼,寡婦的尊榮又是甚麼嗎?請聽保羅所說的:
Do you wish to learn what a widow is, and what is the dignity of the widow? Hear Paul when he says:
7:182
Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν
「她若養育兒女,若接待遠人,若洗聖徒的腳,若救濟遭患難的人,若殷勤行各樣的善事。」
'If she has brought up children, if she has lodged strangers, if she has washed the feet of the saints, if she has relieved the afflicted, if she has diligently followed after every good work.'
7:183
Ὅταν γὰρ τοῦ ἀνδρὸς τελευτήσαντος ᾖς πλούτου περιβεβλημένη πολὺν ὄγκον, εἰκότως οὐ φέρεις τὴν χηρείαν
因為當你的丈夫去世後,你若仍被大量財富的重擔所環繞,你自然無法忍受守寡的生活。
For when, upon your husband's death, you are surrounded with a great weight of wealth, it is only natural that you cannot bear your widowhood.
7:184
Μετάθες τοίνυν τὸν πλοῦτον τοῦτον εἰς τὸν οὐρανὸν, καὶ ἔσται σοι φορητὸν τῆς χηρείας τὸ φορτίον
所以,要把這財富挪移到天上去,如此你守寡的重擔就變得可以承擔了。
Transfer, therefore, this wealth into heaven, and the burden of your widowhood will become bearable to you.
7:185
Τί οὖν, ἂν παῖδας ἔχω τοῦ. πατρῴου κλήρου διαδόχους, φησί; Παίδευε κἀκείνους χρημάτων καταφρονεῖν·
有人說:「那麼,我若有兒女作父業的繼承人,該怎麼辦呢?」你要教導他們也輕看錢財。
'What then,' one says, 'if I have children as heirs to their father's estate?' Train them also to despise riches.
7:186
τὰ σαυτῆς μετάθες, ἐκείνοις ἀπονείμασα τοσοῦτον ὅσον ἀρκεῖ·
把屬於你自己的挪移到天上去,只分給他們夠用的份量。
Transfer what is your own, apportioning to them as much as suffices.
7:187
παίδευε κἀκείνους εἶναι χρημάτων κρείττους
也要教導他們作錢財的主人,勝過錢財。
Train them also to be superior to riches.
7:188
Τί οὖν, ἂν περιῤῥέῃ, φησὶν, ἀνδραπόδων πλῆθος; ἐὰν πραγμάτων ἐσμὸς, χρυσίον, ἀργύριον; πῶς ἱκανὴ πρὸς ταύτην ἔσομαι τὴν φυλακὴν, δεομένη ἀνδρὸς προστασίας; Σκῆψις ταῦτα καὶ πρόφασις·
有人說:「那麼,我若有成群的僕婢環繞,若有一大堆事務、金銀,我如何能看守這一切,豈不是需要一個男人的庇護嗎?」這些不過是託辭和藉口。
'What then,' one says, 'if a multitude of slaves overflows about me? if there is a swarm of affairs, gold, silver? How shall I be able to keep watch over all this, needing a man's protection?' These are mere excuses and pretexts.
7:189
καὶ τοῦτο δῆλον πολλαχόθεν
這一點從許多方面都可看得明白。
And this is evident from many considerations.
7:190
Εἰ γὰρ μὴ ἐφίεσαι χρημάτων, μηδὲ πλείω τὰ ὄντα ποιῆσαι θέλεις, κοῦφόν σοι τὸ φορτίον·
因為你若不貪戀錢財,也不想使你的產業增多,這擔子對你就是輕省的。
For if you do not covet riches, nor wish to make your possessions greater, the burden is light for you.
7:191
φορτικώτερον τοῦ φυλάξαι πολλῷ πλέον ἐστὶ τὸ περιβαλέσθαι
因為積聚更多,遠比看守已有的更為沉重難當。
For to acquire more is far more burdensome than to guard what one has.
7:192
Ἂν τοίνυν τὸ ἓν ἐκκόψῃς, τὸ περιβαλέσθαι, φησὶ, καὶ ἐκ τῶν ἐνόντων τοῖς δεομένοις χορηγῇς, ὁ Θεὸς ὑπερασπιεῖ τὴν χεῖρα τὴν αὐτοῦ·
所以,你若除去那一件事—就是積聚更多—並且從你所有的供給那些窮乏的人,神必用祂自己的手庇護你。
If, then, you cut off the one thing—the acquiring of more, he says—and out of what you have supply those in need, God will shield you with His own hand.
7:193
κἂν ὄντως τῆς τῶν ὀρφανῶν κληρονομίας προεστῶσα ταῦτα λέγῃς, οὐχὶ δὲ προφάσει ταύτης κέκτησαι φιλαργυρίᾳ, οἶδεν ὁ τὰς καρδίας ἐμβατεύων ἐν ἀσφαλεῖ τὸν ἐκείνων καταστῆσαι πλοῦτον, αὐτὸς ὁ ἐπιτάξας τεκνοτροφεῖν
你若說這些話,是真心為孤兒的產業盡忠看管,而非藉此為託辭出於貪財而據為己有,那麼鑒察人心的神就曉得如何使他們的財富安穩無虞—正是祂親自吩咐你養育兒女的。
And if you say these things while truly presiding over the inheritance of orphans, and do not possess it under this pretext out of love of money, then He who searches the hearts knows how to establish their wealth in safety—He Himself who commanded you to bring up children.
7:194
Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οἰκίαν ὑπὸ ἐλεημοσύνης ἐῤῥιζωμένην παθεῖν τι δεινόν·
因為斷不可能—實在斷不可能—一個以施捨扎根的家會遭遇甚麼可怕的禍患。
For it is not possible—no, it is not possible—that a house rooted in almsgiving should suffer anything dire.
7:195
ἀλλὰ κἂν πάθῃ πρὸς καιρὸν, εἰς ἀγαθὸν τελευτήσει
縱然它一時受些苦難,結局也必歸於美善。
But even if it should suffer for a season, it will end in good.
7:196
Τοῦτο μᾶλλον ἀσπίδος καὶ δόρατος ἔσται πάσῃ τῇ οἰκίᾳ
這對全家而言,勝過盾牌和刀槍。
This will be for the whole house more than shield and spear.
7:197
Ἄκουε τί φησιν ὁ διάβολος περὶ τοῦ Ἰώβ·
請聽魔鬼論到約伯所說的話:
Hear what the devil says concerning Job:
7:198
Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω; Διὰ τί; ἄκουε αὐτοῦ Ἰὼβ λέγοντος·
「你豈不是四面圈上籬笆,圍護他和他一切所有的嗎?」為甚麼呢?請聽約伯自己所說的:
'Have You not hedged about all that is within him and without him?' Why so? Hear Job himself saying:
7:199
Ὀφθαλμὸς ἤμην τυφλῶν, φησὶ, ποῦς χωλῶν, πατὴρ ὀρφανῶν
他說:「我為瞎子的眼,為瘸子的腳,為孤兒的父。」
'I was an eye to the blind,' he says, 'a foot to the lame, a father to the fatherless.'
7:200
Ὥσπερ ὁ μὴ ἀποσχίζων ἑαυτὸν τῶν ἀλλοτρίων συμφορῶν, οὐδέποτε οὐδὲ ἐν τοῖς οἰκείοις πείσεταί τι κακοῖς, ὅταν ἐν τῷ συναλγεῖν μανθάνῃ·
正如那不將自己與別人的患難隔絕的人,即使在自己的事上也永不會遭受甚麼禍患,因為他在與人同受痛苦時正在學習;
Just as he who does not cut himself off from the misfortunes of others will never suffer anything evil even in his own affairs, since in sharing another's pain he is learning;
7:201
οὕτως ὁ μὴ βουλόμενος τὴν ἀπὸ τῆς συμπαθείας φέρειν λύπην, ἐν τοῖς ἑαυτοῦ ταῦτα εἴσεται πάντα
照樣,那不肯擔負因同情而生之憂傷的人,必要在自己的生命中親身經歷這一切。
so he who is unwilling to bear the grief that comes from sympathy will experience all these things in his own life.
7:202
Καὶ καθάπερ ἐπὶ τοῦ σώματος ἡ χεὶρ, τοῦ ποδὸς σηπομένου, ἂν μὴ συμπαθῇ καὶ τραῦμα καθάρῃ καὶ φάρμακον ἐπιθῇ καὶ ἀποπλύνῃ ἰχῶρα, ἐν τοῖς ἑαυτῆς τοῦτο πείσεται κακοῖς, καὶ ἡ μὴ βουληθεῖσα διακονῆσαι ἑτέρῳ ἐκτὸς οὖσα τοῦ πάθους, αὐτὴ ἔνοχος ἔσται τῷ πάθει·
又正如在身體上,當腳潰爛時,那手若不與之同感、不去潔淨傷口、敷上藥物、洗去膿水,就必在自己的患處親嘗此苦;照樣,那不肯服事別人的婦人,雖她自己本在患難之外,卻要親自受那患難的轄制。
And just as, in the body, the hand—when the foot is festering—if it does not sympathize and cleanse the wound and apply a remedy and wash away the discharge, will itself suffer this among its own ills; so too the woman who is unwilling to minister to another, though she herself be outside the affliction, will herself become subject to the affliction.
7:203
ἐκεῖθεν γὰρ ἕρπον τὸ κακὸν ἥξει καὶ ἐπὶ ταύτην, καὶ οὐκέτι περὶ διακονίας ὁ λόγος αὐτῆς ἔσται, ἀλλὰ περὶ ἰατρείας καὶ ἀπαλλαγῆς·
因為那災禍必從那裡蔓延過來,臨到她身上,那時她所顧念的就不再是服事,而是醫治與脫離了;
For from that quarter the evil, creeping on, will come upon her too, and her concern will no longer be about ministering, but about healing and deliverance;
7:204
οὕτω δὴ καὶ ἐνταῦθα, ὁ μὴ βουλόμενος ἑτέροις συμπάσχειν, αὐτὸς ἀλγήσει
在這件事上也正是如此,那不肯與別人一同受苦的人,自己終必嘗到痛苦。
so indeed here also, he who is unwilling to suffer together with others will himself feel pain.
7:205
Περιέφραξας αὐτοῦ, φησὶ, τὰ ἔσω καὶ τὰ ἔξω, καὶ οὐ τολμῶ ἐπελθεῖν
他說:「你四面圈上籬笆,圍護他和他一切所有的,我不敢侵犯他。」
'You have hedged about,' he says, 'what is within him and without him, and I dare not come upon him.'
7:206
Ἀλλὰ τὰ δεινὰ ἐκεῖνα πολλῶν ἐγένετο ἀγαθῶν αἰτία·
然而那些可怕的試煉卻成了許多美善之事的緣由:
But those dire trials became the cause of many good things:
7:207
διπλασίων ἡ οὐσία, μείζων ὁ μισθὸς, πλείων ἡ δικαιοσύνη, λαμπροὶ οἱ στέφανοι, φαιδρὰ τὰ βραβεῖα, καὶ τὰ πνευματικὰ καὶ τὰ βιωτικὰ ηὐξήθη
他的家業加倍,賞賜更大,公義更豐盛,冠冕輝煌,獎賞榮耀,屬靈的和屬世的都增添了。
his substance was doubled, his reward greater, his righteousness more abundant, his crowns splendid, his prizes glorious, and both his spiritual and his worldly goods were increased.
7:208
Ἀπώλεσε παῖδας; ἀλλ' ἔλαβεν, οὐ τοὺς αὐτοὺς, ἀλλ' ἑτέρους ἀντ' ἐκείνων, καὶ ἐκείνους
他失去了兒女嗎?不然,他重得了兒女—不是同一批,而是另有別的兒女代替他們,並且那先前的兒女
Did he lose his children? Nay, he received them—not the same ones, but others in place of them, and those former ones too
7:209
δὲ ἔσωζεν ἐν τῇ ἀναστάσει
神也在復活裡保守了他們。
He preserved in the resurrection.
7:210
Εἰ τοὺς αὐτοὺς ἀνέλαβεν, ἠλάττωτο ἂν αὐτῷ τὰ τοῦ ἀριθμοῦ·
因為神若把同一批兒女還給他,他兒女的總數就要減少了;
For if He had given back the same ones, the sum of their number would have been diminished for him;
7:211
νῦν δὲ ἑτέρους δοὺς ἀντ' ἐκείνων, καὶ ἐκείνους ἐν τῇ ἀναστάσει παραστήσει
如今神既另賜別的兒女代替他們,也必在復活時使那先前的兒女站立在他面前。
but now, having given others in place of them, He will also present those former ones in the resurrection.
7:212
Ταῦτα πάντα αὐτῷ ἀπὸ τοῦ πρόχειρον αὐτὸν εἶναι περὶ τὰς ἐλεημοσύνας ὑπῆρξεν·
這一切臨到他,都是因他樂於且殷勤地行憐憫之事;
All these things came to him from his being ready and prompt in acts of mercy;
7:213
ὅπερ καὶ ἡμεῖς ποιήσωμεν, ἵνα τῶν αὐτῶν ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀμήν
願我們也照樣去行,好使我們也得著同樣的美善,這都是靠著我們主耶穌基督的恩典與慈愛。阿們。
which let us also do, that we may attain the same good things, by the grace and lovingkindness of our Lord Jesus Christ. Amen.