📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 教會階序

教會階序 第 1 章 第 4/5 段

希臘文原文.119 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:293–1:411(全章共 415 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:293
Ἐπειδὴ δὲ ὡς πολλάκις εἰρήκαμεν αἱ τρεῖς τῶν ἱεροτελεστῶν διακοσμήσεις διὰ τῶν τριῶν ἁγιωτάτων τελετῶν καὶ δυνάμεων ἐφεστᾶσι ταῖς τρισὶ τῶν τελουμένων τάξεσι καὶ τὴν ὑπὸ τὰ θεῖα ζυγὰ σωστικὴν αὐτῶν ἱερουργοῦσι προσαγωγήν, εἰκότως ἡ λειτουργικὴ τάξις ὡς μόνον καθαρτικὴ τὴν μίαν ἱερουργεῖ τῶν καθαιρομένων προσαγωγὴν ὑπὸ τὸ θεῖον αὐτὴν ὑποτιθεῖσα θυσιαστήριον ὡς ἐν αὐτῷ τῶν καθαιρομένων νοῶν ὑπερκοσμίως ἱερουμένων, οἱ δὲ ἱερεῖς ἄμφω τὼ πόδε κλίνουσι ὡς τῶν ὑπ' αὐτῶν ἱερῶς προσαγομένων οὐ μόνον κεκαθαρμένων, ἀλλὰ καὶ ταῖς φανοτάταις αὐτῶν ἱερουργίαις ἀναγωγικῶς ἀποκεκαθαρμένης ζωῆς εἰς θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς ἀποτελεσθέντων, ὁ δὲ ἱεράρχης ἄμφω τὼ πόδε κλίνων ἐπὶ κεφαλῆς ἔχει τὰ θεοπαράδοτα λόγια τοὺς ὑπὸ τῆς λειτουργικῆς δυνάμεως ἐκκεκαθαρμένους καὶ πρὸς τῆς ἱερουργοῦ πεφωτισμένους πρὸς τὴν τῶν ἐποπτευθέντων ὑπ' αὐτῶν ἱερῶν ἀνάλογον αὐτοῖς ἐπιστήμην ἱεραρχικῶς ἄγων καὶ δι' αὐτῆς ἀποτελειῶν τοὺς προσαγομένους εἰς τὴν κατ' αὐτοὺς ὁλόκληρον ἀφιέρωσιν
既然如我們屢次所說,那聖禮施行者的三種安排,藉那三項至聖之禮與能力,督理那受成全者的三個品級,並在那屬神的天平之下成就對他們之拯救的帶上前;因此恰當地,那禮儀的品級,作為僅是潔淨性的,便施行那受潔淨者的單一帶上前,把他們降服於那屬神的祭壇之下,因那受潔淨的純智乃是在其中被超越塵世地神聖祝聖;而祭司們屈下雙膝,因那些由他們神聖帶上前的人,不僅已受潔淨,更已藉它們那至為光輝的神聖施行,以高舉的方式,從一種被滌除的生活中,以施行聖事的方式,被造就成一種觀照的習性與能力;而那階序者,屈下雙膝,頭上有那神所賜的聖言,他合乎階序地引領那些由禮儀能力所潔淨、由施行聖事之能力所光照的人,趨向那與他們相稱、對他們所觀照之聖事的知識,並藉它成全那些被帶上前者,趨向那本屬他們之全部的祝聖。
And since, as we have often said, the three arrangements of the sacred initiators preside, through the three most holy rites and powers, over the three ranks of those being perfected, and work their salvific bringing-forward under the divine balances, fittingly the liturgical rank, as only cleansing, performs the single bringing-forward of those being cleansed, submitting them under the divine altar, as the intellects being cleansed are sacredly consecrated supramundanely in it; while the priests bend both knees, since those sacredly brought forward by them are not only cleansed, but have also, by their most radiant sacred performances, been wrought, in an uplifting way, out of a life cleansed away, into a contemplative habit and power, in a sacred-performing fashion; and the hierarch, bending both knees, has upon his head the God-given Scriptures, leading hierarchically those cleansed by the liturgical power and illumined by the sacred-performing power, toward the knowledge, proportionate to them, of the sacred things beheld by them, and through it perfecting those brought forward toward the whole consecration that pertains to them.
1:294
<.> <> ὗται μὲν αἱ ἱερατικαὶ τάξεις τε καὶ ἀποκληρώσεις δυνάμεις τε αὐτῶν καὶ ἐνέργειαι καὶ τελειώσεις
那麼,這些就是那些祭司的品級與分配,以及它們的能力、運作與成全。
These, then, are the priestly orders and allotments, and their powers, activities, and perfections.
1:295
Τὴν δὲ ὑπ' αὐτὰς τριάδα τῶν τελουμένων τάξεων ἑξῆς ἀφηγητέον
而那居於它們之下、那受成全者諸品級的三一,接下來必須加以述說。
And the triad of the ranks of those being perfected, subordinate to them, must next be narrated.
1:296
Λέγωμεν τοίνυν, ὅτι καθαιρόμεναι μέν εἰσι τάξεις αἱ τῶν ἱερουργιῶν καὶ τελετουργιῶν ἀποδιαστελλόμεναι πληθύες, ὧν ἤδη μνήμην ἐποιησάμεθα, τῆς μὲν ὡς ἔτι πρὸς τῶν λειτουργῶν τοῖς μαιευτικοῖς λογίοις πρὸς ζωτικὴν ἀπότεξιν μορφουμένης τε καὶ διαπλαττομένης, τῆς δὲ ὡς ἔτι πρὸς τὴν ἱερὰν ἧς ἀπέστη ζωῆς, ἀνακικλησκομένης τῇ τῶν ἀγαθῶν λογίων ἐπιστρεπτικῇ διδασκαλίᾳ, τῆς δὲ ὡς ἔτι πρὸς τῶν ἐναντίων πτοιῶν ἀνάνδρως ἐκδειματουμένης καὶ πρὸς τῶν δυναμοποιῶν λογίων ἐπιρρωννυμένης, τῆς δὲ ὡς ἔτι πρὸς τὰς ἱερὰς ἐνεργείας ἐκ τῶν χειρόνων μεταγομένης, τῆς δὲ ὡς μεταχθείσης μὲν οὔπω δὲ τὸ πανάγνως ἀνεπίστροφον ἐν θειοτέραις ἕξεσι καὶ ἀσαλεύτοις ἐσχηκυίας
那麼讓我們說:那些受潔淨的品級,乃是那些從神聖施行與施禮中被分別出來的群眾,就是我們已提及的:其一,乃是仍被執事們、藉那生育的聖言塑造、形塑,趨向一種生機之生育的;另一,乃是仍被那良善聖言之轉化的教導召回、趨向它所離棄之神聖生活的;又另一,乃是仍因不剛強、被相反之事的恐嚇所驚嚇、又被那使人剛強之聖言所堅固的;又另一,乃是仍從更壞之事被轉移、趨向神聖運作的;又另一,乃是已被轉移、卻尚未在那更具神性而不可動搖的習性中達到那全純之不可逆轉的。
Let us say, then, that the cleansed ranks are the multitudes separated off from the sacred performances and rite-performances, of whom we have already made mention: the one as still being formed and fashioned by the ministers, by the birth-giving Scriptures, toward a vital bringing-to-birth; another as still being recalled, toward the sacred life from which it departed, by the converting teaching of the good Scriptures; another as still, through unmanliness, being terrified by the terrors of things contrary, and being strengthened by the power-making Scriptures; another as still being transferred from worse things toward the sacred activities; another as having been transferred, but not yet having attained the all-pure irreversibility in more divine and unshakeable habits.
1:297
ὗται γάρ εἰσιν αἱ καθαιρόμεναι τάξεις ὑπὸ τῆς λειτουργικῆς μαιεύσεως καὶ καθαρτικῆς δυνάμεως
因為這些乃是那藉禮儀之生育與潔淨能力而受潔淨的品級。
For these are the cleansed ranks, by the liturgical bringing-to-birth and cleansing power.
1:298
Ταύτας οἱ λειτουργοὶ ταῖς ἱεραῖς αὐτῶν δυνάμεσι τελεσιουργοῦσι πρὸς τὸ τελέως ἐκκαθαρθείσας αὐτὰς εἰς τὴν φωτιστικὴν τῶν φανοτάτων ἱερουργιῶν θεωρίαν τε καὶ κοινωνίαν μεταχθῆναι
執事們藉其神聖的能力成全這些人,好使他們既已被徹底滌淨,便可被轉移趨向那至為光輝之神聖施行的光照性觀照與交通。
These the ministers perfect, by their sacred powers, so that, having been completely cleansed away, they may be transferred toward the illuminative contemplation and communion of the most radiant sacred performances.
1:299
<> Μέση δὲ τάξις ἐστὶν ἡ θεωρητικὴ καί τινων ἱερῶν ἀναλόγως ἐν καθαρότητι πάσῃ κοινωνός, ἡ τοῖς ἱερεῦσιν εἰς τὸ φωτίζειν αὐτὴν ἀπονεμηθεῖσα
而那中間的品級,乃是那觀照性的、那在全然純淨中、按相稱分受某些聖事的交通者,它已被分派給祭司們去光照它。
And the middle rank is the contemplative one, the communicant—in all purity, in proportion—of certain sacred things, which has been allotted to the priests for the illumining of it.
1:300
Καὶ γάρ ἐστιν ὡς οἶμαι δῆλον, ὡς ἡ καθαρθεῖσα πάσης ἀνιέρου κηλίδος καὶ πάναγνον ἐσχηκυῖα τὴν τοῦ οἰκείου νοὸς ἀκίνητον ἵδρυσιν ἐπὶ τὴν θεωρητικὴν ἕξιν καὶ δύναμιν ἱερουργικῶς μετάγεται καὶ κοινωνεῖ τοῖς κατ' αὐτὴν θειοτάτοις συμβόλοις ἐν ταῖς θεωρίαις αὐτῶν καὶ κοινωνίαις ἁπάσης ἱερᾶς εὐφροσύνης ἀποπληρουμένη καὶ πρὸς τὸν θεῖον τῆς ἐπιστήμης αὐτῶν ἔρωτα ταῖς ἀναγωγικαῖς αὐτῶν δυνάμεσιν ἀναλόγως ἀναπτερουμένη
因為我想,這是清楚的:那已從一切未受聖化之污點中得潔淨、並已達到其自身純智那全純而不動之立定的品級,便以施行聖事的方式被轉移、趨向那觀照的習性與能力,並在那些本屬它之至為神聖的象徵中、在對它們的觀照與交通裡有分,被一切神聖的喜樂所充滿,並藉它們那高舉的能力、相稱地被振翼高舉,趨向那對它們之知識的屬神之愛。
For it is, I think, clear that the rank which has been cleansed of every unhallowed stain, and has attained the all-pure and unmoved establishment of its own intellect, is transferred, in a sacred-performing way, toward the contemplative habit and power, and communicates in the most divine symbols that pertain to it, in the contemplations and communions of them, being filled full of all sacred gladness, and being proportionately winged up, by their uplifting powers, toward the divine love of the knowledge of them.
1:301
Ταύτην ἐγώ φημι τὴν τοῦ ἱεροῦ λαοῦ τάξιν ὡς διὰ πάσης ἐληλυθυῖαν καθάρσεως καὶ τῆς ἱερᾶς τῶν φανοτάτων τελετῶν ἐποψίας καὶ κοινωνίας ὡς θεμιτὸν ἠξιωμένην
我說,這就是聖潔子民的等次,它已經過每一種潔淨,並按所許可的程度,得以蒙恩配享那至光明聖禮的觀照與相通。
This, I say, is the order of the sacred people, that has passed through every purification and has been deemed worthy, so far as is permitted, of the contemplation and communion of the most luminous rites.
1:302
<>Ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις ἡ τῶν μοναχῶν ἐστιν ἱερὰ διακόσμησις πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι, πάσης δὲ ὅσης θεμιτὸν αὐτῇ θεωρεῖν ἱερουργίας ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱεραρχικαῖς παραδόσεσιν ἐκδιδασκομένη τὰς ἐποπτευθείσας τῶν κατ' αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπιστήμης ἀναλόγως εἰς τελεωτάτην ἀναγομένη τελείωσιν
在一切受成全者之上,最崇高的等次乃是修士的神聖階層:他們藉自身運作的全備能力與徹底純潔,已脫盡一切污穢;在心智的觀照與相通中,得入凡所許可他們瞻仰的一切聖事;蒙交付於眾聖統者的成全之能;受其屬神的光照與聖統傳統所教導,明白他們所瞻見的諸般聖禮之奧義;並按其聖潔的知識,相稱地被提升至最圓滿的成全。
Now the order higher than all those being perfected is the sacred rank of the monks—wholly cleansed of every defilement by the entire power and complete purity of their own activities; brought, in intellectual contemplation and communion, into all the sacred ministry it is permitted them to behold; entrusted to the perfecting powers of the hierarchs; instructed by their divinely-inspired illuminations and hierarchic traditions in the sacred operations of the holy rites they have contemplated; and led up, in proportion to their sacred knowledge, to the most perfect perfection.
1:303
Ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν οἱ μὲν θεραπευτάς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας καὶ τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνοποιούσης αὐτοὺς ἐν ταῖς τῶν διαιρετῶν ἱεραῖς συμπτύξεσιν εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν
因此,我們屬神的師長以聖名相稱他們,有的稱為「敬奉者」(therapeutae),有的稱為「修士」(monachoi),這是出於他們對神純潔的事奉與敬拜,以及那不可分、合一的生命——這生命在收斂分散之物而歸於聖潔時,將他們合一為一個像神的「獨一者」,並歸於愛神的成全。
Hence our divine leaders have honored them with sacred names, calling some 'therapeutae' (worshippers) and others 'monks,' from their pure service and worship of God and from the undivided and unified life that unifies them—in the sacred recollection of what is fragmented—into a godlike monad and a God-loving perfection.
1:304
Ὁ μὲν ἱερεὺς ἕστηκεν ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου τὴν μοναχικὴν ἐπίκλησιν ἱερολογῶν
祭司站在神聖祭壇之前,聖潔地誦念那為修道祝聖而設的祈呼。
The priest stands before the divine altar, sacredly pronouncing the invocation for the monastic consecration.
1:305
Ὁ δὲ τελούμενος ὀπίσω τοῦ ἱερέως ἕστηκεν οὐκ ἄμφω τὼ πόδε κλίνων οὐχ ἕνα τοῖν ποδοῖν οὐκ ἐπὶ κεφαλῆς ἔχων τὰ θεοπαράδοτα λόγια, μόνον δὲ τῷ ἱερεῖ παρεστὼς ἱερολογοῦντι τὴν ἐπ' αὐτῷ μυστικὴν ἐπίκλησιν
受祝聖者站在祭司之後,既不屈兩膝,也不屈一膝,也不將那神所賜的聖言頂在頭上,唯獨站在那為他誦念奧秘祈呼的祭司身旁。
The one being consecrated stands behind the priest, not bending both feet, nor one of the two, nor holding the God-given oracles upon his head, but only standing beside the priest who is pronouncing the mystical invocation over him.
1:306
Τελέσας δὲ αὐτὴν ὁ ἱερεὺς ἐπὶ τὸν τελούμενον ἐλθὼν ἐπερωτᾷ πρῶτον αὐτόν, εἰ πάσαις ἀποτάσσεται ταῖς διαιρεταῖς οὐ μόνον ζωαῖς ἀλλὰ καὶ φαντασίαις
祭司念完之後,便走到受祝聖者面前,首先問他:是否棄絕一切分裂之物——不僅是各樣分歧的生活方式,連各樣的妄想也要棄絕。
When the priest has completed it, he comes to the one being consecrated and first asks him whether he renounces all things that are divided—not only ways of life but also imaginings.
1:307
εἶτα τὴν τελεωτάτην αὐτῷ ζωὴν ὑφηγεῖται μαρτυρόμενος, ὅτι χρὴ τῆς μέσης αὐτὸν ὑπερανεστηκέναι
然後祭司向他指明那最完全的生命,並鄭重作證說:他必須超越那居中的等次。
Then he sets before him the most perfect life, testifying that he must rise above the middle order.
1:308
<> Τὸ μηδένα τοῖν ποδοῖν κλίνειν μηδ' ἐπὶ κεφαλῆς ἔχειν τὰ θεοπαράδοτα λόγια, παρεστάναι δὲ τῷ ἱερεῖ τὴν ἐπίκλησιν ἱερολογοῦντι δηλοῖ τὴν μοναχικὴν τάξιν οὐκ εἶναι προσαγωγικὴν ἑτέρων, ἀλλ' ἐφ' ἑαυτῆς ἑστῶσαν ἐν μοναδικῇ καὶ ἱερᾷ στάσει ταῖς ἱερατικαῖς ἑπομένην τάξεσι καὶ πρὸς αὐτῶν ὡς ὀπαδὸν ἐπὶ τὴν θείαν τῶν κατ' αὐτὴν ἱερῶν ἐπιστήμην εὐπειθῶς ἀναγομένην
他既不屈膝,也不將神所賜的聖言頂在頭上,而只站在誦念祈呼的祭司身旁,這表明修道的等次並非引導他人前進的等次,而是獨自站立於孤獨而聖潔的位分上,跟隨祭司的諸等次,且像一個順從的隨從,被他們引向那屬其本分之聖事的屬神知識。
That he bends neither of his feet nor holds the God-given oracles upon his head, but stands beside the priest who pronounces the invocation, signifies that the monastic order is not one that brings others forward, but stands by itself in a solitary and sacred station, following the priestly orders and led up by them, as a faithful attendant, to the divine knowledge of the sacred things proper to it.
1:309
<>Ἡ δὲ τῶν μεριστῶν οὐ μόνον ζωῶν ἀλλὰ μὴν καὶ φαντασιῶν ἀποταγὴ τὴν τελεωτάτην ἐμφαίνει τῶν μοναχῶν φιλοσοφίαν ἐν ἐπιστήμῃ τῶν ἑνοποιῶν ἐντολῶν ἐνεργουμένην
那不僅棄絕分裂的生活方式、更棄絕妄想的舉動,彰顯出修士最完全的智慧(哲理),這智慧乃在對合一誡命的知識中得以實行。
The renunciation not only of fragmented ways of life but indeed also of imaginings manifests the most perfect philosophy of the monks, enacted in the knowledge of the unifying commandments.
1:310
Ἔστι γὰρ ὡς ἔφην οὐ τῆς μέσης τῶν τελουμένων τάξεως, ἀλλὰ τῆς πασῶν ὑψηλοτέρας
因為如我所說,它不屬於受成全者居中的等次,而屬於那高過一切的等次。
For it is, as I said, not of the middle order of those being perfected, but of the order higher than all.
1:311
<>Ἡ δὲ τοῦ σταυροειδοῦς τύπου σφραγίς, ὡς ἤδη παρ' ἡμῶν εἴρηται, δηλοῖ τὴν πασῶν ὁμοῦ τῶν σαρκικῶν ὀρέξεων ἀνενεργησίαν
如我們已說過的,那十字形記號的印記,表明一切肉體情慾的全然止息不發動。
The seal of the cross-shaped figure, as we have already said, signifies the rendering inactive of all the desires of the flesh together.
1:312
Ἡ δὲ τῶν τριχῶν ἀπόκαρσις ἐμφαίνει τὴν καθαρὰν καὶ ἀσχημάτιστον ζωὴν οὐκ ἐπιπλάστοις σχήμασι τὸ κατὰ νοῦν δυσειδὲς ἐπιθετικῶς καλλωπίζουσαν, ἀλλ' αὐτὴν ἐφ' ἑαυτῆς οὐκ ἀνθρωπικοῖς κάλλεσιν ἀλλ' ἑνιαίοις καὶ μοναχικοῖς εἰς τὸ θεοειδέστατον ἀναγομένην
剃除頭髮彰顯那純潔、不加修飾的生命:它不用外加虛飾的姿態去妝點心中那不堪入目之處,而是按其本然,不憑人間的美麗,乃憑合一而屬修道的美麗,被提升至那最像神的境界。
The shearing of the hair manifests the pure and unfeigned life, which does not adorn the inward unsightliness of the mind with artificial fashions added from without, but leads it up by itself—not with human beauties but with unified and monastic ones—to that which is most godlike.
1:313
<>Ἡ δὲ τῆς προτέρας ἐσθῆτος ἀποβολὴ καὶ τῆς ἑτέρας λῆψις τὴν ἀπὸ μέσης ἱερᾶς ζωῆς ἐπὶ τὴν τελεωτέραν μετάταξιν ἐμφαίνει, καθάπερ ἐπὶ τῆς ἱερᾶς θεογενεσίας ἡ τῆς ἐσθῆτος ἄμειψις ἐδήλου τὴν ἀπὸ καθαιρουμένης ζωῆς εἰς θεωρητικὴν καὶ φωτιστικὴν ἕξιν ἀναγωγήν
脫去舊衣、穿上新衣,表明從居中的聖潔生命遷入更完全的生命——正如在那神聖的重生(洗禮)中,更換衣裳表明從正受潔淨的生命,被提升至觀照與蒙光照的境地。
The casting off of the former garment and the taking on of another manifests the transposition from the middle sacred life to the more perfect one—just as in the sacred divine-birth (baptism) the change of garment signified the leading up from a life being purified to a contemplative and illuminated state.
1:314
ἰ δὲ καὶ νῦν ὁ ἱερεύς τε καὶ πάντες ὅσοι πάρεισιν ἱεροὶ τὸν τετελεσμένον ἀσπάζονται, τὴν ἱερὰν τῶν θεοειδῶν ἐννόησον κοινωνίαν ἀγαπητικῶς ἐν εὐφροσύνῃ θείᾳ συνηδομένων ἀλλήλοις
如今祭司與所有在場的聖潔之人都與這受祝聖者親嘴問安,你當由此領會那像神之人的聖潔相通——他們在屬神的喜樂中,彼此以愛同歡共慶。
And if now the priest and all the sacred persons present embrace the one who has been consecrated, understand the sacred communion of godlike beings, who lovingly rejoice together with one another in divine gladness.
1:315
<> Ἐν τέλει δὲ πάντων ὁ ἱερεὺς ἐπὶ τὴν θεαρχικὴν κοινωνίαν καλεῖ τὸν τετελεσμένον ἐμφαίνων ἱερῶς, ὡς ὁ τελεσθεὶς εἴπερ ἀληθῶς ἐπὶ τὴν μοναχικὴν ἀφίκετο καὶ ἑνιαίαν ἀγωγήν, οὐ θεωρητικὸς μόνον ἔσται τῶν κατ' αὐτὸν ἱερῶν οὐδὲ κατὰ μέσην τάξιν ἐπὶ τὴν κοινωνίαν ἥξει τῶν ἱερωτάτων συμβόλων, ἀλλὰ μετὰ θείας τῶν ὑπ' αὐτοῦ μετεχομένων ἱερῶν γνώσεως ἑτέρῳ τρόπῳ παρὰ τὸν ἱερὸν λαὸν ἐπὶ τὴν μετάληψιν ἥξει τῆς θεαρχικῆς κοινωνίας
最後,在一切之末,祭司召這受祝聖者前來領受屬神的相通(聖餐),藉此聖潔地表明:受祝聖者若真已進入修道而合一的生活,他便不僅是觀照那屬其本分之聖事的人,也不按居中的等次前來領受那至聖的象徵之相通;乃要帶著對其所領受聖事的屬神知識,以有別於聖潔子民的方式,前來領受屬神的相通。
Finally, at the end of all, the priest calls the consecrated one to the divine communion, sacredly manifesting that, if the one consecrated has truly attained the monastic and unified way of life, he will not merely be a contemplator of the sacred things proper to him, nor come to the communion of the most holy symbols according to the middle order; but with divine knowledge of the sacred things in which he partakes, he will come to the reception of the divine communion in a manner other than the sacred people.
1:316
Συνῆκται τοίνυν ἡμῖν, ὡς αἱ μὲν ἁγίαι τελεταὶ κάθαρσίς εἰσι καὶ φωτισμὸς καὶ τελείωσις, οἱ δὲ λειτουργοὶ καθαρτικὴ τάξις, οἱ δὲ ἱερεῖς φωτιστική, τελεστικὴ δὲ οἱ θεοειδεῖς ἱεράρχαι, καθαιρομένη δὲ τάξις ἡ τῆς ἱερᾶς ἐποψίας καὶ κοινωνίας ἀμέτοχος ὡς ἔτι καθαιρομένη, θεωρητικὴ δὲ τάξις ὁ ἱερὸς λαός, τετελεσμένη δὲ τάξις ἡ τῶν ἑνιαίων μοναχῶν
由此我們歸納出:諸般聖禮乃是潔淨、光照與成全;執事是行潔淨的等次,祭司是行光照的等次,像神的聖統者是行成全的等次;正受潔淨的等次,是那因仍在受潔淨而未得參與聖潔觀照與相通的;觀照的等次乃是聖潔的子民;而受成全的等次,乃是合一之修士的等次。
It has therefore been gathered by us that the holy rites are purification, illumination, and perfection; that the ministers are the purifying order, the priests the illuminating, the godlike hierarchs the perfecting; that the order being purified is the one not partaking of sacred contemplation and communion, as still being purified; that the contemplative order is the sacred people; and the perfected order is that of the unified monks.
1:317
οὕτω γὰρ ἡ καθ' ἡμᾶς ἱεραρχία ταῖς θεοπαραδότοις τάξεσιν ἱερῶς εὐθετουμένη ταῖς οὐρανίαις ἱεραρχίαις ὁμοειδής ἐστι τοὺς θεομιμήτους αὐτῆς ὡς ἐν ἄνδρασιν ἀποσώζουσα καὶ θεοειδεῖς χαρακτῆρας
因為我們的聖統制度既如此聖潔地按神所賜的等次妥善安排,便與諸天上的聖統制度同屬一類,在人所能及的範圍內,於其中保存了它們那效法神、像神的諸般特徵。
For thus our hierarchy, sacredly well-arranged in the God-given orders, is of one kind with the heavenly hierarchies, preserving in itself—so far as is possible among men—their God-imitating and godlike characters.
1:318
<> Ἀλλ' ἐρεῖς, ὅτι ταῖς οὐρανίαις ἱεραρχίαις ἐλλείπουσι πάντως αἱ καθαιρόμεναι τάξεις
但你會說:諸天上的聖統制度根本沒有那些正受潔淨的等次。
But you will say that the heavenly hierarchies altogether lack the orders that are being purified.
1:319
ὐ γὰρ θεμιτὸν οὐδὲ ἀληθὲς εἰπεῖν, ὡς ἔστι τις οὐρανία διακόσμησις ἐναγής
因為說有任何一個天上的階層是被玷污的,這既不合宜,也不真實。
For it is neither permitted nor true to say that there is any heavenly ordering that is defiled.
1:320
Ἐγὼ δέ, ὅτι μὲν ἀλώβητοι παντελῶς εἰσι καὶ τὸ πάναγνον ὑπερκοσμίως ἔχουσιν, ὁμολογήσαιμι πάντως, εἰ μὴ παντελῶς ἀποπέσοιμι τοῦ ἱερωτάτου νοός
至於我,除非完全悖離那至聖的心思,否則我必全然承認:它們是毫無瑕疵的,並以超越宇宙的方式擁有那全然純潔之物。
And I, for my part, would altogether confess that they are wholly unblemished and possess in a super-cosmic way that which is all-pure—unless I were to fall away entirely from the most sacred mind.
1:321
Ἀλλ' ἔστιν εἰπεῖν ἱερῶς ἐπὶ τῆς οὐρανίας ἱεραρχίας, ὅτι κάθαρσίς ἐστι ταῖς ὑφειμέναις οὐσίαις ἡ παρὰ θεοῦ τῶν τέως ἀγνοουμένων ἔλλαμψις ἐπὶ τελεωτέραν αὐτὰς ἐπιστήμην ἄγουσα τῶν θεαρχικῶν γνώσεων καὶ τῆς ἀγνοίας, ὧν οὔπω τὴν ἐπιστήμην εἶχον, ἀποκαθαίρουσα διὰ τῶν πρώτων καὶ θειοτέρων οὐσιῶν ἀναγομένας εἰς τὰς ὑπερτέρας τῶν θεοπτιῶν καὶ φανοτέρας μαρμαρυγάς
然而論到天上的聖統制度,倒可以聖潔地說:對較低的眾靈而言,潔淨乃是從神而來、關乎他們前所未知之事的光照——這光照將它們引向對屬神認識更完全的知識,並滌除它們尚未擁有其知識的那份無知,使它們藉那些更先、更屬神的眾靈,被提升至那見神之異象更高、更光明的閃耀。
But it is possible to say sacredly, concerning the heavenly hierarchy, that purification belongs to the lower beings as the illumination from God concerning things hitherto unknown—leading them up to a more perfect knowledge of the divine cognitions, and purging away the ignorance of things whose knowledge they did not yet possess, as they are led up through the first and more divine beings to the higher and more luminous radiances of the visions of God.
1:322
οὕτω καὶ φωτιζόμεναι τάξεις εἰσὶ καὶ τελούμεναι καὶ καθαρτικαὶ καὶ φωτιστικαὶ καὶ τελεστικαὶ κατὰ τὴν οὐρανίαν ἱεραρχίαν ὡς τῶν ὑπερτάτων καὶ θειοτέρων οὐσιῶν τὰς ὑφειμένας ἱερὰς καὶ οὐρανίας διακοσμήσεις ἀγνοίας μὲν ἁπάσης ἀποκαθαιρουσῶν ἐν τάξεσι καὶ ἀναλογίαις τῶν οὐρανιῶν ἱεραρχιῶν, πληρουσῶν δὲ αὐτὰς τῶν θειοτάτων ἐλλάμψεων καὶ τελειουσῶν ἐν τῇ παναγεστάτῃ τῶν θεαρχικῶν νοήσεων ἐπιστήμῃ
於是,按天上的聖統制度,也有受光照與受成全的等次,以及行潔淨、行光照、行成全的等次——因那至高、更屬神的眾靈,按諸天上聖統制度的等次與比例,滌除較低的聖潔天上階層的一切無知,以那至屬神的光照充滿它們,並在對屬神洞見的至聖知識中使它們得以成全。
Thus in accordance with the heavenly hierarchy there are also orders that are illuminated and perfected, and that are purifying, illuminating, and perfecting—inasmuch as the highest and more divine beings purge the lower sacred and heavenly orderings of all ignorance, according to the orders and proportions of the heavenly hierarchies, and fill them with the most divine illuminations and perfect them in the all-holy knowledge of the divine intuitions.
1:323
Καὶ γὰρ ἤδη πρὸς ἡμῶν εἴρηται καὶ τοῖς λογίοις θειωδῶς διηγόρευται τὸ μὴ ταὐτὰς εἶναι πάσας τὰς οὐρανίας διακοσμήσεις ἐν πάσαις ταῖς ἱεραῖς τῶν θεοπτικῶν ἐλλάμψεων ἐπιστήμαις, ἀλλ' ἐκ θεοῦ μὲν ἀμέσως τὰς πρώτας, δι' ἐκείνων δὲ πάλιν ἐκ θεοῦ τὰς ὑφειμένας ἀναλόγως αὐταῖς ἐλλάμπεσθαι τὰς φανοτάτας τῆς θεαρχικῆς ἀκτῖνος αὐγάς
因為我們已說過,且聖言也屬神地宣告:諸天上的階層並非在那見神光照的一切聖潔知識上都彼此相同;乃是最先的眾靈直接從神受光照,再藉著它們、仍是從神,較低的眾靈按與自身相稱的程度,領受那屬神之光最光明的射照。
For it has already been said by us, and divinely declared in the oracles, that not all the heavenly orderings are alike in all the sacred knowledge of the God-revealing illuminations; but the first are illumined immediately from God, and through them, again from God, the lower ones are illumined in proportion to themselves with the most luminous beams of the divine ray.
1:324
<.> <> Τούτων δὲ διωρισμένων ἀναγκαῖον εἰπεῖν ὡς οἶμαι καὶ τὰ πρὸς ἡμῶν ἱερῶς ἐπὶ τῶν κεκοιμημένων τελούμενα
既已界定這些事,我想還須論及我們為那些已長眠者(亡者)所聖潔施行的事。
Now that these things have been defined, it is necessary, I think, to speak also of the things sacredly performed by us over those who have fallen asleep (the dead).
1:325
Καὶ γὰρ οὐδὲ τοῦτο κοινόν ἐστι τοῖς ἱεροῖς τε καὶ ἀνιέροις, ἀλλ' ὥσπερ ἀλλοῖον εἶδός ἐστι τῆς ἑκατέρων ζωῆς, οὕτω καὶ πρὸς θάνατον ἰόντες οἱ μὲν ἱερὰν ἐσχηκότες ζωὴν εἰς τὰς ἀληθεῖς ἐπαγγελίας τῆς θεαρχίας ἀποσκοποῦντες ὡς τὴν ἀλήθειαν αὐτῶν ἐν τῇ κατ' αὐτὴν ἀναστάσει τεθεαμένοι μετὰ βεβαίας καὶ ἀληθοῦς ἐλπίδος ἐν εὐφροσύνῃ θείᾳ πρὸς τὸ τοῦ θανάτου πέρας ἴασιν ὡς ἐπὶ τέλος ἱερῶν ἀγώνων ἐν παντελεῖ καὶ ἀτελευτήτῳ ζωῇ καὶ σωτηρίᾳ τὰ κατ' αὐτοὺς ἔσεσθαι πάντως εἰδότες διὰ τῆς ἐσομένης αὐτῶν ὁλικῆς ἀναστάσεως
因為連這件事在聖潔之人與不聖之人之間也不相同:正如二者的生命形態各異,當他們走向死亡時也是如此。那些度過聖潔生命的人,仰望那屬神本源的真實應許——他們既已在那相稱的復活中瞻見其真理——便帶著堅定而真實的盼望,在屬神的喜樂中走向死亡的終點,如同走向聖潔爭戰的終局,深知藉著將要臨到他們的全身復活,他們的處境必歸於完全而永不止息的生命與拯救。
For neither is this common to the sacred and the unholy; but just as the kind of life of each is different, so too, when they go toward death, those who have led a sacred life, looking to the true promises of the divine Source—as having beheld their truth in the resurrection that accords with it—go with firm and true hope, in divine gladness, toward the term of death, as toward the end of sacred contests, knowing assuredly that their estate will be in complete and unending life and salvation through the whole resurrection that is to be theirs.
1:326
ἱ μὲν γὰρ ἱεραὶ ψυχαὶ πρὸς τὴν ἐπὶ τὰ χείρω κατὰ τὸν τῇδε βίον δυνάμεναι καταπίπτειν τροπὴν ἐν τῇ παλιγγενεσίᾳ τὴν ἐπὶ τὸ ἄτρεπτον ἕξουσι θεοειδεστάτην μετάταξιν
因為那些在今生本可墮入趨向敗壞之變遷的聖潔靈魂,在重生之時,必領受那遷入不變之境、至像神的轉化。
For the sacred souls, which in this present life were able to fall away into the change toward what is worse, will in the regeneration receive the most godlike transposition into immutability.
1:327
Τὰ δὲ καθαρὰ τῶν ἱερῶν ψυχῶν ὁμόζυγα καὶ ὁμοπόρευτα σώματα συναπογραφέντα καὶ συναθλήσαντα κατὰ τοὺς θείους αὐτῶν ἱδρῶτας ἐν τῇ τῶν ψυχῶν ἀτρέπτῳ κατὰ τὴν θείαν ζωὴν ἱδρύσει συναπολήψεται τὴν οἰκείαν ἀνάστασιν
至於那些聖潔靈魂純潔的身體——它們與靈魂同負一軛、同行一路,一同登記入冊,並在那屬神的辛勞汗水中一同爭戰——也必在靈魂按屬神生命被穩立於不變之境時,重得自己的復活。
And the pure bodies of the sacred souls—their yoke-fellows and fellow-travelers, enrolled together with them and contending together amid their divine sweat-labors—will recover their own resurrection in the immutable establishment of the souls according to the divine life.
1:328
Ἑνωθέντα γὰρ αἷς ἥνωντο κατὰ τὸν τῇδε βίον ἱεραῖς ψυχαῖς, ὡς μέλη Χριστοῦ γεγονότα τὴν θεοειδῆ καὶ ἄφθαρτον ἀθάνατόν τε καὶ μακαρίαν ἀπολήψεται λῆξιν
因為這些身體既與今生所聯合的聖潔靈魂相聯合,作了基督的肢體,便要領受那像神、不朽、永生、有福的份。
For having been united to the sacred souls with which they were united in this present life, as having become members of Christ, they will receive the godlike, incorruptible, immortal, and blessed portion.
1:329
Ἐν τούτοις μὲν οὖν ἡ τῶν ἱερῶν ἐστι κοίμησις ἐν εὐφροσύνῃ καὶ ἀσαλεύτοις ἐλπίσιν εἰς τὸ τῶν θείων ἀγώνων ἀφικνουμένη πέρας
如此,聖潔之人的長眠便在於此——在喜樂與不可動搖的盼望中,抵達屬神爭戰的終點。
In these, then, is the falling-asleep of the sacred—in gladness and unshaken hopes, arriving at the term of the divine contests.
1:330
<> Τῶν δὲ ἀνιέρων οἱ μὲν εἰς ἀνυπαρξίαν ἀλόγως οἴονται χωρεῖν, οἱ δὲ τὴν σωματικὴν εἰσάπαξ ἀπορρήγνυσθαι τῶν οἰκείων ψυχῶν συζυγίαν ὡς ἀνάρμοστον αὐταῖς ἐν θεοειδεῖ ζωῇ καὶ μακαρίαις λήξεσιν οὐκ ἐννοήσαντες οὐδὲ ἱκανῶς ἐν ἐπιστήμῃ θείᾳ μυηθέντες ἀρχθεῖσαν ἤδη τὴν καθ' ἡμᾶς ἐν Χριστῷ θεοειδεστάτην ζωήν
至於不聖之人,有的愚妄地以為自己將歸於虛無;有的以為身體與自身靈魂的結合一次永遠地斷絕,視之為不配與靈魂在像神的生命和有福的境地相合——他們既未思想,也未在屬神的知識上充分受教,明白那在基督裡、在我們中間已經開始的至像神的生命。
But of the unholy, some senselessly suppose that they pass into non-existence; others suppose that the bodily union with their own souls is once and for all broken off, as being unfitted to them in a godlike life and blessed estates—neither having considered nor having been sufficiently initiated in divine knowledge into the most godlike life that, in Christ, has already begun among us.
1:331
Ἄλλοι δὲ σωμάτων ἄλλων ἀπονέμουσι ταῖς ψυχαῖς συζυγίας ἀδικοῦντες τὸ ἐπ' αὐτοῖς ὡς οἶμαι τὰ συμπονήσαντα ταῖς θείαις ψυχαῖς καὶ τῶν ἱερῶν ἀντιδόσεων οὐκ εὐαγῶς ἀποστεροῦντες τὰ πρὸς τὸ πέρας ἐλθόντα τῶν θειοτάτων δρόμων
又有人把別的身體分配給那些靈魂,依我看,這是虧待了那些曾與屬神靈魂一同勞苦之身體應得的份,並不虔誠地剝奪了那些已跑到至屬神賽程終點之身體所該得的聖潔報償。
Others assign to the souls the union of other bodies, wronging, as I think, what belongs to those bodies which toiled together with the divine souls; and they impiously deprive of the sacred recompenses those that have come to the term of the most divine courses.
1:332
Ἄλλοι δὲ οὐκ οἶδ' ὅπως ἐπὶ προσύλους ἐννοίας ἀποκλιθέντες εἰρήκασιν ὁμοειδῆ τοῦ τῇδε βίου τὴν τοῖς ὁσίοις ἐπηγγελμένην ἁγιωτάτην καὶ μακαριστὴν λῆξιν καὶ τροφὰς οἰκείας ἀλλοιωτῷ βίῳ τοῖς ἰσαγγέλοις ἀθεμίτως ἀπέρριψαν
還有人不知怎的傾向於耽於物質的觀念,竟說那應許給聖徒的至聖、有福的境地,與今生屬同一類,並不虔誠地把那些屬於可變生命的食物,硬安在那些與天使同等的人身上。
Still others, inclining somehow toward materialistic notions, have said that the most holy and blessed estate promised to the holy is of the same kind as this present life, and have impiously cast upon those who are equal to the angels foods proper to a changeable life.
1:333
Ἀλλ' οὐκ ἀποπεσεῖταί τίς ποτε τῶν ἱερωτάτων ἀνδρῶν εἰς τὰς τοιάσδε πλανήσεις, ἀλλ' ὅλους αὐτοὺς ἀπολήψεσθαι τὴν Χριστοειδῆ λῆξιν εἰδότες, ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῇδε βίου, τὴν εἰς ἀφθαρσίαν αὐτῶν ὁδὸν ὡς ἐγγυτέραν ἤδη γεγενημένην ἐμφανέστερον ὁρῶσι καὶ τὰς δωρεὰς τῆς θεαρχίας ὑμνοῦσι καὶ θείας ἡδονῆς ἀποπληροῦνται τὴν ἐπὶ τὰ χείρω τροπὴν οὐκέτι δεδοικότες, ἀλλ' εὖ εἰδότες, ὅτι τὰ κτηθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν
然而至聖之人中,斷無一人會墮入這等迷誤;他們既深知自己將整全地領受那像基督的份,當走到今生的終點時,便更清楚看見那通往不朽的道路已愈發臨近,遂歌頌那屬神本源的恩賜,滿被屬神的喜樂,不再懼怕趨向敗壞的變遷,乃確知自己所得的美善必穩固而永遠地存留。
But none of the most sacred men will ever fall into such errors; rather, knowing that they will receive themselves wholly the Christ-like portion, when they come to the term of this present life they see more clearly that their road to incorruption has already drawn nearer, and they hymn the gifts of the divine Source and are filled with divine delight, no longer fearing the change toward what is worse, but knowing well that the good things they have gained they will possess firmly and eternally.
1:334
τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασιν, μακαρίσαντες ἐλεεινῶς καὶ ἀβουλήτως ἀποσχίζονται τοῦ τῇδε βίου πρὸς μηδεμίαν ἱερὰν ἐλπίδα χειραγωγούμενοι διὰ τὴν χειρίστην ζωήν
至於那些終必消亡、出於自身情慾的快樂,他們(聖徒)則以另一種眼光看待;而那些不聖之人,因稱讚他們所愚妄離棄的聖潔生命為有福,便可憐又違其所願地被撕離今生,因其至惡的生活,無一聖潔的盼望可牽引他們。
But the pleasures of their own passions, which perish, they regard with other eyes; and esteeming blessed the sacred life from which they (the unholy) have senselessly fallen, they (the unholy) are wretchedly and unwillingly torn from this present life, led by the hand toward no sacred hope, because of their most evil life.
1:335
<> Τούτων δὲ οὐδενὸς γινομένου κατὰ τὰς κοιμήσεις τῶν ἱερῶν ἀνδρῶν αὐτὸς μὲν ὁ πρὸς τὸ πέρας ἐρχόμενος τῶν οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦνται καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας, οἱ δὲ τοῦ κοιμηθέντος οἰκεῖοι κατὰ τὴν θείαν οἰκειότητα καὶ ὁμοτροπίαν αὐτόν τε ὅστις ἐστὶ μακαρίζουσι πρὸς τὸ νικηφόρον εὐκταίως ἀφικόμενον τέλος καὶ τῷ τῆς νίκης αἰτίῳ χαριστηρίους ᾠδὰς ἀναπέμπουσι προσέτι καὶ αὐτοὺς ἀφίκεσθαι πρὸς τὴν ὁμοίαν εὐχόμενοι λῆξιν, λαβόντες δὲ αὐτὸν ἐπὶ τὸν ἱεράρχην ἄγουσιν ὡς ἐπὶ στεφάνων ἱερῶν δόσιν
但既然在聖潔之人的長眠中這些事一概不發生,那走到自身爭戰終點的人,自己滿被聖潔的喜樂,並懷極大的歡欣踏上聖潔重生之路;而長眠者的親屬,按其屬神的親緣與相同的生活方式,稱他——無論他是誰——為有福,因他如所祈願地抵達了得勝的終局,遂向那賜勝利者獻上感恩之歌,並祈求自己也能達到相同的份;他們抬起他,把他帶到聖統者面前,如同前去領受聖潔的冠冕。
But since none of these things happens at the falling-asleep of sacred men, the one who comes to the term of his own contests is himself filled with sacred gladness and, with much delight, sets foot upon the road of the sacred regeneration; while the kinsfolk of the one fallen asleep, in accordance with their divine kinship and like manner of life, count him blessed—whoever he is—for having reached, as he prayed, the victorious end, and send up thanksgiving songs to the Author of the victory, praying moreover that they too may reach the like portion; and taking him up, they bring him to the hierarch, as to the bestowal of sacred crowns.
1:336
Ὁ δὲ ἀσμένως ὑποδέχεται καὶ τελεῖ τὰ κατὰ θεσμὸν ἱερὸν ἐπὶ τοῖς ὁσίως κεκοιμημένοις τελούμενα
聖統者欣然接納他,並施行那按聖潔規條為虔誠長眠者所當行的禮儀。
And he gladly receives him and performs the things appointed by sacred ordinance to be done over those who have piously fallen asleep.
1:337
Μυστήριον ἐπὶ τῶν ἱερῶς κεκοιμημένων
為那些聖潔長眠者所行的奧秘(聖禮)。
The mystery (rite) for those who have sacredly fallen asleep.
1:338
Συναγαγὼν ὁ θεῖος ἱεράρχης < τὸν> ἱερὸν χορόν, εἰ μὲν ἱερατικῆς ἐγεγόνει τάξεως ὁ κεκοιμημένος, ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου κατακλίνας αὐτὸν ἀπάρχεται τῆς πρὸς θεὸν εὐχῆς καὶ εὐχαριστίας
屬神的聖統者召聚聖潔的詩班;若長眠者原屬祭司的等次,便將他安放在神聖祭壇之前,開始向神獻上禱告與感恩。
The divine hierarch, having gathered the sacred choir, if the one fallen asleep had belonged to the priestly order, lays him down before the divine altar and begins the prayer and thanksgiving to God.
1:339
ἰ δὲ τοῖς εὐαγέσι μοναχοῖς ἢ τῷ ἱερῷ λαῷ κατετέτακτο, παρὰ τὸ τίμιον ἱερατεῖον αὐτὸν κατακλίνει πρὸ τῆς ἱερατικῆς εἰσελεύσεως, εἶτα τελεῖ τὴν πρὸς θεὸν εὐχαριστήριον εὐχὴν ὁ ἱεράρχης
但他若是被列在虔誠的修士或聖潔子民之中,聖統者便將他安放在那可敬的至聖所旁、祭司入口之前,然後施行向神感恩的禱告。
But if he had been ranked among the devout monks or the sacred people, the hierarch lays him down beside the venerable sanctuary, before the priestly entrance, and then performs the prayer of thanksgiving to God.
1:340
Ἑξῆς δὲ οἱ λειτουργοὶ τὰς ἐν τοῖς θείοις λογίοις ἐμφερομένας ἀψευδεῖς ἐπαγγελίας περὶ τῆς ἱερᾶς ἡμῶν ἀναστάσεως ἀναγνόντες ἱερῶς °δουσι τὰς ὁμολόγους καὶ ταὐτοδυνάμους τῶν ψαλμικῶν λογίων ᾠδάς
接著執事們宣讀那載於屬神聖言、論及我們聖潔復活、毫無謬誤的應許,並聖潔地詠唱詩篇聖言中與之相合、意旨相同的詩歌。
Next the ministers, having read the unerring promises contained in the divine oracles concerning our sacred resurrection, sacredly sing the odes of the psalmic oracles that are concordant and of the same import.
1:341
εἶτα τῶν λειτουργῶν ὁ πρῶτος ἀπολύει τοὺς κατηχουμένους καὶ ἀνακηρύττει τοὺς ἤδη κεκοιμημένους ἁγίους, μεθ' ὧν ἀξιοῖ τὸν ἄρτι τελειωθέντα τῆς ὁμοταγοῦς ἀναρρήσεως καὶ προτρέπεται πάντας αἰτῆσαι τὴν ἐν Χριστῷ μακαρίαν τελείωσιν
然後執事中為首的遣散慕道者,並逐一宣讀那些已經長眠的聖徒之名,認那剛得成全者配得與他們同等次的稱頌,並勸勉眾人祈求那在基督裡有福的成全。
Then the first of the ministers dismisses the catechumens and proclaims by name those holy ones already fallen asleep, among whom he deems worthy the one just now perfected, of the like-ranked proclamation, and exhorts all to ask for the blessed perfection in Christ.
1:342
εἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱεροτάτην ἐπ' αὐτῷ ποιεῖται καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης ἀσπάζεται τὸν κεκοιμημένον καὶ μετ' αὐτὸν οἱ παρόντες ἅπαντες
然後屬神的聖統者上前,為他獻上至聖的禱告;禱告之後,聖統者親自與長眠者親嘴問安,在他之後,所有在場的人也照樣行。
Then the divine hierarch, drawing near, makes a most sacred prayer over him; and after the prayer the hierarch himself embraces the one fallen asleep, and after him all those present.
1:343
Ἀσπασαμένων δὲ πάτων ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης καὶ τὴν ὑπὲρ πάντων εὐχὴν ἱερὰν ποιησάμενος ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ' ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων
眾人問安之後,聖統者把油澆在長眠者身上,並為眾人獻上聖潔的禱告,然後將遺體安置在尊貴之處,與其他同等次的聖潔身體放在一處。
When all have embraced him, the hierarch pours the oil upon the one fallen asleep, and having made the sacred prayer on behalf of all, lays the body in an honored place together with other sacred bodies of the same rank.
1:344
<> Ταῦτα μὲν εἴπερ ἴδοιεν ἢ ἀκούσαιεν οἱ ἀνίεροι πρὸς ἡμῶν τελούμενα, πλατὺ γελάσουσιν ὡς οἶμαι καὶ τῆς πλανήσεως ἡμᾶς ἐλεήσουσιν
如今那些不聖之人若看見或聽見我們所施行的這些事,依我看,他們必放聲大笑,並憐憫我們的迷誤。
Now if the unholy should see or hear these things performed by us, they will, I think, laugh broadly and pity us for our error.
1:345
ὐ δεῖ δὲ πρὸς τοῦτο θαυμάζειν
然而對此無須詫異。
But one need not wonder at this.
1:346
Ἐὰν γὰρ μὴ πιστεύσωσιν, ὡς τὰ λόγιά φησιν, οὐδὲ μὴ συνήσουσιν
因為聖言說:他們若不信,就必不能明白。
For if they will not believe, as the oracles say, neither will they understand.
1:347
Ἡμεῖς δὲ τὰ νοητὰ τῶν τελουμένων ἐποπτεύσαντες Ἰησοῦ φωταγωγοῦντος εἴπωμεν, ὡς οὐκ ἀλόγως ὁ ἱεράρχης ἐπὶ τὸν ὁμοταγῆ χῶρον εἰσάγει καὶ ἐπιτίθησι τὸν κεκοιμημένον
但我們既在耶穌賜光之下觀照了這些聖禮屬靈的意義,便當說:聖統者把長眠者引入並安置於與其同等次之處,並非沒有道理。
But we, having contemplated the intelligible meaning of the rites with Jesus giving light, let us say that not without reason does the hierarch bring in and place the one fallen asleep in the place of his own rank.
1:348
Ἐμφαίνει γὰρ ἱερῶς, ὡς κατ' ἐκείνας ἔσονται πάντες ἐν τῇ παλιγγενεσίᾳ τὰς ἀποκληρώσεις, καθ' ἃς ἐνθάδε τὴν οἰκείαν ζωὴν ἀπεκλήρωσαν
因為它聖潔地表明:在重生之時,眾人所得的分必照著他們在今生為自己所定的分。
For it sacredly manifests that in the regeneration all will be allotted according to those lots by which they here allotted their own life.
1:349
ἷον εἰ θεοειδῆ τις ἔσχεν ἐνθάδε καὶ ἱερωτάτην ζωήν, ὡς ἀνδρὶ τὸ θεομίμητον ἐφικτόν, ἐν θείαις ἔσται κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ μακαρίαις λήξεσιν
譬如,若有人在今生度過一個像神、至聖的生命——就人所能效法神的程度而言——他在將來的世代必處於屬神而有福的境地。
For instance, if someone here had a godlike and most sacred life, so far as the imitation of God is attainable by a man, he will be in divine and blessed estates in the age to come.
1:350
εἰ δὲ τῆς κατ' ἄκρον θεοειδοῦς ὑφειμένην ἱερὰν δὲ ὅμως, ὁμοειδεῖς καὶ οὗτος ἀπολήψεται τὰς ἱερὰς ἀμοιβάς
但他的生命若雖屬聖潔,卻低於那至高至像神的生命,這人也必領受相稱同類的聖潔報償。
But if his life, though sacred, was lower than the topmost godlike one, this man too will receive sacred recompenses of like kind.
1:351
Ὑπὲρ ταύτης τῆς θείας δικαιοσύνης ὁ ἱεράρχης εὐχαριστήσας εὐχὴν ἱερὰν ποιεῖται καὶ τὴν σεβασμίαν ὑμνεῖ θεαρχίαν ὡς καθαιρετικὴν τοῦ κατὰ πάντων ἡμῶν ἀδίκου καὶ τυραννικοῦ κράτους, μεταγωγὸν δὲ ἡμῶν ἐπὶ τὰ οἰκεῖα δικαιότατα κρίματα
為這屬神的公義,聖統者獻上感恩,作聖潔的禱告,並歌頌那可敬的屬神本源——祂摧毀那轄制我們眾人之不義而暴虐的權勢,並把我們遷至那屬於我們自己、至為公正的審判。
For this divine justice the hierarch, giving thanks, makes a sacred prayer and hymns the august divine Source as destructive of the unjust and tyrannical dominion over us all, and as transferring us to our own most just judgments.
1:352
<>ἱ δὲ τῶν θεαρχικῶν ἐπαγγελιῶν ᾠδαὶ καὶ ἀναγνώσεις ἐκφαντορικαὶ μέν εἰσι τῶν μακαριωτάτων λήξεων, εἰς ἃς οἱ θείαν ἐσχηκότες τελείωσιν αἰωνίως καταταχθήσονται, τοῦ δὲ κοιμηθέντος ἱερῶς ἀποδεκτικαί, τῶν ἔτι δὲ ζώντων προτρεπτικαὶ πρὸς τὴν ὁμοίαν τελείωσιν
那些屬神應許的詩歌與經課,乃是啟示那至有福之境的——凡得屬神成全者必永遠被置於其中;它們對那聖潔長眠者是蒙悅納(有功效)的,對仍活著的人則是勸勉他們追求相同的成全。
The odes and readings of the divine promises are revelatory of the most blessed estates into which those who have attained divine perfection will eternally be placed; they are receptive of (efficacious for) the one sacredly fallen asleep, and exhortatory to those still living toward the like perfection.
1:353
μόνοι δὲ τῶν ἱερῶν ἐκβάλλονται χώρων οἱ κατηχούμενοι
唯有慕道者被逐出聖潔的會所之外。
And only the catechumens are cast out from the sacred precincts.
1:354
Καὶ γὰρ αὕτη μὲν ἀμύητός ἐστι καθόλου πάσης ἱερᾶς τελετῆς καὶ πρὸς οὐδὲν οὐ μικρὸν οὐ μέγα τῶν ἱερῶς τελουμένων ἐποπτεύειν αὐτῇ θεμιτὸν ὡς οὐδὲ τῆς τῶν ἱερῶν ὀπτικῆς δυνάμεως μετασχούσῃ διὰ τῆς ἀρχιφώτου καὶ φωτοδότιδος θεογενεσίας
因為這等次對每一樣聖禮都全然未受啟蒙,凡所聖潔施行之事,無論大小,都不許它觀看,因它尚未藉那為光之源、賜光的神聖重生(洗禮)得享觀看聖事的能力。
For this order is wholly uninitiated in every sacred rite, and it is not permitted it to contemplate anything—small or great—of the things sacredly performed, inasmuch as it has not partaken of the visual power of sacred things through the light-originating and light-bestowing divine-birth (baptism).
1:355
αἱ δὲ λοιπαὶ τῶν καθαιρομένων τάξεις ἐν μυήσει μὲν ἤδη γεγόνασιν ἱερᾶς παραδόσεως, ἀνοήτως δὲ πρὸς τὰ χείρω παλινδρομήσασαι δέον ἐπὶ τὰ πρόσω τὴν οἰκείαν ἀναγωγὴν ἀποτελειῶσαι τῶν θεαρχικῶν μὲν ὡς ἐν συμβόλοις ἱεροῖς ἐποψιῶν καὶ κοινωνιῶν εὐλόγως ἀποδιαστέλλονται (βλαβήσονται γὰρ ἀνιέρως αὐτῶν μετέχουσαι καὶ πρὸς πλείονα τῶν θείων καὶ ἑαυτῶν ἐλεύσονται περιφρόνησιν), οὐκ ἀπεικότως δὲ πάρεισιν ἐπὶ τοῖς νῦν τελουμένοις ἐναργῶς ἐκδιδασκόμεναι καὶ ὁρῶσαι τὴν τοῦ καθ' ἡμᾶς ἀδειλίαν θανάτου καὶ τὰ τῶν ἁγίων γέρα πρὸς τῶν ἀληθῶν λογίων ὑμνούμενα καὶ τὰς ἠπειλημένας ἔσεσθαι τοῖς κατ' αὐτὰς ἀνιέροις ἀτελευτήτους ἀνίας
至於其餘正受潔淨的等次,已進入了聖潔傳統的啟蒙;然而他們本當把自己的提升推向前以臻完成,卻愚妄地倒退趨向更壞之事,因此理當被擯於那以聖潔象徵所行、對屬神之事的觀照與相通之外(因他們若不聖潔地參與,必受其害,且會更加輕慢屬神之事與自身)——但他們出席現今所行的禮儀也不無道理,因他們在此被清楚教導,並親眼看見我們對死亡的無懼、那由真實聖言所歌頌之聖徒的尊榮,以及那威嚇要臨到他們中間不聖之人、永不止息的痛苦。
But the remaining orders of those being purified have already come into the initiation of sacred tradition; yet, having senselessly run back toward what is worse when they ought to have brought their own ascent to completion onward, they are with good reason set apart from the contemplations and communions of the divine things in sacred symbols (for they would be harmed by partaking of them unholily, and would come to a greater contempt of the divine things and of themselves)—yet not unreasonably are they present at the rites now being performed, being plainly taught and beholding our fearlessness toward death, and the honors of the holy that are hymned by the true oracles, and the unending torments threatened to be the lot of the unholy among them.
1:356
Ἔσται γὰρ αὐταῖς ἴσως ὄφελος ὁρώσαις τὸν ἱερῶς τετελειωμένον ὑπὸ τῆς λειτουργικῆς ἀναρρήσεως ὡς κοινωνὸν ὄντως ὄντα τῶν ἀπ' αἰῶνος ἁγίων ἱερῶς ἀνακηρυττόμενον
因為他們看見那聖潔得成全者,藉禮儀的宣告被聖潔地宣稱為真正與亙古以來的聖徒有份,這對他們或許有益。
For it will perhaps be of benefit to them to behold the one sacredly perfected, proclaimed by the liturgical announcement as being truly a partaker of the holy ones from of old, sacredly proclaimed.
1:357
Καὶ τάχα καὶ αὐταὶ πρὸς τὴν ὁμοίαν ἔφεσιν ἥξουσι καὶ πρὸς τῆς λειτουργικῆς ἐπιστήμης ἐκδιδαχθήσονται μακαρίαν ἀληθῶς εἶναι ἐν Χριστῷ τελείωσιν
或許他們也會生出相同的渴慕,並由禮儀的知識受教,明白那在基督裡的成全確實是有福的。
And perhaps they too will come to the like longing and will be taught by the liturgical knowledge that the perfection in Christ is truly blessed.
1:358
<> εἶτα προσελθὼν ὁ θεῖος ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τῷ κεκοιμημένῳ ποιεῖται, καὶ μετὰ τὴν εὐχὴν αὐτός τε ὁ ἱεράρχης αὐτὸν ἀσπάζεται καὶ ἑξῆς οἱ παρόντες ἅπαντες
然後屬神的聖統者上前,為長眠者獻上聖潔的禱告;禱告之後,聖統者親自與他親嘴問安,接著所有在場的人也照樣行。
Then the divine hierarch, drawing near, makes a sacred prayer over the one fallen asleep; and after the prayer the hierarch himself embraces him, and next all those present.
1:359
ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος δεῖται πάντα μὲν ἀφεῖναι τὰ δι' ἀνθρωπίνην ἀσθένειαν ἡμαρτημένα τῷ κεκοιμημένῳ, κατατάξαι δὲ αὐτὸν ἐν φωτὶ καὶ χώρᾳ ζώντων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τόπῳ, οὗ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
這禱告祈求那屬神的美善,赦免長眠者因人性軟弱所犯的一切罪,並將他安置於光明與活人之地,在亞伯拉罕、以撒、雅各的懷裡,在那痛苦、憂愁、歎息都已逃遁的境地。
Now the prayer entreats the divine Goodness to forgive all the sins committed by the one fallen asleep through human weakness, and to place him in light and in the land of the living, in the bosoms of Abraham and Isaac and Jacob, in the place from which pain and grief and groaning have fled away.
1:360
<> Ταῦτα μὲν οὖν ὡς οἶμαι δῆλα τὰ τῶν ἁγίων μακαριώτατα γέρα
如我所想,這些便是聖徒那顯而易見、至為有福的尊榮。
These things, then, as I think, are the manifest and most blessed honors of the holy.
1:361
Τὶ γὰρ ἂν γένοιτο τῆς παντελῶς ἀλύπου καὶ φωτιστικῆς ἀθανασίας ἰσόρροπον
因為還有什麼能與那全然無苦、賜以光明的不朽相比擬呢?
For what could be equal in worth to the wholly painless and light-giving immortality?
1:362
ἰ καὶ τὰ μάλιστα ταῖς ἡμῶν ἀναλόγοις σημασίαις αἱ παντὸς ὑψηλότεραι νοὸς ἐπαγγελίαι σημαινόμεναι τῆς πραγματικῆς αὐτῶν ἀληθείας ἀποδεούσας ἔχουσι τὰς ὀνομασίας
縱然那超乎一切心智的應許,藉我們相稱的記號得以表達,其名稱仍遠不及其真實之實況。
Even if, in the very highest degree, the promises that are higher than every mind, signified by our proportionate signs, have names that fall short of their actual truth.
1:363
Ἀληθὲς γὰρ εἶναι τὸ λόγιον οἰητέον ὅτι Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβηἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
因為我們當信那聖言是真實的:「神為愛祂的人所預備的,是眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的。」
For we must hold the oracle to be true, that 'Eye has not seen, and ear has not heard, and it has not entered into the heart of man, the things which God has prepared for those who love Him.'
1:364
Κόλποι δέ εἰσιν ὡς οἶμαι τῶν μακαρίων πατριαρχῶν καὶ τῶν λοιπῶν ἁγίων ἁπάντων αἱ θειόταται καὶ μακαρισταὶ λήξεις αἱ τοὺς θεοειδεῖς ὑποδεχόμεναι πάντας εἰς τὴν ἐν αὐταῖς ἀγήρω καὶ μακαριωτάτην τελείωσιν
依我看,那有福列祖以及其餘一切聖徒的「懷」,乃是那至屬神、有福的境地,接納所有像神的人進入其中那不衰老、至有福的成全。
And the 'bosoms,' as I think, of the blessed patriarchs and of all the rest of the holy, are the most divine and blessed estates which receive all godlike persons into the ageless and most blessed perfection within them.
1:365
<> Φαίης δ' ἂν ἴσως ταῦτα μὲν ὀρθῶς εἰρῆσθαι παρ' ἡμῶν, ἀπορεῖν δὲ ὅτου ἕνεκα τῆς θεαρχικῆς ἀγαθότητος ὁ ἱεράρχης δεῖται τῶν ἡμαρτημένων αἰτῶν τῷ κεκοιμημένῳ τὴν ἄφεσιν καὶ τὴν τοῖς θεοειδέσιν ὁμοταγῆ καὶ φανοτάτην ἀποκλήρωσιν
但你或許會說:這些事我們講得固然不錯,你卻不解為何聖統者要祈求那屬神的美善,為長眠者求罪的赦免,並求他得著與像神、至光明者同等的份。
But you would perhaps say that these things have been rightly stated by us, yet you are at a loss why the hierarch entreats the divine Goodness, asking forgiveness of sins for the one fallen asleep and a lot like that of the godlike and most luminous.
1:366
ἰ γὰρ ἀμοιβὰς ἀπολήψεται πᾶς ὑπὸ τῆς θείας δικαιοσύνης ὧν ἐν τῇ παρούσῃ ζωῇ χρηστῶν ἢ ἑτέρων ἔδρασεν, ἐτέλεσε δὲ τὰς κατὰ τὸν τῇδε βίον οἰκείας ἐνεργείας ὁ κεκοιμημένος, πρὸς τίνος ἱεραρχικῆς εὐχῆς ἐφ' ἑτέραν λῆξιν μεταταχθήσεται παρὰ τὴν ἀξίαν αὐτοῦ καὶ τῆς ἐνθάδε ζωῆς ἀμοιβαίαν
因為人人若都要按神的公義領受自己在今生所行善惡的報償,而長眠者既已完成了他今生的行為,那麼還憑哪一樣聖統者的禱告,能把他遷至有別於他今生所配得、與之相稱之份的另一份呢?
For if everyone will receive from the divine justice the recompenses of the good or other deeds he did in the present life, and the one fallen asleep has completed his own activities according to this present life, then by what hierarchic prayer will he be transferred to another lot than that worthy of and corresponding to his life here?
1:367
Ἐγὼ δὲ, ὅτι μὲν ἀμοιβαίαν ἕξει τὴν ἀποκλήρωσιν ἕκαστος, εὖ οἶδα τοῖς λογίοις ἀκολουθῶν
至於我,遵循聖言,深知人人所得的份必與其行為相稱。
Now I, for my part, know well, following the oracles, that each will have his lot in correspondence.
1:368
Ἀπέκλεισε γάρ, φησίν, ὁ κύριος κατ' αὐτοῦ καὶ Κομίσεται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸςἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν
因為經上說:「主已將他封閉」,又說:「各人必照他藉身體所行的,或善或惡,受報。」
For 'the Lord has shut up against him,' it says, and 'each will receive the things done through the body according to what he has practiced, whether good or evil.'
1:369
Ὅτι δὲ καὶ τῶν δικαίων αἱ προσευχαὶ κατὰ τὸν τῇδε βίον, μήτι γε μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν εὐχῶν ἐνεργοῦσι μόνον, αἱ τῶν λογίων ἡμᾶς ἐκδιδάσκουσιν ἀληθεῖς παραδόσεις
然而義人的禱告,即便在今生——更不用說在死後——只在那些配得聖潔禱告的人身上生效,這是聖言真實的傳統所教導我們的。
But that the prayers of the righteous, even in this present life—let alone after death—are effective only upon those worthy of sacred prayers, the true traditions of the oracles teach us.
1:370
Ἢ τὶ πρὸς τοῦ Σαμουὴλ ἀπώνατο
不然,掃羅從撒母耳得了什麼益處呢?
Or what benefit did Saul gain from Samuel?
1:371
τί δὲ τὸν τῶν Ἑβραίων λαὸν ὤνησεν ἡ προφητικὴ προσευχή
先知的禱告又使希伯來人得了什麼益處呢?
And what did the prophet's prayer profit the people of the Hebrews?
1:372
Καὶ γὰρ ὡς εἴ τις ἡλίου τὰ οἰκεῖα δωρουμένου φῶτα τοῖς ἀβλαβέσιν ὀφθαλμοῖς ἐν μετουσίᾳ τοῦ ἡλιακοῦ φωτὸς αἰτεῖ γενέσθαι τὰς οἰκείας ὄψεις ἐξαφανίζων, οὕτω πρὸς ἀδυνάτους ἤρτηται καὶ περιττὰς ἐλπίδας ὁ τὰς τῶν ἁγίων ἐξαιτῶν προσευχὰς καὶ τὰς κατὰ φύσιν αὐτῶν ἱερὰς ἐνεργείας ἐλαύνων ἀπροσεξίᾳ τῶν θείων δώρων καὶ τῶν φανοτάτων καὶ ἀγαθοδοτίδων ἐντολῶν ἀποφοιτήσει
因為這正如:當太陽把它本有的光賜給無損的眼睛時,有人卻一面求享日光,一面把自己的視力毀掉——照樣,那懇求聖徒禱告、卻把他們合乎本性之聖潔運作驅走的人,因疏忽屬神的恩賜,並背離那至光明、賜美善的誡命,便繫於不可能而多餘的指望之上。
For just as if someone, while the sun bestows its proper light upon undamaged eyes, should ask to share in the solar light while abolishing his own sight—so the man who entreats the prayers of the holy, yet drives away their sacred activities (which are according to nature), depends upon impossible and superfluous hopes, by his inattention to the divine gifts and by his desertion from the most luminous and good-bestowing commandments.
1:373
Φημὶ δὲ τοῖς λογίοις ἑπόμενος, ὡς ὠφέλιμοι πάμπαν εἰσὶν ἐν τῷδε τῷ βίῳ τῶν ἁγίων αἱ προσευχαὶ κατὰ τόνδε τὸν τρόπον
但我遵循聖言而說:聖徒的禱告在今生確實大有益處,其方式如下。
But I say, following the oracles, that the prayers of the holy are altogether beneficial in this present life in the following manner.
1:374
καὶ πρὸς μετοχὴν αὐτῶν ἕξιν ἱερὰν ἔχων ὡς τῆς οἰκείας ἐπιγνώμων βραχύτητος ἐλθὼν ἐπί τινα τῶν ὁσίων ἀνδρῶν ἀξιώσειεν αὐτὸν οἱ γενέσθαι συλλήπτορα καὶ συνικέτην, ὠφεληθήσεται πάντως ἐκ τούτου τὴν πάσας ὑπερκειμένην ὠφέλειαν
若有人懷著願與其相通的聖潔心志,自知自己的微小,前去尋求一位虔誠的人,請他作自己的助手與同求者,他必由此得著那超乎一切的益處。
If anyone, having a sacred disposition toward sharing in them, as one who recognizes his own littleness, comes to one of the devout men and asks him to become his helper and fellow-suppliant, he will assuredly be benefited thereby with the benefit that surpasses all others.
1:375
Ἐπιτεύξεται γὰρ ὧν αἰτεῖ θειοτάτων δώρων, ἀποδεχομένης αὐτὸν τῆς θεαρχικῆς ἀγαθότητος τῆς τε οἰκείας εὐλαβοῦς ἐπιγνωμοσύνης καὶ τῆς ἐπὶ τοῖς ὁσίοις αἰδοῦς καὶ τῆς τῶν αἰτηθεισῶν ἱερῶν αἰτήσεων ἐπαινετῆς ἐφέσεως καὶ καταλλήλου καὶ θεοειδοῦς ἕξεως
因為他必得著他所求那至屬神的恩賜,既因那屬神的美善悅納他自己虔敬的自知之明,也因他對虔誠之人的敬重、他所求那聖潔懇求中可嘉的渴慕,以及他相稱而像神的心志。
For he will obtain the most divine gifts that he asks, since the divine Goodness accepts him both for his own reverent self-knowledge and for his respect toward the devout, and for the praiseworthy longing of the sacred requests he asks, and for his corresponding and godlike disposition.
1:376
Ἔστι γὰρ καὶ τοῦτο τοῖς θεαρχικοῖς κρίμασι νενομοθετημένον τὸ τὰ θεῖα δῶρα τοῖς ἀξίοις τοῦ μετασχεῖν ἐν τάξει θεοπρεπεστάτῃ δωρεῖσθαι διὰ τῶν ἀξίων τοῦ μεταδοῦναι
因為這也是屬神審判中所立的定例:屬神的恩賜要按那至為合宜於神的次序,藉那些配得施與的人,賜給那些配得領受的人。
For this too has been ordained among the divine judgments: that the divine gifts be bestowed, in a most God-befitting order, upon those worthy to partake, through those worthy to impart.
1:377
Ταύτην οὖν εἴ τις ἀτιμάσειε τὴν ἱερὰν εὐκοσμίαν καὶ πρὸς ἀθλίαν οἴησιν ἐληλυθὼς ἱκανὸν ἑαυτὸν οἰηθείη πρὸς θεαρχικὴν ὁμιλίαν καὶ τῶν ὁσίων ὑπερφρονήσοι καὶ μὴν εἰ τὰς αἰτήσεις ἀναξίας θεοῦ καὶ μὴ ἱερὰς αἰτήσοι καὶ τὴν ἔφεσιν τῶν θείων εἰ μὴ σύντονον ἔχοι καὶ ἑαυτῷ κατάλληλον, ἀποτεύξεται δι' ἑαυτὸν τῆς ἀνεπιστήμονος αἰτήσεως
那麼,若有人輕忽這聖潔美好的次序,陷於可悲的自負,自以為足以與屬神的本源交通,又藐視虔誠之人——並且若他所求的乃是不配於神、不聖潔的,對屬神之事又沒有殷切而相宜的渴慕——他便要因自己之故,得不著那無知的所求。
If, then, anyone should dishonor this sacred good order, and, having come to a wretched conceit, should think himself sufficient for converse with the divine Source, and should despise the devout—and moreover, if he should ask requests unworthy of God and not sacred, and should not have an intense and fitting longing for the divine things—he will, through himself, fail of his ignorant request.
1:378
Περὶ δὲ τῆς εἰρημένης εὐχῆς, ἣν ὁ ἱεράρχης ἐπεύχεται τῷ κεκοιμημένῳ, τὴν εἰς ἡμᾶς ἐλθοῦσαν ἐκ τῶν ἐνθέων ἡμῶν καθηγεμόνων παράδοσιν εἰπεῖν ἀναγκαῖον
如今論到前面所說、聖統者為長眠者所獻的那禱告,須陳明那從我們屬神師長傳到我們這裡的傳統。
Now concerning the aforesaid prayer, which the hierarch prays over the one fallen asleep, it is necessary to state the tradition that has come to us from our divinely-inspired leaders.
1:379
<>Ὁ θεῖος ἱεράρχης ἐκφαντορικός ἐστιν, ὡς τὰ λόγιά φησιν, τῶν θεαρχικῶν δικαιωμάτων
如聖言所說,屬神的聖統者乃是屬神律例的彰顯者。
The divine hierarch is, as the oracles say, a revealer of the divine ordinances.
1:380
Ἄγγελος γὰρ κυρίου παντοκράτορος θεοῦ ἐστιν. Μεμάθηκεν οὖν ἐκ τῶν θεοπαραδότων λογίων, ὅτι τοῖς ὁσίως βιώσασιν ἡ φανοτάτη καὶ θεία ζωὴ κατ' ἀξίαν ὑπὸ τῶν δικαιοτάτων ζυγῶν ἀντιδίδοται παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς φιλανθρωπίας τὰς ἐγγενομένας αὐτοῖς ἐξ ἀνθρωπίνης ἀσθενείας κηλῖδας, ἐπείπερ οὐδείς, ὡς τὰ λόγιά φησιν, καθαρὸς ἀπὸ ῥύπου
因為他是「全能之神耶和華的使者」。所以他從神所賜的聖言學到:對那些虔誠度日的人,至光明、屬神的生命要按其配得,由那至公正的天平回報;同時那屬神愛人之美善,寬容他們因人性軟弱而沾染的污點——因為如聖言所說:「沒有一人是潔淨無污的。」
For he is 'an angel (messenger) of the Lord, the Almighty God.' He has therefore learned from the God-given oracles that to those who have lived devoutly, the most luminous and divine life is requited according to worth by the most just balances, while the Goodness of the divine love for mankind overlooks the stains that have come upon them out of human weakness—since, as the oracles say, 'no one is clean from defilement.'
1:381
Ταῦτα μὲν οὖν ὁ ἱεράρχης οἶδεν ἐπηγγελμένα πρὸς τῶν ἀληθῶν λογίων, αἰτεῖ δὲ αὐτὰ γενέσθαι καὶ δωρηθῆναι τοῖς ὁσίως βιώσασι τὰς ἱερὰς ἀντιδόσεις ἅμα μὲν ἐπὶ τὸ θεομίμητον ἀγαθοειδῶς ἐκτυπούμενος καὶ τὰς ἑτέρων δωρεὰς ὡς οἰκείας ἐξαιτῶν χάριτας, ἅμα δὲ καὶ τὰς ἀψευδεῖς ἐπαγγελίας εἰδὼς ἐσομένας καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων, ὅτι τὰ παρ' αὐτοῦ κατὰ θεσμὸν ἱερὸν ἐξαιτούμενα πάντως ἔσται τοῖς κατὰ θείαν ζωὴν τετελειωμένοις
聖統者深知這些事乃是真實聖言所應許的;他求這些事得以成就,並求那聖潔的報償賜給那些虔誠度日的人——他一面按效法神而以美善塑造自己,把他人的恩賜當作自己的恩典來求,一面也深知那毫無謬誤的應許必要成就,並向在場眾人啟示性地表明:他按聖潔規條所求的,必定要臨到那些照屬神生命得成全的人。
These things, then, the hierarch knows to have been promised by the true oracles; and he asks that they come to pass and that the sacred recompenses be granted to those who have lived devoutly—at once forming himself in goodness after the imitation of God and asking for the gifts of others as his own graces, and at the same time, knowing that the unerring promises will come to pass and revealingly manifesting to those present that the things he asks according to sacred ordinance will assuredly be for those perfected according to the divine life.
1:382
ὐ γὰρ ἂν ὁ ἱεράρχης ὁ τῆς θεαρχικῆς δικαιώσεως ὑποφήτης ἐξῄτει ποτὲ τὰ μὴ τῷ θεῷ προσφιλέστατα καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα
因為聖統者既是屬神稱義的解釋者,斷不會求那些並不至為討神喜悅、也並非神屬神地應許要賜下的事。
For the hierarch, the interpreter of the divine justification, would never ask for things that are not most pleasing to God and that have not been divinely promised to be granted by Him.
1:383
οὐκοῦν ὁ θεῖος ἱεράρχης ἐξαιτεῖ τὰ θειωδῶς ἐπηγγελμένα καὶ φίλα θεῷ καὶ πάντως δωρηθησόμενα καὶ τὸ τῆς οἰκείας ἀγαθοειδοῦς ἕξεως ἐπιδεικνὺς τῷ φιλαγαθῷ θεῷ καὶ τοῖς παροῦσιν ἐκφαντορικῶς ἐμφαίνων τὰ τοῖς ὁσίοις ἐσόμενα δῶρα
所以屬神的聖統者所求的,乃是那神所應許、為神所喜悅、必定要賜下的事,既向那喜愛美善之神顯明自己以美善塑成的心志,又向在場眾人啟示性地表明那將要臨到虔誠之人的恩賜。
Therefore the divine hierarch asks the things divinely promised, dear to God, and certain to be granted, displaying both his own good-formed disposition to the good-loving God and revealingly manifesting to those present the gifts that will be for the devout.
1:384
οὕτω καὶ τὰς ἀφοριστικὰς ἔχουσιν οἱ ἱεράρχαι δυνάμεις ὡς ἐκφαντορικοὶ τῶν θείων δικαιωμάτων οὐχ ὡς ταῖς αὐτῶν ἀλόγοις ὁρμαῖς τῆς πανσόφου θεαρχίας εὐφήμως εἰπεῖν ὑπηρετικῶς ἑπομένης, ἀλλ' ὡς αὐτῶν ὑποφητικῶς ὑποκινοῦντι τῷ τελεταρχικῷ πνεύματι τοὺς κεκριμένους θεῷ κατ' ἀξίαν ἀφοριζόντων
照樣,聖統者也擁有分別(逐出)的權能,作屬神律例的彰顯者——並非如同那全智、屬神的本源(恭敬地說)以奴僕之態順從他們無理的衝動,乃是那成全萬有之奧秘的聖靈,以解釋者的方式推動他們,把那些蒙神按其配得所裁定的人分別出來。
Thus too the hierarchs possess the powers of separation (excommunication), as revealers of the divine ordinances—not as though the all-wise divine Source, to speak reverently, followed their irrational impulses in a servile manner, but as the perfecting Spirit, moving them in the manner of interpreters, separates those judged by God according to worth.
1:385
Λάβετε γάρ φησι πνεῦμα ἅγιον
因為經上說:「你們受聖靈。」
For it says, 'Receive the Holy Spirit.'
1:386
Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται
「你們赦免誰的罪,誰的罪就赦免了。」
'If you forgive the sins of any, they are forgiven.'
1:387
ἄν τινων κρατῆτε, κεκράτηνται. Καὶ τῷ τὰς θείας ἀποκαλύψεις τοῦ παναγεστάτου πατρὸς ἐλλαμπομένῳ τὰ λόγιά φησινὋ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς ὡς ἐκείνου καὶ παντὸς τοῦ κατ' αὐτὸν ἱεράρχου κατὰ τὰς ἐν αὐτῷ γινομένας τῶν πατρικῶν δικαιωμάτων ἀποκαλύψεις ἐκφαντορικῶς καὶ διαπορθμευτικῶς τοὺς θεοφιλεῖς προσιεμένου καὶ τοὺς ἀθέους ἀποκληροῦντος
「你們留下誰的罪,誰的罪就留下了。」對那位蒙至聖之父屬神啟示所光照的人,聖言說:「凡你在地上所捆綁的,在天上也要捆綁;凡你在地上所釋放的,在天上也要釋放」——因為那位、以及凡承續他之每一位聖統者,都按那在他裡面成就之父之律例的啟示,以彰顯者、傳渡者的身分接納愛神的人,擯棄不敬虔的人。
'If you retain the sins of any, they are retained.' And to the one illumined with the divine revelations of the all-holy Father, the oracle says: 'Whatever you bind upon the earth shall be bound in the heavens, and whatever you loose upon the earth shall be loosed in the heavens'—inasmuch as that one, and every hierarch in his line, in accordance with the revelations of the paternal ordinances that come about in him, revealingly and as a conductor admits the God-loving and excludes the godless.
1:388
Καὶ τὴν ἱερὰν γὰρ ἐκείνην θεολογίαν, ὡς τὰ λόγιά φησιν, οὐκ αὐτοκινήτως οὐδὲ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων ἀλλ' ὑπὸ θεοῦ νοητῶς αὐτὸν τὰ οἰκεῖα μυήσαντος ἀπεφθέγξατο
因為如聖言所說,他發出那聖潔的神學言論,並非出於自己的發動,也非由血肉所啟示,乃是神在心智中以祂自己的真理啟蒙了他。
For he uttered that sacred theology, as the oracles say, not of his own motion, nor with flesh and blood revealing it, but with God noetically initiating him into His own truths.
1:389
προσεκτέον ὡς ὑπὸ θεοῦ κεκινημένοις
我們當留意他們,如同留意那些被神所推動的人。
We must give heed to them as to those moved by God.
1:390
Ὁ ἀθετῶν γὰρ ὑμᾶς φησιν ἐμὲ ἀθετεῖ. <> Ἀλλ' ἐπανέλθωμεν εἰς τὰ τῆς εἰρημένης εὐχῆς ἀκόλουθα
因為經上說:「棄絕你們的,就是棄絕我。」如今讓我們回到前面所說禱告的後續部分。
'For he who rejects you,' it says, 'rejects Me.' But let us return to what follows in the aforesaid prayer.
1:391
Τελέσας γὰρ αὐτὴν ὁ ἱεράρχης αὐτός τε ἀσπάζεται τὸν κεκοιμημένον καὶ ἑξῆς οἱ παρόντες ἅπαντες
因為聖統者念完之後,便親自與長眠者親嘴問安,接著所有在場的人也照樣行。
For when the hierarch has completed it, he himself embraces the one fallen asleep, and next all those present.
1:392
Ἡδὺς γάρ ἐστι καὶ τίμιος ἅπασι τοῖς θεοειδέσιν ὁ κατὰ θείαν ζωὴν τετελειωμένος
因為那照屬神生命得成全的人,對所有像神的人都是甘甜而可敬的。
For the one perfected according to the divine life is sweet and honored to all the godlike.
1:393
Μετὰ δὲ τὸν ἀσπασμὸν ἐπιχέει τῷ κεκοιμημένῳ τὸ ἔλαιον ὁ ἱεράρχης
問安之後,聖統者把油澆在長眠者身上。
And after the embrace, the hierarch pours the oil upon the one fallen asleep.
1:394
Μέμνησο δέ, ὅτι κατὰ τὴν ἱερὰν θεογενεσίαν πρὸ τοῦ θειοτάτου βαπτίσματος πρώτη μέθεξις ἱεροῦ συμβόλου δωρεῖται τῷ τελουμένῳ μετὰ τὴν ὁλικὴν τῆς προτέρας ἐσθῆτος ἀπαμφίεσιν τὸ τῆς χρίσεως ἔλαιον
你當記得:在那神聖的重生(洗禮)中,在那至神聖的洗之前,賜給受祝聖者第一樣聖潔象徵的參與,乃是在完全脫去舊衣之後,那塗抹的膏油。
And remember that in the sacred divine-birth (baptism), before the most divine baptism, the first participation in a sacred symbol granted to the one being consecrated, after the entire stripping off of the former garment, is the oil of anointing.
1:395
Ἐν τέλει δὲ νῦν ἁπάντων ἐπὶ τῷ κεκοιμημένῳ τὸ ἔλαιον ἐπιχέεται
但如今,在一切之末,油乃是澆在長眠者身上。
But now, at the end of all, the oil is poured upon the one fallen asleep.
1:396
Καὶ τότε μὲν ἡ τοῦ ἐλαίου χρῖσις ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἐκάλει τὸν τελούμενον, νῦν δὲ τὸ ἐπιχεόμενον ἔλαιον ἐμφαίνει κατὰ τοὺς αὐτοὺς ἱεροὺς ἀγῶνας ἀθλήσαντα καὶ τελειωθέντα τὸν κεκοιμημένον
從前,那膏油的塗抹乃是召受祝聖者前去聖潔的爭戰;但如今澆灌的油卻表明:那長眠者已在那同樣的聖潔爭戰中爭戰,並已得成全。
And then, indeed, the anointing with oil was calling the one being consecrated to the sacred contests; but now the oil poured upon him manifests that the one fallen asleep has contended in those same sacred contests and has been perfected.
1:397
<> Ταῦτα τελέσας ὁ ἱεράρχης ἀποτίθησιν ἐν οἴκῳ τιμίῳ τὸ σῶμα μεθ' ἑτέρων ὁμοταγῶν ἱερῶν σωμάτων
聖統者行完這些事之後,便將遺體安置在尊貴之處,與其他同等次的聖潔身體放在一處。
Having performed these things, the hierarch lays the body in an honored place together with other sacred bodies of the same rank.
1:398
ἰ γὰρ ἐν ψυχῇ καὶ σώματι τὴν θεοφιλῆ ζωὴν ὁ κεκοιμημένος ἐβίω, τίμιον ἔσται μετὰ τῆς ὁσίας ψυχῆς καὶ τὸ συναθλῆσαν αὐτῇ σῶμα κατὰ τοὺς ἱεροὺς ἱδρῶτας
因為長眠者若在魂與體上都度過那愛神的生命,那曾與聖潔靈魂在聖潔辛勞汗水中一同爭戰的身體,也必與靈魂一同得尊榮。
For if the one fallen asleep lived the God-loving life in soul and body, the body that contended together with the holy soul amid the sacred sweat-labors will also be honored together with it.
1:399
Ἔνθεν ἡ θεία δικαιοσύνη μετὰ τοῦ σφετέρου σώματος αὐτῇ δωρεῖται τὰς ἀμοιβαίας λήξεις ὡς ὁμοπορεύτου καὶ συμμετόχου τῆς ὁσίας ἢ τῆς ἐναντίας ζωῆς
因此屬神的公義,連同其自身的身體,賜給它相稱的份,因它是那聖潔(或相反)生命的同行者與同分享者。
Hence the divine justice, together with its own body, bestows upon it the corresponding lots, as the fellow-traveler and fellow-partaker of the holy—or of the contrary—life.
1:400
<.> <> Τὰς δὲ τελεστικὰς ἐπικλήσεις οὐ θεμιτὸν ἐν γραφαῖς ἀφερμηνεύειν οὐδὲ τὸ μυστικὸν αὐτῶν ἢ τὰς ἐπ' αὐταῖς ἐνεργουμένας ἐκ θεοῦ δυνάμεις ἐκ τοῦ κρυφίου πρὸς τὸ κοινὸν ἐξάγειν, ἀλλ' ὡς ἡ καθ' ἡμᾶς ἱερὰ παράδοσις ἔχει, ταῖς ἀνεκπομπεύτοις μυήσεσιν αὐτὰς ἐκμαθὼν καὶ πρὸς θειοτέραν ἕξιν καὶ ἀναγωγὴν ἔρωτι θείῳ καὶ ἐνεργείας ἱεραῖς ἀποτελεσθεὶς ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἀναχθήσῃ πρὸς τὴν ὑπερτάτην αὐτῶν ἐπιστήμην
但那成全之祈呼,不許在文字中加以詮釋,也不許將其奧秘的意義,或那從神而來、藉之施行的能力,從隱秘之中帶到公開之處;乃是如我們聖潔的傳統所持守的:你要藉那不對外宣揚的啟蒙學得這些,並憑屬神的愛與聖潔的運作被帶入更屬神的境地與提升,然後被那成全的光照引向對它們至高的知識。
But it is not permitted to interpret the perfecting invocations in writings, nor to bring forth their mystical meaning, or the powers from God enacted upon them, out of the hidden into the common; rather, as our sacred tradition holds, having learned them by un-publicized initiations and having been brought, by divine love and sacred activities, to a more divine state and ascent, you will be led up by the perfecting illumination to the highest knowledge of them.
1:401
<.> <> Τὸ δὲ καὶ παῖδας οὔπω τὰ θεῖα συνιέναι δυναμένους τῆς ἱερᾶς μετόχους γίνεσθαι θεογενεσίας καὶ τῶν ἱερωτάτων τῆς θεαρχικῆς κοινωνίας συμβόλων δοκεῖ μὲν ὡς φῂς τοῖς ἀνιέροις εὐλόγου γέλωτος ἄξιον, εἰ τοὺς ἀκοῦσαι μὴ δυναμένους ἐκδιδάσκουσιν οἱ ἱεράρχαι τὰ θεία καὶ τοῖς μὴ νοοῦσιν εἰκῆ παραδιδόασι τὰς ἱερὰς παραδόσεις, καὶ τὸ ἔτι γελοιότερον
但那些尚不能領悟屬神之事的孩童,竟得成為那神聖重生(洗禮)以及屬神相通至聖象徵的領受者,這在你所說那些不聖之人看來,似乎堪受合理的嘲笑:說聖統者把屬神之事教給不能聽聞的人,徒然把聖潔的傳統交給不能領會的人;而更可笑的是——
But that children, not yet able to understand divine things, should become partakers of the sacred divine-birth (baptism) and of the most holy symbols of the divine communion, seems—as you say—to the unholy worthy of reasonable laughter, if the hierarchs teach divine things to those unable to hear, and idly hand over the sacred traditions to those who do not comprehend; and what is yet more laughable—
1:402
ὡς ὑπὲρ αὐτῶν ἕτεροι τὰς ἀποταγάς φασι καὶ τὰς ἱερὰς ὁμολογίας
——竟由別人代他們宣告那些棄絕之辭與聖潔的承認之辭。
—that others, on their behalf, pronounce the renunciations and the sacred professions.
1:403
Πολλὰ δὲ καὶ τὰς ὑπερτάτας οὐσίας λέληθε καὶ πρὸς μόνης ἀκριβῶς ἔγνωσται τῆς πανσόφου καὶ σοφοποιοῦ θεαρχίας
然而許多事連那至高的眾靈也不得而知,唯獨那全智、賜人智慧的屬神本源確切知曉。
But many things are hidden even from the highest beings, and are accurately known to the all-wise and wisdom-making divine Source alone.
1:404
Πλήν γε ὅτι καὶ περὶ τούτου ταῦτά φαμεν, ἅπερ οἱ θεοειδεῖς ἡμῶν ἱεροτελεσταὶ πρὸς τῆς ἀρχαίας μυηθέντες παραδόσεως εἰς ἡμᾶς προήγαγον
不過關於此事,我們也只說那些由我們像神、主持聖禮的人——他們承受了古老的傳統——所傳給我們的話。
Yet concerning this too we say those things which our godlike celebrants of the sacred rites, initiated by the ancient tradition, have brought down to us.
1:405
Φασὶ γάρ, ὅπερ ἐστὶ καὶ ἀληθές, ὅτι κατὰ θεσμὸν ἱερὸν ἀναγόμενα τὰ βρέφη πρὸς ἕξιν ἱερὰν ἥξουσιν πάσης ἀποτελούμενα πλάνης καὶ ἀνιέρου ζωῆς ἀπείρατα
因為他們說(這也是真實的):嬰孩既按聖潔的規條被提升,就必達到聖潔的心志,脫盡一切迷誤而得成全,並未曾經歷不聖潔的生活。
For they say (and it is also true) that infants, being led up according to sacred ordinance, will come to a sacred disposition, being perfected free from all error and untried by an unholy life.
1:406
θείῳ πατρὶ καὶ σωτηρίας ἱερᾶς ἀναδόχῳ
——他們被交託給一位屬神的父、即那聖潔救恩的保證人(教父)。
—being entrusted to a divine father and sponsor (godfather) of the sacred salvation.
1:407
Τοῦτον οὖν ὁ ἱεράρχης ὁμολογοῦντα κατὰ τὴν ἱερὰν ἀνάγειν τὸν παῖδα ζωὴν ἀπαιτεῖ τὰς ἀποταγὰς ὁμολογῆσαι καὶ τὰς ἱερὰς ὁμολογίας οὐχ, ὡς ἂν ἐκεῖνοι γελῶντες φαῖεν, ἄλλον ἀντ' ἄλλου τὰ θεῖα μυῶν
於是聖統者要求這位承諾要按聖潔生命撫育孩童的人,宣告那棄絕之辭與聖潔的承認之辭——並非如他們所嘲笑的,乃是以一人代另一人受屬神之事的啟蒙。
This one, then, who professes to lead the child up according to the sacred life, the hierarch requires to confess the renunciations and the sacred professions—not, as they would laughingly say, initiating one in another's stead into the divine things.
1:408
οὐδὲ γὰρ τοῦτό φησιν ὡς Ὑπὲρ τοῦ παιδὸς ἐγὼ τὰς ἀποταγὰς ἢ ἱερὰς ὁμολογίας ποιοῦμαι ἀλλ' ὅτιὉ παῖς ἀποτάσσεται καὶ συντάσσεται, τοῦτ' ἐστιν Ὁμολογῶ τὸν παῖδα πείσειν εἰς νοῦν ἱερὸν ἰόντα ταῖς ἐμαῖς ἐνθέοις ἀναγωγαῖς ἀποτάξασθαι μὲν ὁλικῶς τοῖς ἐναντίοις, ὁμολογῆσαι δὲ καὶ ἐνεργῆσαι τὰς θείας ὁμολογίας
因為他並不說:「我代孩童作棄絕之辭或聖潔的承認之辭」,乃是說:「這孩童要棄絕、要被列入」——這就是:「我承認,要在孩童藉我屬神的引導歸入聖潔之心時,勸服他全然棄絕那相反之事,並承認且實行那屬神的承認。」
For he does not say, 'On behalf of the child I make the renunciations or the sacred professions,' but rather, 'The child renounces and is enrolled'—that is, 'I confess that I will persuade the child, when he comes to a sacred mind through my divinely-inspired guidance, to renounce wholly the contrary things, and to confess and enact the divine professions.'
1:409
οὐδὲν οὖν ὡς οἷμαι τὸ ἄτοπον, εἰ κατὰ θείαν ὁ παῖς ἀναγωγὴν ἀνάγεται καθηγεμόνα καὶ ἀνάδοχον ἱερὸν ἔχων ἕξιν αὐτῷ τῶν θείων ἐμποιοῦντα καὶ φυλάττοντα τῶν ἐναντίων ἀπείρατον
所以依我看,這並無不合理之處:孩童既按屬神的提升被引導,又有一位聖潔的師長與保證人(教父),在他裡面植入屬神之事,並使他不受相反之事的試染。
Therefore, as I think, there is nothing absurd if the child is led up according to a divine ascent, having a leader and sponsor who is sacred, and who instills in him the divine things and keeps him untried by the contrary ones.
1:410
Μεταδίδωσι δὲ τῷ παιδὶ ἱερῶν συμβόλων ὁ ἱεράρχης, ὅπως ἐν αὐτοῖς ἀνατραφείη καὶ μηδὲ σχοίη ζωὴν ἑτέραν εἰ μὴ τὴν τὰ θεῖα θεωροῦσαν ἀεὶ καὶ κοινωνὸν αὐτῶν ἐν προκοπαῖς ἱεραῖς γινομένην ἕξιν τε ἱερὰν ἐν τούτοις ἴσχουσαν ἀναγομένην τε ἱεροπρεπῶς ὑπὸ τοῦ θεοειδοῦς ἀναδόχου
聖統者又使孩童得享那聖潔的象徵,好叫他在其中得撫育,除了那永遠觀照屬神之事、並在聖潔的長進中與之相通的生命之外,別無其他生命;他在這些事上懷有聖潔的心志,並由那像神的保證人以合乎聖潔的方式被引導提升。
And the hierarch gives the child a share of the sacred symbols, that he may be nourished in them and may have no other life save that which ever contemplates divine things and becomes a partaker of them in sacred advancements, possessing a sacred disposition in these and being led up in a manner befitting the sacred by the godlike sponsor.
1:411
Τοσαῦτα, ὦ παῖ, καὶ οὕτω καλὰ τῆς καθ' ἡμᾶς ἱεραρχίας ὦπταί μοι τὰ ἑνοειδῆ θεάματα
孩子啊,我所瞻見、屬於我們聖統制度那合一的景象,便是如此眾多而美好。
Such, O child, and so beautiful, are the uniform visions of our hierarchy that have been beheld by me.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。