📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 13 章 第 3/6 段

希臘文原文.43 節.部分字詞可點開查義.本章太長已分段,此段為 13:13.5–13:13.47(全章共 290 節)

← 第 12 章第 14 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
13:13.5
τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι διάπυροι ἰδεῖν παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας, καὶ κεφαλὴν καταβαλόντες, καὶ ἐκδείραντες, εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ ἀσπαλάθων κνάπτοντες. Οἶ μὲν γὰρ ἄνδρες οἶ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἱ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν. Ο ποιῶν φησὶ τοὺς ἀγγέλους πνεύματα καὶ τοὺς λειτουργοὺς πῦρ φλέγον
再者,無論是整個詩歌繆思,還是希臘哲學本身,論及死後的刑罰以及火中的懲治這一教義,皆是竊自蠻族哲學。柏拉圖在《理想國》末卷中,便用了如下原話說道:「那裡站著一些兇猛的人,望之如火,他們留意到那哭喊之聲,便將一些人單獨提出帶走;至於阿爾狄埃烏斯和其他人,他們則捆綁其手足,將其頭朝下擲倒,剝去其皮,拖在路旁的荊棘上梳刷而過。」這裡所說的「如火的人」,在他而言意在表示天使——那些提去不義之人並加以懲罰者。那位「以風為使者,以烈火為僕役」的神,所指的正是這件事。
And again, both the whole poetic Muse and Greek philosophy as well stole from barbarian philosophy the doctrine of the punishments after death and the chastisement by fire. Plato, at any rate, in the last part of the Republic, says in these very words: 'There indeed stood by fierce men, fiery to behold, who, taking note of their cry, drew some aside privately and led them away; but Ardiaeus and the others they bound hand and foot, and cast them down head first, and flayed them, and dragged them along the road outside, carding them upon thorn-bushes.' Now the 'fiery men' are meant by him to signify angels — those who take the unjust in hand and punish them. He who 'makes his angels spirits, and his ministers a flaming fire' speaks of this very thing.
13:13.6
Ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων, Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεὸν, πρὸς δὲ καὶ τὴν εἰς ἡμὰς δι ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων νῶν οὐκ ὀκνεῖ γραφειν Ἐπειδὴ πάσας τὰς ψυχὰςτοὐς βίους ῄρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν, ἐκείνην δὲ ἑκάστῳ, ὅν εἵλετο δαίμονα, τοῦτον φύλακα τοῦ βίου συμπέμπειν, καὶ ἀποπληρωτὴντῶν αἱρεθέντων. Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτόν τι ᾐνίσσετο
由此可推知靈魂乃是不朽的。因為凡受懲罰或受管教者,既有知覺,便是活著的,即便說牠正受著苦。再者,難道柏拉圖不知道火河,也不知道地的深處——蠻族稱之為「欣嫩子谷」——他以詩意之筆稱之為「塔耳塔羅斯」,並引入科庫托斯河、阿刻戎河、普里弗勒革同河,以及種種這類用以懲戒教化的刑所嗎?至於按經文所言那些微小卑微者,即那些得見神面的天使,他又進一步暗示了那藉著監管我們的天使臨到我們身上的看顧,毫不猶豫地這樣寫道:「既然眾靈魂已按抽籤所得,各自選定了自己的一生,便依次前往拉刻西斯那裡;拉刻西斯便讓各人所選的那位精靈與他同行,作為其一生的守護者,以及所選之事的成就者。」或許蘇格拉底的「精靈」所暗示的,也正是這一類的事。
It follows from these things that the soul is immortal. For that which is being punished or being disciplined, since it possesses sensation, is alive, even though it be said to suffer. What then? Does Plato not know both the rivers of fire and the depth of the earth — which is called by the barbarians 'Gehenna' — naming it poetically 'Tartarus,' and introducing Cocytus and Acheron and Pyriphlegethon, and certain such places of chastisement for correction and instruction? And as for the small and least, according to Scripture — namely the angels who behold God — moreover indicating also the oversight that comes upon us through the angels set over us, he does not shrink from writing thus: 'Since all the souls had chosen their lives, just as they had drawn their lots, they went in order to Lachesis, and she sent along with each the daemon he had chosen, as guardian of his life and fulfiller of what had been chosen.' Perhaps also to Socrates his 'daemonion' hinted at some such thing.
13:13.7
Ναὶ Ναὶ μὴν γεννητὸν εἶναι τὸν παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκε Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἡ γέγονεν, ἀπ ἀρχῆς τινος ἀρξάμενος; ὁρατός τε γὰρ ἁπτός τε καὶ σῶμα ἕχει. Αὖθίς τε ὁπόταν εἴπῃ τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, οὐ μόνον γεννητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάντος
誠然,哲學家們承襲了這教義,便主張這世界乃是被造的。柏拉圖確實直言道:「它的生成究竟毫無起頭,還是有所起頭而生成的呢?因為它是可見的、可觸摸的,並且具有形體。」他後來又說:「要尋得這宇宙的創造者與父,實在是件難事」,這不僅表明宇宙是被造的,更表明它是由祂而生成的——彷彿是單單由祂而生,並且是從先前的「不存在」而生出實存。
Indeed, having taken this teaching over, the philosophers laid it down as doctrine that the world is generated/created. And Plato indeed has said outright: 'Did it have a beginning of coming-to-be, or none, or has it come to be, having begun from some beginning? For it is visible and tangible, and it has a body.' And again, when he says, 'to find the maker and father of this universe is a task,' he showed not only that the world is generated, but also signifies that it has come to be from him — as having come to be from him alone, and as having subsisted from what previously was not.
13:13.8
γενητὸν δὲ καὶ οἶ Στωϊκοὶ τίθενται τὸν κόσμον. τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσι Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν, ἢ πλείους; Πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάξεσθαι
而世界乃是被造的,斯多亞學派也如此主張。至於那在蠻族哲學中屢被論及的「魔鬼」,即群魔的首領,柏拉圖在《法律篇》第十卷中,便用如下原話說牠是一個作惡的靈魂:「一個治理並居住於一切以各種方式運動之物中的靈魂——我們豈不也必須說,牠必然治理著諸天?」「當然如此。」「是一個,還是多個?」「不止一個——讓我替諸位回答。我們不妨設定,至少有兩個——一個是施惠的,另一個則能成就相反的作為。」
And the Stoics also hold the world to be generated/created. As for the one so much spoken of in barbarian philosophy as 'the devil,' the ruler of the demons, Plato in the tenth book of the Laws says that he is an evil-working soul, in these very words: 'A soul that governs and dwells in all that is moved in every manner — must we not also say that it necessarily governs heaven?' 'Of course.' 'One soul, or more?' 'More — I shall answer on your behalf. Let us posit no fewer than two: the one beneficent, and the one capable of accomplishing the contrary effects.'
13:13.9
Ομοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει Ἒστι μὲν δὴ καὶ ἄλλα κακὰ, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν. Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς ὧδέ πως γράφων
同樣,他在《斐德羅篇》中也寫道:「固然也有其他的惡事,但有某個精靈,在大多數的惡事之中,摻入了眼前的快感。」而在《法律篇》第十卷中,他更是明白顯示了那句使徒的話:「我們並不是與屬血氣的爭戰,乃是與那在天空中的屬靈勢力爭戰」,他大致這樣寫道:
And likewise, in the Phaedrus, he writes the following: 'There are indeed other evils, but some daemon has mixed into most of them a pleasure for the present moment.' But also, in the tenth book of the Laws, he plainly shows that apostolic saying, 'our wrestling is not against blood and flesh, but against the spiritual powers in the heavens,' writing something like the following:
13:13.10
Επειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἷναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη, φαμὲν, ἀθάνατός ἐσθ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη
「既然我們彼此都已承認,諸天固然充滿了許多美善之事,但也同樣充滿了與之相反的事物,只是後者數量較少——我們便說,這是一場不死不休的爭戰,需要驚人的警醒方能守護。」
'For since we have granted among ourselves that heaven is full of many good things, but also full of the opposite ones, though these are fewer — we say that this is an undying battle, and one requiring wondrous vigilance.'
13:13.11
Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· καὶ τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν· ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος
再者,蠻族哲學也懂得兩重世界——一為理智的世界,一為可感的世界;前者為原型,後者則為那美善範型的映像。它將理智的世界歸於「單一」,將可感的世界歸於「六」;因為在畢達哥拉斯學派之中,婚姻被稱為「六」,因其被視為多產、能生育之數。而在「單一」之中,構成了看不見的天、聖潔的地,以及理智之光;因為經上說:「起初神創造天地;地是空虛的。」
And again, barbarian philosophy knows a twofold world — the intelligible, and the sensible; the one the archetype, the other the image of that beautiful pattern. And the one it assigns to the Monad, as being intelligible; the other, the sensible, to the Hexad; for among the Pythagoreans marriage is called the Hexad, as being a fruitful/generative number. And in the Monad it composes the invisible heaven and the holy earth and intelligible light; for it says, 'In the beginning God made heaven and earth; and the earth was invisible.'
13:13.12
εἶτ ἐπιφέρει καὶ εἶπεν ὁ θεὸς, γενέσθω φῶς, καὶ ἐγένετο φῶς. ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ οὐρανὸν ἐδημιούργει· τὸ δὲ στερεὸν αἰσθητὸν, γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον· ἆρ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά
接著又說:「神說,要有光,就有了光。」但在可感層次的宇宙生成中,祂所造的乃是天——即那可感的穹蒼——以及可見的地,還有可見的光。由此看來,豈不覺得柏拉圖是把生物的「理型」留在理智世界之中,而按照那些理智的種類,將可感的形相造出來的嗎?
Then it continues: 'and God said, let there be light, and there was light.' But in the sensible cosmogony he fashioned heaven — that is, the sensible firmament — and the visible earth, and the light that is seen. Does it not, then, seem to you that Plato, on this basis, leaves the forms of living things in the intelligible world, and fashions the sensible forms according to their intelligible kinds?
13:13.13
εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μώσης, ὃ γήινόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ εἰκόνα καὶ καθ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι
因此,摩西所言人的身體是從地上塑造而成——柏拉圖稱之為「地上的帳棚」——而理性的靈魂則是從上而降,由神吹入面容之中,這是恰當的。因為據說治理性的官能正安置於此,他們就以此解釋靈魂如何藉著感官,以一種附帶發生的方式進入了那最初被造的人之中,因此人也就是按著神的形像、照著祂的樣式而造成的。
It is fitting, then, that Moses says the body was fashioned out of earth — which Plato calls the 'earthly tent' — while the rational soul was breathed in from above by God into the face. For it is there, they say, that the governing faculty is seated, interpreting the soul's entry as an occurrence taking place, through the sense-organs, upon the first-formed man; wherefore also man came to be according to the image and according to the likeness of God.
13:13.14
εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθὴς, εἰκὼν δ εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γὰρ ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε, καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε. ἀκόλουθοι δ οἶμαι, οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι
因為神的形像乃是那神聖而尊貴的道,是無情慾之患的人;而那形像的形像,則是人的理智。你若願意以另一個名稱來理解這種相似性,便能在摩西那裡找到一種被稱為「神聖的」步隨。因為他說:「你們要跟隨耶和華你們的神而行,並要謹守祂的誡命。」我想,一切有德之人,誠然都是神的「跟隨者」與「事奉者」。
For the image of God is the divine and royal Word, man without passion; and the image of that image is the human mind. And if you wish to grasp this likeness by another name, you would find in Moses a sequence called 'divine.' For he says: 'Walk after the Lord your God, and keep his commandments.' And I think that all the virtuous are, indeed, 'followers' and 'servants' of God.
13:13.15
Ἐντεῦθεν δ οἶ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασιν, ὁ Πλάτων δὲ ὁμοίωσιν θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ, Ζήνων τε ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβὼν, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαιδρῷ Σωκράτης ὡς οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι, οὐδ ἀγαθὸν ἀγαθῷ μὴ φίλον
由此,斯多亞學派說哲學的目的在於順應本性而生活,柏拉圖則說是與神相似,正如我們在《雜集》卷二中所述;斯多亞派的芝諾承襲自柏拉圖,而柏拉圖則承襲自異族哲學,兩人皆說一切善人彼此皆為朋友。因為蘇格拉底在《斐德羅篇》中說:惡人與惡人為友,善人與善人不為友,這都是命中注定不可能的事。
Hence the Stoics have said that the goal of philosophy is to live in accordance with nature, while Plato said it is likeness to God, as we set forth in the second Stromateus; and Zeno the Stoic, having taken this from Plato—who in turn drew from barbarian philosophy—says that all good men are friends to one another. For Socrates says in the Phaedrus that it is not fated for a bad man to be friend to a bad man, nor for a good man not to be friend to a good man.
13:13.16
ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ Πρᾶξιν Πρᾶξιν εἷναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ἦ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις, οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη
這一點他也在《呂西斯篇》中充分證明過:在不義與邪惡之中,友誼絕不可能維持。雅典來的異客同樣說,「行為」對「行為」互為朋友並且順從神,且持守一項古老的道理:當相似之物與合度的相似之物相友時,友誼才存在;而過度之物既不與過度之物為友,也不與合度之物為友;對我們而言,神便是萬物的量度。
which he also demonstrated sufficiently in the Lysis, namely that friendship could never be preserved amid injustice and wickedness. And the Athenian Stranger likewise says that one practice is a friend to another and follows God, holding to an ancient principle: that like is friend to like when it is moderate, but the immoderate is friend neither to the immoderate nor to the measured; and God for us would be the measure of all things.
13:13.17
Εἶτα ὑποβὰς ἐπάγει Πλάτων Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ. Ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει Τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον
接著,柏拉圖再往下說道:「凡善人皆與善人相似,並且既與神相似,便對一切善人與神皆為友。」說到這裡,我又想起另一段話;因為他在《蒂邁歐篇》結尾說:「認知者當按照其原初的本性,使自己與所認知之物相似;一旦達致相似,便獲致諸神為世人所設立的至善生活之終極目的,無論在今世或來世皆然。」
Then, proceeding a little further, Plato adds: 'For every good man is like a good man, and being also like God, he is a friend both to every good man and to God.' Having come to this point, I was also reminded of that other passage; for at the end of the Timaeus he says: 'The one who understands must, according to his ancient nature, make himself like to that which is understood, and having become like it, he attains the end of the best life set before men by the gods, both for the present and for the time to come.'
13:13.18
Καὶ μετὰ βραχέα ἐπιλέγει Ἀδελφοὺς δ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶς ὧδέ πως Ἐστὲ μὲν γὰρ πάντες οἶ ἐν τῇ πόλει ἀδελφοὶ, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς
接著他又補充說:我們皆為弟兄,因為同屬一位神、同出一位教師——柏拉圖似乎也在某處說得很好,大意如此:「你們這城邦中的人都是弟兄,」我們將如此對他們講述這個神話。「但神在塑造你們時,凡你們當中有能力治理的人,在其誕生之時便摻入了黃金,因此他們最為尊貴;凡作為輔佐者的,則摻入白銀;至於鐵與銅,則賜給農夫與其他工匠。」
And after a few words he adds that we are brothers, inasmuch as we belong to the one God and the one teacher—Plato too appears, somewhere, to say something good along these lines: 'For you who are in the city are all brothers,' as we shall say to them in telling the myth. 'But God, in fashioning you, mixed gold into the begetting of those among you fit to rule, wherefore they are most honored; silver into those who are auxiliaries; and iron and bronze into the farmers and the other craftsmen.'
13:13.19
Ὅθεν ἀνάγκη φησὶ γεγονέναι, ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ οἶς γνῶσις, ἐκείνους δὲ ἐφ οἷς δόξα. ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δὲ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα
他說,由此便有了必然的結果:這一等人所擁抱、所愛的是憑知識而得之事物;那一等人所愛的,則是憑意見而得之事物。或許他是在預言那渴慕知識的蒙揀選之性;除非他其實是設想三種本性,如某些人所認為的,描繪出三種政體——猶太人是白銀那一種,希臘人是第三種,而基督徒則是那摻入了君王黃金——亦即聖靈——的一種。
Whence, he says, it has necessarily come about that these embrace and love those things about which there is knowledge, and those others love the things about which there is only opinion. For perhaps he divines by prophecy this elect nature that longs for knowledge—unless indeed, positing three natures, he is describing three polities, as some have supposed: the silver one of the Jews, the third of the Greeks, and that of the Christians, into whom the royal gold—the Holy Spirit—has been mixed.
13:13.20
τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι. σπουδαὶ δὲ ἑταιρειῶν καὶ σύνοδοι καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίστα τᾶι αὐτοῖς. εὖ δὲ ἢ κακῶς τι γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἶ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτα οὔθ ὅτι οὐκ οἶδεν οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται, κατὰ Πίνδαρον, τὰ γᾶς ὑπένερθεν, οὺρανοῦ ρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντη φύσιν ἐρευνώμενος
他在描繪基督徒的生活時,在《泰阿泰德篇》中逐字寫道:「讓我們來談談這一類人中的佼佼者吧;至於那些在哲學上敷衍度日的人,又何必提呢?這些人根本不知道通往市場的路,也不知道法庭、議事廳或城邦其他公共集會之所在;對於口頭宣布或成文的法令與決議,他們既不曾看見,也不曾聽聞。至於黨派的競逐、集會,以及有吹笛女相伴的宴飲狂歡,他們連作夢都想不到要參與。城邦中發生了什麼好事或壞事,或某人因祖先而招致何種災禍,這些對他們而言,比人們所謂的「海中有幾斗水」還要陌生。而這並非因為他不知道自己不知道,而是因為,實際上唯獨他的身體居留、寄寓在城邦之中,他本人卻如品達所言,「飛越大地之下,飛越諸天之上」,鑽研天文,遍尋萬物的本性。」
And manifesting the life of the Christians, he writes word for word in the Theaetetus: 'Let us speak, then, about the leaders of this class; for why should one speak of those who spend their time in philosophy poorly? These men, indeed, know neither the way to the marketplace, nor where the courthouse is, nor the council-chamber, nor any other common assembly of the city; and they neither see nor hear the laws and decrees, whether spoken or written. The rivalries of political clubs, and gatherings, and revels with flute-girls—it does not even occur to them in a dream to take part in such things. Whether something good or bad has happened in the city, or what evil has befallen someone from his ancestors, escapes them more than the proverbial pints of the sea. And this is not because he does not know that he does not know these things, but because in truth only his body is situated and dwells in the city, while he himself flies, as Pindar says, beneath the earth and above the heavens, studying astronomy and searching out the whole of nature everywhere.'
13:13.21
Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ τῷ ἔστω τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ ἐκεῖνα ἀπεικαστέον ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀλήθειαν ἀφανίσαι οὐδαμῶς θέμις. τῷ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῇ δεκάτῳ τῶν Νόμων λέξις ἔπαινός τε ὅρκος τε περὶ παντὸς ἀπἐστω. καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μώσεως λέγοντος εἶπε καὶ ἐγένετο, τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος
再者,可將主的話語「是就說是,不是就說不是」與那句相比:「至於容許虛假、使真理消失,於我而言絕無可能。」而與禁止起誓相呼應的,是《法律篇》第十卷中的這句話:「無論何事,讚辭與誓言皆當摒棄。」總而言之,畢達哥拉斯、蘇格拉底與柏拉圖都說自己聽見了神的聲音,因為他們精確地觀察到,宇宙萬物的構造乃出於神,且不斷地被祂維繫著;他們其實正是聽見了摩西所說「祂說有,就有」,摩西正是藉此描述神的道乃是行動本身。
Again, to the Lord's saying, 'Let your yes be yes and your no be no,' those words of Plato may be compared: 'But for me to concede a falsehood and make truth vanish is in no way lawful.' And in agreement with the prohibition concerning oaths is this statement in the tenth book of the Laws: 'Let both praise and oath, in every case, be absent.' And, in general, Pythagoras and Socrates and Plato, when they say they hear the voice of God, observing precisely that the constitution of the universe has come to be by God and is held together without ceasing, have in effect heard Moses saying, 'He spoke, and it came to be,' thereby describing the word of God as being a deed.
13:13.22
ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήι·νον μὲν οἶ φιλόσοφοι παρ ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν, Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει τίθεσθαι τὸ ἀλλ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, καθάπερ Ἠσαίας καὶ καταπατήσατε αὐτοὺς λέγων ὡς πηλόν
在論及人由塵土所造這一點上,哲學家們處處宣稱肉體是屬地的;荷馬也毫不遲疑地將「願你們都化為水與土」當作一句咒詛之語寫下,正如以賽亞所言:「你們必將他們踐踏,如同踐踏泥土一般。」
And, taking their stand on the formation of man out of dust, the philosophers on every occasion proclaim the body to be earthy; and Homer does not hesitate to set down, as part of a curse, 'But may you all become water and earth,' just as Isaiah too, saying, 'and you shall trample them down like clay.'
13:13.23
Καλλίμαχος δὲ διαρρήδην γράφει ἢν κεῖνος οὑνιαυτὸς, ᾧ ποτὲ πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως ἐφθέγγεθ, ὡς ὁ πηλὸς ὁ Προμηθέως. πάλιν τε ὁ αὐτὸς εἴ σε ἔφη Προμηθεὺς ἔπλασε, καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας. Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει Ἥφαιστον δὲ κέλευσε περικλυτὸν ὅττι τάχιστα γαίαν ὕδει φύρειν, ἐν δ ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον
卡利馬科斯明確寫道:「那是這樣的一年:那時,有翼之物、海中之物與四足之物,皆曾如此發聲——因為牠們皆出自普羅米修斯之泥。」他又說:「若普羅米修斯塑造了你,你便不是出自別的泥土。」赫西俄德論及潘朵拉時也說:「他命令聲名遠播的赫菲斯托斯儘快將泥土與水攪拌在一起,並在其中賦予人的聲音與心智。」
And Callimachus writes explicitly: 'That was the year in which once the winged creature, and the creature of the sea, and the four-footed creature spoke thus—being of the clay of Prometheus.' And again the same poet says: 'If Prometheus fashioned you, then you were made of no other clay.' And Hesiod, concerning Pandora, says: 'And he bade renowned Hephaestus, as quickly as possible, mix earth with water, and put in it a human voice and mind.'
13:13.24
πῦρ μὲν οὖν τεχνικὸν, ὁδῶ βαδίζον εἰς γένεσιν, τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. τί δέ; οὐχὶ καὶ Ὅμηρος παραφράζων χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρὰς ἐπὶ τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος
斯多亞學派將本性界定為一種「技術之火」,循序邁向生成;而聖經則以火與光寓意神及其道。再者,荷馬論及忒堤斯與俄刻阿諾斯時,豈不正是在意譯水與地的分離、以及乾地顯明的啟露嗎?他說:「因為他們彼此已久久疏離了枕席與愛慕。」
Thus the Stoics define nature as an artistic fire, proceeding methodically toward generation; and by Scripture, God and his Word are allegorized as fire and light. What then? Does not Homer too, paraphrasing the separation of the water from the earth and the manifest disclosure of the dry land, say, concerning Tethys and Oceanus, 'For already for a long time they have kept apart from one another's bed and love'?
13:13.25
πάλιν τὸ δυνατὸν ἐν πάσι προσάπτουσι καὶ οἱ παρ Ἕλλησι λογιώτατοι τῷ θεῷ· ὁ μὲν Ἐπίχαρμος, Πυθαγόρειος δὲ ἣν, λέγων οὐδὲν ἐκφεύγει τὸ θεῖον, τοῦτο γινώσκειν σε δεῖ· αὐτός ἐστ ἀμῶν ἐπόπτης, ἀδυνατεῖ δ οὐδὲν θεός. ὁ μελοποιὸς δὲ θεῷ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας. ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος, φησὶ, θεὸς οὗτός ἐστιν
再者,希臘人中最博學者也將全能歸給神:厄庇卡耳摩斯——他是畢達哥拉斯學派——說道:「無一物能逃脫那神聖者,這一點你當知道:祂本身即是我們的鑒察者,神無所不能。」而抒情詩人則說,神能「從黑夜中興起無瑕的光明,也能以濃雲密布的黑暗遮蔽白晝的清輝。」他說:那位在白晝當前之際,唯獨能使之化為黑夜者,這位便是神。
Again, the most learned among the Greeks also attribute power over all things to God. Epicharmus, being a Pythagorean, says: 'Nothing escapes the divine; this you must know: he himself is our overseer, and God is unable to do nothing.' And the lyric poet says it is possible for God 'to raise up from black night an unsullied light, and to cover with dark-clouded darkness the pure radiance of day.' He who alone, while day is present, is able to make it night—this, he says, is God.
13:13.26
ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις ὁ Ἄρατος Ἐκ Διὸς ἀρχώμεσθα εἰπὼν τὸν οὐδέποτ ἄνδρες ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Δῖός πᾶσαι μὲν ἀγυιαὶ, πᾶσαι δ ἀνθρώπων ἀγοραὶ, μεστὴ δὲ θάλασσα, καὶ λιμένες, πάντη δὲ Δῖός κεχρήμεθα πάντες, ἐπιφέρει τοῦ γὰρ καὶ γένος ἐσμὲν, οἷον δημιουργίᾳ,...ο δ ηπιος ανθρωποισι δεξιὰ σημαίνει· αὐτὸς γὰρ τέ γε σήματ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δεῖς ἐνιαυτὸν ἀστέρας, οἱ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν ὡράων, ὄφρ ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται. χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ ἀνθρώποισιν ὄνειαρ. καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς Ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωσέα, ἐν μὲν γαῖαν ἔτευξ, ἐν δ οὐρανὸν, ἐν δὲ θάλασσαν, φησὶν ἐν δὲ τὰ τείρεα πάντα, τά τ οὐρανὸς ἐστεφάνωται. ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει
阿拉托斯在題為《天象》的作品中,一開頭便說:「讓我們從宙斯說起,這是凡人永不該略而不提的;街道無不充滿宙斯,人群聚集的市場無不充滿宙斯,海洋與港灣也充滿宙斯,我們處處都需要宙斯,」接著又說:「因為我們也是他的後裔,」彷彿出於他的創造工夫,「……他慈祥地向世人指示吉兆;因為正是他自己在天上安置了徵象,辨別了眾星;他為一年設想了哪些星辰最能準確地向人指示季節,好叫萬物得以穩固生長;因此人們總是最先與最後向他祈求恩寵。萬歲,父啊,偉大的奇蹟,於人類是莫大的福祉。」在此之前,荷馬也曾在描述赫菲斯托斯所鍛造的盾牌時,仿效摩西般地創造世界,他說:「他在盾上鑄造了大地,鑄造了天,鑄造了海,」又說「鑄造了裝點天空的一切星辰。」因為那藉由詩歌與散文著作而被歌頌的宙斯,其概念實際上所指向的,正是神。
And in the work entitled Phaenomena, Aratus, having said, 'Let us begin from Zeus, whom men never leave unspoken; full of Zeus are all the streets, full are all the marketplaces of men, full is the sea and the harbors, everywhere we all have need of Zeus,' adds, 'for we are also his offspring,' as it were by his craftsmanship—'...and he graciously shows favorable signs to men; for he himself fixed the signs in heaven, distinguishing the stars, and devised for the year which stars would most clearly signal to men the seasons, so that all things might grow steadfastly; wherefore men always propitiate him first and last. Hail, Father, great wonder, great boon to men.' And before this, Homer too, fashioning the world upon the Hephaestus-wrought shield after the manner of Moses, says: 'On it he fashioned the earth, and on it the heaven, and on it the sea,' and 'on it all the constellations with which the heaven is crowned.' For the Zeus who is celebrated through poems and prose writings refers, in his underlying concept, to God.
13:13.27
Ἤδη δὲ, ὡς εἰπεῖν, ὑπ αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα Ζεὺς μυθεῖται, καὶ πάντα οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων. μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὢν, ὲν ἀνδρῶν, ὲν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω, τῆς ὕλης παραδίδωσι, καὶ ἔνα τὸν τούτων δημιουργὸν, τὸν ἀριστοτέχναν πατέρα λέγει, τὸν καὶ τὰς προκοπὰς κατ ἀξίαν εἰς θειότητα παρεσχημένον
早已有——可以說是——顯而易見地,德謨克利特寫道:世間有少數幾個人,在此處(即我們希臘人如今所稱的「空氣」)舉手向上,說:「宙斯述說萬事,祂知曉一切、賜予一切、奪去一切,祂是萬物之王。」更為神祕的是,皮奧夏人品達,作為畢達哥拉斯學派,論及質料時傳講:「人一族,神一族,二者皆自同一位母親而得氣息」;他又稱這一切的唯一創造者為「至善的工匠、父」,是祂按各人的功績,賜予邁向神性的進益。
Already, so to speak, plainly in the light, Democritus writes that there are some few among men who, lifting up their hands here, where we Greeks now call the air, say: 'Zeus recounts all things, and he knows all, and gives and takes away all, and he is king of all.' More mystically, the Boeotian Pindar, being a Pythagorean, hands down concerning matter: 'One is the race of men, one the race of gods, and from one mother do both draw breath'; and he calls the one craftsman of these the 'father, best of artificers,' who also grants advancement, according to merit, unto divinity.
13:13.28
σιωπῶ γὰρ Πλάτωνα, ἅ ἀντικρυς οὖτος ἐν τῇ πρὸς Ἐραστὸν καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν, ἐπομνύντας σπουδῇτε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον, καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομηύντας, ὅν ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε. ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα λέγει τὸν δημιουργὸν, λέγουσα ὦδέπως θεοὶ θεῶν, ὦν ἐγὼ πατῆρ δημιουργὸς τε ἔργων
至於柏拉圖——我姑且略過不論——他在致厄拉斯托斯與科里斯庫斯的信中,竟公然(我不知是如何)從希伯來聖經中透露出「父」與「子」的觀念,他逐字勸勉他們:要以不失於雅致的誠懇之心,並以與此誠懇相輔而行的教養,共同起誓,指著那作為萬有原因的神起誓,並指著那位嚮導與原因之父——主——起誓,你們若正確地追求哲學,必將認識祂。而《蒂邁歐篇》中那段講詞也稱造物主為「父」,大略這樣說:「諸神之神啊,我乃你們的父,也是〔你們〕諸工之創造者。」
For I pass over Plato in silence—the things which he, quite openly in his letter to Erastus and Coriscus, appears somehow to manifest from the Hebrew scriptures, namely Father and Son, exhorting them word for word to swear together, with an earnestness not lacking in refinement, and with the discipline that is sister to earnestness, by the God who is cause of all things, and swearing by the father of their guide and cause, the Lord, whom, if you philosophize rightly, you shall come to know. And the discourse in the Timaeus calls the Demiurge 'Father,' saying something like this: 'Gods of gods, of whom I am father and maker of your works.'
13:13.29
ὥστε καὶ ἐπὰν εἴπῃ περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ, κἀκείνου ἕνεκα τὰ πάντα, κακεῖνο αἴτιον τῶν καλ[ν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα,οὐκ ἄλλως ἔγωγε ἐξακούω ἤ τὴν ἀγίαν τριἀδα μηνύεσθαι. τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δἒ δεύτερον, δι οὖ πάντα ἐγέντο κατὰ βούλησιν τοῦ πατρός
因此,當他說:「萬物皆環繞萬有之王,萬物皆為祂而存在,祂也是一切美善之因;第二者關乎第二等事物,第三者關乎第三等事物,」我個人聽來,這不外乎是在揭示聖三一。因為聖靈是第三位,聖子是第二位,萬物皆藉著聖子、按父的旨意而受造。
So that also when he says, 'Around the king of all things all things exist, and for his sake are all things, and he is the cause of all good things; the second exists concerning the second things, and the third concerning the third things,' I, for my part, hear this as nothing other than a disclosure of the Holy Trinity. For the Holy Spirit is the third, and the Son is the second, through whom all things came into being according to the will of the Father.
13:13.30
ὁ δὲ αὐτὸς ἐν τῷ δεκάτοῳ τῆς Πολιτεῖας Ἠρὸς τοῦ Αρμενίου, τὸ γένετο Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωρόαστρις. αὐτὸς γούν ὁ Ζωρόαστρις γράφει τάδε δυεέγραψε Ζωρόαστρις ὁ Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει. τάχα μὲν οὐ τὴν ἀνάστασιν, ἀλλἐκεὶνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εὶς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεςίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. ταῦτα ὐποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἆθλα λέγεσθαι ιβ΄, μεθ', ἄ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. οὐ παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα. ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς
柏拉圖在《理想國》第十卷中,也提到亞美尼烏斯之子厄爾,種族屬潘菲利亞人,即所謂的瑣羅亞斯德。瑣羅亞斯德本人便如此寫道:「亞美尼烏斯之子瑣羅亞斯德,種族屬潘菲利亞人,戰死之後,寫下他到了冥府所從諸神那裡學得的一切。」柏拉圖說,這位瑣羅亞斯德在柴堆上躺了十二天之後便復活了。也許他所暗示的並非復活,而是這件事:靈魂經由黃道十二宮上升的路徑;他本人也說,靈魂降臨受生時所走的,正是同一條路。由此也當推想,赫拉克勒斯的功業之所以稱作十二項,正是因為完成之後,靈魂便得以脫離這整個世界。我也不忽略恩培多克勒;這位自然哲學家提到萬物終將被收回、化為火之本質的變化。
And the same Plato, in the tenth book of the Republic, mentions Er, son of Armenius, by race a Pamphylian, who is said to be Zoroaster. Zoroaster himself, at any rate, writes as follows: 'Zoroaster, son of Armenius, by race a Pamphylian, having died in war, wrote down what he learned from the gods when he came to be in Hades.' Now this Zoroaster, Plato says, having lain twelve days upon the funeral pyre, came back to life. Perhaps he does not hint at the resurrection, but rather at this: that the path for souls to their ascent comes about through the twelve signs of the zodiac; and he himself also says that the same descent occurs for souls coming into being. These things one should also suppose are meant when the labors of Heracles are said to be twelve, after which the soul comes to be released from this whole world. Nor do I pass over Empedocles: this natural philosopher mentions the taking-up of all things, as one day to be a transformation into the substance of fire.
13:13.31
Σαφέστατα δ Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀίδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. ἀλλ ὅτι μὲν ἀίδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας ἀιδίως ποιὸν κόσμον ἤδη, φανερὸν ποιεῖ λέγων οὕτως κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ ἢν ἀεὶ καὶ ἔστι, καὶ ἔσται, πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα. ὅτι δὲ καὶ γεννητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζε μηνύει τὰ ἐπιφερόμενα πυρὸς τροπαὶ, πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι ἀέρος τρέπεται εἰς ὑγρὸν, τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται νεται οὐρανὸς καὶ γῆ καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται σαφῶς διὰ τούτων δηλοῖ θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι. ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά
以弗所人赫拉克利特的看法最為明確:他斷定有某一世界是永恆的,又有某一世界是可朽壞的——即依其秩序排列而成的那個世界;同時他也知道,這可朽壞的世界其實與那永恆者並非兩回事,只是處於某種狀態罷了。至於他認為那出自全部本質、永恆地具有其特質的世界是永恆的,這一點他明白地這樣說:「這同一個秩序井然的世界,無論眾神或世人,皆非其創造者;它過去存在、現在存在、將來也必存在,乃是一團永恆的活火,依尺度燃起,又依尺度熄滅。」而他也主張這個世界是既受生又可朽壞的,這一點從接下來所講的「火的轉化」可以看出:「先是海,海的一半是地,一半是暴風雲。」因為他實際上是說:火藉著治理萬有的道與神,經由空氣轉化為濕氣,這濕氣猶如宇宙秩序的種子,他稱之為「海」;再由此又生出天、地,以及其中所包含的一切。至於它如何再度被收回並化為火,他也藉以下這句話清楚表明:「海被分散、又按同一比例重新測定,回復到它成為海之前的原狀。」關於其餘的元素,情形也是如此。
Most clearly of all, Heraclitus of Ephesus holds this opinion: having judged that a certain world is eternal, and a certain world perishable—the one according to its ordered arrangement—knowing that the latter is not other than that eternal one, but in a certain state. That he makes it clear the world is eternal—already eternally qualified out of all substance—he shows by saying thus: 'This world-order, the same for all, none of the gods nor of men made, but it always was and is and shall be: an ever-living fire, kindling in measures and being extinguished in measures.' But that he also held it to be both generated and perishable is shown by what follows concerning the turnings of fire: 'first sea, and of sea half is earth, half is fiery storm-cloud.' For in effect he says that fire, through the governing Word and God of the universe, is turned by means of air into moisture, which is as it were the seed of the world-order, which he calls 'sea'; and from this again come to be heaven and earth and the things contained in them. And how it is again taken back up and consumed in fire he shows clearly through these words: 'Sea is dispersed and measured out into the same proportion it was before it became sea.' And likewise the same holds concerning the other elements.
13:13.32
Παραπλήσια τούτῳ καὶ οἶ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως ἕως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς. πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτεριἐν νῆν ἡμέραν κέκληκεν διὰ τοὺς κοσμοκράτορας, οἶμαι, τοῦ σκότους τούτου· ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα ὁδὸν τῆς ψυχῆς κατὰ ταὐτὰ τῷ Ἡρακλείτῳ. καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπιζε τὸ πνεῦμα διὰ τοῦ Δαβὶδ λέγον ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου· οὐ γὰρ τὴν ἀνάστασιν μόνον τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν, ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ
與此相仿,斯多亞學派中最傑出者也就「大火焚盡」(世界周期性焚化)多所論述,同時也詳論宇宙的治理、宇宙與人的特有性質,以及我們靈魂繼續存留的問題。再者,柏拉圖在《理想國》第七卷中,也把此世的白晝稱為一種帶著夜色的白晝,我想這是因為這黑暗的世界掌權者之故;他也和赫拉克利特一樣,把靈魂進入身體的旅程稱為「睡眠」與「死亡」。這豈非正是聖靈藉大衛預先論及救主所說的:「我躺下且睡了;我醒起,因為主必扶持我」?因為這句話所寓意的,不僅是基督從睡眠中復活,也寓意主降世成肉身這件事本身猶如睡眠。
Similar to this, the most distinguished of the Stoics also hold doctrines about the conflagration, discoursing at length also about the governance of the world and the specific quality of the world and of man, and about the continued survival of our souls. Again, Plato too, in the seventh book of the Republic, has called this day here a night-like day, on account, I suppose, of the world-rulers of this darkness; and he calls the soul's journey into the body 'sleep' and 'death,' in the same manner as Heraclitus. And might this not be what the Spirit foretold, through David, concerning the Savior, saying: 'I lay down and slept; I awoke, because the Lord will sustain me'? For it allegorizes not only the resurrection of Christ as a rising from sleep, but also the Lord's descent into flesh as sleep.
13:13.33
αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ, γρηγορεῖτε· οἷον, μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους. Λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον· ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ, καὶ πᾶσαν τὴν ἐργαστικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν· ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν
救主本身也如此吩咐:「要儆醒」——意即:當操練如此生活,並努力使靈魂與身體分離。至於主日,柏拉圖在《理想國》第十卷中藉以下這段話加以預示:「那些在草原上的人,每人各滿七日之後,便當從那裡起身,於第八日啟程,到第四日抵達。」所謂「草原」,當理解為恆星天球,是一片溫和宜人、屬於聖潔者的地域;所謂「七日」,指的是七大行星各自的運行,以及一切勞作技藝,皆急於奔向安息的終點;而經過那些遊蕩的行星之後的旅程,則通往上天,也就是第八重運行與第八日;他又說靈魂於「第四日」抵達,這是在表明經由四大元素而行的旅程。
Immediately, the Savior himself likewise enjoins: 'Watch'—that is, practice living in this way, and strive to separate the soul from the body. And Plato, in the tenth book of the Republic, divines the Lord's Day through the following: 'And when seven days had passed for each of those in the meadow, they must, rising up from there, journey on the eighth day and arrive on the fourth day thereafter.' Now by 'meadow' one must understand the sphere of the fixed stars, as a gentle and pleasant region, and the place of the holy; by 'seven days,' each of the motions of the seven planets, and every laboring art hastening toward the goal of rest; and the journey after passing through the wandering planets leads to heaven, that is, to the eighth motion and day; and he says the souls depart 'on the fourth day,' signifying the journey through the four elements.
13:13.34
Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονουμένων καὶ φυομένων ἀπάντων. Ἡσίοδος μὲν οὖν οὕτω περὶ αὐτῆς λέγει πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ. καὶ πάλιν ἑβδομάτη δ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δὲ ἑβδομάτη δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ. καὶ ἑβδόμη ἦν ἱερή. καὶ πάλιν ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. καὶ αὖθις ἑβδομάτῃ δ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει ἑβδομάτῃ δ ἠοῖ, καί οἱ ἐτέτυκτο ἅπαντα. καὶ πάλιν ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη. καὶ ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελεία. καὶ ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντ ἐπιτελλομένοις ἐνιαυτοῖς
不僅希伯來人,希臘人也同樣曉得第七日為聖日;一切受生與生長之萬物所構成的整個世界,皆循此而運行不息。赫西俄德便如此論及此日:「首先是初四日,其次是第七日,這是聖日。」又說:「到了第七日,太陽的光輝再度燦爛。」荷馬則說:「到了第七日,聖日便降臨了。」又說:「第七日乃是聖潔的。」又說:「那是第七日,一切事在那日都已完成。」又說:「到了第七個黎明,我們便離開了源自阿刻戎的水流。」詩人卡利馬科斯也寫道:「到了第七個黎明,一切為他都已成就。」又說:「第七乃列於美善之中,第七也是誕生之日。」又說:「第七位居眾首,第七也是完滿的。」又說:「星空之中,一切以七為數而造成,隨著周而復始的歲月,循環顯現。」
But not only the Hebrews, but the Greeks too, know the seventh day as holy, according to which the whole world of all things generated and growing revolves in its cycle. Hesiod, then, speaks of it thus: 'First, the fourth, and the seventh, a sacred day.' And again: 'And on the seventh again, the bright light of the sun.' Homer: 'And on the seventh thereafter came down the sacred day.' And: 'The seventh was sacred.' And again: 'It was the seventh day, and on it all things had been accomplished.' And again: 'And on the seventh dawn we left the stream from Acheron.' Indeed, Callimachus the poet also writes: 'And on the seventh dawn, and all was accomplished for him.' And again: 'The seventh is among the good, and the seventh is a birthday.' And: 'The seventh is among the first, and the seventh is perfect.' And: 'And seven things were all fashioned in the starry heaven, appearing in circles as the years came round.'
13:13.35
Ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσι. Τὰ δὲ οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ ἄρωμεν ἀφ ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας οὕτω φησὶν Οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγώσεται, ἐκκοπήσεται τὼ ὀφθαλμὼ, τελευτῶν πάντα κακὰ παὼν ἀνασκινδυλευθήσεται. Ὅ τε Σωκρατικὸς Ἀντισθένης παραφράζων τὴν προφητικὴν ἐκείνην γραφὴν τίνι με ὡμοιώσατε; λέγει κύριος οὐδενὶ ἐοικέναι φησὶ, διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται. τὰ δὲ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὡς μὲν μέγας τις καὶ δυνατὸς φανερὸς, ὁποῖος δ ἐστὶ μορφὴν ἀφανής. οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ οὐδ ἀκτίνων κατ ἐναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοὶ, θνητοὶ γεγαῶτες, προεῖπεν ἡ Σίβυλλα
梭倫的哀歌也極力頌揚「七」這個數字。而與經上所說「讓我們除去義人,因為他令我們難以應付」相彷彿的,柏拉圖在《理想國》第二卷中,幾乎像在預言那救贖的計畫一般,這樣說道:「這位義人處於這樣的境地,將要遭受鞭打,雙眼將被剜去,最終遍受一切苦難之後,將被釘上木樁而死。」蘇格拉底門下的安提斯泰尼,意譯那句先知的經文「你們要將我比作誰呢?主如此說」,說祂與任何事物皆不相似,因此無人能藉任何形象而完全認識祂。雅典人色諾芬也說了類似的話,逐字如下:「那震動並又安定萬物者,顯然是偉大而大能的,然而其形貌卻不可見;甚至連那看似光輝四射的太陽,也不容人直視,若有人厚顏凝視它,它便奪去他的視力。」因為「有何等血肉之軀,能以肉眼看見那位真實的、居於穹蒼之中的不朽天上之神呢?就連世人,既為必死者,也無法在陽光正面之下站立」——這是西卜拉所預言的。
But the elegies of Solon too greatly extol the number seven. And not unlike the Scripture that says, 'Let us take away the righteous man from among us, because he is troublesome to us,' Plato, almost prophesying the saving dispensation, says thus in the second book of the Republic: 'Being disposed in this way, the just man will be scourged, his eyes will be gouged out, and finally, having suffered every evil, he will be impaled.' And Antisthenes the Socratic, paraphrasing that prophetic scripture, 'To whom will you liken me? says the Lord,' says that he is like nothing, wherefore no one is able to learn him fully from any image. Xenophon the Athenian says similar things, word for word: 'He who shakes and steadies all things is manifestly great and powerful, but in form he is invisible; nor indeed does even the sun, which seems all-radiant, permit itself to be looked upon, but if anyone gazes upon it shamelessly, it takes away his sight.' For 'what flesh is able with its eyes to see the true heavenly God, the immortal one who dwells in the vault of heaven? Nor indeed are men, mortal as they are, able to stand facing the rays of the sun'—thus foretold the Sibyl.
13:13.36
εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος διδάσκων ὅτι εἶς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει εἰς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος, οὐδὲ νόημα. καὶ πάλιν — — ἀλλ οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεοὺς. τὴν σφετέρην δ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε. καὶ πάλιν — — ἀλλ εἰ χεῖρας ἔχον βόες, ἠὲ λέοντες, ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ ἵπποισι, βόες δέ τε βουσὶν ὅμοιοι, καί κε θεῶν ἰδέας ἔγραφον, καὶ σώματ ἐποίουν τοιαῦθ, οἷόν περ καὐτοὶ δέμας εἶχον ὅμοιον
科洛封人塞諾芬尼教導說神是獨一且無形的,這說得極好,他接著說:「獨一的神,在諸神與世人中最為至大,其形體絲毫不與必死者相似,其思想也不相似。」又說:「……但凡人卻以為諸神也如人一般出生,並且以為神有衣裳、聲音與形體,如同他們自己一般。」又說:「……但若牛或獅子有手,或能以手作畫、完成如世人所能完成的事工,馬便會將神的形象畫成馬的模樣,牛則畫成牛的模樣,各按自己所具有的形體,塑造出相似的神像來。」
Well indeed does Xenophanes of Colophon, teaching that God is one and incorporeal, add: 'One god, greatest among gods and men, in no way like mortals in body, nor in thought.' And again: '...but mortals suppose that gods are born, and that they have clothing, voice, and body like their own.' And again: '...but if oxen, or lions, had hands, or could draw with their hands and accomplish works as men do, horses would draw the forms of gods like horses, oxen like oxen, and would make their bodies such as each kind itself possessed.'
13:13.37
ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου μὲν τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος οἱ μὲν ἀδμῆτες ἀεικελίων νούσων εἰσὶ καὶ ἀναίτιοι, οὐδὲν ἀνθρώποις εἴκελοι. Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε τἀγαθὸν ἐρωτᾷς μ οἷόν ἐστ; ἄκουε δή. τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβὲς, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλὸν, δέον, αὐστηρὸν, αὐθέκαστον, ἀειςύμφορον, ἄφοβον, ἄλυπον, λυσιτελὲς, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλὲς, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεὲς, ἄτυφον, ἐπιμελὲς, πρᾶον, σφοδρὸν, χρονιζόμενον, αμεμπτον, ἀεὶ διαμένον
讓我們再聽聽抒情詩人巴庫利德斯論及神性所說的:「他們〔諸神〕不受醜陋疾病所馴服,無可指摘,絲毫不與人相似。」以及斯多亞派的克萊安提斯在某首詩中論神所寫的:「你問我至善為何物?那就聽著:有秩序的、公義的、聖潔的、虔敬的、能自制的、有益的、美好的、恰當的、嚴謹的、始終如一的、恆常有益的、無所畏懼的、不受痛苦的、有利的、無痛楚的、有助益的、令人喜悅的、穩妥的、可親的、受尊崇的、眾所公認的、榮耀的、不自誇的、周到的、溫和的、強烈的、恆久不變的、無可責備的、永遠常存的。」
Let us hear again, then, Bacchylides the lyric poet, saying concerning the divine: 'They are untamed by unseemly diseases and blameless, in nothing resembling men.' And Cleanthes the Stoic, having written these things about God in a certain poem: 'You ask me what the good is like? Listen then: ordered, just, holy, pious, master of itself, useful, noble, fitting, austere, self-consistent, ever-beneficial, fearless, painless, profitable, without grief, helpful, pleasing, secure, dear, honored, agreed upon, glorious, unassuming, careful, gentle, intense, enduring, blameless, ever-abiding.'
13:13.38
ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ ἐκείνης τευξόμενός τινος καλοῦ. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον· — — οὐδὲ γὰρ λάθρα δοκῶ, φωτὸς κακούργου σχήματ ἐκμιμούμενον, σοὶ τήνδ ἐς εὐνὴν, ὥσπερ ἄνθρωπον, μολεῖν, Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρρημόνως γράφει τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυςόμορφος, οὐδ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ ὁλοσχερὴς ἀνήρ. εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγε ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη ὁ μοιχός. ἐφ οἷς ἔτι φανερώτερον τὴν ἀκραςίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται ὁ δ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος, ὅλην δ ἐκείνην εὐφρόνην ἐθόρνυτο
這位詩人也暗自譴責眾人的偶像崇拜,接著說:「凡仰望虛榮者,皆屬卑鄙,彷彿他將從中獲得什麼美善之物一般。」既然如此,我們就不當再按照眾人的意見來設想神性了——「……因為我不認為自己曾暗中假冒奸邪之光的形貌,如同凡人一般,來到你這張床榻」,這是安菲翁對安提娥珮所說的話。索福克勒斯則直言不諱地寫道:「因為宙斯娶了這人的母親,並非化為金身,也非披著天鵝的羽衣,去使普琉戎的少女懷孕,而是以完完全全的男子之身。」接著他更進一步補充說:「這淫夫迅速地就站在了新房的門檻上。」在這之後,他更加明白地敘述那被編作神話的宙斯的縱慾,大略如此:「他既不觸摸筵席,也不觸摸淨手之水,便逕自赴床榻而去,心被慾望啃噬著,整夜狂歡縱情。」
And the same poet, tacitly censuring the idolatry of the many, adds: 'Ignoble is every one who looks to outward glory, as though he were about to obtain some good from it.' No longer, then, must one hold opinions about the divine according to the opinion of the many—'...for I do not think that I, secretly assuming the shape of a treacherous light, came to this your bed, as a man would'; thus Amphion says to Antiope. And Sophocles writes plainly: 'For Zeus married this one's mother, not in golden form, nor clothed in swan's plumage, so as to impregnate the maiden of Pleuron, but as an utterly complete man.' Then, proceeding further, he adds: 'And swiftly the adulterer took his stand at the bridal threshold.' On which, still more plainly, he relates the incontinence of the mythologized Zeus in this way: 'But he, touching neither feast nor washing-water, went to the bed, his heart gnawed with desire, and reveled the whole night through.'
13:13.39
ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις. ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος, τοῦ λόγου τοῦ δέοντος ἀεὶ, φησὶν, ἀξύνετοι γίγνονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον. ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησὶ κλῦθί μοι, ὢ πάτερ, θαῦμα βροτῶν, τἀς ἀειζώου ψυχὰς μεδέων. Παρμενίδης τε ὁ μέγας, ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει πολλὰ μάλ ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστι, οὖλον, μουνογενὲς δὲ καὶ ἀτρεμὲς ἠδ ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος αὐτὸς γὰρ πάντων φησὶ) βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων, σέο δ οὔ τις ἐρήρισται κράτος ἄλλος
這些就留給劇場的荒唐去吧。至於明確的說法,赫拉克利特說:「儘管道(邏各斯)永遠真確,人卻始終不理解,無論是在聽見之前,或是初次聽見之後。」抒情詩人梅蘭尼庇得斯歌詠道:「求你垂聽我,父啊,世人的奇蹟,永生眾魂的主宰。」偉大的巴門尼德,正如柏拉圖在《智者篇》中所言,論及神性大略如此寫道:「〔種種明證足以顯示〕它是未受生的、不可毀滅的,是完整的、獨生的、不動搖的,且是未受生的。」而赫西俄德也說:「祂本身即是眾不朽者之王與主宰,沒有任何其他權能能與祢的能力相爭。」
Let these things, then, be left to the folly of the theaters. But directly, Heraclitus says: 'Although the Word is always valid, men become uncomprehending, both before hearing it and when they have first heard it.' And Melanippides the lyric poet, singing, says: 'Hear me, O Father, wonder of mortals, ruler of ever-living souls.' And Parmenides the great, as Plato says in the Sophist, writes somewhat as follows concerning the divine: 'Very many indeed are the proofs that it is ungenerated and imperishable, whole, only-begotten, unshaken, and ungenerated.' But Hesiod too says: 'He himself is king and lord of all the immortals, and no other power vies with yours.'
13:13.40
Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ μὲν γὰρ Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας ρίας συνταξάμενος ἐν τῷ κατὰ Ἅβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ εἶς ταῖς ἀληθείαισιν, εἶς ἐστὶν θεὸς, ὃς οὐρανόν τ ἔτευξε καὶ γαῖαν μακρὴν, πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ ἐκ λίθων, ἢ χαλκέων, ἢ χρυσοτεύκτων, ἡ ἐλεφαντίνων τύπους. θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν
誠然,悲劇也把人從偶像那裡拉開,教人仰望上天。因為索福克勒斯——正如編纂史書的赫卡塔埃烏斯在其《論亞伯拉罕與埃及人》一書中所言——直接在戲台上高呼:「確確實實,獨一無二,神是獨一的,祂造了天,也造了廣袤的大地,以及大海閃耀的洪濤,與狂風的威力。而我們必死的凡人,多有心思迷失者,為安慰自身的苦難,便立起以石、以銅、以金鑄造,或以象牙雕成的神像;向這些偶像獻祭,並以美麗的節慶為之加冠慶賀,如此便自以為虔敬了。」
Yes indeed, tragedy too, drawing men away from idols, teaches them to look up to heaven. For Sophocles, as Hecataeus, who composed the histories, says in his work Concerning Abraham and the Egyptians, cries out directly upon the stage: 'One in very truth, one is God, who fashioned heaven and the far-stretching earth, and the sea's gleaming swell, and the might of the winds. But we mortals, many of us, erring in heart, have set up, as a solace for our woes, images of gods made of stone, or of bronze, or wrought of gold, or forms of ivory; and offering to these sacrifices and beautiful festal assemblies crowned with garlands, we suppose that in this way we are pious.'
13:13.41
Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν ὁρᾷς φησὶ) τὸν ὑψοῦ τόνδ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ ἡγοῦ θεόν. ἔν τε τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τρα γῳδεῖ σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξανθ ὃν πέρι μὲν φῶς, περὶ δ ὀρφναία νὺξ αἰολόχρως, ἄκριτός τ ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκε, τὰ δ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησὶ Ζεύς ἐστιν αἰθὴρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ οὐρανὸς, Ζεύς τοι τὰ πάντα, χὤτι τῶνδ ὑπέρτερον
歐里庇得斯也在同一戲台上演出悲劇時說:「你可看見這高懸無際的以太,以及它以濕潤的懷抱環抱著的大地嗎?當以此為宙斯,以此為神。」他在劇作《佩里托俄斯》中,同樣也演出這樣的悲劇台詞:「祢這自生自成者,在天體的旋轉之中,將萬物的本性交織在一起;祢的四周,光明環繞,幽暗多彩的夜色也環繞著,無數的星辰不斷地環繞著祢舞蹈。」在此,他所謂的「自生自成者」,指的正是那創造性的心智,而接下來所描述的,則屬於宇宙的秩序,其中也包含光明與黑暗的對立。歐福里翁之子埃斯庫羅斯論及神時,也極其莊重地說:「宙斯就是以太,宙斯就是大地,宙斯就是諸天;宙斯確實就是萬物,以及一切在這些之上者。」
And Euripides, tragedizing on the same stage, says: 'Do you see this boundless ether on high, and the earth which it holds round about in its moist embrace? Consider this to be Zeus, hold this to be God.' And in the drama Pirithous, the same poet also tragedizes as follows: 'You, the self-originate, who in the ethereal whirl have interwoven the nature of all things, around whom light, and around whom the many-colored gloomy night, and the countless throng of stars dance continually round about.' For here he has spoken of the self-originate as the creative mind, and what follows is assigned to the ordering of the cosmos, in which are also the oppositions of light and darkness. And Aeschylus, son of Euphorion, speaks very solemnly concerning God: 'Zeus is the ether, Zeus is the earth, Zeus is the heaven; Zeus indeed is all things, and whatever is above these.'
13:13.42
οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι ἕν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει, καὶ ἐθέλει Ζηνὸς οὔνομα. καὶ πάλιν νόμος καὶ βουλῇ πείθεσθαι ἐνός. κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω εὕροις ἂν ὧδε ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ παρεόντας ἀπεῖναι. ἀλλ ἄντικρυς μίαν ἀρχὴν καὶ παρ Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχὰ, ἀλλ ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο. ἐρρύη γὰρ ἐκεῖθεν ἡ δόξα ἡ ἀληθινὴ ἄκουε (φησὶν) Ἰσραὴλ, κύριος ὁ θεός σου εἶς ἐστὶ, καὶ αὐτῷ μόνῳ λατρεύσεις. οὕτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα
我知道柏拉圖也曾為赫拉克利特作證,後者寫道:「那獨一的智慧之物,既不願意、卻又願意被稱為宙斯之名。」又說:「順從獨一者的意旨,這也是法則。」你若願意追溯那句話:「有耳可聽的,就應當聽」,你會發現以弗所人(赫拉克利特)如此表明:「不明白的人,聽了也如同耳聾;那話語為他們作證:雖在場卻如缺席。」但你是否渴望直接從希臘人那裡聽見獨一本原的道理呢?羅克里的提邁歐在其《論自然》一書中將逐字為我作證,如此說:「萬物只有一個本原,是未曾被生成的;因為它若曾被生成,就不再是本原,而是那本原由之生成的東西。」因為那真實的見解正是從那裡流出的:「你當聽,」他說,「以色列啊,耶和華你的神是獨一的神,你要單單事奉祂。」看哪,這獨一者對眾人都是顯明而不會使人迷失的,正如西比拉所說。
I know too that Plato bears witness to Heraclitus, who writes: 'The one, the only wise thing, is unwilling and yet willing to be called by the name of Zeus.' And again: 'It is law also to obey the counsel of the One.' And if you wish to trace back that saying, 'He who has ears to hear, let him hear,' you will find it thus set forth by the Ephesian: 'The uncomprehending, when they have heard, are like the deaf; of them the saying bears witness that though present they are absent.' But do you desire to hear of one first principle directly from the Greeks as well? Timaeus the Locrian, in his treatise on nature, will bear me witness word for word, thus: 'There is one principle of all things, unbegotten; for if it had come to be, it would no longer be a principle, but rather that from which the principle came to be.' For from that source flowed the true opinion: 'Hear,' he says, 'O Israel: the Lord your God is one, and him alone shall you serve.' This one, behold, is manifest to all and unerring, as the Sibyl says.
13:13.43
Ξενοκράτης τε ὁ Καρχηδόνιος τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, γινώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ οὕτως αἰδεῖται Ἐπίκουρος. φησὶ γοῦν τίπτε με, Πηλέος υἱὲ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐὼν, θεὸν ἄμβροτον; οὐδέ νυ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ ὅλως τῷ σώματι δεδήλωκε. τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; φησὶν ἡ γραφή. μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος, χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν; καὶ τὰ ἐπὶ τούτοις
迦太基的塞諾克拉底稱一位宙斯為「至高者」,另一位為「至末者」,由此留下父與子的暗示。而最令人詫異的是,那把眾神描寫成有人性情慾的人,似乎仍認識神性——而這神性,連伊比鳩魯尚且如此不予尊重。他就說:「佩琉斯之子啊,你為何用疾速的雙腳追趕我?你自己是必死的,而我卻是不朽的神;難道你至今還不曉得我是神嗎?」如此他已表明:神性是必死者所無法以雙腳、雙手或眼目、甚或以肉身整個地捕捉或領悟的。經上說:「你們將把主比作誰呢?或用什麼形像比擬祂呢?」「匠人豈是造了偶像?或是金匠鎔金包裹它?」以及其後所記。
And Xenocrates the Carthaginian, by calling one Zeus 'the highest' and the other 'the lowest,' leaves an intimation of father and son. And, most paradoxical of all, he who introduces the gods as subject to human passions appears to know something of the divine — divine reality which not even so far does Epicurus revere. He says, at any rate: 'Why, son of Peleus, do you pursue me with swift feet, being yourself mortal, a god immortal? Have you not yet perceived that I am a god?' Thus he has shown that the divine cannot be caught or comprehended by a mortal, neither by feet nor by hands nor by eyes, nor at all by the body. 'To whom then will you liken the Lord? Or what likeness will you compare to him?' says the Scripture. 'Has a craftsman made an image, or has a goldsmith, having smelted gold, overlaid it with gold?' And what follows upon this.
13:13.44
ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν δ ἐν] ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σώζει βροτούς. εἶτα διαρρήδην ἐπιφέρει ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σώζει. εἶτα εἰ ἔστιν ἀνθρώπων λογισμὸς, ἔστι καὶ θεῖος λόγος. ὁ λόγος ἀνθρώπῳ πέφυκε περὶ βίου καταστροφάς. ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτὸς αὐτοὺς, ὅ τι ποιεῖν δεῖ συμφέρον. οὐ γὰρ ἄνθρωπος τέχναν εὑρ, ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου λόγος] πέφυκεν ἀπό γε τοῦ θείου λόγου
喜劇詩人埃庇卡摩斯在其《國家篇》中也明白論及道(邏各斯),大略如此說:「人的生活極需要推算與數目;我們正是靠數目與推算而活,因為這些保全世人。」接著他明確地補充說:「理性治理人,並依理保全人。」再說:「若有人的推算,也必有神聖的道。」「理性天生屬於人,是為應付人生的種種變遷;然而那伴隨一切技藝的乃是神聖的道,是它親自教導人當行何事才有益。因為並非人發明了技藝,而是神賜下技藝。」「人的理性本是從那神聖的道而來的。」
The comic poet Epicharmus also speaks clearly about the Logos in his Republic, somewhat as follows: 'Human life has very great need of reckoning and number; for we live by number and reckoning, and these preserve mortals.' Then he expressly adds: 'Reason governs men, and rightly preserves them.' Then: 'if there is a human reckoning, there is also a divine Logos.' 'Reason is native to man for the changes and chances of life. But it is the divine Logos that accompanies all the arts, itself teaching men what is expedient to do. For man did not discover art, but god brings it.' 'And human reason is by nature derived from the divine Logos.'
13:13.45
ναὶ μὴν διὰ τοῦ Ἡσαΐου πνεύματος κεκραγότος τί μοι πλῆθος τόν θυσιῶν ὑμῶν; λέγει κύριος, πλήρης εἰμὶ ὁλοκαυτωμάτων, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι. καὶ μετ ὀλίγα ἐπαγαγόντος λούσασθε, καθαροὶ γενέσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὐμῶν. καὶ τὰ ἐπὶ τούτοις Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν εἴ τις δὲ θυσίαν προσφέρων, ὢ Πάμφιλε, ταύρων τι πλῆθος, ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας, ἤτοι πορφυρᾶς, ἢ δι ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθεστάναι, πεπλάνητ ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν. μηδὲ βελόνης ἔναμμ ἐπιθυμῇς, Πάμφιλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών
誠然,聖靈藉以賽亞呼喊道:「你們許多的祭物於我何益呢?」耶和華說,「我已經飽了燔祭,公牛的脂油和公牛、羊羔的血,我都不喜悅。」過了不久又接著說:「你們要洗滌自己,潔淨自己,從你們的靈魂中除掉邪惡。」以及其後所記。就此,喜劇詩人米南德也用如下文字寫道:「潘菲盧啊,若有人獻祭——許多公牛,或山羊,或憑宙斯起誓的其他諸如此類的東西,或精緻器物,打造金製或紫色的外袍,或用象牙、綠寶石雕成的小像——就以為藉此已使神明對他和顏悅色,那人實在受了迷惑,心思何等膚淺。人本當生來有益於人:不敗壞處女,不行姦淫,不偷竊,不為錢財殺人。潘菲盧啊,就連一根針眼那麼小的東西也不可貪圖;因為神就在你身旁,看著你。」
Indeed also, through the Spirit crying out by Isaiah: 'What is the multitude of your sacrifices to me?' says the Lord. 'I am full of whole burnt offerings, and I do not desire the fat of lambs and the blood of bulls'; and a little further on he adds: 'Wash yourselves, become clean, remove your wicked deeds from your souls' — and what follows. And to this the comic poet Menander writes in these very words: 'If anyone, Pamphilus, in offering sacrifice — a multitude of bulls or goats, or, by Zeus, other such things, or costly furnishings, fashioning cloaks of gold or of purple, or little figures wrought of ivory or emerald — supposes that he has thereby rendered the god well-disposed, he is deceived and has a shallow mind. For a man ought by nature to be useful: not corrupting virgins nor committing adultery, not stealing nor slaying for money's sake. Do not so much as covet the eye of a needle, Pamphilus; for God is present nearby and sees you.'
13:13.46
θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν. ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, καὶ οὐκ ὄψομαι αὐτόν; διὰ Ἱερεμίου φησί. καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ κύριον ὧδέ πως γράφει μηδὲ βελόνης, ὦ φίλτατ᾿, ἐπιθυμήσῃς ἀλλοτρίας ποτέ. ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις. πονοῦντα δ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὢν, καὶ λαμπρὸς ων ταῖς χλαμύσιν, ὡς τῇ καρδίᾳ. βροντῆς ἐὰν ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῶ, δέσποτα. ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών
「我是臨近的神,並非遠離的神。人若在隱密處行事,我豈看不見他呢?」祂藉耶利米如此說。米南德又一次改寫那句經文:「你們要獻上公義的祭,仰望耶和華」,大略這樣寫道:「至親愛的朋友啊,切勿貪圖他人的一根針。因為神喜悅公義的行為,不喜悅不義的行為。祂容讓勞碌的人日夜耕種土地,使自己的生活得以興旺。你要獻祭於神,就當始終行義,外袍光鮮,內心也同樣光明。你若聽見雷聲,不要逃跑,主人啊,只要你自己心中沒有虧欠;因為神就在你身旁,看著你。」
'I am a God who draws near, and not a God far off. Will a man do something in secret places, and shall I not see him?' he says through Jeremiah. And again, Menander, paraphrasing that scripture, 'Offer the sacrifice of righteousness, and hope in the Lord,' writes somewhat as follows: 'Never, dearest friend, covet another's needle. For God delights in righteous works, and not in unrighteous ones. He allows the one who toils to raise up his own livelihood, tilling the earth night and day. But sacrifice to God by being righteous to the end, and being resplendent in your cloak just as in your heart. If you hear thunder, do not flee — if you are conscious of nothing amiss yourself, master; for God is present nearby and sees you.'
13:13.47
ἔτι σοῦ λαλοῦντος φησὶν ἡ γραφὴ ἐρῶ, ἰδοὺ πάρειμι. Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται οἴει σὺ τοὺς θανόντας, ὢ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἐστιν δίκης ὀφθαλμὸς, ὃς τὰ πάνθ ὁρᾷ· καὶ γὰρ καθ Ἅιδην δύο τρίβους νομίζομεν, μίαν δικαίων, ἑτέραν δ ἀσεβῶν εἶν ὅρον. καὶ εἰ τοὺς δύο καλύψει ἡ γῇ φασὶ τῷ παντὶ χρόνῳ, ἀπελθὼν κλέπτ, ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς. ἔστι κἀν Ἅιδου ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τοὔνομα φοβερὸν, οὐδ ἂν ὀνομάσαιμ ἐγώ. ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. εἴ τις δὲ θνητῶν οἴεται τούφημέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη. ὁρᾶθ ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γὰρ, ἔστιν. εἰ δέ τις πράττει κακῶς, κακὸς πεφυκὼς, τὸν χρόνον κερδαινέτω, χρόνῳ γὰρ οὕτος ὕστερον δώσει δίκην
「你尚在說話的時候,我必說:我在這裡。」經上如此說。喜劇詩人狄斐羅斯又論及審判說了以下的話:「尼刻拉托斯啊,你以為死者在世享盡一切奢華,就這樣避開了神明、彷彿無人察覺嗎?有一隻公義的眼睛,看見萬事萬物。因為我們相信,就是在冥府中也有兩條路:一條是義人的界限,一條是不敬虔者的界限。縱使他們說,泥土終將同樣覆蓋兩者、直到永遠——去吧,儘管偷竊、詐取、劫掠罷,別存絲毫幻想;即使在冥府中也有審判,那是萬有的主宰、名字可畏、連我自己也不敢說出的那位神所要施行的;祂容惡人得享長壽。但若有必死的人以為,天天行惡卻能逃過眾神的察覺,那不過是邪惡的妄想,而這妄想終將使他落入羅網,因為公義雖從容不迫,終有臨到之時。看哪,凡以為沒有神的人啊——祂實在存在,實在存在!但若有人本性邪惡而行惡,就讓他暫且賺得時間罷,因為終有一天,他要為此付上代價。」
'While you are yet speaking, I will say, Here I am,' says the Scripture. And Diphilus the comic poet, again, discourses somewhat as follows concerning judgment: 'Do you suppose, Niceratus, that the dead, having partaken of every luxury in life, have thereby escaped the divine, as though unnoticed? There is an eye of Justice which sees all things. For we hold that even in Hades there are two paths: one the boundary of the righteous, the other of the impious. And even if, as they say, earth will cover both alike for all time — so go, steal, defraud, ravage; be deceived in nothing — there is judgment even in Hades, which the god, master of all, whose name is dreadful and which I would not even dare to utter, will execute: he who grants sinners length of days. But if any mortal supposes that, doing some evil day by day, he has escaped the notice of the gods, he thinks a wicked thought, and in so thinking he is caught, whenever Justice, though she takes her time, at last comes upon him. See, all you who suppose there is no god — there is, there is! But if anyone does evil, being evil by nature, let him make gain of the time; for in time he will later pay the penalty.'
← 上一段下一段 →
← 第 12 章第 14 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。