📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 10 章 第 4/4 段

希臘文原文.46 節.部分字詞可點開查義.本章太長已分段,此段為 10:12.18–10:14.19(全章共 300 節)

← 第 9 章第 11 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
10:12.18
ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς, τοὺς ἐν Ἀργοῖ πλεύσαντας, συνάγεται ἔτη ξγ΄. Ἀσκληπιός τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς
從狄俄尼索斯到赫拉克勒斯以及伊阿宋周圍那些搭乘阿爾戈號航行的英雄們,共計六十三年。阿斯克勒庇俄斯與狄俄斯庫里兄弟也與他們同船而行,如羅得島的阿波羅尼奧斯在其《阿爾戈英雄紀》中所證。
From Dionysus to Heracles and the champions around Jason who sailed on the Argo, sixty-three years are reckoned. Asclepius and the Dioscuri sailed together with them, as Apollonius of Rhodes testifies in his Argonautica.
10:12.19
ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται λη΄ κατὰ τὸν χρονογράφον Ἀπολλόδωρον. ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη νγ΄. ἐνταῦθά που καὶ ἠ Ἰλίου κατάληψις
從赫拉克勒斯在阿爾戈斯為王,到赫拉克勒斯本人與阿斯克勒庇俄斯被奉為神明,共計三十八年,依編年史家阿波羅多洛斯所計。自此再到卡斯托爾與波呂丟刻斯被奉為神明,又五十三年。特洛伊的陷落大約也落在此時。
From the kingship of Heracles in Argos to the deification of Heracles himself and of Asclepius, thirty-eight years are reckoned, according to the chronographer Apollodorus. And from there to the deification of Castor and Polydeuces, fifty-three years. It is somewhere about this point that the capture of Troy also [falls].
10:12.20
εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητῇ, ἀκούσωμεν αὐτοῦ Ζηνὶ δ ἄρ Ἀτλαντὶς Μαίῃ τέκε κύδιμον Ἑρμῆν, κήρυκ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα. Καδμείη δ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν, μιχθεῖσ ἐν φιλότητι, Διώνυσον πολυγηθῆ
若也該相信詩人赫西俄德,就讓我們聽聽他怎麼說:『阿特拉斯之女邁亞登上那神聖之床,為宙斯生下榮耀的赫爾墨斯,眾不朽者的使者。卡德摩斯之女塞墨勒與他相愛結合,為他生下一位光輝的兒子──狄俄尼索斯,那賜予眾多歡樂之神。』
But if we must also trust Hesiod the poet, let us hear him: 'And Atlas's daughter Maia bore to Zeus glorious Hermes, herald of the immortals, having gone up into the sacred bed. And Cadmus's daughter Semele bore to him a splendid son, having been united with him in love -- Dionysus, giver of much joy.'
10:12.21
Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως ἐς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὑρετὴς γίνεται. Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμῃ γενεᾷ ἀπὸ Ἰνάχου
塞墨勒之父卡德摩斯於林叩斯時期來到底比斯,並成為希臘文字的發明者。特里俄帕斯與伊西斯同時,乃自伊那科斯以來的第七代。
Cadmus, the father of Semele, comes to Thebes in the time of Lynceus, and becomes the inventor of the Greek letters. Triopas is contemporary with Isis, in the seventh generation from Inachus.
10:12.22
εἰσὶ δὲ οἳ τὴν Ἰώ φασι, διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην. ταύτὴν δὲ Ἴστρος ἐν τῷ Περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν, ἑβδόμῃ γενεᾷ μετὰ Μωσέα· ὣστε καὶ πρὸ τῆς καθ Ἕλληνας ἀνθρωπογονίας ὁ Μώσης
但也有人說伊西斯就是伊娥,因為她曾流浪走遍全地。伊斯特羅斯在其《論埃及人的殖民》一書中說她是普羅米修斯之女。而普羅米修斯與特里俄帕斯同時,乃摩西之後第七代──如此看來,摩西甚至早於希臘人所謂人類起源之時。
But there are some who say [Isis] is Io, because she went wandering through the whole earth. Istrus, in his work On the Colonization of the Egyptians, says that she was the daughter of Prometheus. And Prometheus lived in the time of Triopas, in the seventh generation after Moses -- so that Moses even precedes the origin of mankind according to the Greeks.
10:12.23
Λέων δὲ ὁ τὰ περὶ τῶν κατ Αἴγυπτον θεῶν πραγματευσάμενος τὴν Ἴσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί φησιν, ἣ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μώσεως γενεᾷ
著有論埃及諸神專書的萊昂說,伊西斯被希臘人稱為得墨忒耳,她與林叩斯同時,乃摩西之後第十一代。
Leon, who wrote a treatise on the gods of Egypt, says that Isis is called by the Greeks Demeter, who lived in the time of Lynceus, in the eleventh generation after Moses.
10:12.24
Ἆπις τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτη Ἀρκαδικῶν· τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν, καὶ τοῦτον εἶναι ὃν Αἰγύπτιοι σέβουσι
阿爾戈斯王阿庇斯建立了孟斐斯,如阿里斯提波斯在其《阿卡狄亞志》第一卷中所言;而阿爾戈斯的阿里斯特亞斯則說他別號薩拉皮斯,即埃及人所敬拜的那位。
And Apis, king of Argos, founded Memphis, as Aristippus says in the first book of his Arcadica; and Aristeas of Argos says that he was surnamed Sarapis, and that he is the one whom the Egyptians worship.
10:12.25
Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἄπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κἀντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν ὕστερον· Ἆπις δὲ τρίτος ἀπὸ Ἰνάχου
安菲波利斯的寧芙多羅斯在其《亞細亞習俗志》第三卷中說,公牛阿庇斯死後經防腐處理,被安放於棺中供奉在所敬拜之神的廟中,因此被稱為索羅阿庇斯,後來又稱薩拉皮斯;阿庇斯乃伊那科斯之後第三代。
Nymphodorus of Amphipolis, in the third book of his Customs of Asia, [says] that Apis the bull, when he died and was embalmed, was laid in a coffin in the temple of the honored deity, and from this was called Soroapis, and later Sarapis; and Apis was third [in descent] from Inachus.
10:12.26
ναὶ μὴν ἡ Λητὼ κατὰ Τιτυὸν γίνεται Λητὼ γὰρ ἣλκησε Δῖός κυδρὴν παράκοιτιν
事實上,勒托也與提堤俄斯同時,因為『提堤俄斯曾凌辱勒托,那宙斯尊貴的配偶。』
Indeed Leto too lived in the time of Tityus, for 'Tityus outraged Leto, the glorious consort of Zeus.'
10:12.27
Τιτυὸς δὲ συνεχρόνισε Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφει ἐν χρόνῳ δὲ γένετ Ἀπόλλων. καὶ οὐδὲν θαυμαστὸν, ὅπου γε καὶ Ἀδμήτῳ θητεύων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ εἰς ἐνιαυτόν
提堤俄斯與坦塔羅斯同時。也難怪皮奧夏的品達也寫道:『阿波羅是在時間之中誕生的。』這也毫不奇怪,因為他甚至還曾與赫拉克勒斯一同,在阿德墨托斯手下為奴一年。
Tityus was contemporary with Tantalus. It is fitting, then, that Pindar the Boeotian also writes, 'In time Apollo came to be.' Nor is this at all surprising, seeing that he is even found serving as bondsman to Admetus, together with Heracles, for a year.
10:12.28
Ζῆθος δὲ καὶ Ἀμφίων, οἱ μουσικῆς εὑρεταὶ, περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν. κἄν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμῳδῆσαι Ἀκρισίῳ, ἀλλ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον κζ΄ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον
音樂的發明者澤托斯與安菲翁,大約生於卡德摩斯的時代。若有人告訴我們,菲摩諾厄是阿克里西俄斯時代第一位發神諭的女祭司,他該知道,俄耳甫斯、穆賽奧斯,以及赫拉克勒斯的老師利諾斯,都是在菲摩諾厄之後二十七年才出現的。
Zethus and Amphion, the inventors of music, lived about the age of Cadmus. And if anyone tells us that Phemonoe was the first to give oracles, in the time of Acrisius, let him know that it was twenty-seven years after Phemonoe that Orpheus and Musaeus and Linus, the teacher of Heracles, [flourished].
10:12.29
Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακῶν, μεθ οὓς μακρῷ νεώτεροι οἶ παρ Ἕλλησι νομοθέται, Λυκοῦργός τε καὶ Σόλων καὶ οἶ ἑπτὰ σοφοὶ, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς Ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν
荷馬與赫西俄德遠遠晚於特洛伊之事,而在他們之後更晚許多的,則是希臘的立法者們──來庫古、梭倫,以及七賢──還有敘利亞的斐瑞居德斯及偉大的畢達哥拉斯周圍那些人,他們出現的時間更晚,大約在奧林匹克運動會的年代,正如我們先前所指出的。
Homer and Hesiod are much younger than the events of Troy, and after them, much younger still, are the lawgivers among the Greeks -- Lycurgus and Solon and the Seven Sages -- and those around Pherecydes the Syrian and the great Pythagoras, who arose much later, about the time of the Olympiads, as we have shown.
10:12.30
καὶ θεῶν ἄρα τῶν πλείστων παρ Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος
由此我們已證明,摩西不僅早於希臘人所謂的智者與詩人,甚至也早於希臘人的大多數神祇。
Thus we have demonstrated that Moses is older than most of the gods among the Greeks, and not only than their so-called sages and poets.
10:12.31
Ταῦτα καὶ ὁ Κλήμης. ἀλλ ἐπεὶ πρὸ τῶν ἡμετέρων ἐσπουδάσθη καὶ αὐτοῖς Ἑβραίων παισὶν ἡ προκειμένη πραγματεία, καλῶς ἂν ἔχοι καὶ τὰ τούτων συνιδεῖν. χρήσομαι δὲ ἀντὶ πάντων ταῖς Φλαυίου Ἰωσήπου φωναῖς
這些也是克萊門所言。然而,既然眼前這個課題,在我們自己的作者之前,已為希伯來人的子孫自己所研究,那麼一併考察他們的見解也是好的。我將以弗拉維烏斯‧約瑟夫斯的話,取代其他一切人的見證。
These things Clement also [says]. But since this subject before us was studied, even before our own [writers], by the children of the Hebrews themselves, it would be good to examine their [views] as well. And I shall use, in place of all others, the words of Flavius Josephus.
10:13.1
Ἄρξομαι δὲ πρῶτον ἀπὸ τῶν παρ Αἰγυπτίοις γραμμάτων. αὐτὰ μὲν οὖν οὐχ οἶόν τε παρατίθεσθαι τἀκείνων· Μάνεθως δὲ τὸ γένος Αἰγύπτιος, ἀνὴρ τῆς Ἑλληνικῆς μετεσχηκὼς παιδείας, ὡς δῆλός ἐστι, γέγραφε γὰρ Ἑλλάδι φωνῇ τὴν πάτριον ἱστορίαν, ἔκ τε τῶν ἱερῶν, ὥς φησιν αὐτὸς, μεταφράσας, ὃς καὶ πολλὰ τὸν Ἡρόδοτον ἐλέγχει τῶν Αἰγυπτιακῶν ὑπ ἀγνοίας ἐψευσμένον οὗτος δὴ τοίνυν ὁ Μάνεθως ἐν τῇ δευτέρᾳ τῶν Αἰγυπτιακῶν ταῦτα περὶ ἡμῶν γράφει παραθήσομαι δὲ τὴν λέξιν αὐτοῦ, καθάπερ αὐτὸν ἐκεῖνον παραγαγὼν μάρτυρα
我要先從埃及人的典籍開始說起。這些典籍本身固然無法直接引述;然而馬涅托是個埃及人,是位受過希臘教育的人,這是很明顯的──因為他以希臘文寫成他祖國的歷史,並如他自己所說,是從聖書譯出;此人在許多關於埃及事務的問題上駁斥希羅多德,指出他因無知而受欺矇。這位馬涅托,便在其《埃及史》第二卷中如此記載我們;我要照錄他的原話,彷彿是傳喚那人親自出庭作證一般。
I will begin first from the records among the Egyptians. Now it is not possible to cite these themselves [in their own tongue]; but Manetho, an Egyptian by race, a man who had a share in Greek education, as is evident -- for he wrote the history of his fatherland in the Greek language, translating it, as he himself says, from the sacred writings -- and who refutes Herodotus on many points concerning Egyptian matters, [showing him] to have been deceived through ignorance -- this Manetho, then, in the second book of his Egyptian History, writes the following concerning us; and I shall set down his very words, as though bringing forward that man himself as a witness.
10:13.2
τοῦ Τιμαῖος ὄνομα. ἐπὶ τούτου οὐκ οἶδ ὅπως ὁ θεὸς ἀντέπνευσε, καὶ παραδόξως ἐκ τῶν πρὸς ἀνατολὴν μερῶν ἄνθρωποι τὸ γένος ἄσημοι καταθαρρήσαντες ἐπὶ τὴν χώραν ἐστράτευσαν, καὶ ῥᾳδίως ἀμαχητὶ ταύτην κατὰ κράτος εἷλον. Καὶ ἐπιλέγει μετὰ βραχέα
……他名叫提邁俄斯。在他在位期間,不知何故,神竟轉而與我們為敵;出人意料地,一批來歷不明的人從東方地帶壯起膽子,向這地進兵,輕易地不戰而以武力奪取了它。隨後他又補充說道:
...whose name was Timaeus. In his reign, I know not how, God became averse to us; and unexpectedly, from the regions toward the east, men of obscure race, taking courage, marched against the land, and easily seized it by force without a battle. And [Manetho] adds shortly after:
10:13.3
Ἐκαλεῖτο δὲ τὸ σύμπαν αὐτῶν ἔθνος Ὑκ[ουσ]σώς· τοῦτο δέ ἐστι βασιλεῖς ποιμένες. τὸ γὰρ Ὓκ καθ ἱερὰν γλῶσσαν βασιλέα σημαίνει, τὸ δὲ [Οὐσ]σὼς ποιμήν ἐστι, καὶ ποιμένες κατὰ κοινὴν διάλεκτον, καὶ οὕτω συντιθέμενον γίνεται Ὑκ[ουσ]σώς
他們整個民族被稱為『希克索斯』;此名意為『牧人王』。因為『希克』在聖語中意指『王』,而『(烏)索斯』則是『牧人』之意,在通俗方言中則作『眾牧人』;如此複合而成,便是『希克索斯』。
Their whole nation was called Hyksos; and this means 'shepherd kings.' For 'Hyk' in the sacred language signifies 'king,' and '(ous)sos' means 'shepherd', or in the common dialect 'shepherds'; and thus compounded, it becomes 'Hyksos'.
10:13.4
τινὲς δὲ λέγουσιν αὐτοὺς Ἄραβας εἷναι. ἐν δ ἄλλῳ ἀντιγράφῳ οὐ βασιλεῖς σημαίνεσθαι διὰ τῆς Ὑκ[ουσσὼς] προσηγορίας, ἀλλὰ τοὐναντίον αἰχμαλώτους δηλοῦσθαι ποιμένας. τὸ γὰρ Ὑκ[ουσσὼς] Αἰγυπτιστὶ καὶ τὸ ἃκ δασυνόμενον αἰχμαλώτους ῥητῶς μηνύει
但也有人說他們是阿拉伯人。而在另一份抄本中則說,『希克索斯』這個稱呼所指的並非『眾王』,反倒是『被擄的牧人』;因為埃及語中『希克』一詞,若將『克』音送氣,便明確表示『俘虜』之意。
But some say that they were Arabs. And in another copy, it is said that what is signified by the appellation 'Hyksos' is not 'kings,' but on the contrary 'captive shepherds'; for 'Hyk' in Egyptian, with the aspirated 'k', expressly denotes 'captives'.
10:13.5
καὶ τοῦτο μᾶλλον πιθανώτερόν μοι φαίνεται καὶ παλαιᾶς ἱστορίας ἐχόμενον· τούτους δὲ τοὺς προκατωνομασμένους βασιλέας καὶ τοὺς τῶν ποιμένων καλουμένων καὶ τοὺς ἐξ αὐτῶν γενομένους κρατῆσαι τῆς Αἰγύπτου φησὶν ἔτη πρὸς τοῖς φ ία
這個說法在我看來更為可信,也更符合古代歷史;馬涅托說,這些前面提到的諸王,無論是被稱為『牧人』的那些,還是他們的後裔,總共統治埃及達五百一十一年之久。
And this seems to me more probable, and in keeping with ancient history; and [Manetho] says that these aforementioned kings, both those called 'of the shepherds' and their descendants, held sway over Egypt for five hundred eleven years.
10:13.6
μετὰ ταῦτα δὲ τῶν ἐκ τῆς Θηβαίδος καὶ τῆς ἄλλης Αἰγύπτου βασιλέων γενέσθαι φησὶν ἐπὶ τοὺς ποιμένας ἐπανάστασιν, καὶ πόλεμον συρραγῆναι μέγαν καὶ πολυχρόνιον. ἐπὶ δὲ βασιλέως, ᾧ ὄνομα εἶναι Μισφραγμούθωσις, ἡττωμένους φησὶ τοὺς ποιμένας, καὶ ἐκ μὲν τῆς ἄλλης Αἰγύπτου ἐκπεσεῖν, κατακλεισθῆναι δὲ εἰς τόπον ἀρουρῶν ἔχοντα μυρίων τὴν περίμετρον· Αὔαρις ὄνομα τῷ τόπῳ
他說,此後底比斯地區與埃及其餘地方的諸王起而反抗那些牧人,爆發了一場曠日持久的大戰。在一位名叫米斯弗拉格穆托西斯的王的時代,他說牧人們戰敗,被逐出埃及其他地區,卻被圍困於一處周長達一萬阿羅拉的地方;那地方名叫阿瓦里斯。
After this, he says, the kings from the Thebaid and the rest of Egypt rose up against the shepherds, and a great and long war broke out. Under a king named Misphragmuthosis, he says the shepherds were defeated, and were driven out of the rest of Egypt, but were shut up in a place having a circuit of ten thousand arourae; the name of the place was Avaris.
10:13.7
τοῦτόν φησιν ὁ Μάνεθως ἅπαντα τείχει τε μεγάλῳ καὶ ἰσχυρῷ περιβαλεῖν τοὺς ποιμένας, ὅπως τήν τε κτῆσιν ἅπασαν ἔχωσιν ἐν ὀχυρῷ καὶ τὴν λείαν τὴν ἑαυτῶν
馬涅托說,這位王以一道又大又堅固的城牆將牧人們整個圍住,好讓他們能將全部財產以及自己劫掠所得都安然保存在這固若金湯之處。
Manetho says that this [king] surrounded the shepherds entirely with a great and strong wall, so that they might keep all their property, and their own plunder, secure.
10:13.8
τὸν δὲ Μισφραγμουθωσεως υἱὸν Θμούθωσιν ἐπιχειρῆσαι μὲν αὐτοὺς διὰ πολιορκίας ἑλεῖν κατὰ κράτος, ὀκτὼ καὶ τεσσαράκοντα μυριάσι στρατοῦ προσεδρεύσαντα τοῖς τείχεσιν· ἐπεὶ δὲ τὴν πολιορκίαν ἀπέγνω, ποιήσασθαι συμβάσεις, ἵνα τὴν Αἴγυπτον ἐκλιπόντες ὅποι βούλονται πάντες ἀβλαβεῖς ἀπέλθωσι
米斯弗拉格穆托西斯之子特姆托西斯試圖以圍城之法強行攻取他們,率四十八萬大軍圍攻城牆;但當他對圍城失去信心後,便訂立條約,讓他們離開埃及,全體平安無事地前往任何他們想去的地方。
And Thmuthosis, the son of Misphragmuthosis, attempted to take them by force through a siege, encamping against the walls with an army of four hundred eighty thousand men; but when he despaired of the siege, he made a treaty, that they should leave Egypt and all depart unharmed wherever they wished.
10:13.9
τοὺς δὲ ἐπὶ ταῖς ὁμολογίαις πανοικεσίᾳ μετὰ τῶν κτήσεων, οὐκ ἐλάσσους μυριάδων ὄντας εἰκοσιτεσσάρων,, ἀπὸ τῆς Αἰγύπτου τὴν ἔρημον εἰς Συρίαν διοδοιπορῆσαι
依照這項協議,他們攜家帶眷連同財物,人數不少於二十四萬,從埃及穿越沙漠前往敘利亞。
And on these terms, they journeyed with their entire households, together with their possessions, being no fewer than two hundred forty thousand, from Egypt through the desert into Syria.
10:13.10
φοβουμένους δὲ τὴν Ἀσσυρίων δυναστείαν, τότε γὰρ ἐκείνους τῆς Ἀσίας κρατεῖν, ἐν τῇ νῦν Ἰουδαίᾳ καλουμένῃ πόλιν οἰκοδομησαμένους, τοσαύταις μυριάσιν ἀνθρώπων ἀρκέσουσαν, Ἱεροσόλυμα ταύτην ὀνομάσαι
但因懼怕亞述人的勢力──當時亞述人正統治著亞細亞──他們便在如今稱為猶太的地方建了一座城,足以容納那麼多萬人,並將其命名為耶路撒冷。
But fearing the power of the Assyrians -- for at that time they held sway over Asia -- they built a city in what is now called Judea, sufficient for so great a number of tens of thousands of people, and named it Jerusalem.
10:13.11
Τούτοις ἐξῆς τὴν διαδοχὴν τῶν κατ Αἴγυπτον βασιλέων μετὰ τοῦ χρόνου τῆς ἀρχῆς αὐτῶν ἀπαριθμησάμενος ἐπιλέγει, Ταῦτα μὲν ὁ Μάνεθως. δῆλον δ ἐστὶν, ἐκ τῶν εἰρημένων ἐτῶν τοῦ χρόνου συλλογισθέντος, ὅτι οἱ καλούμενοι ποιμένες, ἡμέτεροι δὲ πρόγονοι, τρισὶ καὶ ἐνενήκοντα καὶ τριακοσίοις πρόσθεν ἔτεσιν ἐκ τῆς Αἰγύπτου ἀπαλλαγέντες τὴν χώραν ταύτην ἐπῴκησαν ἢ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι· καίτοι τοῦτον ἀρχαιότατον Ἀργεῖοι νομίζουσι
接著他依序列舉了埃及諸王的世系及其在位年數之後,補充道:『以上便是馬涅托所述。』由所述年數推算下來便可清楚看出,那些被稱為牧人的人──也就是我們的祖先──離開埃及、定居此地,比達那俄斯抵達阿爾戈斯早了三百九十三年,而阿爾戈斯人卻認為達那俄斯是他們最古老的祖先。
Having next enumerated in order the succession of the kings of Egypt together with the duration of their reigns, he adds: 'These things Manetho [relates].' And it is clear, once the time is calculated from the years stated, that those called shepherds, who were our ancestors, having departed from Egypt, settled this land three hundred ninety-three years before Danaus came to Argos -- although the Argives consider him their most ancient [forefather].
10:13.12
δύο τοίνυν ὁ Μάνεθως ἡμῖν τὰ μέγιστα μεμαρτύρηκεν ἐκ τῶν τῶν παρὰ τοῖς Αἰγυπτίοις γραμμάτων πρῶτον μὲν τὴν ἑτέρωθεν ἄφιξιν εἰς Αἴγυπτον, ἔπειτα δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν οὕτως ἀρχαίαν τοῖς χρόνοις ὡς ἐγγύς που προτερεῖν αὐτὴν τῶν Ἰλιακῶν ἔτεσι χιλίοις
馬涅托便如此從埃及人的典籍中,為我們見證了兩件極重要之事:其一,我們原是從別處來到埃及;其二,我們自那裡離去之事,年代極為古遠,幾乎比特洛伊之事早了一千年。
Manetho, then, has testified for us two very great things from the records among the Egyptians: first, our arrival in Egypt from elsewhere; and second, our departure from there, so ancient in time that it precedes the events at Troy by nearly a thousand years.
10:13.13
Ἀλλὰ τὰ μὲν ἀπὸ τῆς Αἰγυπτιακῆς ἱστορίας ταύτῃ πη τῷ Ἰωσήπῳ κατὰ πλάτος ἀνιστόρηται ἀπὸ δὲ τῆς Φοινίκων, μάρτυσι χρησάμενος τοῖς τὰ Φοινικικὰ συγγραψαμένοις, παρίστησι τὸν ἐν Ἱεροσολύμοις νεὼν ὑπὸ Σολομῶνος τοῦ βασιλέως ᾠκοδομῆσθαι ἔτεσι θᾶττον ἑκατὸν τεσσαράκοντα καὶ τρισὶ καὶ μησὶν ὀκτὼ τοῦ κτίσαι Τυρίους Καρχηδόνα εἶτα μεταβὰς καὶ ἀπὸ τῆς περὶ Χαλδαίων ἱστορίας τὰς περὶ τῆς Ἑβραίων ἀρχαιότητος παρατίθεται μαρτυρίας
約瑟夫斯就是這樣詳盡地敘述了埃及史方面的資料。而從腓尼基人的歷史出發,他引用撰寫腓尼基史的作者為證,證明耶路撒冷的聖殿是所羅門王在推羅人建立迦太基之前一百四十三年零八個月所建。接著,他又轉向迦勒底人的歷史,提出關於希伯來人古老性的種種見證。
But the matters from Egyptian history have thus been narrated at length by Josephus in this manner. And from the history of the Phoenicians, using as witnesses those who wrote the Phoenician history, he demonstrates that the temple in Jerusalem was built by King Solomon one hundred forty-three years and eight months before the Tyrians founded Carthage. Then, turning also to the history concerning the Chaldeans, he sets forth testimonies concerning the antiquity of the Hebrews.
10:14.1
Ἀλλὰ τί δεῖ πλῆθος ταῖς ἀποδείξεσιν ἐπισωρεύειν, τοῦ φιλαλήθους, ἀλλὰ μὴ φιλαπεχθήμονος καὶ τοῖς εἰρημένοις ἀρκουμένου, ποικίλην περιέχουσι τὴν περὶ τοῦ προκειμένου σύστασιν; προύκειτο δὲ ἡμῖν τὰ Μωσέως καὶ τῶν προφητῶν παλαίτερα τῶν Ἑλληνικῶν ἀποδεῖξαι
但何必再堆砌大量的證據呢?因為愛真理而非好爭辯的人,對已說過的內容自會感到滿足,畢竟其中已包含了關於此一課題種種多樣的論證。我們原本的目的,便是要證明摩西與眾先知的著作早於希臘人的著作。
But why should one heap up a multitude of proofs, since he who loves truth rather than contentiousness will be satisfied with what has been said, seeing that it contains a varied demonstration concerning the matter proposed? Our purpose was to show that the writings of Moses and the prophets are older than those of the Greeks.
10:14.2
ἐπειδὴ τοίνυν μακρῷ πρόσθεν τῶν Τρωϊκῶν Μωσῆς γεγονὼς ἀποδέδεικται, φέρ ἴδωμεν καὶ τοὺς μετ αὐτὸν ἅπαντας. Μωσῆς δ ὅτι τῶν πρὶν ἀληθῶς Ἑβραίων Ἕβερ τε καὶ Ἁβραὰμ, ἀφ ὧν καὶ τὸ παρώνυμον τοῖς ἀνδράσιν ἐπιτέθειται, τῶν τε λοιπῶν θεοφιλῶν τε καὶ παλαιῶν ἀνδρῶν ὕστατος τοῖς χρόνοις παρεφάνη τῷ βίῳ, δῆλον ἀπὸ τῆς κατ αὐτὸν ἱστορίας τυγχάνει
既然已證明摩西遠早於特洛伊之事,那麼讓我們也來看看在他之後的所有人物。摩西是那些真正古老的希伯來人──希伯與亞伯拉罕,『希伯來人』這個稱謂正是由他們而來──以及其餘蒙神所愛的古代人物之中,在時間上最晚出現於世的一位,這一點從有關他的記載中即可清楚看出。
Since, then, it has been shown that Moses lived long before the events at Troy, come, let us also look at all those who came after him. That Moses appeared in life last in time among the truly ancient Hebrews -- Eber and Abraham, from whom the very name was given to these men -- and among the rest of the God-beloved and ancient men, is clear from the history concerning him.
10:14.3
μετὰ Μωσέα τοίνυν προέστη τοῦ Ἰουδαίων ἔθνους Ἰησοῦς, ὥς τινες, ἔτεσι λ΄· εἶθ᾿, ὥς φησιν ἡ γραφὴ, ἐκράτησαν ἀλλόφυλοι ἔτεσιν ὀκτώ. ἔπειτα Γοθονιὴλ ἔτεσι πεντήκοντα. μεθ ὃν Ἐγλὼμ, βασιλεὺς Μωὰβ, ἔτη ιη΄. μεθ ὃν Ἀὼδ ἔτη π΄. μεθ ὃν πάλιν ἀλλόφυλοι ἔτη κ΄· ἔπειτα Δεββώρα καὶ Βαρὰκ ἔτη μ΄. ἔπειτα Μαδιηναῖοι ἔτη ζ΄· ἔπειτα Γεδεὼν ἔτη μ΄. Ἀβιμέλεχ ἔτη γ΄. Θωλὰ κγ΄· Ἰαεὶρ κβ΄· Ἀμμανῖται ιη΄· Ἰεφθάε ἔτη ς΄· Ἐσβὼν ἔτη ζ΄· Αἰαλὼν ἔτη ι΄· Λαβδὼν ἔτη η΄· ἀλλόφυλοι ἔτη μ΄· Σαμψὼν ἔτη κ΄· ἔπειτα Ἠλεὶ ἱερεὺς, ὡς τὸ Ἑβραϊκὸν, ἔτη μ΄· περὶ ὃν συμβαίνει τὴν Ἰλίου καταντᾶν ἅλωσιν· μετὰ δ Ἠλεὶ τὸν ἱερέα ἡγεῖται τοῦ λαοῦ Σαμουήλ
摩西之後,約書亞領導猶太民族,有人說共三十年;此後,如經上所言,外族人統治了八年。接著俄陀聶四十年。此後摩押王伊磯倫十八年。此後以笏八十年。此後外族人又統治二十年;接著底波拉與巴拉克四十年。此後米甸人七年;此後基甸四十年;亞比米勒三年;陀拉二十三年;睚珥二十二年;亞捫人十八年;耶弗他六年;以比讚七年;以倫十年;押頓八年;外族人四十年;參孫二十年;此後祭司以利,依希伯來文本所載,共四十年,特洛伊的陷落恰在此時發生。以利祭司之後,撒母耳領導百姓。
After Moses, then, Joshua led the nation of the Jews, as some say, for thirty years; then, as Scripture says, foreigners held power for eight years. Then Othniel for fifty years. After him Eglon, king of Moab, for eighteen years. After him Ehud for eighty years. After him again foreigners for twenty years; then Deborah and Barak for forty years. Then the Midianites for seven years; then Gideon for forty years; Abimelech for three years; Tola twenty-three; Jair twenty-two; the Ammonites eighteen; Jephthah six years; Ibzan seven years; Elon ten years; Abdon eight years; foreigners forty years; Samson twenty years; then Eli the priest, according to the Hebrew [text], forty years, in whose time the fall of Troy happens to occur. After Eli the priest, Samuel leads the people.
10:14.4
μεθ ὃν πρῶτος αὐτῶν βασιλεύει Σαοὺλ ἔτεσι μ΄· ἔπειτα Δαβὶδ ἔτεσι μ΄· ἔπειτα Σολομῶν ἔτεσι μ΄· ὃς καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν ἐδείματο πρῶτος. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοὰμ ἔτη ἵζ· Ἀβιὰ ἔτη γ Ἄσα ἔτη μὰ· Ἰωσαφὰτ ἔτη κε· Ἰωρὰμ ἔτη ἡ Ὀχοζίας ἔτος ἁ· Γοθολιὰ ἴτη ς·
此後掃羅首先為王,統治四十年;接著大衛四十年;接著所羅門四十年,他也是首位建造耶路撒冷聖殿之人。所羅門之後,羅波安為王十七年;亞比雅三年;亞撒四十一年;約沙法二十五年;約蘭八年;亞哈謝一年;亞他利雅六年。
After him Saul reigns first over them, for forty years; then David for forty years; then Solomon for forty years, who was also the first to build the temple in Jerusalem. After Solomon, Rehoboam reigns for seventeen years; Abijah three years; Asa forty-one years; Jehoshaphat twenty-five years; Jehoram eight years; Ahaziah one year; Athaliah six years.
10:14.5
Ἰωὰς ἔτη μ· Ἀμασίας ἔτη μθ΄· Ὀζίας ἔτη νβ΄· καθ ὃν προφητεύουσιν Ὠσηὲ, Ἀμὼς, Ἠσαίας, Ἰωνᾶς· μετὰ δὲ Ὀζίαν βασιλεύει ἔτη ἰέ μεθ ὃν ἔτη ἰέ. κατὰ τοῦτον ἡ πρώτη Ὀλυμπιὰς ἤχθη, ἣν ἐνίκα στάδιον Κόροιβος Ἠλεῖος
約阿施四十年;亞瑪謝四十九年;烏西雅五十二年,何西阿、阿摩司、以賽亞、約拿都在他在位時說預言。烏西雅之後,〔約坦〕在位十五年;此後〔亞哈斯〕十五年。就在此人在位期間,第一屆奧林匹克運動會舉行,由伊利斯人科洛俄博斯贏得賽跑冠軍。
Joash forty years; Amaziah forty-nine years; Uzziah fifty-two years, in whose time Hosea, Amos, Isaiah, and Jonah prophesied. After Uzziah, [Jotham] reigned fifteen years; after him [Ahaz] fifteen years. In his time the first Olympiad was held, in which Coroebus of Elis won the foot-race.
10:14.6
διαδέχεται δὲ τὸν Ἄχαζ Ἀζεκίας ἔτεσι κθ΄ καθ ὃν Ῥωμύλος Ῥώμην ἔκτισε καὶ ἐβασίλευσε. μετὰ δὲ Ἐζεκίαν βασιλεύει Μανασσῆς ἔτη νέ· ἔπειτα Ἀμὼν ἔτη β΄· ἔπειτα Ἰωσίας ἔτη καθ ὃν προφητεύουσιν Ἱερεμίας, Βαροὺχ, Ὀλδᾶ καὶ ἄλλοι προφῆται
希西家繼承亞哈斯,在位二十九年,羅慕路斯就在此時建立羅馬並為王。希西家之後,瑪拿西在位五十五年;此後亞們二年;此後約西亞〔三十一〕年,耶利米、巴錄、戶勒大及其他先知都在他在位時說預言。
Hezekiah succeeds Ahaz, for twenty-nine years, in whose time Romulus founded Rome and became king. After Hezekiah, Manasseh reigns for fifty-five years; then Amon for two years; then Josiah for [thirty-one] years, in whose time Jeremiah, Baruch, Huldah, and other prophets prophesied.
10:14.7
ἔπειτα Ἰωάχαζ μῆνας γ. μεθ ὃν Ἰωακεὶμ ἔτη ἰά· μεθ ὃν πάντων ὕστατος Σεδεκίας ἔτη ιβ΄ κατὰ τοῦτον πολιορκηθείσης τῆς Ἱερουσαλὴμ ὑπὸ Ἀσσυρίων καὶ τοῦ ἱεροῦ ἐμπρησμὸν ὑπομείναντος τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπάγεται εἰς Βαβυλῶνα, προφητεύει τε αὐτόθι Δανιὴλ καὶ Ἐζεκιήλ
此後約哈斯三個月。此後約雅敬十一年。此後,末代的西底家十二年;就在此人在位期間,耶路撒冷被亞述人圍困,聖殿遭焚毀,猶太全族被擄往巴比倫;但以理與以西結便在那裡說預言。
Then Jehoahaz for three months. After him Jehoiakim for eleven years. After him, last of all, Zedekiah for twelve years; in his time, Jerusalem was besieged by the Assyrians and the temple suffered destruction by fire, and the whole nation of the Jews was led away to Babylon; and there Daniel and Ezekiel prophesied.
10:14.8
μετὰ δὲ ἐτῶν ἀριθμὸν ὁ ὁ Κῦρος βασιλεύει Περσῶν, ὃς καὶ ἀνῆκε τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἐπιτρέψας τοῖς θέλουσιν αὐτῶν παλινοστεῖν ἐπὶ τὴν οἰκείαν γῆν καὶ τὸ ἱερὸν ἀνεγείρειν· ὅτε καὶ ἄνεισιν Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ. καταβάλλονταί τε θεμελίους, προφητευόντων ὕστατα πάντων Ἀγγαίου καὶ Ζαχαρίου καὶ Μαλαχίου, μεθ οὓς οὐκέτι προφήτης παρ αὐτοῖς γέγονε
過了若干年後,居魯士成為波斯王,他也解除了猶太人的擄掠,准許他們當中願意的人返回本土並重建聖殿;約撒答之子耶書亞與撒拉鐵之子所羅巴伯便在此時上去。他們立下根基,而哈該、撒迦利亞、瑪拉基則是最後說預言的人;此後他們當中便再也沒有先知興起。
After a certain number of years, Cyrus becomes king of the Persians, who also released the Jews from captivity, permitting those of them who wished to return to their own land and rebuild the temple; at which time also Jeshua son of Jozadak and Zerubbabel son of Shealtiel went up. And they laid the foundations, while Haggai, Zechariah, and Malachi prophesied last of all; after whom no prophet ever again arose among them.
10:14.9
κατὰ δὲ Κῦρον Σόλων ὁ Ἀθηναῖος ἐγνωρίζετο, καὶ οἶ κληθέντες ἑπτὰ σοφοὶ παρ Ἓλλησιν, ὧν παλαίτερος οὐδεὶς παρ αὐτοῖς φιλόσοφος μνημονεύεται
居魯士時代,雅典的梭倫聲名鵲起,與希臘人所稱的七賢齊名,在他們之前,希臘人中並無被記得更早的哲學家。
In the time of Cyrus, Solon the Athenian became known, along with those among the Greeks called the Seven Sages, before whom no philosopher older than they is remembered among them.
10:14.10
τούτων δὴ τῶν ἑπτὰ Θαλῆς ὁ Μιλήσιος φυσικὸς πρῶτος Ἑλλήνων γεγονὼς περὶ τροπῶν ἡλίου καὶ ἐκλείψεως καὶ φωτισμῶν σελήνης καὶ ἰσημερίας διελέχθη ἐγένετο δ ὁ ἀνὴρ ἐπισημότατος ἐν τοῖς Ἕλλησι
這七賢之中,米利都的泰勒斯是希臘人中第一位自然哲學家,論述了太陽的至點、日食、月亮的照明變化,以及晝夜平分點;此人因而成為希臘人中最負盛名者。
Of these seven, Thales of Miletus, having become the first natural philosopher among the Greeks, discoursed on the solstices of the sun, and eclipse, and the illuminations of the moon, and the equinox; and this man became the most distinguished among the Greeks.
10:14.11
Θαλοῦ δὲ γίνεται ἀκουστὴς Ἀναξίμανδρος, Πραξιάδου μὲν παῖς, γένος δὲ καὶ αὐτὸς Μιλήσιος. οὗτος πρῶτος γνώμονας κατεσκεύασε πρὸς διάγνωσιν τροπῶν τε ἡλίου καὶ χρόνων καὶ ὡρῶν καὶ ἰσημερίας
阿那克西曼德成為泰勒斯的門徒,他是普拉克西阿德斯之子,自己也是米利都人。他是第一位製作日晷測杆以測定太陽至點、時令季節以及晝夜平分點的人。
Anaximander became a disciple of Thales -- son of Praxiades, and himself also a Milesian by birth. He was the first to construct gnomons for determining the solstices of the sun, and the times and seasons, and the equinox.
10:14.12
Ἀναξιμάνδρου δὲ γνώριμος ἐγένετο Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος· τούτου δὲ Ἀναξαγόρας ὁ Ἡγησιβούλου Κλαζομένιος. οὗτος δὴ πρῶτος διήρθρωσε τὸν περὶ ἀρχῶν λόγον. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. ἦν γὰρ ἀρχὴν φησὶ τὰ πράγματα ὁμοῦ πεφυρμένα· Νοῦς δ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγεν
阿那克西曼德的門徒是米利都人歐律斯特拉圖斯之子阿那克西米尼;而阿那克西米尼的門徒則是克拉佐美奈人赫格西布洛斯之子阿那克薩戈拉。此人是第一位有系統地闡述『本原』理論的人。因為他不僅像先前的哲人那樣論述萬物的本質,還論及推動萬物的原因;他說:『太初萬物混雜一團,而努斯〔心智〕進入其中,使其從無序歸於有序。』
A disciple of Anaximander became Anaximenes, son of Eurystratus, a Milesian; and of him [a disciple] was Anaxagoras, son of Hegesibulus, of Clazomenae. This man was the first to articulate systematically the discourse concerning first principles. For he declared not only concerning the substance of all things, as those before him did, but also concerning the cause that moves it; for he says: 'In the beginning all things were mixed together, but Mind entered in and brought them from disorder into order.'
10:14.13
Ἀναξαγόρου δὲ ἐγένοντο γνώριμοι τρεῖς, Περικλῆς, Ἀρχέλαος, Εὐριπίδης. Περικλῆς μὲν οὖν Ἀθηναίων πρῶτος ἐγένετο, καὶ πλούτῳ καὶ γένει τῶν καθ ἑαυτὸν διήνεγκεν· Εὐριπίδης δὲ ἐπὶ ποιητικὴν μεταβὰς ὑπό τινων σκηνικὸς φιλόσοφος ἐκλήθη ὁ δὲ Ἀρχέλαος ἐν Λαμψάκῳ διεδέξατο τὴν σχολὴν τοῦ Ἀναξαγόρου, μεταβὰς δ εἰς Ἀθήνας ἐκεῖ ἐσχόλασε, καὶ πολλοὺς ἔσχεν Ἀθηναίων γνωρίμους, ἐν οἷς καὶ Σωκράτην
阿那克薩戈拉有三位門徒:伯里克里斯、阿爾克勞斯、歐里庇得斯。伯里克里斯成為雅典人中首屈一指者,無論財富或門第都超越同輩;歐里庇得斯轉而從事詩歌創作,被某些人稱為『舞台上的哲學家』;阿爾克勞斯則在蘭普薩科斯繼承了阿那克薩戈拉的學派,後遷往雅典講學,收有許多雅典門徒,其中也包括蘇格拉底。
Three men became disciples of Anaxagoras: Pericles, Archelaus, Euripides. Pericles became the foremost of the Athenians, and surpassed his contemporaries both in wealth and in birth. Euripides, having turned to poetry, was called by some 'the philosopher of the stage.' Archelaus succeeded to Anaxagoras's school at Lampsacus, and having moved to Athens, taught there, and had many Athenians as disciples, among them also Socrates.
10:14.14
κατὰ δὲ τὸν αὐτὸν τῷ Ἀναξαγόρᾳ χρόνον ἤκμασαν ἄνδρες φυσικοὶ, Ξενοφάνης τε καὶ Πυθαγόρας. τὸν μὲν οὖν Πυθαγόραν διεδέξατο Θεανὼ ἡ γυνὴ, οἱ τε υἱοὶ αὐτοῦ, Τηλαυγὴς καὶ Μνήσαρχος
與阿那克薩戈拉同時,尚有自然哲學家色諾芬尼與畢達哥拉斯活躍於世。畢達哥拉斯的繼承者是他的妻子提亞諾,以及他的兒子特勞革斯與姆涅薩爾科斯。
At the same time as Anaxagoras, natural philosophers flourished -- Xenophanes and Pythagoras. Pythagoras was succeeded by his wife Theano, and by his sons Telauges and Mnesarchus.
10:14.15
Τηλαυγοῦς δὲ Ἐμπεδοκλῆς ἀκουστὴς γίνεται, καθ ὃν Ἡράκλειτος ὁ σκοτεινὸς ἐγνωρίζετο. τὸν δὲ Ξενοφάνην λέγεται ὁ Παρμενίδης διαδέξασθαι, Παρμενίδην δὲ Μέλισσος, Μέλισσον δὲ Ζήνων ὁ Ἐλεάτης· ὅν φασιν ἐπιβουλὴν κατὰ τοῦ τότε τυράννου συστησάμενον ἁλῶναι, στρεβλούμενον δὲ ὑπὸ τοῦ τυράννου, ὅπως τοὺς σὺν αὐτῷ γενομένους ἄνδρας ἀπγράψηται, οὐ προσποιηθέντα τὰς τοῦ τυράννου τιμωρίας, διαμασησάμενον τὴν γλῶσσαν, προσπτύσαι αὐτῷ, καὶ οὕτως ἐγκαρτερήσαντα ταῖς βασάνοις ἀποθανεῖν
恩培多克勒成為特勞革斯的門徒,而赫拉克利特這位『晦澀者』便活躍於同一時期。據說繼色諾芬尼之後的是巴門尼德,繼巴門尼德的是麥里梭,繼麥里梭的則是埃利亞的芝諾;據說此人曾密謀對抗當時的僭主而被捕,僭主對他嚴刑拷打,要他供出同謀者的姓名,他卻絲毫不屈服於僭主的酷刑,反而咬斷自己的舌頭,朝僭主吐去,就這樣在酷刑中堅忍到底,終致身亡。
Empedocles became a disciple of Telauges, in whose time Heraclitus 'the obscure' became known. Xenophanes is said to have been succeeded by Parmenides, Parmenides by Melissus, and Melissus by Zeno of Elea; of whom it is said that, having formed a conspiracy against the tyrant then reigning, he was caught, and though tortured by the tyrant so as to make him name those who had conspired with him, he did not yield to the tyrant's torments, but bit off his own tongue and spat it at him, and thus, enduring the torments to the end, he died.
10:14.16
τούτου δὲ Λεύκιππος ἀκουστὴς γέγονε, Λευκίππου δὲ Δημόκριτος, οὗ Πρωταγόρας, καθ ὃν ἤκμασε Σωκράτης. καὶ ἄλλους δὲ σποράδην εστιν εὑρεῖν φυσικοὺς φιλοσόφους πρὸ Σωκράτους γενομένους· πλὴν ἀλλὰ πάντες ἀπὸ Θαλοῦ ἀρξάμενοι κατώτερον Κύρου τοῦ Περσῶν βασιλέως φαίνονται ἠκμακότες ὁ δὲ Κῦρος μετὰ πλεῖστον τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων ἔθνους δῆλός ἐστι γεγονὼς, διαλελοιπότων ἤδη τῶν παρ Ἑβραίοις προφητῶν, καὶ τῆς ἱερὰς μητροπόλεως αὐτῶν πεπολιορκημένης· ὥστε σε ὁμολογεῖν πολὺ νεώτερα Μώσεως καὶ τῶν μετ αὐτὸν προφητῶν τὰ τῆς Ἑλλήνων γεγονέναι φιλοσοφίας, καὶ μάλιστα τῆς κατὰ Πλάτωνα, ὃς ἀκουστὴς τὰ πρῶτα γενόμενος Σωκράτους, κἄπειτα τοῖς Πυθαγορείοις ὁμιλήσας, τοὺς πρὸ αὐτοῦ πάντας λόγῳ τε καὶ συνέσει καὶ τοῖς ἐν φιλοσοφίᾳ δόγμασιν ὑπερηκόντισε
琉基波斯成為他的門徒,德謨克利特是琉基波斯的門徒,普羅泰戈拉又是德謨克利特的門徒,而蘇格拉底便活躍於普羅泰戈拉之時。此外還可零星找到蘇格拉底之前的其他自然哲學家;然而所有這些人,自泰勒斯起算,顯然都是在波斯王居魯士之後才活躍於世的。居魯士出現的時間,顯然是在猶太民族被擄至巴比倫很久之後,那時希伯來人中的先知早已斷絕,他們的聖城也已被圍攻;因此你不得不承認,希臘哲學的興起遠遠晚於摩西及其後的眾先知──尤其是柏拉圖的哲學,他起初是蘇格拉底的門徒,後來又與畢達哥拉斯學派交遊,在言辭、智慧以及哲學教義各方面,都超越了在他之前的所有人。
Leucippus became his disciple, and Democritus [a disciple] of Leucippus, and Protagoras [a disciple] of Democritus, in whose time Socrates flourished. And one can find scattered here and there other natural philosophers who lived before Socrates; but all of them, beginning from Thales, evidently flourished later than Cyrus, king of the Persians. And Cyrus clearly arose a long time after the captivity of the Jewish nation into Babylon, when the prophets among the Hebrews had already ceased, and their sacred metropolis had been besieged; so that you must confess that the philosophy of the Greeks came into being much later than Moses and the prophets after him -- and especially the philosophy according to Plato, who, having first been a disciple of Socrates, and then having associated with the Pythagoreans, surpassed all who came before him in eloquence, in understanding, and in the doctrines of philosophy.
10:14.17
γέγονε δ ὁ Πλάτων ἀμφὶ τὰ ὕστατα τῆς Περσῶν βασιλείας, μικρῷ θᾶττον Ἀλεξάνδρου τοῦ Μακεδόνος, Αὐγούστου δὲ τοῦ σεβαστοῦ οὐ πολὺ πρόσθεν ἔτεσι ὒ
柏拉圖生活的年代,大約是波斯王國末期,略早於馬其頓的亞歷山大,距奧古斯都大帝(尊號『塞巴斯托斯』)則將近四百年之前。
Plato lived about the last period of the Persian kingdom, a little before Alexander of Macedon, and nearly four hundred years before Augustus the revered.
10:14.18
εἰ δή σοι τοιγαροῦν ὁ Πλάτων οἵ τε μετ αὐτὸν δειχθεῖεν τὰ σύμφωνα Ἑβραίοις πεφιλοσοφηκότες, ὥρα σκοπεῖν τὸν Χρόνον καθ ὃν οὗτος γέγονε, τόν δὲ παρ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν τὴν παλαιότητα τῇ πάντων τῶν Ἑλληνικῶν φιλοσόφων ἀντιπαραβάλλειν ἡλικίᾳ
因此,若柏拉圖及其後繼者被證明其哲學思想與希伯來人相符,那麼此刻正是該考量他所處時代的時候,並將希伯來人中神學家與先知的古老程度,拿來與所有希臘哲學家的年代相互比較。
If, then, Plato and those after him should be shown to have philosophized in agreement with the Hebrews, it is time to consider the period in which he lived, and to set the antiquity of the theologians and prophets among the Hebrews against the age of all the Greek philosophers.
10:14.19
ἀλλὰ γὰρ τούτων ἀποδειχθέντων καιρὸς ἐπανελθόντας τοὺς Ἑλλήνων σοφοὺς ζηλωτὰς θεάσασθαι τῶν Ἑβραϊκῶν γεγονότας δογμάτων, ὣστε μηκέτ εὐλόγως ἡμῖν ἐπιμέμφεσθαι τοὺς συκοφάντας, εἰ δὴ καὶ αὐτοὶ τὰ ὃμοια τοῖς αὐτῶν φιλοσόφοις ἀγαπήσαντες τὰ Ἑβραίων λόγια τιμᾶν διανενοήμεθα
然而,既然這些事已獲證明,此刻正是回頭來看希臘智者其實已成為希伯來教義效法者的時候了,如此一來,那些誣衊我們的人便不再能理直氣壯地責難我們──因為我們不過是仿效他們自己的哲學家所曾喜愛的事物,決意尊崇希伯來人的神諭罷了。
But now that these things have been demonstrated, it is time to return and behold the sages of the Greeks as having become emulators of the Hebrew doctrines, so that our accusers may no longer reasonably reproach us, if indeed we too, having embraced things like those their own philosophers [embraced], have resolved to honor the oracles of the Hebrews.
← 上一段
← 第 9 章第 11 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。