📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的證明

福音的證明 第 9 章 第 3/4 段

希臘文原文.59 節.部分字詞可點開查義.本章太長已分段,此段為 9:10.3–9:16.4(全章共 213 節)

← 第 8 章第 10 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
9:10.3
καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν. καὶ πάντων οἷ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν
祂把書卷起來,交還給侍役,就坐下了。會堂裡眾人的眼睛都定睛在祂身上。祂就對他們說:「今天這經文在你們耳中應驗了。」
And having rolled up the book, he gave it back to the attendant and sat down. And the eyes of all in the synagogue were fixed upon him. And he began to say to them, "Today this scripture has been fulfilled in your hearing."
9:10.4
ὁ μὲν οὖν σωτὴρ καὶ κύριος ἡμῶν διὰ ταύτης φαίνεται σαφῶς τῆς γραφῆς διαφερόντως καὶ κρειττόνως παρὰ τοὺς πάλαι σωματικώτερον χριομένους ἱερέας, οὐκ ἐλαίῳ σκευαστῷ,, οὐδὲ ὑπ ἀνθρώπων, ὁμοίως τοῖς ἄλλοις, ἀλλ ἐνθέῳ πνεύματι αὐτοῦ δὴ τοῦ θεοῦ καὶ πατρὸς αὑτοῦ κεχρισμένος, παρ οὑ καὶ τῆς ἀγεννήτου θεότητος μετασχὼν θεὸς καὶ κύριος πρὸς τῶν ἱερῶν ἀνηγόρευται γραφῶν
由此經文可清楚看出,我們的救主和主,與那些昔日以較屬肉身的方式受膏的祭司大不相同、且更為超越——祂受膏,不是用調製的油,也不是由人所膏,像其他祭司那樣,而是由祂自己的神與父,以神聖的靈所膏;而祂正是從那位而來,分享了那非受生的神性,因而被聖經宣告為神和主。
Our Savior and Lord, then, is clearly shown through this Scripture to differ from, and to be superior to, the priests of old who were anointed in a more bodily manner — not with prepared oil, nor by men, as the others were, but anointed with the divine Spirit of God himself, his own Father; from whom, having partaken also of the unbegotten Godhead, he has been proclaimed God and Lord by the sacred Scriptures.
9:10.5
ἀκολούθως δὲ τῇ μετὰ χεῖρας προφ·ητείᾳ πτωχοῖς εὐαγγελιζόμενος εἰσάγεται παρὰ τῷ Ματθαίῳ, ὅτε ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος, καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἶ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὑτοῦ ἐδίδασκεν αὐτοὺς, λέγων, μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
與我們手中的這篇預言相符,馬太這樣引介祂向貧窮人傳福音的事:祂看見群眾,就上了山,坐下之後,門徒到祂跟前來,祂開口教訓他們說:「心靈貧窮的人有福了,因為天國是他們的。」
Consistently with the prophecy now before us, he is introduced by Matthew as preaching good news to the poor, when, seeing the crowds, he went up onto the mountain, and when he had sat down, his disciples came to him, and opening his mouth he taught them, saying, "Blessed are the poor in spirit, for theirs is the kingdom of heaven."
9:10.6
καὶ τυφλοῖς δὲ ἀνάβλεψιν παρεσχημένος οὐκ ὀλίγοις ἀναγέγραπται · οὐ μόνον γὰρ τοῖς τὰς ὄψεις τοῦ σώματος ἠφανισμένοις τὸ βλέπειν ἐδωρεῖτο, ἀλλά γε καὶ τοῖς πρότερον τῇ ψυχῇ τυφλώττουσιν αἴτιος τῆς κατὰ νοῦν θεωρίας καὶ τῆς ἐπιγνώσεως τοῦ τῶν ὅλων θεοῦ γέγονεν
祂也被記載曾為不少瞎眼之人恢復視力;因為祂所賜下的,不僅是肉身視力已失之人重見的能力,更是為那些先前靈魂盲目的人,成為心智觀照與認識萬有之神的緣由。
And he is recorded as having granted recovery of sight to the blind, in no small number of cases; for he not only bestowed the power of seeing on those whose bodily eyesight had been lost, but also became, for those who had formerly been blind in soul, the cause of intellectual vision and of the knowledge of the God of the universe.
9:10.7
καὶ ἄλλως δὲ τοῖς οὖσι δεσμίοις καὶ ἀπηγμένοις αἰχμαλώτοις ὑπὸ τῆς ἀοράτου καὶ δαιμονικῆς δυνάμεως, κακῶν τε σειραῖς πεπεδημένοις, ἐλευθερίαν καὶ ἄνεσιν τῶν συνεχόντων ἐκήρυττεν, εἰ καὶ αὐτοὶ τῷ κηρύγματι πιστεύσαντες οἶα λυτρωτῇ καὶ σωτῆρι προσδράμοιεν αὐτῷ, καὶ τοῖς αὐτοῦ πεισθεῖεν παραγγέλμασι. καὶ τὰ λοιπὰ δὲ τοῦ λογίου κατὰ καιρὸν ἐν τοῖς περὶ τῶν ἐπαγγελιῶν ἐξετασθήσεται. Ἀπὸ τοῦ Δευτερονομίου
此外,對於那些被無形的鬼魔勢力所捆綁、擄去,並被諸般惡事的鎖鏈所繫的人,祂宣告了自由、以及脫離那捆綁他們之事物的釋放——只要他們信了這宣告,如奔向救贖者和救主一般奔向祂,並順服祂的教訓。至於這段神諭其餘的部分,將在適當之處、於論應許之事時再作查考。錄自《申命記》。
And in another way also, to those who were bound and led away captive by the invisible and demonic power, and fettered by chains of evils, he proclaimed liberty and release from those things that held them fast — provided that they, believing the proclamation, ran to him as to a redeemer and savior, and were persuaded by his precepts. The remaining part of the oracle will, in due course, be examined among the matters concerning the promises. From Deuteronomy.
9:11.1
Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι κύριος ὁ θεός σου, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ, τῇ ἡμέρᾳ τῆς ἐκκλησίας, λέγοντες, οὐ προδθήσομεν ἀκοῦσαι τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν · καὶ εἶπε κύριος πρός με, ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ
「主你的神必從你弟兄中間為你興起一位先知,像我一樣;你們要聽從他,正如你在何烈山、聚會的那日,向主你的神所求的一切一樣,你們說:『我們不願再聽主我們神的聲音,也不願再看見這大火,免得我們死亡。』主就對我說:『他們所說的一切都對;我必從他們弟兄中間,為他們興起一位先知,像你一樣,我要將我的話放在他口中,他必照我一切所吩咐他的,對他們說話;凡不聽那先知奉我名所說的一切話的人,我必向他追討。』」
"The Lord your God will raise up for you a prophet from among your brothers, like me; him you shall hear, according to all that you asked of the Lord your God at Horeb, in the day of the assembly, saying, 'We will no longer hear the voice of the Lord our God, nor see this great fire any longer, lest we die.' And the Lord said to me, 'They have spoken rightly, all that they have said. I will raise up for them a prophet from among their brothers, like you, and I will put my word in his mouth, and he shall speak to them according to all that I command him; and whoever does not heed whatever the prophet shall speak in my name, I will require it of him.'"
9:11.2
Ἐπίστησον ὅτι μηδεὶς παρ Ἑβραίοις Μωσεῖ παραπλήσιος προφήτης ἐγήγερται, τουτέστι νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰσηγητὴς, ἢ μόνος ὁ ἡμέτερος σωτὴρ, ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ Δευτερονομίου λέγεται οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς· καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλὰ οὐχ ὡς αὐτός
請留意,在希伯來人中間,從未興起過一位與摩西相似的先知——也就是一位立法者、以及向人引介敬虔之道者——唯獨我們的救主、神的基督除外。因為在《申命記》結尾處說:「以色列中再沒有興起先知像摩西的」——可是在他之後確實興起了無數的先知,只是沒有一個像他。
Note that no prophet like unto Moses has arisen among the Hebrews — that is, a lawgiver and an introducer of piety to men — except our Savior alone, the Christ of God. At any rate, toward the end of Deuteronomy it is said, "There has not yet arisen a prophet in Israel like Moses" — and yet countless prophets have arisen after him, but not like him.
9:11.3
ὅλον δὲ τοῦτο ἡ τοὐ θεοῦ ὑπόσχεσις ἐπαγγέλλεται, ἴνα τινὰ, οὐχὶ δὲ πολλοὺς, καὶ ὅμοιον ἀναστήσειν αὐτῷ. δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀνθρώπων διδάσκαλον, οἶος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ οὐδὲ ἄλλος ἀνδέδεικται, νομοθέτης ὁμοῦ καὶ προφήτης τοῦ τῶν ὅλων θεοῦ καὶ πατρὸς αὐτοῦ γενόμενος
神這整個應許所宣告的,是要興起某一位——並非眾多——與祂自己相似的人。而經文所指的,正是一位立法者,以及向人教導敬虔之道的教師,唯獨我們的救主和主耶穌基督才是這樣的人,再無他人足以當之——祂身兼立法者,同時也是那萬有之神、也就是祂父的先知。
And this whole promise of God declares that he would raise up someone — not many — and one like himself. And it signifies him as a lawgiver and teacher of piety to men, such as only our Savior and Lord Jesus Christ, and no other, has been shown to be — having become at once lawgiver and prophet of the God of the universe, who is his Father.
9:11.4
ἀλλ ὁ μὲν ἔθνους ἑνὸς ὁ Μώσης ἡγήσατο, καὶ κατάλληλα δὲ τούτῳ μόνῳ, οὐχὶ δὲ καὶ ἄλλοις ἔθνεσι νομοθετῶν ἀποδέδεικται · ὁ δέ γε Χριστὸς τοῦ θεοῦ, λαβὼν ἐπαγγελίαν παρὰ τοῦ πατρὸς τὴν αἴτησαι παρ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, ὡς ἂν μὴ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ τῷ παντὶ τῶν ἀνθρώπων γένει καινὸς νομοθέτης εὐσεβείας ὑπὸ τοῦ πατρὸς καταστῆναι, τῇ πάντων τῶν ἐθνῶν κλήσει δυνατὴν καὶ ἁρμόδιον προβέβληται νομοθεσίαν
然而,摩西所率領的只是一個民族,經文顯明他所立的律法,只適用於這一個民族,而非其他各民族;但神的基督卻不然,祂從父那裡領受了應許:「你求我,我就將列國賜給你為業」——為要使祂不僅為猶太人,更為全人類,被父立為敬虔之道的新立法者,祂因此提出了一套能夠、且切合於招聚萬邦的律法。
But Moses led one nation, and is shown to have legislated for that nation alone, and things suited to it, and not for other nations as well. Christ of God, however, having received the promise from the Father, "Ask of me, and I will give you the nations for your inheritance," set forth a legislation capable of, and fitted to, the calling of all the nations — in order that he might be established by the Father not merely for the Jews, but as a new lawgiver of piety for the whole human race.
9:11.5
θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὑτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὑτοῦ διετάξατο, μείζονι ἢ κατ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις · ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι εἰκῆ, καὶ τὰ τούτοις ἀκόλουθα ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι ἐξεπλήττοντο πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ · ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἶ γραμματεῖς αὐτῶν
祂確實以一種比摩西更神聖的能力,藉著祂的福音傳道者,向普天下頒布祂神聖的律法,並以超乎常人的權柄立法,說:「你們聽見有話對古人說:『不可殺人』;只是我告訴你們,就是無故動怒也不可」,以及其後一切相關的話,凡在祂所記載的教訓中所包含的皆是如此;論到這些,福音史家見證說:「眾人都詫異祂的教訓,因為祂教訓他們,正像有權柄的人,不像他們的文士。」
At any rate, with a power more divine than that of Moses, he ordained his sacred laws throughout the whole world through his evangelists, legislating with an authority greater than that of a man, saying, "You have heard that it was said to the men of old, 'You shall not murder'; but I say to you, do not even be angry without cause" — and all that follows in accordance with this, as much as is contained in his written teachings; concerning which the evangelist bears witness, saying that "all were astonished at his teaching, for he taught them as one having authority, and not as their scribes."
9:11.6
Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν Χριστιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς
我們曾在本書的開端,論述了我們救主教導與立法的方式,那時我們已將基督信仰究竟是什麼一事闡明出來;如今我們也要將讀者引回那裡的討論。但此處值得留意的,是主應許要為他們興起一位先知的緣由。
Having, at the beginning of the present work, gone through the manner of our Savior's teaching and legislation, when we brought to light what Christianity actually is, we will now refer those who read this back to those earlier discussions. But it is worth pausing over the reason for which the Lord promises to raise up for them a prophet.
9:11.7
ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ ἡμέραις τρισὶν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς ἐνθέου ἐπιφανείας, οἶ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν · διὸ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο λέγοντες τῷ Μωσεῖ σὺ λάλει πρὸς ἡμὰς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεὸς, ἔνα μὴ ἀποθάνωμεν· εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐλαβείας, φησὶ δὲ πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ
因為神原曾親自吩咐摩西,叫全體百姓潔淨自己三日,好使他們既能觀看、又能聆聽這神聖的顯現;但他們卻在神的恩典面前顯得軟弱,因此在異象一開始的時候,就懇求推辭,對摩西說:「你替我們說話吧,不要讓神向我們說話,免得我們死亡。」正因如此,主便恰如其分地因他們的敬畏而接納了他們,並說:「他們所說的一切都對;我必從他們弟兄中間,為他們興起一位先知,像你一樣。」
For since he himself had commanded Moses to purify the whole people for three days, that they might become both spectators and hearers together of the divine manifestation, but they proved too weak for the grace of God; wherefore, at the very beginning of the vision, they begged off, saying to Moses, "You speak to us, and let not God speak to us, lest we die" — for these reasons the Lord fittingly accepts them for their reverence, but says, "All that they have spoken is right; I will raise up for them a prophet from among their brothers, like you."
9:11.8
οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξε τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν ποιεῖσθαι · τοῦτο δ ἦν ἀσθένεια καὶ τῆς κρείττονος θεωρίας παραίτησις
由此,經文也教導了祂為何要以先知的樣式向人顯現的緣由,那緣由就是人的軟弱,以及他們對那更高之異象的推辭。
Thus he also taught the reason why he was to make his manifestation to mankind after the manner of a prophet; and this was the weakness of men and their refusal of the higher vision.
9:11.9
ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἶ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου, καὶ ἔλεγον ὁ προφήτης εἷ σύ; ὁ δὲ ἔφη, οὔ. ἀλλ ὁ Ἰωάννης τἀληθὲς ὁμολογῶν οὔτε προφήτης εἶναι ἠρνήσατο, ἦν γὰρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μώσεως δεδηλωμένος · ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκε
這樣,你便得知這位所預言之先知為何要成為人的緣由了。因此,受割禮者滿懷期待地詢問施洗約翰,說:「你是那先知嗎?」他回答說:「不是。」然而約翰承認真相,並未否認自己是先知——因為他確實是——他所否認的,是自己就是摩西所指明的那位先知;他所教導的,是他被差遣是在那位先知之前。
You have, then, the very reason for the enfleshment of the prophet who was foretold. Fittingly, then, those of the circumcision, expecting him, questioned John the Baptist, and said, "Are you the prophet?" And he answered, "No." Yet John, confessing the truth, did not deny that he was a prophet — for he was one — but he denied that he himself was the prophet who had been made known through Moses; and he taught that he had been sent before that prophet.
9:11.10
καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, οὐκ ἦλθον φησὶν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. τοῖς δὲ ἀποστόλοις αὑτοῦ παρῄνει λέγων εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·
既然這話原是向受割禮者預言,要為他們興起這位先知,那麼我們的救主和主——祂正是那位先前所宣告的那位——便恰如其分地說:「我奉差遣,只到以色列家迷失的羊那裡去。」祂也吩咐祂的使徒,說:「外邦人的路,你們不要走;撒瑪利亞人的城,你們不要進;寧可往以色列家迷失的羊那裡去。」
And since the word had prophesied to those of the circumcision that the prophet would be raised up for them, our Savior and Lord, fittingly, inasmuch as he was himself the one who had been previously proclaimed, says, "I was not sent except to the lost sheep of the house of Israel." And he exhorted his apostles, saying, "Do not go into the way of the nations, and do not enter into a city of the Samaritans, but go rather to the lost sheep of the house of Israel."
9:11.11
σαφῶς διδάσκων ὅτι δὴ αὐτοῖς προηγουμένως ἀπέσταλτο τῇ προφητείᾳ ἀκολυυθως. επειδή ούκ έδέξαντο τήν χάριν, άπελέγχει μϊν αυτούς εν έτέροις λέγων ' διότι ήλθον, καϊ ούκ ήν άνθρωπος, έκάλεσα, καϊ ούκ ην ό υπακούων. φησϊ προς αυτούς 'άρθήσεται άφ' ύμών ή βασιλεία τού θεού, καϊ δοθήσεται έθι/ει ποιούντι τούς καρπούς αύτής
這清楚教導著,祂原是照著這預言,首先被差遣到他們那裡去的。然而,既然他們並未領受這恩典,祂便在別處責備他們說:「因為我來了,卻沒有人;我呼喚,卻沒有應答的。」祂對他們說:「神的國必從你們奪去,賜給那能結果子的民族。」
Clearly teaching that he had been sent to them first, in accordance with the prophecy. But since they did not receive the grace, he reproaches them elsewhere, saying, "Because I came, and there was no man; I called, and there was none to obey." He says to them, "The kingdom of God shall be taken away from you and given to a nation bringing forth its fruits."
9:11.12
καϊ τοίς γε αύτού μαθηταίς μετά τήν εκείνων παραίτησιν προατάττει ' πορενθέντες μαθητεύσατε πάντα τά έθνη έν τω ονόματι μου. ούτω δήτα ημείς μϊν τά έθνη τον προαναφωνηθέντα καϊ προς τού πατρός απεσταλμένο ν προφήτην, άτε νομοθέτην άπασι γενόμενον άνθρώποις τής εις τον τών όλων θεόν εύσεβείας, διά τής σωτηρίου καϊ εύαγγελικής διδασκαλίας έγνωμεν καϊ κατεδεξάμεθα, πληρουμένης κατά τό αύτό καϊ έτέρας προρρήσεως, δι ής είρηται 'κατάστησον, κύριε, νομοθέτην αύτοίς, γνώτωσαν έθνη ότι άνθρωποι είσιν
而在他們(猶太人)推辭之後,祂便向自己的門徒吩咐道:「你們去,奉我的名,使萬民作我的門徒。」我們外邦人,正是這樣藉著這救恩的、福音的教訓,認識並接受了那先前被預告、由父所差遣的先知——祂成為全人類敬奉萬有之神的立法者;與此同時,另一則預言也一併應驗,其中說道:「主啊,求你為他們立一位立法者,使外邦人知道自己不過是人。」
And to his own disciples, after their refusal, he gives the command: "Go, make disciples of all the nations in my name." Thus it is that we, the nations, have come to know and to receive the prophet who was foretold beforehand and sent by the Father — inasmuch as he became a lawgiver to all mankind for piety toward the God of the universe — through the saving and evangelical teaching; another prophecy also being fulfilled at the same time, in which it is said, "Appoint, O Lord, a lawgiver over them; let the nations know that they are men."
9:11.13
τό δε Ιουδαίων έθνος μή παραδεξάμενον τον προφητευόμενον δίκην έτισε τήν άξιον κατά τήν θείαν πρόρρησιν φήσασαν και ό άνθρωπος ός έάν μή άκούση πάντα όσα έάν λαλήση ο προφήτης έν τω ονόματι μον, έγώ έκδικήσω έξ αύτού
但猶太民族因未曾接納那位受預言所指者,便按照神聖預言所宣告的、應得的懲罰受了報應;那預言說:「凡不聽從那先知奉我名所說一切話的人,我必親自向他追討。」
But the nation of the Jews, not having accepted him who was prophesied, has paid the penalty deserved, in accordance with the divine prediction which said: "And the man who does not hearken to all that the prophet shall speak in my name, I will require it of him."
9:11.14
έκδεδίκηται γούν έκ τού λαού έκείνον πάν αϊμα έκχυθεν έπϊ τής γης, άπο αίματος Αβελ έως αίματος Ζαχαρίου, καϊ αύτού γε έπϊ πάσι τού Χριστού, ου τό αίμα καθ' εαυτών έξαιτησάμενοι και κατά τών ίδιων παίδων εισέτι νύν τής τολμηθείσης αντοίς άσεβείας τήν τιμωρίαν ύπέχουσιν. Ἀπὸ τοῦ Ἰώβ
因此,那民族所流的一切血都已從他們身上被追討——從亞伯的血直到撒迦利亞的血,尤有甚者,還有基督自己的血;他們曾自願將這血歸在自己身上,而直到如今,他們與自己的子孫仍在承受因這膽敢加諸於祂的不虔之罪而來的懲罰。(出自約伯記)
Accordingly there has been exacted from that people all the blood shed upon the earth, from the blood of Abel to the blood of Zacharias, and, above all these, that of Christ himself, whose blood they called down upon themselves, and even to this day they and their own children continue to undergo the punishment for the impiety they dared against him. From Job
9:12.1
λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ ἐδάφους
「……祂對太陽說話,太陽便不升起;祂又封住眾星;獨自展開諸天的那位,行走在海上,如同行在堅地之上。」
"...who speaks to the sun, and it does not rise, and seals up the stars; who alone stretched out the heaven, and walks upon the sea as upon a pavement."
9:12.2
Καὶ ταῦτα μόνῳ τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν, ὡς ἂν θεοῦ λόγῳ δημιουργῷ τῶν ὅλων τυγχάνοντι, ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀνθρώπινον ἀναλαβὼν ^ ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λἐγεται ὅτε τοὺς ἑαυτοῦ μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ· τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θαλάσσης. ἰδόντες δὲ αὐτὸν ἐπὶ τῆς θαλάσσὴς ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐλάλησεν αὐτοῖς λέγωνθαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε
「這些話唯獨與我們的救主和主相稱,因為祂正是身為神的道、萬有的創造者。事實上,在祂道成肉身的年日中,唯獨祂在承擔了人的身體與形貌之後,被記載曾行走在海面上——那時祂催逼自己的門徒上船,先行渡到對岸,等祂自己遣散群眾。祂遣散了群眾之後,就獨自上山禱告。到了晚上,祂獨自留在那裡;船這時已在海中央。門徒看見祂在海面上行走,就驚慌起來,說:『是個鬼怪!』並且因懼怕而喊叫。祂立刻對他們說:『放心,是我,不要怕。』」
And these words could fit none but our Saviour and Lord alone, as being the Word of God, the Maker of all things; for he alone, of all men who ever lived, at the time of his becoming man, having taken a human body and form, is said to have walked upon the sea, when he compelled his own disciples to embark in the boat and to go on ahead of him to the other side, until he himself should send the crowds away. And when he had sent the crowds away, he went up into the mountain by himself to pray. And when evening had come, he was there alone, while the boat was already in the midst of the sea. And when they saw him upon the sea they were troubled, saying that it was a ghost, and cried out for fear. But immediately he spoke to them, saying, "Be of good courage, it is I; do not be afraid."
9:12.3
ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκοῦν περιἔχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω θεοῦ καὶ πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον
否則,若有人將這神諭理解為指至高的神、萬有之父,這樣的說法便不能被視為包含著相稱的神學。
Otherwise, the oracle would not appear to contain a theology worthy of him, if one should understand it of the Most High God and Father of all.
9:12.4
τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ θεοῦ τῶν ὅλων περιπατεῖν λέγεσθαι ἐπὶ τῆς θαλάσσης; πῶς δὲ καὶ νοηθείη ἂν περί- πάτος ἐπὶ τῆς θαλάσσης τοῦ τὰ πάντα περιέχοντος, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος καὶ μονονοὐχὶ λέγοντος οὐρανός μοι θρόνος, ἡ δὲ ὑποπόδιον τῶν ποδῶν μου; καὶτὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; ὁ δέ γε σωτὴρ καὶ κύριος ἡμῶν ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν βὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὑτοῦ παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασι καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἶ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης ἐν ᾗ λέγεται δράκων τις εἷναι πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τόν ἀγγέλων τοῦ θεοῦ, ἐφ ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας τὴν κεφαλὴν τοὐ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ σὺ συνέθλασας τὰς κεφαλὰς Λάς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος, καὶ σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν Ψαλμῷ φησιν ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
「因為說萬有之神在海面上行走,這話有什麼莊嚴、值得稱述之處呢?而且,那位涵括萬有、充滿諸天與大地、幾乎可以說『諸天是我的寶座,大地是我的腳凳』又說『我充滿諸天與大地,這是主說的』的那一位,行走在海上又當如何理解呢?然而我們的救主和主,既倒空了自己、取了奴僕的形像、按外貌顯為人的樣式,便被記載向自己的門徒展示了那隱而未顯於眾人眼前的神性大能:踐踏海浪、斥責波濤與狂風。當時目睹的人都驚駭,說:『這是怎樣的人,連風和海都聽從他?』而這事同時也是另一件更大之事的表徵——若人將其理解為另一片海,據說有一條龍在其中被造,被神的眾天使戲弄;正是在這片海上,我們的救主和主行走,據說曾按著『你打碎了水中群龍的頭,你打碎了那龍的頭』這句話,打碎了那裡的龍的頭,以及其餘臣服於牠的較小群龍的頭——這裡顯然指的是另一片海,論到這片海,祂自己又在詩篇中說:『我來到了海的深處。』」
For what solemnity or worth is there in saying that the God of all walks upon the sea? And how could a walking upon the sea even be conceived of him who contains all things and fills heaven and earth, and all but says: "Heaven is my throne, and the earth the footstool of my feet"; and "I fill heaven and earth, says the Lord"? But our Saviour and Lord, having emptied himself and taken the form of a servant, and being found in fashion as a man, is recorded to have given his own disciples a demonstration of his divine power, hidden from the many, by treading upon the waves of the sea and rebuking the surge and the winds — at which those who saw it were astonished, saying, "What manner of man is this, that even the winds and the sea obey him?" And this was also a symbol of something else, greater still, if one takes it to mean that other sea in which a certain dragon is said to have been made for the angels of God to sport with; upon which very sea our Saviour and Lord, walking, is said to have crushed the head of the dragon there and of the other, lesser dragons subject to him, according to the word: "You broke the heads of the dragons upon the water, and you broke the head of the dragon" — clearly meaning a different sea, concerning which he himself again says in the Psalm: "I have come into the depths of the sea."
9:12.5
καὶ πρὸς τὸν Ἰὼβ τὰ περὶ ἑαυτοῦ διεξιὼν ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἀίδου ἰδόντες σε ἔπτηξαν; εἰκότως οὖν κὰν τῷ καθ ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι τὰ σύμβολα τῶν ἀπορρητοτέρων ἐπιτελεῖ. Ἀπὸ τοῦ Ἠσαίου
神論及自己也對約伯這樣說:「你曾到過海的源頭嗎?你可曾在深淵的蹤跡中行走過?死亡的門戶是否因懼怕而向你開啟?陰間的守門人看見你,豈不戰慄嗎?」如此看來,祂在我們中間的一生裡,藉著踏在海上、斥責狂風與波濤,適切地應驗了那更為隱奧之事的表徵。(出自以賽亞書)
And to Job also, discoursing of himself, he says: "Have you come to the source of the sea, and walked in the tracks of the deep? And do the gates of death open to you in fear, and did the porters of Hades cower when they saw you?" Fittingly, then, in his life among us, by stepping upon the sea and rebuking the winds and the surge, he fulfilled the symbols of the more mysterious realities. From Isaiah
9:13.1
Ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα, παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὤτα κωφῶν ἀκούσονται, τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων
「你們發軟的手、無力的膝,要剛強起來;心裡驚慌的人哪,你們要得安慰;要剛強,不要懼怕。看哪,我們的神施行審判,並且必要施行審判;祂必親自來拯救我們。那時瞎子的眼必睜開,聾子的耳必聽見;那時瘸子必如鹿跳躍,口吃者的舌頭必說話清楚。」
Be strong, you slackened hands and feeble knees; comfort yourselves, you who are fainthearted; be strong, do not fear. Behold, our God renders judgment and will render it; he himself will come and save us. Then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear; then the lame man shall leap as a deer, and the tongue of the stammerers shall be clear.
9:13.2
Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο·
這些事在福音書中你都可以找到應驗:一方面,當人們把一個癱瘓在床上的人抬到我們的救主和主面前時,祂只用一句話便使他痊癒;另一方面,還有無數瞎眼的、被鬼附的,以及其他被各種疾病與軟弱所困的人,都因祂拯救的大能而得以脫離他們的病苦。
And of these things you have the fulfilment in the Gospels: on the one hand, when they brought to our Saviour and Lord a paralytic laid upon a bed, whom he made whole by his word; on the other, when countless blind and demon-possessed, and moreover those afflicted with divers diseases and infirmities, were freed from their sufferings by his saving power.
9:13.3
οὐ μὴν ἀλλὰ καὶ δι ὧν εἰσέτι νῦν καθ ὅλης τῆς οἰκουμένης μυρία πλήθη πολυτρόποις κακίας εἴδεσι δεδεμένα, ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὑτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει· πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται κατὰ καιρὸν, ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται
不僅如此,甚至直到如今,遍及整個天下,還有無數的群眾,被種種形式的邪惡所捆綁,靈魂中充滿了對那位萬有之上的神的無知;而祂卻藉著自己教導的良藥,以超乎言詮的奇妙方式醫治並救治他們。而且,正因祂行了這樣的事,祂也因此在適當的時候被宣告為神——這一點我們先前在論及祂神性的見證中已經證明過了。
Not only so, but even now, throughout the whole inhabited world, he marvellously and beyond all telling heals and cures countless multitudes bound by manifold kinds of wickedness, and whose souls are filled with ignorance of the God over all, by the medicines of his teaching; and that he has thereby been in due course proclaimed as God, inasmuch as he works such things, has already been demonstrated by us earlier in the testimonies concerning his divinity.
9:13.4
καὶ ἔπρεπέ γε νῦν γοῦν, εἰ καὶ ἄλλοτε, θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο. θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκροὺς, σωτηρίαν τε ἀσθενοῦσι παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν,, καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται, οἶα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν
而如今——如果說有哪個時候該如此——正該承認祂是神,因為那時祂所顯明的,正是神聖的、真正出於神的大能之作。因為唯獨屬於神、而不屬於任何別的,就是使癱瘓者強壯、使死人復活、賜救恩給患病者、開瞎子的眼、同樣醫治聾子的聽覺、使瘸子站立、使舌頭被綁的人恢復流利說話——而這一切,都由我們的救主耶穌基督親自行出,正如出於神一般;並且遍及天下、傳講祂的眾多見證人,也為此作了見證。
And it was fitting, if ever, then now especially, that he should be confessed as God, when he was displaying works of divine and truly inspired power. For it belonged to God alone, and to no other, to strengthen the paralyzed, to give life to the dead, to grant salvation to the sick, to open the eyes of the blind, and likewise to heal the hearing of the deaf, to set the lame upright, and to restore fluent speech to those whose tongues were bound — all of which was done by our Saviour Jesus Christ, as by God, and this has been attested by many who have proclaimed him throughout the whole inhabited world.
9:13.5
ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες
而他們見證的真誠與真實,更由酷刑的試煉、以及他們在君王、官長、總督與各族面前所表現出至死不渝的堅忍所證實;他們藉此為自己所宣講的真理,再加上了自己的見證。
And the genuineness and truth of their testimony is confirmed by the trial of tortures and by their steadfastness even unto death, which they displayed before kings, rulers, governors, and whole nations, bearing further witness to the truth of what was proclaimed by them.
9:13.6
τούτοις δὲ αὐτοῖς ἡγοῦμαι τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. ἐπεὶ γὰρ τὰς χεῖρας καὶ ἴ τὰς πρακτικὰς δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴνκατὰ τὸ εὐαγγέλιον πολιτείαν, ἰσχύσατε φησὶ χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου
我認為,正是對這些同一批福音傳道者與使徒,那先知的靈才呼喊出「你們發軟的手、無力的膝,要剛強起來」這樣的話。因為他們的手——也就是他們行動的能力——以及他們的腳步與行程,都因著在摩西律法之下侍奉的漫長歷程而顯得疲弱,於是聖靈要喚醒他們進入按福音而行的生活方式,便說:「你們發軟的手、無力的膝,要剛強起來」——顯然是為了預備他們踏上按福音而行的道路。
And I hold that it is to these same evangelists and apostles of his that the prophetic Spirit addresses the words beginning "Be strong, you slackened hands and feeble knees." For since they had grown weak in their hands — that is, in their practical powers — and in their feet and their course, from the long circuit of service under the law of Moses, the Spirit, rousing them to the manner of life according to the Gospel, says, "Be strong, you slackened hands and feeble knees" — that is, in preparation for the race set before them according to the Gospel.
9:13.7
ἰσχύσατε δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας ὑμεῖς οἶ τὸ πρὶν ὀλιγόψυχοι, καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους ἰσχύσατε, καὶ μὴ φοβεῖσθε
你們這些從前心裡驚慌的人哪,也要剛強起來,去勸勉他人、催促他們持守福音的救恩;不要讓那些從外面抵擋福音宣講的人所帶來的懼怕抓住你們,反倒要在他們面前也剛強起來,不要懼怕。
"Be strong," too, to exhort others and to urge them to hold fast to the evangelical salvation, you who were formerly fainthearted; and let no fear of those from without who oppose the evangelical proclamation seize you, but be strong against these also, and do not fear.
9:13.8
θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος, ἀλλ οὐ Μωσεῖ τις παραπλήσιος, οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος
因為那說話的,是神,是神的道,並非某個與摩西相似的人,也不是與眾先知相彷彿的人;祂不僅是那些奇妙異事的行者,更是你們自身力量的緣由。
For he who was speaking was God and the Word of God, not one like Moses, nor one resembling the prophets, not only the worker of marvellous wonders, but also the very cause of strength to you yourselves.
9:13.9
πίστις δ ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφὰς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετὴ, δι ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείνυται, ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἅπα σὴς τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν· εὐσεβῆ διδασκαλίαν αὑτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ
最明顯的憑證,能證明我們這位受預言所指之救主的神聖大能,莫過於此:祂憑此大能,昔日確曾按著關於祂的經文,只用一句話便醫治了瘸子、瞎子、痲瘋病人和癱瘓的人——而這同一種德能,直到如今仍藉著祂的神性、在整個人類天下運行不息,並藉著這些事實本身,向那些能夠洞察的人顯明祂當初究竟是何等樣的人;因為經過如此長久的年月之後,那由祂所宣告的道,仍被證明是恆存不衰、不能被戰勝、而且真正是神之道,超越了一切自起初直到如今準備與祂的教導為敵的人;祂從普天之下召聚無數群眾歸向自己,使那來到祂面前的人脫離一切罪惡以及靈魂中的種種情慾與疾病,又召請希臘人和外族人的每一個種族來領受祂虔敬的教導,並引領無數的人認識那獨一真神,過健全、節制的生活——這樣的生活,正是與敬拜那位萬有之上的神的信仰相稱的。
A most clear proof of the divine power of our Saviour who was prophesied would be found in this: that by that power he truly once healed the lame, the blind, the lepers, and the paralyzed with a word, according to the Scriptures concerning him — the very power which is even now still at work through his divinity throughout the whole inhabited world of men, and by which it is shown, through the deeds themselves, to those capable of perceiving it, what manner of person he was even then; seeing that, after so long a time since then, the teaching proclaimed by him is demonstrated to be abiding and unconquered and truly the Word of God, surpassing all those who from the beginning until now have set themselves to war against his teaching, drawing to himself countless multitudes from the whole inhabited world, freeing those who come to him from all sin and from the passions and maladies of the soul, calling every race of Greeks and barbarians to his pious teaching, and bringing untold numbers to the knowledge of the only true God and to a sound and self-controlled life — such a life as would indeed befit the profession of the worship of the God over all.
9:13.10
οὗτος δὲ αὐτὸς ὁ θεὸς ἡμῶν, ἅτε τυγκάνων θεοῦ λόγος κρίσιν φησὶν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. κατὰ γὰρ τὸν Ψαλμὸν φήσαντα ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι ἧς εἴρηται ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, παρὰ τοῦ πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκε, πάντας δὲ ἀπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο · ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν
而這位我們的神,既然正是神的道,便正是那句「施行審判,並且必要施行審判;祂必親自來拯救我們」所指的那一位。因為按著詩篇所說「神啊,求你將你的判斷賜給君王」,又按著福音的教導——其中說「父不審判任何人,卻已將一切審判都交給了子」——祂既從父領受了審判的權柄,便按公義施行審判:對那出於割禮的民族,祂施行了與他們對祂本身及祂眾先知所膽敢行的事相稱的懲罰;而對一切來到祂面前的人,無論何人,祂都同樣按著公義施行了拯救——並且開了他們理智的耳與眼。
And this same God of ours, being in fact the Word of God, is he of whom it says, "renders judgment and will render it, he himself will come and save us." For according to the Psalm, which says, "O God, give your judgment to the king," and according to the evangelical teaching, in which it is said, "the Father judges no one, but has given all judgment to the Son," having received from the Father the authority to judge, judging in righteousness, he rendered to the people of the circumcision the fitting penalty for what they dared against himself and his prophets, while he saved, equally and in accordance with justice, all men without exception who came to him — men whose ears of understanding and whose eyes he opened.
9:13.11
διὸ καὶ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ καιρὸν ἀνταποδόσεως ὁ θεῖος ἀποκαλεῖ λόγος, ἐν ἑτέροις φάσκων καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως
因此,神聖的道也稱祂來臨的時候為「施報之時」,並在別處說:「宣告主悅納的禧年,以及施報的日子。」
Therefore the divine word also calls the time of his advent a time of recompense, saying elsewhere: "to call the acceptable year of the Lord, and the day of recompense."
9:13.12
οὗτος δὲ ἦν καιρὸς τῆς ἀνταποδόσεως καθ ὃν πᾶν αἷμα ἐκχυθὲν ἀπὸ αἵματος Ἀβελ ἴως αἵματος Ζαχαρίου, καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεὰς τῶν εἰς. αὐτὸν πεπλημμεληκότων, ὡς ἐξ ἐκείνου τὸν ἔσχατον αὐτοὺς ὑπομεῖναι ὄλεθρον καὶ τὴν ἐσχάτην πολιορκίαν
而這正是施報的時候——在此時,一切所流的血,從亞伯的血直到撒迦利亞的血,尤其是耶穌自己那寶貴的血,都在那對祂犯了罪的世代身上得到了追討,以致他們從那時起便經歷了最終的毀滅與最後的圍城。
And this was the time of recompense in which all the blood shed, from the blood of Abel to the blood of Zacharias, and, above all, the precious blood of Jesus himself, was avenged upon the generation of those who had sinned against him, so that from that time on they underwent the final destruction and the final siege.
9:13.13
καὶ ἡ μὲν κατ ἐκείνους κρίσις τοιαύτην ἐποιήσατο κατ αὐτῶν τὴν ἀνταπόδοσιν διό φησιν ἡ προφητεία ἰδοὺ ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει. ἡ δὲ περὶ τῶν δί αὐτοῦ σωθησομένων ἐξῆς δηλοῦται διὰ τοῦ αὐτὸς ἥξει καὶ σώσει ἡμὰς · τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται καὶ τὰ ἐξῆς
對他們而言的審判,便如此對他們施行了這樣的報應;所以預言說:「看哪,看哪,我們的神施行審判,並且必要施行審判。」而論及那些將要藉祂得救的人的事,則接著藉「祂必親自來拯救我們;那時瞎子的眼必睜開,聾子的耳必聽見」及以下經文顯明。
And the judgment concerning them wrought such recompense against them; wherefore the prophecy says, "Behold, behold, our God renders judgment and will render it." And what concerns those who were to be saved through him is declared next through the words, "he himself will come and save us; then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear," and what follows.
9:13.14
ταύτην δὲ τὴν σωτήριον κρίσιν καὶ ἄλλη προφητεία ἐξοίσειν τὸν Χριστὸν ἐπαγγέλλεται φάσκουσα ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει
而另一則預言也應許基督將要施行這救贖性的審判,說:「看哪,我的僕人,我要扶持他;我所揀選的,我心所喜悅的;他必將公理傳給外邦人。」
And this saving judgment another prophecy also promises that Christ shall bring forth, saying: "Behold my servant, I will uphold him; my chosen one, my soul has accepted him; he shall bring forth judgment to the nations."
9:13.15
διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπισ·τρεφόντων εἰκὸς αὐτὸν ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν λέγεται. Ἀπὸ τοῦ αὐτοῦ
因此,論到新約之道,也如此說:「因為律法必從錫安而出,主的道必從耶路撒冷而出,祂必在列國中施行審判。」因為祂多半是藉著神聖的審判,並藉著我們所不能言喻的道,來成就那些歸向祂之人的呼召。而且,正因祂教導我們神聖的審判,並訓誨我們凡事都要按審判而行,所以才說祂要將公理傳給外邦人。(出自同一位先知)
Wherefore it is also said concerning the word of the new covenant: "For out of Zion shall go forth the law, and the word of the Lord out of Jerusalem, and he shall judge among the nations." For it is likely that he effects the calling of those who turn to him by a divine judgment and by words ineffable to us. But also, in that he teaches us the divine judgment and instructs us to do all things with judgment, he is said to bring forth judgment to the nations. From the same [prophet]
9:14.1
Τότε φανεροὶ ἔσονται οἶ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ αὐτῷ. ἰδοὶ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιῶν. καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἱ ἐκ τῆς κοιλίας φωνοῦσιν · οὐκ ἔθνος πρὸς θεὸν αὑτοῦ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν
「那時,那些封住律法、使之不被人學習的,將要顯明。祂必說:我要等候那轉臉不顧雅各家的神,且要倚靠祂。看哪,我與神所賜給我的兒女。以色列中必有神蹟奇事,來自駐居錫安山的萬軍之主。若有人對你們說:去尋求那些交鬼的和那些從地裡發聲、說虛妄之言的人,就是那些從肚腹裡發聲的——豈不是一國當求問自己的神嗎?為何為活人的事而求問死人呢?因為祂已賜下律法作為幫助。」
Then those who seal the law shall be manifest, so as not to learn it. And he shall say, I will wait for God who has turned away his face from the house of Jacob, and I will be confident in him. Behold, I and the children whom God has given me. And there shall be signs and wonders in Israel from the Lord Sabaoth, who dwells on Mount Zion. And if they say to you, Seek the mediums and those who speak from the earth, the babblers who speak out of the belly — is it not that a nation should seek its God? Why do they seek the dead concerning the living? For he has given a law to help.
9:14.2
Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ ἀπόστολος τὴν φάσκουσαν λέξιν ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός, ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ λέγων ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου
在《希伯來書》中,使徒引用了「看哪,我與神所賜給我的兒女」這句經文,並進一步闡述論及基督,說:「兒女既同有血肉之體,祂也照樣親自成了血肉之體,為要藉著死,敗壞那掌死權的。」
In the Epistle to the Hebrews, the Apostle, citing the passage that says, "Behold I and the children whom God has given me," works it out further concerning Christ, saying: "Since therefore the children have shared in blood and flesh, he himself likewise partook of the same things, that through death he might bring to nought him who held the power of death."
9:14.3
παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν τὸν κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιῶν, διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μώσεως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν, καὶ τῷ τὸν καλούμενον Ἰακὼβ καταλελεῖφθαι τοῦ θεοῦ
這裡所說的「祂的兒女」,指的正是眾使徒;經文教導說,那駐居錫安山的萬軍之主要在以色列家中,藉他們行神蹟奇事;而這些人本身也將顯明出來,如同我們慣常所行的,臉上蓋著基督的印記,並受教導不再學習摩西的律法——因為律法已不再存在,並因那名為雅各的已被神所離棄。
By "his children" in this passage he names the apostles, teaching that the Lord Sabaoth, who dwells on Mount Zion, would work signs and wonders among them in the house of Israel; and that these same men would be manifest, having their faces sealed, as is our custom, with the seal of Christ, and taught no longer to learn the law of Moses, since it no longer stands, and since the one called Jacob had been abandoned by God.
9:14.4
ἀσαφῶς δὲ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένον τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ αὐτῷ σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασί μου. καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ἀναμενῶ αὐτόν
七十士譯本所說得較為隱晦的一句——「那時,封住律法、使之不被人學習的,將要顯明;祂必說:我要等候那轉臉不顧雅各家的神,且要倚靠祂」——敘馬庫譯本則譯得較為清楚,說:「捆起見證,在我的法令中封住律法。我要仰望那向雅各家隱藏自己面容的主,我要等候祂。」
What is obscurely stated by the Seventy — "Then those who seal the law shall be manifest, so as not to learn it; and he shall say, I will wait for God who has turned away his face from the house of Jacob, and I will be confident in him" — Symmachus rendered more clearly, saying: "Bind up the testimony, seal the law among my ordinances. And I will look for the Lord who hides his face from the house of Jacob, and I will wait for him."
9:14.5
καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκε τὸν τρόπον ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου. καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὑτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ ὑπομενῶ αὐτόν. ταῦτα δ οὖν οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαὼθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών
阿奎拉譯本本身也以同樣的方式譯出,說:「捆起見證,在我門徒中封住律法。我要接受那向雅各家隱藏自己面容的神,我要等候祂。」這些,正是我們救主的眾使徒所受教導要行的事。經文接著又說:「看哪,我與神所賜給我的兒女;以色列中必因駐居錫安山的萬軍之主而有神蹟奇事。」
And Aquila likewise rendered it in this manner: "Bind up the testimony, seal the law among my disciples. And I will accept the God who hides his face from the house of Jacob, and I will wait for him." These, then, are the things which our Saviour's apostles are taught to do. To which he next adds: "Behold I and the children whom God has given me; and there shall be for signs and wonders in Israel from the Lord Sabaoth, who dwells on Mount Zion."
9:14.6
κατοικήσας δὲ ὁ κύριος Σαβαὼθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος ἐν τῷ ὄρει Σιῶν, σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὑτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἀπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἶ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν τοὺς ἐγγαστριμύθους καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκε καὶ τὰ τούτοις ἀκόλουθα. τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας. Ἀπὸ τοῦ αὐτοῦ
而那萬軍之主——即那位神的道,祂在其中承擔了人性——既已居住並在錫安山安頓下來,行過神蹟奇事,便與祂自己的門徒,以及一切從前曾是拜偶像者、如今已相信祂的人,一同勸勉他們無論如何都不要再懼怕那迷信的欺騙;但若那出於外邦的拜偶像者搖動他們,甚或逼迫他們,去尋求那些交鬼者以及鬼魔的占卜——彷彿那是奇妙之事,絲毫不遜於那些屬神、蒙神所愛之人先知式的生活方式——祂便教導他們應當回答並說:「為何為活人的事而求問死人呢?因為祂已賜下律法作為幫助」,以及隨後的話。因為那些已經一次領受了律法與救贖性誡命、以扶助並醫治自己生命的人,實在無須再多事去理會那藉著鬼魔的欺騙所行的占卜。(出自同一位先知)
And the Lord Sabaoth — the Word of God, in whom he took up manhood — having dwelt and made his abode on Mount Zion, and having worked signs and wonders, together with his own disciples and all who had believed in him from among all who had formerly been idolaters, exhorts them no longer in any way to fear the superstitious deception; but if the idolaters from among the nations should shake them, or even compel them, to seek the mediums and the oracles of the demons as marvellous things, in no way inferior to the prophetic manner of life of divine and God-beloved men, he teaches that they must answer and say: "Why do they seek the dead concerning the living? For he has given a law to help," and what follows upon this. For those who have once received the law and the saving commandments for the help and healing of their own life have no need to busy themselves further with divinations wrought through demonic deceit. From the same [prophet]
9:15.1
Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει, οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἴως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. οὕτω λέγει κύριος ὁ θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει
「雅各,我的僕人,我要扶持他;以色列,我所揀選的,我心所悅納。他必將公理傳給列邦。他不喧嚷,不鬆懈,他的聲音也不會在街上被聽見。壓傷的蘆葦,他不折斷;將殘的燈火,他不吹滅;他卻要憑真理施行公理。他必發光,也不被壓碎,直到他在地上設立公理;列邦都要仰望他的名。耶和華神如此說,就是那創造諸天並將其立定的,那奠定大地和其中萬物的,又賜氣息給地上的百姓、賜靈給踐踏地面之人的。我耶和華你的神,憑公義召了你,我必牽你的手,堅固你,並且立你作為族類的約,作外邦人的光,開瞎子的眼,領被捆綁的人出離囚牢,領坐在黑暗中的人出離牢獄之家。」
Jacob is my servant, I will uphold him; Israel is my chosen, my soul has accepted him. He shall bring forth judgment to the nations. He shall not cry out, nor relax his effort, nor shall his voice be heard outside. A bruised reed he shall not break, and smoking flax he shall not quench, but he shall bring forth judgment unto truth. He shall shine forth and shall not be crushed, until he has set judgment on the earth, and in his name shall the nations hope. Thus says the Lord God, who made the heaven and fixed it firm, who established the earth and the things in it, and gives breath to the people upon it, and spirit to those who tread on it. I, the Lord your God, have called you in righteousness, and I will hold your hand, and I will strengthen you, and I have given you for a covenant of a race, for a light of the nations, to open the eyes of the blind, and to bring out the bound from their bonds, and from the prison-house those who sit in darkness.
9:15.2
Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε ἐξελθόντες οἶ Φαρισαῖοι συμβούλιον ἔλαβον κατὰ τοῦ σωτῆρος ἡμῶν ὅπως αὐτὸν ἀπολέσωσιν, ἐπειδὴ τοῖς σάββασιν τοὺς κάμνοντας ἐθεράπευε. τὸ τηνικαῦτα γὰρ, ὥς φησι, γνοὺς ὁ Ἰησοῦς τὴν. κατ αὐτοῦ συσκευὴν ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπέπληξεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν
這位福音書作者也記起了這段經文,那是在法利賽人出去商議如何除滅我們的救主的時候,因為祂在安息日醫治病人。經文說,那時耶穌知道有人謀害祂,便從那裡退去;有許多人跟隨祂,祂就都醫治他們,並且囑咐他們不要張揚祂。
And the evangelist recalls this passage, when the Pharisees went out and took counsel against our Saviour, that they might destroy him, because he healed the sick on the Sabbath. For at that time, as he says, Jesus, becoming aware of the plot against him, withdrew from there; and many crowds followed him, and he healed them all, and charged them not to make him known.
9:15.3
οἷς ἐπιφέρει λέγων ταῦτα πάντα γέγονε, τουτέστι τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλίνεῖν τοὺς ἐπιβούλους, καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξε παραδόξοις, καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν ἴνα πληρωθῆ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέτισεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἴως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν
他又接著說:這一切事的發生——也就是祂的退避、祂避開那些謀害者、祂在所行的奇事中刻意隱藏自己、以及祂囑咐那些被醫治的人不要張揚祂——都是為要應驗那藉先知所說的話,說:「看哪,我的僕人,我所喜悅的,我所親愛的,是我心所揀選的。我要將我的靈賜給他,他必將公理傳給外邦人。他不爭競,也不喧嚷,也沒有人在街上聽見他的聲音。壓傷的蘆葦,他不折斷;將殘的燈火,他不吹滅,直到他使公理得勝;列邦都要仰望他的名。」
To which he adds, saying: All this happened — that is, his withdrawal and his avoidance of the plotters, and his eagerness to remain hidden in the marvels he performed, and his charge to those healed not to make him known — in order that what was spoken through the prophet might be fulfilled, who says: "Behold my servant, in whom I am well pleased, my beloved, whom my soul has chosen; I will put my Spirit upon him, and he shall proclaim judgment to the nations. He shall not strive nor cry out, nor shall anyone hear his voice in the streets. A bruised reed he shall not break, and smoking flax he shall not quench, until he brings forth judgment unto victory, and in his name shall the nations hope."
9:15.4
τήρει δὲ ἐπιμελῶς τίνα τρόπον ὁ Ματθαῖος εἰπὼν ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ὰγαπητός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου οὔτε τοῦ Ιακὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν Ἰακὼβ ὁ παῖς μου, Ἰσραὴλ ὁ ἐκλεκτός μου, ἀορίστως δὲ ἐξήνεγκεν εἰπὼν ἰδοὺ ὁ παῖς μου καὶ ὁ ἀγαπητός μου
請仔細留意,馬太在說「看哪,我的僕人,我所揀選的,我所親愛的,是我心所喜悅的」這句話時,是何等地既未提及雅各、也未提及以色列。因為他並沒有說「雅各,我的僕人;以色列,我所揀選的」,而是不加限定地說出:「看哪,我的僕人」與「我所親愛的」。
Observe carefully in what manner Matthew, saying, "Behold my servant, whom I have chosen, my beloved, in whom my soul is well pleased," made no mention of either Jacob or Israel. For he did not say, "Jacob my servant, Israel my chosen," but expressed it without specification, saying, "Behold my servant" and "my beloved."
9:15.5
ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραικῷ τῆς προφητείας κειμένῃς, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοιποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδ ἐν τῷ Ἑβραικῷ φέρεται
因此,既然這些名字根本不見於這則預言的希伯來原文,所以七十士譯本便將「雅各」與「以色列」這兩個名字加上了刪除符,而其他譯者也將其略去不譯,因為它們同樣不見於希伯來原文。
Whence, since these names are not present in the Hebrew of the prophecy at all, they have been obelized among the Seventy — the names of Jacob and of Israel — and among the other translators they have been passed over in silence, since they are not found in the Hebrew either.
9:15.6
ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται βραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφἢ̣ τὴν προφητείαν ἐκθεμένῳ. τοιγαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν κρίσιν τοῖς ἔθνεσι προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμενος· καὶ οὐ μόνον κάλαμον συντετριμμένον οὐ κατέαξεν, ἀλλὰ, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ τοὺς συντετριμμένους τὴν καρδίαν
由此可見,這位福音書作者既是希伯來人,又按照希伯來經文陳述這則預言,理所當然也未提及那兩個名字。因此,這預言所宣告的事,就其意義而言,並不適用於出於割禮的民族,而唯獨應驗在神的基督身上——這由事實的顯明與事件的結局所見證。因為唯獨祂預先宣告了將要臨到外邦人的審判,祂悄然進入人類的生命之中,並在地上設立了公理;祂不僅沒有折斷那壓傷的蘆葦,甚至可以說,還將它纏裹起來,使那軟弱的、心裡破碎的人重新站立、變得剛強。
Hence it is fittingly the case that they are not spoken by the evangelist either, since he was a Hebrew and set forth the prophecy in accordance with the Hebrew Scripture. Accordingly, the things foretold do not, in their sense, fit the people of the circumcision at all, but only Christ of God, who is attested by the plain evidence and by the outcome of events. For he alone proclaimed beforehand the judgment that was to come upon the nations, having quietly entered into the life of men and set judgment upon the earth; and he not only did not break the bruised reed, but, if one may say so, bound it up, setting the weak upright and making them strong, along with those who were broken in heart.
9:15.7
ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυε, κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως ἕως καιρὸν ὑπερτιθέμενος·
正如祂並未忽視那些軟弱、脆弱、需要祂醫治的人,也未曾在他們悔改時以定罪來壓碎他們一般,祂同樣也沒有透過強行阻止其按自己意志行事的方式,去撲滅那些堅持作惡、在自己情慾中冒煙的人;祂也沒有在不合時宜的時候懲罰他們任何一個,而是將與他們相稱的懲罰延後到普世審判的時候。
And just as he did not overlook the weak and infirm and those in need of his healing, nor crush them by condemnation when they repented, so likewise he did not extinguish those who persisted in evil and were smoldering under their passions, by forcibly preventing them from acting according to their own free choice; nor indeed did he punish any of them before the proper time, deferring the punishment fitting to them until the time of the general judgment.
9:15.8
διὸ λέλεκται καὶ λίνον τυφόμενον οὐ σβέσει. ἄντικρυς δὲ πέρας εἴληφε τὸ καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισε τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας ἐπιγραφόμενα
因此才說「將殘的燈火,他不吹滅」。而「列邦都要仰望他的名」這句話,也已明白得到了應驗。因為唯獨在我們救主耶穌基督的名下,各基督徒民族才有了盼望,他們將祂的名號如同父名一般,冠於他們所領受的虔敬信仰之上。
Wherefore it is said, "and smoking flax he shall not quench." And the words "and in his name shall the nations hope" have manifestly reached fulfilment. For it is upon the name of our Saviour Jesus Christ alone that the nations of the Christians have hoped, inscribing his title, as a father's, upon the piety they have received.
9:15.9
καὶ γὰρ εἰς φῶς οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσι δεδόσθαι προπεφώνηται, δι αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων, καὶ οἶ δεσμοῖς τε καὶ σειραῖς ἁμαρτιῶν, ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται
因為經文已預先宣告,祂是被賜下、作為光,唯獨賜給外邦人的;並且按照這預言,那些瞎子的眼——就是那些從前理智殘缺的人,不僅是這些人,也包括那些連身體本身都遭殘害的人,以及那些從前在對真正虔敬的黑暗與無知中打滾、被自己罪惡的鎖鏈與繩索所捆綁的人——都藉著祂、從罪惡中得釋放,配得了那知識的光,以及在神那裡的自由。
For indeed it was foretold that he was given for a light to none other than the nations; and in accordance with this prediction, the eyes of the blind — of those who formerly had their understanding maimed, and not only these, but also those whose very bodies were disfigured, and those who had formerly wallowed in darkness and ignorance of true piety, bound by the chains and cords of their sins — have, through him, being loosed from their sins, been counted worthy of the light of knowledge and of the freedom that is with God.
9:15.10
καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι αὐτῆς δηλουμένων πεπληρωμένον. Απὸ τοῦ αὐτοῦ
而你自己若能從容地依照上述所陳述的,仔細審察這段經文,也必會發現當中所宣示的每一件事,都唯獨精準地應驗在我們的主與救主身上。(出自同一位先知)
And you yourself, if at leisure you examine the passage carefully in accordance with what has been set forth, would find each of the things declared through it precisely fulfilled in our Lord and Saviour alone. From the same [prophet]
9:16.1
τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ Σεραφεὶμ εἱστήκεις κύκλῳ αὐτοῦ. εἶθ ὑποβάς φησι καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με, καὶ εἶπε, πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι,, καὶ ἰάσωμαι
「……主坐在高高的、被高舉的寶座上,撒拉弗侍立在祂周圍。」接著繼續說道:「我又聽見主的聲音說:我可差遣誰呢?誰肯為我們去呢?我就說:我在這裡,請差遣我。祂說:你去,對這百姓說:你們聽是要聽見,卻不明白;看是要看見,卻不曉得。因為這百姓的心蒙了脂油,耳朵發沉,又閉上眼睛;恐怕眼睛看見,耳朵聽見,心裡明白,回轉過來,我就醫治他們。」
"...the Lord sitting upon a throne, high and lifted up, and the Seraphim stood round about him." Then, going on further, he says: "And I heard the voice of the Lord, saying, Whom shall I send, and who will go to this people? And I said, Behold, here am I; send me. And he said, Go, and say to this people: You shall hear indeed, but shall not understand; and seeing you shall see, but shall not perceive. For the heart of this people has grown fat, and their ears have heard heavily, and their eyes they have closed, lest they should see with their eyes, and hear with their ears, and understand with their heart, and turn again, and I should heal them."
9:16.2
Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν, ἔνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπε γὰρ πάλιν Ἠσαίας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς, καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἔνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι
而你在我們救主身上,同樣能找到這些預言的應驗,正如約翰所說:「祂雖然在他們面前行了這麼多神蹟,他們還是不信祂,這是要應驗先知以賽亞所說的話:『主啊,誰信我們所傳的呢?主的膀臂向誰顯露呢?』他們所以不能信,因為以賽亞又說:『主叫他們瞎了眼,硬了心,免得他們眼睛看見,心裡明白,回轉過來,我就醫治他們。』」
And you have the fulfilment of these things also in our Saviour, as John says: "Though he had done so many signs before them, they did not believe in him, that the word of Isaiah the prophet might be fulfilled, which he spoke: Lord, who has believed our report, and to whom has the arm of the Lord been revealed? Therefore they could not believe; for Isaiah said again, He has blinded their eyes and hardened their heart, that they should not see with their eyes and understand with their heart, and turn, and I should heal them."
9:16.3
ταῦτα εἶπεν Ἠσαίας, ὅτεεἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ· κατὰ δὲ τὸν Ματθαῖον ὅτε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῶ, διὰ τί ἐν παραβολαῖς αὐτοῖς λαλεῖς; ὁ δὲ ἀποκριθεὶς εἷπεν, ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἔνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι, μή ποτε ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς
「這些話,是以賽亞看見祂的榮耀、論到祂所說的。」而按照馬太的記載,當祂的門徒前來對祂說:「祢為什麼用比喻對他們講話呢?」祂回答說:「因為天國的奧祕,只叫你們知道,不叫他們知道。所以我用比喻對他們講,是要叫他們看也看不見,聽也聽不見,恐怕他們回轉過來,我就醫治他們。」
"These things Isaiah said, when he saw his glory and spoke concerning him." And according to Matthew, when his disciples came to him and said, "Why do you speak to them in parables?" he answered and said, "To you it has been given to know the mysteries of the kingdom, but to them it has not been given. Therefore I speak to them in parables, that seeing they may not see, and hearing they may not hear, lest they should turn, and I should heal them."
9:16.4
τότε ἐπληρώθη ἐπ αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτ ᾦ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε καὶ τὰ τούτοις ἑξῆς. ἐπιτήρει δὲ τίνα τρόπον ὁ Ἰωάννης ἐπάγει λέγων ταῦτα εἶπεν Ἠσαίας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησε περὶ αὐτοῦ, ὡς τὸν Χριστὸν ἑωρακότος καὶ τὴν Χριστοῦ δόξαν τοῦ προφήτου κατὰ τὴν ὀπτασίαν ἐν ᾗ ἔφησεν εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ τὰ ἐξῆς
於是,那時應驗在他們身上的,正是以賽亞所說的預言:「你去,對這百姓說:你們聽是要聽見,卻不明白」及以下經文。請仔細留意,約翰是如何接著說:「這些話,是以賽亞看見祂的榮耀、論到祂所說的」——彷彿這位先知,在那異象中,也就是他說「我看見萬軍之主坐在高高的、被高舉的寶座上」及以下經文之處,已經看見了基督與基督的榮耀。
Then was fulfilled upon them the prophecy of Isaiah which says, "Go, and say to this people, You shall hear indeed, but shall not understand," and what follows this. Observe carefully in what manner John adds, saying, "These things Isaiah said, when he saw his glory and spoke concerning him," as though the prophet had seen Christ and the glory of Christ in the vision in which he said, "I saw the Lord Sabaoth sitting upon a throne, high and lifted up," and what follows.
← 上一段下一段 →
← 第 8 章第 10 章 →
12345678910

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。