📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 14 章 第 3/5 段

希臘文原文.59 節.部分字詞可點開查義.本章太長已分段,此段為 14:13.2–14:18.7(全章共 309 節)

← 第 13 章第 15 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
14:13.2
Δεῖ μέντοι, ἔφη, εἴπερ οἶόν τε. Γυμναστικῇ πη καὶ μουσικῇ ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο ἡμῖν. Ἠν ταῦτα, ἔφη. Καὶ γυμναστικὴ μέν που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακε· σώματος γὰρ αὔξης καὶ φθίσεως ἐπιστατεῖ. Φαίνεται. Τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μάθημα. Οὐ γάρ. Ἀλλ ἄρα μουσικὴ ὅσην τὸ πρότερον διήλθομεν
『若是可能的話,確實必須如此,』他說。『在此之前,我們是用某種體育與音樂來教育他們的。』『是這樣,』他說。『而體育大概是致力於變化生滅之物;因為它掌管的是身體的增長與衰退。』『看來是的。』『那麼這就不會是我們所尋求的那門學問了。』『的確不是。』『那麼是音樂嗎,就是我們先前所講過的那一種?』
'It must indeed, if that is possible,' he said. 'Well, in what went before, they were trained by us in a certain gymnastic and music.' 'That is so,' he said. 'And gymnastic, I suppose, has to do with what comes to be and passes away, for it presides over the growth and decay of the body.' 'So it appears.' 'Then this would not be the study we are seeking.' 'No, indeed.' 'Then is it music, as far as we have described it before?'
14:13.3
Ἀλλ ἦν ἐκείνη γ, ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς, εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινὰ, οὐκ ἐπιστήμην, παραδιδοῦσα, καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν, ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων καὶ ὅσοι ἀληθινώτεροι ἦσαν· μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον, οἶον σὺ νῦν ζητεῖς, οὐδὲν ἦν ἐν αὐτῇ
『不,那一種,』他說,『若你還記得的話,其實是體育的對應之物,是藉著習慣來教育護衛者,透過和聲傳授某種良好的協調感,卻不是知識,並透過節奏傳授良好的韻律感;在其言辭故事方面,也含有其他與此類似的習慣,不論那些故事是神話性的,還是較為真實的;但其中並沒有任何能引向你現在所尋求那種學問的東西。』
'No,' he said, 'that, if you recall, was the counterpart of gymnastic, training the guardians by habituation, imparting through harmony a certain attunement — not knowledge — and through rhythm a good rhythm, and in its stories possessing certain other kindred habits, whether the stories were mythical or truer ones; but a study leading toward the sort of thing you are now seeking, there was nothing of that in it.'
14:13.4
Ἀκριβέστατα, ἦν δ ἐγὼ, ἀναμιμνήσκεις με· τῷ γὰρ ὄντι τοιοῦτον οὐδὲν εἶχεν. Ἀλλ ὦ δαιμόνιε Γλαύκων, τί ἂν εἴη τοιοῦτον; αἵ τε γὰρ τέχναι βάναυσοί που ἅπασαι ἔδοξαν εἷναι. Πῶς δ οὔ
『你提醒得極為準確,』我說,『因為它的確一無此類的東西。』『那麼,親愛的格勞孔,這樣的學問究竟會是什麼呢?因為所有的技藝,似乎都被視為是粗俗低賤的。』『怎能不是呢?』
'You remind me most precisely,' I said, 'for indeed it had nothing of the kind.' 'But, my dear Glaucon, what could such a thing be? For all the crafts, at any rate, seemed to be servile.' 'How could they not?'
14:13.5
Εἶθ ἑξῆς προϊὼν ἐπιλέγει Μή ποτ αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανἐν θανεῖν οὓς θρέψομεν, καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεὶ οἶ πάντας δεῖ ἀνήκειν, οἷον ἄρτι περὶ τῆς ἀστρονομίας ἐλέγομεν. ἢ οὐκ οἶσθ ὅτι καὶ περὶ ἁρμονίας ἕτερον τοιοῦτον ποιοῦσι; τὰς γὰρ ἀκουομένας αὖ συμφωνίας καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες ἀνήνυτα ὥσπερ οἱ ἀστρονόμοι ποιοῦσι
接著他進一步說道:『我們務要留心,別讓我們所要培育的人在這些學問上淺嘗輒止,未能達到人人都必須到達之處,正如我們剛才論到天文學時所說的那樣。你豈不知道,在論到和聲的事上,他們也做著同樣的事嗎?因為他們一味測量所聽見的和音與音符彼此之間的關係,就像天文學家一樣,做著徒勞無功的事。』
Then, proceeding further, he adds: 'Let us take care lest those whom we shall rear attempt some incomplete grasp of these matters, without ever arriving at that point to which all must ultimately arrive — as we were just now saying about astronomy. Or do you not know that they do the same sort of thing about harmony too? For, measuring against one another the audible concords and notes, they labor endlessly, just as the astronomers do.'
14:13.6
Νὴ τοὺς θεοὺς, ἔφη, καὶ γελοίως γε, πυκνώματ ἄττα ὀνομάζοντες καὶ παραβάλλοντες τὰ ὦτα, οἷον ἐκ γειτόνων φωνὴν θηρευόμενοι, οἱ μέν φασιν ἔτι κατακούειν ἐν μέσῳ τινὰ ἠχὴν καὶ σμικρότατον εἶναι τοῦτο διάστημα ᾧ μετρητέον, οἶ δ ἀμφισβητοῦντες ὡς ὅμοιον ἤδη φθεγγομένων, ἀμφότεροι ὦτα τοῦ νοῦ προστησάμενοι
『憑諸神起誓,』他說,『而且做得十分可笑:他們給某些細密音程取了名稱,並側耳細聽,彷彿要從鄰家捕捉某個聲音一般;有人說他們仍能在其間聽出某種聲響,說這就是可測量的最小音程;另有人則爭論說音符已經相同了──雙方都是讓耳朵而非心智,居於首位。』
'By the gods, yes,' he said, 'and ridiculously too — giving names to certain close intervals and laying their ears close, as if trying to catch a voice from next door: some claim they can still make out a certain sound in between, and that this is the smallest interval by which one must measure; others dispute this, insisting the notes are already alike — both sides setting their ears in charge ahead of their minds.'
14:13.7
Σὺ μὲν, ἦν δ ἐγὼ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς πράγματα παρέχοντας καὶ βασανίζοντας, ἐπὶ τῶν κολλόπων στρεβλοῦντας. ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν γίγνηται, πλήκτρῳ τε πληγῶν γιγνομένων καὶ κατηγορίας πέρι καὶ ἐξαρνήσεως καὶ ἀλαζονείας χορδῶν, παύομαι τῆς εἰκόνος, καὶ οὔ φημι τούτους λέγειν, ἀλλ ἐκείνους οὓς ἔφαμεν νῦν δὴ περὶ ἁρμονίας εἰρῆσθαι
『你所說的,』我說,『是那些好人,他們為琴弦帶來麻煩,加以拷問,在弦栓上把它們絞緊。但為免這比喻拖得太長──用琴撥擊打,還有琴弦的控告、抵賴與誇口──我就此打住這個比喻,並且聲明我所指的不是這些人,而是我們剛才所說那些論及和聲的人。』
'You mean,' I said, 'the good men who torment the strings and put them to the rack, twisting them on the pegs. But lest the image grow too long — with blows dealt by the plectrum, and accusation and denial and boasting on the part of the strings — I will drop the image, and say that I do not mean these men, but those others we said just now were being discussed with regard to harmony.'
14:13.8
ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ. τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλ οὐκ εἰς προβλήματα ἀνίασιν, ἐπισκοπεῖν τίνες ξύμφωνοι ἀριθμοὶ καὶ τίνες οὒ, καὶ διὰ τί ἑκάτεροι
『因為他們所做的,與那些從事天文學的人如出一轍。他們在這些所聽見的和音中尋求數字,卻不曾上升到問題本身,去考察哪些數字是諧和的,哪些不是,以及各自為何如此。』
'For they do the very same thing as those engaged in astronomy: they seek the numbers in these audible concords, but they do not rise up to the level of problems, to examine which numbers are concordant and which are not, and why each is so.'
14:13.9
Ἀλλὰ γὰρ καὶ ταῦθ ἡμῖν πρὸ ὁδοῦ κείσθω, ἀπολογουμένοις ὅτι μὴ δίχα διανοίας ὀρθῆς καὶ τῆς τῶν τοιῶνδε ἀχρηστομαθείας ὠλιγωρήσαμεν. σκεψώμεθα δῆτα λοιπὸν ἤδη ἄνωθεν ἀρξάμενοι τὰς τῶν εἰρημένων φυσικῶν φιλοσόφων δογματικὰς πρὸς ἀλλήλους ἀντιδοξίας, γράφει δὴ ἀθρόως ἀπάντων τῶν Πλατωνικῶν ὁμοῦ καὶ Πυθαγορείων τῶν τε ἔτι πρεσβυτέρων φυσικῶν φιλοσόφων ἐπικεκλημένων καὶ αὖ πάλιν τῶν νεωτέρων Περιπατητικῶν τε καὶ Στωϊκῶν καὶ Ἐπικουρείων τὰς δόξας συναγαγὼν ὁ Πλούταρχος ἐν οἶς ἐπέγραψε Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων, ἐξ ὦν παραθήσομαι ταύτα
但這些事,就讓我們暫且擱置一旁,作為我們前進的鋪墊,以此表明我們並非背離正確的思慮,才輕看這類無益的學問。那麼,讓我們現在從頭開始,逐一考察前面所提到的那些自然哲學家彼此在教義上的分歧。普魯塔克於是一舉彙集了所有柏拉圖學派與畢達哥拉斯學派,以及更古老的、號稱自然哲學家的那些人,還有後來的逍遙學派、斯多亞學派與伊比鳩魯學派眾人的意見,寫成了他題為《論哲學家所認可的自然學說》一書;我將從中摘錄以下內容。
But let these things stand for us as preliminary matters, in our own defense that it was not apart from right judgment that we made light of such unprofitable learning. Let us, then, henceforth consider, beginning from the outset, the doctrinal disagreements among the aforesaid natural philosophers with one another. Plutarch, then, writes — having gathered together all at once the opinions of all the Platonists and Pythagoreans alike, and again of the still older philosophers called natural philosophers, and in turn of the more recent Peripatetics, Stoics, and Epicureans — in the work he entitled 'On the Physical Doctrines Held by the Philosophers'; from which I shall set forth the following.
14:14.1
Θαλῆς ὁ Μιλήσιος, εἶς τῶν ἑπτὰ σοφῶν, ἀρχὴν τῶν ὄντων ἀπεφήνατο εἶναι τὸ ὕδωρ. δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας, καὶ ἀπ αὐτοῦ τοῦ ἡ Ἰωνικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο πλεῖσται διαδοχαί. φιλοσοφήσας δὲ ἐν Αἰγύπτῳ πρεσβύτερος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. στοχάζεται δὲ ἐκ τούτου πρῶτον ὅτι πάντων ζῴων ἡ γονὴ ἀρχή ἐστι, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεταί τε καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται. τρίτον δὲ, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται, καὶ αὐτὸς ὁ κόσμος. διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος, Ὠκεανὸν, ὅσπερ γένεσις πάντεσσι τέτυκται. ταῦτα μὲν ὁ Θαλῆς
米利都人泰勒斯,七賢之一,宣稱萬有的本原是水。這人被認為是哲學的創始者,愛奧尼亞學派也因他而得名;由此產生了極多的傳承。他曾在埃及研習哲學,年長之後才回到米利都。他說萬物皆出於水,也都復歸於水。他推斷此說,首先是因為一切生物的種子都是本原,而種子是濕的;由此可見,萬物的本原也很可能出於濕潤之物。其次,是因為一切植物都靠濕氣得滋養、結果實,一旦缺乏濕氣便枯萎。第三,是因為就連太陽和眾星的火,甚至宇宙本身,也是靠水的蒸氣得滋養的。因此荷馬也提出了這種關於水的看法:『俄刻阿諾斯,乃萬有之所出。』以上就是泰勒斯的學說。
Thales of Miletus, one of the Seven Sages, declared that the first principle of existing things is water. This man is thought to have been the founder of philosophy, and from him the Ionian school took its name; and very many successions of philosophers arose from it. Having pursued philosophy in Egypt, he came to Miletus in old age. He says that all things come from water and that all things are resolved into water. He conjectures this, first, from the fact that the seed of all living things, being their origin, is moist; hence it is likely that all things too have their origin from moisture. Second, that all plants are nourished by moisture and bear fruit by it, but wither when deprived of it. Third, that even the fire of the sun and of the stars, and the universe itself, are nourished by the exhalations of the waters. For this reason Homer too suggests this view concerning water: 'Ocean, who has been made the origin of all.' These are the views of Thales.
14:14.2
Ἀναξίμανδρος δὲ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι· διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνεται. λέγει δ οὖν, διότι τὸ ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ καὶ ἡ γένεσις ἡ ὑφισταμένη. ἁμαρτάνει δὲ καὶ οὗτος μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν, ἢ ὕδωρ, ἢ γῆ, ἢ ἄλλα τινὰ σώματα· ἁμαρτάνει οὗν τὴν μὲν ὕλην ἀποφαινόμενος, τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν. τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δὲ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἐὰν μὴ τὸ ποιοῦν ὑπόθηται
米利都人阿那克西曼德說,萬有的本原是無限者;因為萬物都由此而生,也都毀壞歸於此;因此無數的世界得以生成,又再次毀壞歸回它們所由生之處。他之所以如此主張,是因為無限者是無窮盡的,好叫那賴以維持的生成過程不致有所欠缺。然而這人也有錯誤,因為他沒有說明無限者究竟是什麼,是氣、是水、是土,還是其他某種物質;因此他的錯誤在於:他只指明了質料,卻取消了那使之運作的原因。因為無限者不過是質料而已;然而質料若不假定有那使之運作的原因,就不能成為現實。
Anaximander of Miletus says that the first principle of existing things is the infinite; for from this all things come to be, and into this all things perish; wherefore innumerable worlds are also generated, and again perish back into that from which they come. He says this is so because the infinite is boundless, so that the process of generation which depends upon it may never fail. But this man too errs, in not saying what the infinite is — whether air, water, earth, or some other bodies. He errs, then, in declaring the matter but doing away with the efficient cause. For the infinite is nothing other than matter; but matter cannot exist in actuality unless the efficient cause is presupposed.
14:14.3
Ἀναξιμένης δὲ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων τὸν ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. οἶον ἡ ψυχὴ, φησὶν, ἡ ἡμετέρα ἀήρ ἐστι· συγκρατεῖ γὰρ ἡμᾶς· καὶ ὅλον δὲ τὸν κόσμον πνεῦμα καὶ ἀὴρ ἐμπεριέχει· λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ οὗτος ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα. ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ τιθέναι. οἷον, οὐκ ἄργυρος ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τοῦτ ἔστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ ξύλων καὶ τῆς ἄλλης ὕλης
米利都人阿那克西米尼宣稱氣是萬有的本原;因為萬物皆由此而生,也都復歸於它。他說:『正如我們的靈魂是氣,把我們維繫在一起,同樣,氣息與氣也籠罩包容著整個宇宙。』氣與氣息,被視為同義詞。然而這人也有錯誤,因為他以為活物是由單一、單純的氣與氣息構成的。因為質料本身不可能單獨作為萬有唯一的本原而存在;還必須設定那使之運作的原因。譬如說,僅有銀子,並不足以使一只酒杯得以成形,除非有那製作者,也就是銀匠存在;銅、木材以及其他材料也是同樣的道理。
Anaximenes of Miletus declared air to be the first principle of existing things; for from this all things come to be, and into it again they are resolved. 'Just as our soul,' he says, 'being air, holds us together, so too breath and air encompass the whole universe' — air and breath being spoken of as synonyms. But this man too errs, in supposing that living things are composed from air and breath alone, simple and uniform. For it is impossible that matter alone should stand as the single first principle of existing things; the efficient cause must also be posited. For instance, silver alone does not suffice to produce a cup, unless there is also the one who makes it, that is, the silversmith; and likewise with bronze, wood, and other materials.
14:14.4
Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν πάντων τὸ πῦρ. ἐκ τοῦ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆ γίγνεται· ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίνεσθαι. πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα, τέλος δὲ καθότι εἰς τοῦτο ἀναλύεται τὰ πάντα
赫拉克利特與梅塔蓬圖姆人希帕索斯,以火為萬有的本原。他們說,萬物皆由火而生,也都終歸於火;當火漸漸熄滅之時,萬物便由此構成宇宙秩序。因為首先,火中最粗重的部分聚縮於自身之內,便成了土;接著,土受火的鬆解,依其本性化為水,再蒸發便成為氣。而宇宙與一切物體,又會在一場大火之中被火所焚燒殆盡。因此火既是本原,因萬物皆由此而生;也是終點,因萬物都復歸於此而消解。
Heraclitus and Hippasus of Metapontum held fire to be the first principle of all things; for they say that all things come from fire and all things end in fire, and that as this is quenched, the whole world-order is formed. For first, the coarsest part of it, condensing into itself, becomes earth; then, as the earth is loosened by fire's action, it naturally becomes water, and as this evaporates it becomes air. And again the universe and all bodies are consumed by fire in a great conflagration. Fire, then, is the beginning, because all things come from it, and also the end, because all things are resolved back into it.
14:14.5
Δημόκριτος, ᾧ μετὰ πλεῖστον Ἐπίκουρος ἠκολούθησεν, ἀρχὰς τῶν ὄντων σώματα ἄτομα, λόγῳ δὲ θεωρητὰ, ἀμέτοχα κενοῦ, ἀγέννητα, ἀΐδια, ἄφθαρτα, οὐδὲ θραυσθῆναι δυνάμενα, οὔτε διαπλασμὸν ἐκ τῶν μερῶν λαβεῖν, οὔτε ἀλλοιωθῆναι, εἶναι δ αὐτὰ λόγῳ θεωρητὰ, ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχήματα, μέγεθος, βάρος, ἀλλ ὁ μὲν Δημόκριτος ἔλεγε δύο, μέγεθος καὶ σχῆμα· ὁ δὲ Ἐπἐκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν. ἀνάγκη γὰρ, φησὶ, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ, ἐπεὶ οὐ κινηθήσεται. εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων περιληπτὰ, οὐκ ἄπειρα· μὴ γὰρ εἶναι μήτε ἀγκιστροειδεῖς, μήτε τριαινοειδεῖς, μήτε κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματά ἐστιν εὔθραυστα, αἶ δὲ ἄτομοι ἀπαθεῖς, ἄθραυστοι· ἴδια δὲ ἔχειν σχήματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη, ἀλλ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ ὥστε ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει, ἀπαθῆ, ἀμέτοχον κενοῦ. ὅτι δέ ἐστιν ἄτομος σαφές· καὶ γάρ ἐστι στοιχεῖα καὶ ζῷα κενὰ καὶ ἡ μονάς
德謨克利特──伊比鳩魯後來在很久之後追隨其說──主張萬有的本原是原子性的物體,只能憑理性去思辨,它們與虛空無分,是未曾生成的、永恆的、不朽壞的,甚至不能被破碎,既不能從各部分被塑形,也不能被改變,而且只能憑理性去思辨;不過這些原子在虛空之中、並且穿過虛空而運動;虛空本身是無限的,物體也是無限的。物體具有三種屬性:形狀、大小、重量;但德謨克利特只提到兩種,即大小與形狀;伊比鳩魯則在此之外,又加上了第三種,即重量。他說:物體必須因重量的推動而運動,否則就不會運動。原子的形狀是有限而可窮盡的,並非無限的;因為並沒有鉤狀的、三叉狀的,或環狀的原子;因為這些形狀是容易破碎的,而原子卻是不受影響、不可破碎的;原子各有其形狀,只能憑理性去思辨。之所以稱為『原子』,並非因為它是最小的,而是因為它不能被切分,因其不受影響,也不與虛空有分;所以,若說『原子』,意思就是『不可破碎、不受影響、與虛空無分』。而確有原子存在,這是顯而易見的;因為既有元素,也有內裡並無虛空的活物,以及單一體。
Democritus, whom Epicurus followed much later, held the first principles of existing things to be atomic bodies, perceptible only by reason, having no share in the void, ungenerated, eternal, indestructible, incapable even of being fractured, of being reshaped through their parts, or of being altered — being, indeed, perceptible only by reason. These, he held, move within the void and through the void; and the void itself is infinite, as are the bodies. Three attributes belong to bodies: shape, size, and weight; but Democritus spoke of only two, size and shape, while Epicurus added weight to these as a third. For it is necessary, he says, that bodies move by the impulsion of weight, since otherwise they would not move at all. The shapes of the atoms, they say, are finite in number, not infinite; for none are hook-shaped, trident-shaped, or ring-shaped, since such shapes are easily broken, whereas atoms are impassible and unbreakable; rather, they have their own proper shapes, perceptible only by reason. And it is called 'atom' not because it is the smallest thing, but because it cannot be cut, being impassible and having no share in the void; so that to say 'atom' is to say 'unbreakable, impassible, without share in the void.' And that the atom exists is clear; for there are elements, and living things devoid of void within them, and the unit.
14:14.6
Ἐμπεδοκλῆς Μέτωνος, Ἀκραγαντῖνος, τέτταρα μὲν στοιχεῖα, πῦρ, ἀέρα, ὕδωρ, γῆν, δύο δὲ ἀρχὰς καὶ δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν ἐστιν ἑνωτικὴ, τὸ δὲ διαιρετικόν. φησὶ δὲ οὕτως τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀργὴς,Πρη τε φερέσβιος, ἠδ Ἀϊδωνεύς, Νῆστίς θ᾿, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥραν δὲ φερέσβιον τὸν ἀέρα· τὴν γῆν τὸν Ἀϊδωνέα· ῆστιν δὲ καὶ κρούνωμα βρότειον, οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ
阿克拉加斯人、梅同之子恩培多克勒,主張四種元素:火、氣、水、土;並有兩種本原與力量,即『愛』與『爭』,其中一者具有結合的作用,另一者則具有分離的作用。他這樣說:『首先請聽萬物的四個根源:光耀的宙斯,養育生命的赫拉,還有哈得斯,以及以眼淚滋潤那必死之泉源的涅斯提斯。』因為他所說的宙斯,是指熾熱與以太;所說『養育生命的赫拉』,是指氣;土則以哈得斯稱之;至於涅斯提斯與『必死之泉源』,則彷彿是指種子與水。
Empedocles, son of Meton, of Acragas, held there to be four elements — fire, air, water, earth — and two first principles and powers, Love and Strife, of which the one is unitive and the other divisive. He speaks thus: 'First hear the four roots of all things: shining Zeus, and life-bringing Hera, and Aidoneus, and Nestis, who with her tears moistens the mortal spring.' By Zeus he means the fiery heat and the ether; by 'life-bringing Hera,' the air; the earth he signifies by Aidoneus; and by Nestis and 'the mortal spring' he means, as it were, seed and water.
14:14.7
Τοσαύτη μὲν ἡ τῶν πρώτων φυσικῶν φιλοσόφων διαφωνία, τοιαύτη δὲ αὐτῶν καὶ ἡ περὶ ἀρχῶν δόξα, οὐ θεὸν, οὐ ποιητὴν, οὐ δημιουργὸν, οὐδέ τι τῶν ὅλων αἴτιον, οὐδὲ μὴν θεοὺς, οὐδ ἀσωμάτους δυνάμεις, οὐ νοερὰς φύσεις, οὐ λογικὰς οὐσίας, οὐδ ὅλως τι τῶν ἐκτὸς αἰσθήσεων ἐν ταῖς ἀρχαῖς ὑποθεμένων
這些最早的自然哲學家之間的分歧就是如此之大,他們對於本原的看法也是如此──沒有一個人在其本原之中,設定了神、造物者、工匠,或任何萬有的因由,也沒有設定諸神,或無形的能力,或理智的本性,或理性的實體,總之,完全沒有設定任何超乎感官對象之外的東西。
So great, then, is the disagreement among the earliest natural philosophers, and such also is their view concerning first principles — none of them positing, among their first principles, God, a Maker, a Craftsman, or any cause of the whole, nor indeed gods, nor incorporeal powers, nor intellectual natures, nor rational substances, nor anything at all beyond the objects of sense.
14:14.8
μόνος δ οὖν πρῶτος Ἑλλήνων Ἀναξαγόρας μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις νοῦν τὸν πάντων αἴτιον ἀποφήνασθαι. φασὶ γοῦν ὡς ἄρα οὗτος μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν· μηλόβοτόν γε τοι τὴν ἑαυτοῦ χώραν δι αὐτὴν εἴασε, τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων διήρθρωσεν. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου
在希臘人當中,唯獨阿那克薩哥拉一人被記載為首先在論本原的言論中,宣稱心智是萬物的因由。人們說,正因如此,這人比他以前的人更加傾心於自然哲學的研究,甚至因此而任由自己的田地成了牧羊之地;他也是希臘人當中第一個把論本原的學說清楚闡明出來的人。因為他不僅像先前的人那樣,只論及萬物的實體,還進一步論及了那使之運動的原因。
Anaxagoras alone, then, is recorded as the first of the Greeks to declare, in his discourse on first principles, that Mind is the cause of all things. They say, indeed, that this man admired the study of nature far more than those before him — so much so that he let his own land become pasture for sheep on its account — and that he was the first of the Greeks to give clear articulation to the doctrine of first principles. For he pronounced not only on the substance of all things, as those before him had done, but also on the cause that moves it.
14:14.9
ἦν γὰρ ἐν ἀρχῇ φησὶν) ὁμοῦ τὰ πράγματα πεφυρμένα, νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγε. θαυμάσαι δ ἔστιν ὡς οὗτος πρῶτος παρ Ἕλλησι τοῦτον θεολογήσας τὸν τρόπον, δόξας Ἀθηναίοις ἄθεος εἶναι, ὅτι μὴ τὸν ἥλιον ἐθεολόγει, τὸν δὲ ἡλίου ποιητὴν, μικροῦ δεῖν καταλευσθεὶς ἔθανε
他說:『起初,萬物混雜在一起,而心智進入其中,把它們從無秩序帶入秩序。』令人驚異的是,這人雖是希臘人中第一個以這種方式論述神明之事的,卻被雅典人視為無神論者,因為他不把太陽奉為神明,而把太陽的造作者奉為神明,以至於幾乎被人用石頭打死。
'For in the beginning,' he says, 'all things were mixed together, but Mind entered in and brought them from disorder into order.' It is remarkable that this man, though the first among the Greeks to speak of the divine in this manner, was thought by the Athenians to be an atheist — because he did not make a god of the sun but rather of the sun's maker — and came close to being stoned to death.
14:14.10
λέγεται δὲ μηδὲ οὗτος σῶον φυλάξαι τὸ δόγμα. ἐπιστῆσαι μὲν γὰρ νοῦν τοῖς πᾶσι, οὐκέτι δὲ κατὰ νοῦν καὶ λογισμὸν τὴν περὶ τῶν ὄντων ἀποδοῦναι φυσιολογίαν. ἐπάκουσον δ οὖν οἶα ὁ Σωκράτης ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς αἰτιᾶται τὸν ἄνδρα ἐν τούτοις
然而,據說就連這人也未能完好地持守他的學說。因為他雖然把心智安置於萬物之上,卻未能按照心智與理性,來闡述關於萬有的自然哲學。你且聽聽,蘇格拉底在柏拉圖的《論靈魂》(斐多篇)中,是如何在下面這段話裡指責這個人的:
But it is said that not even this man kept his doctrine intact. For though he set Mind over all things, he no longer gave his account of the natural philosophy of existing things in accordance with mind and reasoning. Hear, then, the sort of thing for which Socrates, in Plato's dialogue on the soul, finds fault with the man, in the following words:
14:15.1
Ἀλλ ἀκούσας μέν ποτε ἐκ βιβλίου τινὸς, ὡς ἔφη, Ἀναξαγόρου ἀναγινώσκοντος, καὶ λέγοντος ὡς ἄρα νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸ τὸν νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦτο οὕτως ἔχει, τόν γε νοῦν κοσμοῦντα πάντα κοσμεῖν καὶ ἕκαστον τιθέναι ὅπη ἂν βέλτιστα ἔχῃ
「但有一次,如他所說,他聽見有人誦讀阿那克薩哥拉的一部書,說是『心智』(努斯)安排萬物,並且是萬物的原因;我因這個說法而歡喜,覺得心智作為萬物的原因,這說法某種程度上是對的;我便設想,若果真如此,那心智既安排萬物,就會把每一樣事物都安排、安置在最好的狀態。」
But once, as he said, having heard someone reading from a book of Anaxagoras, and saying that it is Mind that orders all things and is the cause of all, I was pleased at this cause and thought it was in some way well for Mind to be the cause of all things; and I supposed that, if this were so, Mind, in ordering all things, would order each thing and set it in the way that would be best.
14:15.2
εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου, ὅπη ἢ γίνεται ἢ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπη βέλτιστον αὐτόν ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν. ἐκ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ καὶ περὶ τῶν ἄλλων ἀλλ ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον. ἀναγκαῖον δὴ εἶναι τὸν αὐτὸν τοῦτον καὶ τὸ χεῖρον εἰδέναι· τὴν αὐτὴν γὰρ εἷναι ἐπιστήμην περὶ αὐτῶν
「那麼,若有人想要找出每一件事物或生成、或毀滅、或存在的原因,就必須就此找出:這事物以何種方式存在、或遭遇、或作某事,才是最好的。依此推論,人無論就自己或就其他事物,除了那至善與至美者之外,不該考究別的。而同一個人也必然要曉得那較差的一面;因為關於兩者的知識乃是同一種知識。」
If then one wished to find the cause concerning each thing, how it comes to be or perishes or exists, one must find this about it: in what way it is best for it either to be, or to undergo, or to do anything else whatsoever. On this reasoning, then, it befits a man to consider nothing else, both about himself and about other things, except what is best and most excellent. And this same man must necessarily also know the worse; for the knowledge concerning them is the same.
14:15.3
ταῦτα δὴ λογιζόμενος ἄσμενος εὑρηκέναι ᾤμην διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων κατὰ νοῦν ἐμαυτῷ, τὸν Ἀναξαγόραν, καί μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν ἢ στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσασθαι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἄμεινον, καὶ ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι· καὶ εἰ ἐν μέσῳ φαίη εἶναι αὐτὴν, ἐπεκδιηγήσεσθαι ὡς ἄμεινον ἦν αὐτὴν ἐν μέσῳ εἶναι· καὶ εἴ μοι ταῦτα ἀποφαίνοιτο, παρεσκευάσμην ὡς οὐκέτι ποθεσόμενος αἰτίας ἄλλο εἶδος
「我這樣思量,便欣然以為自己在阿那克薩哥拉身上,找到了一位合乎我心意、能解說萬物存在之原因的老師:他會先告訴我,大地究竟是扁平的還是圓球形的;一旦他說出來,他還會進一步陳明其原因與必然性,說明何者為較好,說明大地之所以是這樣,乃是因為這樣較好;並且,若他說大地位於宇宙中央,他也會進一步說明大地居於中央何以是較好的。倘若他能為我證明這些,我便準備不再去尋求別種原因了。」
Reflecting on these things, I gladly supposed I had found in Anaxagoras a teacher after my own mind concerning the cause of the things that are, and that he would tell me, first, whether the earth is flat or round; and once he had said which, he would go on to explain the cause and the necessity, stating what is better, and that it was better for it to be such; and if he said it was in the middle, he would go on to explain how it was better for it to be in the middle. And if he showed me these things, I was prepared no longer to seek any other kind of cause.
14:15.4
καὶ δὴ καὶ περὶ ἡλίου οὕτω παρεσκευάσμην ὡσαύτως πευσόμενος, καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ τῶν ἄλλων παθημάτων, πή ποτε ταῦτ ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν καὶ πάσχειν ἃ πάσχει. οὐ γὰρ ἄν ποτ αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ νοῦ αὐτὰ κεκοσμήσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ οὕτως ἔχειν ἐστὶν ὥσπερ ἔχει
「同樣地,關於太陽,我也預備以同樣的方式發問;關於月亮和其他星辰,關於它們彼此之間的速度、以及它們的轉向和其他種種現象,我也要問:這一切之所以如此,是怎樣的一種『較好』,以致每一顆星都如此運行、如此遭遇。因為我從不認為,一個宣稱萬物是由心智安排的人,除了『萬物如此存在乃是最好的』之外,還會為它們提出別的原因。」
And likewise concerning the sun I had prepared myself to inquire in the same way, and concerning the moon and the other stars, about their speed relative to one another, and their turnings, and their other affections — in what way it is better for each of them both to do and to undergo what it does and undergoes. For I never thought that he, who said they had been ordered by Mind, would bring forward for them any other cause than that it is best for them to be as they are.
14:15.5
ἑκάστου οὐν [αὐτῶν] ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπιδιηγήσασθαι ἀγαθόν. καὶ οὐδ ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ ἦν ἀνεγίνωσκον, ἔν ὡς τάχιστα εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον. ἀπὸ δὴ θαυμαστῆς, ὦ ἑταῖρε, ἐλπίδος ᾠχόμην φερόμενος. ἐπεὶ δὲ προϊὼν καὶ ἀναγινώσκων ὁρῶ ἄνδρα τῷ μὲν νῷ αὐδὲν χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ καὶ αἰθέρας καὶ ὕδατα αἰτιώμενον καὶ ἄλλα πολλὰ καὶ ἄτοπα
「因此我想,他既為每一樣事物分別指出原因,也會就萬物共同地說明那萬物所共有的『善』。我這希望,就是拿極大一筆財富來換,我也不肯出售;於是我極其急切地取得那些書卷,盡快地閱讀,好叫自己盡快知道什麼是至善、什麼是較差。可是,朋友啊,我卻從那美好的盼望中一路跌落。因為越往下讀,我越發現:這個人根本不用心智,也不把安排萬物的原因歸於心智,反倒把原因歸給空氣、以太、水,以及許多其他荒謬的東西。」
So I thought that, having assigned the cause for each of them, he would also, in common for all of them, go on to explain the good common to all. And I would not have sold my hopes for a great sum; but taking up the books most eagerly, I read as quickly as I was able, so that I might know as quickly as possible the best and the worse. But from a wonderful hope, my friend, I was carried away and lost. For as I went on and read, I saw a man making no use at all of Mind, nor assigning to it any causes for the ordering of things, but attributing the causes to airs and aethers and waters, and many other absurd things.
14:15.6
καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι, ὥσπερ ἂν εἴ τις λέγων ὅτι Σωκράτης πάντα ὅσα πράττει νῷ πράττει, κἄπειτα ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι ἐνθάδε διὰ ταῦτα νῦν κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἑξ ὀστῶν καὶ νεύρων, καὶ τὰ μὲν ὀστᾶ ἐστι στερεὰ καὶ διαφυὰς ἔχει χωρὶς ἀπ ἀλλήλων, τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ ὀστᾶ μετὰ τῶν σαρκῶν τε καὶ δέρματος, ὃ συνέχειν αὐτά
「在我看來,這人所犯的毛病,正好比有人說:蘇格拉底所做的一切都是憑心智而做,可是一旦他要說明我所做每一件事的原因時,卻先說:我如今坐在這裡,是因為我的身體是由骨頭和筋腱組成的,骨頭是堅硬的,彼此之間有關節分隔開來,而筋腱則能夠伸展和放鬆,連同肌肉和皮膚一起包裹著骨頭,並把這一切維繫在一起;」
And it seemed to me that he had suffered something very similar to this: as if someone, saying that Socrates does everything he does by mind, should then, in attempting to state the causes of each thing that I do, say first that I am now sitting here for these reasons — that my body is composed of bones and sinews, and that the bones are solid and have joints apart from one another, while the sinews, being such as can be tightened and relaxed, surround the bones together with the flesh and the skin, which holds them together;
14:15.7
αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὐτῶν ξυμβολαῖς χαλῶντα καὶ συντείνοντα τὰ νεῦρα κάμπτεσθαί που ποιεῖ οἶόν τε εἶναι ἐμὲ νῦν τὰ μέλη, καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι. καὶ αὖ περὶ τοῦ διαλέγεσθαι ὑμῖν ἑτέρας τοιάσδε αἰτίας λἐγοι, φωνάς τε καὶ ἀέρας καὶ ἀκοὰς καὶ ἄλλα ἄττα μυρία τοιαῦτα αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν, ὅτι ἐπειδὴ Ἀθηναίοις ἔδοξε βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα δὴ καὶ ἐμοὶ βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι, καὶ δικαιότερον παραμένοντα ὑπέχειν τὴν δίκην, ἣν ἂν κελεύσωσιν
「因此骨頭在關節處懸掛著,筋腱一鬆一緊,就使我如今能夠彎曲肢體,而正是因著這個緣故,我才彎身坐在這裡。他若再談到我與你們交談這件事,又會提出另一些諸如此類的原因,把它歸給聲音、空氣、聽覺,以及無數類似的東西,卻疏忽了不去說出真正的原因——就是因為雅典人認為判我死罪較好,所以我也就認為,坐在這裡對我而言反倒是較好的,並且留下來、甘受他們所判定的任何刑罰,乃是更公義的事。」
so that, the bones hanging loose at their joints, the sinews, by relaxing and tightening, make it possible for me now to bend my limbs, and it is on account of this cause that, being bent, I sit here. And again, concerning my conversing with you, he would state other such causes, attributing it to voices and airs and hearings and countless other such things, neglecting to state the causes that are truly true — that because it seemed better to the Athenians to condemn me, for this reason it has in turn seemed better to me to sit here, and more just to remain and undergo whatever penalty they should ordain.
14:15.8
ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ Μέγαρα ἢ περὶ Βοιωτοὺς ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι πρὸ τοῦ φεύγειν τε καὶ ἀποδιδράσκειν ὑπέχειν τῇ πόλει δίκην ἥντιν ἂν τάττῃ
「因為,憑著這隻狗(起誓語)起誓,我想,若不是我認為與其逃亡潛逃,倒不如順服城邦所判定的任何刑罰,這樣才是更公義、更高尚的,那麼,這一副筋骨早就被『對最好之事』的意見帶到麥加拉或彼奧提亞人那裡去了。」
Since, by the dog, I think, these very sinews and bones of mine would long ago have been off in Megara or among the Boeotians, carried there by their opinion of what is best, had I not thought it more just and more noble, rather than fleeing and running away, to submit to whatever penalty the city should impose.
14:15.9
ἀλλ αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον· εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω, οὐκ ἂν οἷός τε ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι διὰ ταῦτα ποιῶ ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττω, ἀλλ οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου
「然而,把這類東西稱為原因,實在是極其荒謬的;不過,若有人說,若沒有骨頭、筋腱以及我所擁有的其他這些東西,我就不能去做我所決意要做的事,這話倒是真的。可是若說我做我所做的事乃是因著這些東西,說我是憑著心智行事,而不是憑著對至善的選擇,那便是言辭上極大而過分的疏忽了。」
But to call such things causes is altogether absurd; though if someone should say that without having such things as bones and sinews and whatever else I have, I should not be able to do what has seemed best to me, he would speak the truth. But to say that it is on account of these that I do what I do, and that I act thus by mind, and not by the choice of what is best, would be a great and extreme carelessness of speech.
14:15.10
Εἶτα ἐπιλέγει Διὸ δὴ καὶ ὁ μέν τις δίνην περιθεὶς τῇ γῇ ὑπὸ τοὐ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἶόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλὰ ἡγοῦνται τούτου ἄν ποτε Ἄτλαντα ἰσχυρότερον καὶ ἀθανατώτερον καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν, καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον ξυνδεῖν καὶ συνέχειν οὐδὲν οἴονται
「接著他又說:『因此,有人在大地周圍安上一個漩渦,使大地在天穹之下靜止不動;另有人則把空氣當作根基,撐托著大地,好像一個寬闊的揉麵盆。可是,那使萬物如今得以盡可能最好地安置的那種力量,他們既不去尋求,也不以為它具有任何神聖的能力;反倒以為將來會發現一個比這更強壯、更不朽、更能維繫萬有的『阿特拉斯』;他們實在以為,善與應然之事,根本無法把萬物聯結、維繫在一起。』」
Then he adds: ‘Wherefore indeed one man, putting a vortex around the earth, makes the earth remain in place under the heaven; another props up the air as a base beneath it, like a wide kneading-trough. But as for the power by which these things are now laid in the best possible way — this they neither seek, nor think it has any divine strength; rather they suppose that they will one day discover an Atlas stronger and more immortal than this and holding all things together still more, and truly they think that the good and the fitting binds and holds together nothing at all.’
14:15.11
Τοσαῦτα ὁ Σωκράτης περὶ τῆς Ἀναξαγόρου δόξης. ἦν δὲ Ἀναξαγόρου μὲν διάδοχος τῆς τε διατριβῆς ὁμοῦ καὶ τῆς δόξης Ἀρχέλαος, Ἀρχελάου δὲ ἀκουστὴς γεγονέναι λέγεται Σωκράτης. πλὴν ἀλλὰ φυσικοὶ καὶ ἄλλοι Ξενοφάνης καὶ Πυθαγόρας, συνακμάσαντες Ἀναξαγόρᾳ, ἀφθαρσίας θεοῦ καὶ ψυχῆς ἀθανασίας ἐφιλοσόφησαν· ἐκ τούτων τε καὶ μετὰ τούτους αἶ τῆς Ἑλλήνων φιλοσοφίας ὑπέστησαν αἱρέσεις, τῶν μὲν τοῖσδε, τῶν δὲ ἑτέροις ἐξηκολουθηκότων, τινῶν δὲ καὶ ἰδίας δόξας ἐπινενοηκότων. πάλιν δ οὖν ὁ Πλούταρχος τὰς περὶ θεῶν ὑπολήψεις τῶν αὐτῶν τοῦτον γράφει τὸν τρόπον
「以上便是蘇格拉底論阿那克薩哥拉之見解所說的話。阿那克薩哥拉在學派與見解上的繼承人乃是阿爾刻拉俄,而蘇格拉底則被稱為曾親炙於阿爾刻拉俄門下。此外,與阿那克薩哥拉同時的其他自然哲學家,如色諾芬尼與畢達哥拉斯,也曾就神的不朽壞性與靈魂的不死進行哲學思辨;由這些人並在他們之後,希臘哲學的各學派便由此興起,有的跟隨這一派,有的跟隨那一派,也有人另創自己的見解。普魯塔克又如此記述這些人關於諸神的見解:」
So much did Socrates say concerning the opinion of Anaxagoras. Now Anaxagoras' successor, both in his school and in his opinion, was Archelaus, and Socrates is said to have been a hearer of Archelaus. But besides these, other natural philosophers, Xenophanes and Pythagoras, who flourished at the same time as Anaxagoras, philosophized concerning the incorruptibility of god and the immortality of the soul; and from these, and after them, arose the sects of Greek philosophy, some following the one group, some the other, and some also devising opinions of their own. Again, then, Plutarch writes concerning the opinions of these same men about the gods in this manner:
14:16.1
Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δὲ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς ἰάμβοις. καὶ Εὐριπίδης ὁ τραγῳδοποιὸς ἄποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης, καὶ συνηγόρησεν αὐτοῦ τῇ γνώμῃ
「有些哲學家,例如梅洛斯的狄亞哥拉斯、居勒尼的狄奧多羅斯、特該亞的優赫美羅斯,索性宣稱根本沒有神;居勒尼的卡利馬科斯在他的《抑揚格詩》中也隱約影射優赫美羅斯。悲劇作家歐里庇得斯則因懼怕亞略巴古(審判會),不願公然揭露此說,卻以另一種方式暗示:他讓西西弗斯出場,作為此見解的代言人,並替他的主張申辯。」
Some of the philosophers, such as Diagoras of Melos, Theodorus of Cyrene, and Euhemerus of Tegea, say outright that there are no gods at all; and Callimachus of Cyrene alludes to Euhemerus in his Iambics. And Euripides the tragedian was unwilling to reveal this openly, fearing the Areopagus, but he made it known in this manner: for he introduced Sisyphus as the champion of this opinion, and advocated for his view.
14:16.2
Ἐπὶ τούτοις πάλιν τὸν Ἀναξαγόραν εἰσάγει, πρῶτον φάσκων αὐτὸν ὀρθῶς φρονῆσαι περὶ θεοῦ. λέγει δὲ οὕτως Ὁ δὲ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατ ἀρχὰς τὰ σώματα, νοῦς δὲ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα, ἀτάκτως δὲ κινούμενα· διὸ, φησὶν, ὁ θεὸς ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησεν αὐτά
「在這些人之後,他又引出阿那克薩哥拉,先說他對神的見解是正確的。他這樣說:『阿那克薩哥拉說,起初萬物是靜止不動的,而屬乎神的心智將它們安排有序,並造出萬有的生成。但柏拉圖則認為,最初的萬物並非靜止,而是雜亂無序地運動;因此,他說,神既掌管了萬物,因為秩序勝於無序,就將萬物安排有序。』」
After these he again introduces Anaxagoras, saying first that he thought rightly concerning god. He speaks thus: ‘Anaxagoras says that in the beginning the bodies stood still, and Mind, which belongs to god, set them in order and produced the generations of all things. But Plato supposed that the first bodies were not standing still but moving in a disorderly manner; wherefore, he says, god, taking charge of them, since order is better than disorder, set them in order.’
14:16.3
Οἷς ἐπιλέγει Ἁμαρτάνουσιν δὲ ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων, καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὄν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων. κακοδαίμων δ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν
「他又補充說:『兩人都錯了,因為他們都把神說成是關切人事的,並且因此為了人的緣故去營造世界;因為那有福而不朽壞的生命體,充滿一切美善、不容納任何邪惡,一心只維護自己的幸福與不朽壞,是不會關切人間之事的。若不然,它就會如同一個雇工或木匠一般,勞苦負重、憂心忡忡地去營造這個世界,那便是不幸的了。』」
To these he adds: ‘Both are mistaken, in that they made god concerned with human affairs, and for this reason constructing the world for their sake; for the blessed and imperishable living being, filled with all good things and receptive of no evil, being wholly occupied with the preservation of its own happiness and incorruptibility, has no concern for human affairs. For it would be ill-fated, laboring like a hired workman or a carpenter, bearing burdens and taking anxious thought for the construction of the world.’
14:16.4
καὶ πάλιν, ὁ θεὸς ὃν λέγουσιν, ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτε ἦν ἀκίνητα τὰ σώματα, ἢ ὅτε ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο, ἢ ἐγρηγόρει, ἢ οὐδέτερον τούτων. ἢ οὔτε τὸ πρῶτον ἔστι δέξασθαι· πᾶς γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον· εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεὸς, ἐτεθνήκει· αἰώνιος γὰρ ὕπνος θάνατός ἐστιν. ἀλλά γε ἄδεκτος ὕπνου ὁ θεός· τὸ γὰρ ἀθάνατον καὶ τοῦ θεοῦ ἐγγὺς ὕπνου κεχώρισται
「他又說:『他們所說的那位神,或者在先前的永恆之中並不存在——那時萬物是靜止不動的,或者是雜亂運動的;或者他當時在睡覺,或者是醒著的,或者兩者皆非。可是第一種說法不能成立,因為每一位神都是永恆的;第二種也不成立,因為神若從永恆以來就一直沉睡,那他早已死了;因為永恆的睡眠就是死亡。然而神是不容有睡眠的;因為那不朽者,離睡眠這樣的事是極其遙遠的。』」
And again: ‘The god of whom they speak either did not exist in the previous eternity, when the bodies were motionless, or when they were moving disorderly, or he was asleep, or he was awake, or neither of these. But the first cannot be admitted; for every god is eternal. Nor the second; for if god had been asleep from eternity, he would have died; for eternal sleep is death. But god admits of no sleep; for the immortal is far removed from anything near to sleep.’
14:16.5
εἰ δὲ ἦν ὁ θεὸς ἐγρηγορὼς, ἤτοι ἐνέλιπεν εἰς εὐδαιμονίαν, ἢ πεπλήρωτο ἐν μακαριότητι. καὶ οὔτε κατὰ τὸ πρῶτόν ἐστι μακάριος ὁ θεός· τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον· μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δὲ, εἴπερ ὁ θεός ἐστι καὶ τῇ τούτου φροντίδι τὰ κατὰ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ, τὸ δὲ ἀστεῖον τὸ ἐναντίον πάσχει; Ἀγαμέμνων τε γὰρ ἀμφότερον, βασιλεύς τ ἀγαθὸς κρατερός τ αἰχμητής, ὑπὸ μοιχοῦ καὶ μοιχαλίδος ἡττηθεὶς ἐδολοφονήθη· καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς, πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθαρὰς, ὑπὸ Δηϊανείρας φαρμακευθεὶς ἐδολοφονήθη
「『但神若是醒著,那麼他要嘛在幸福上有所欠缺,要嘛已充滿了福祉。而依前者,神並不算有福,因為凡在幸福上有所欠缺的,就不算有福;依後者也不算,因為既然一無所缺,他就不會著手去做徒然無益的事。可是,倘若神確實存在,人間之事又是由他的護理來治理,那為何邪惡之人得意順遂,而正直之人卻反遭其殃呢?阿伽門農既是良善的君王,又是勇猛的槍手,卻被姦夫淫婦所勝,遭人暗算殺害;他的親族赫拉克勒斯,曾清除許多為害人間生活的禍患,卻被得阿涅拉下毒暗害而死。』」
‘But if god was awake, either he was lacking something with respect to happiness, or he was filled full with blessedness. And according to neither the first nor the second is god blessed; for what lacks something with respect to happiness is not blessed; nor according to the second; for lacking nothing, he would not have been about to undertake empty actions. But how, if god exists and human affairs are governed by his providence, does the base man prosper while the noble man suffers the opposite? For Agamemnon, being both a good king and a mighty spearman, was treacherously slain, overcome by an adulterer and an adulteress; and his kinsman Heracles too, having cleansed away many things that plagued human life, was treacherously slain, poisoned by Deianeira.’
14:16.6
Θαλῆς τὸν κόσμον εἶναι τὸν θεόν. Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς. Δημόκριτος θεὸν ἐν πυρὶ σφαιροειδῆ τὴν τοῦ κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεόν· καὶ τὸ ἀγαθὸν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς τὴν δ ἀόριστον δυάδα καὶ δαίμονα καὶ τὸ κακὸν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, [ἐστὶ καὶ ὁρατὸς ὁ κόσμος.]
「泰勒斯認為宇宙就是神。阿那克西曼德認為眾星是天上的神明。德謨克利特認為神是火中一個球形的火,也就是宇宙的靈魂。畢達哥拉斯認為,在諸原理之中,「單一」(單子)就是神——而那「善」,即「一」之本性,正是心智本身——至於那「無定的二」則是精靈與邪惡,物質性的雜多正是圍繞著它而存在的,這也就是那可見的宇宙。」
Thales holds the cosmos is god. Anaximander holds the stars are heavenly gods. Democritus holds that god is a spherical fire within fire, the soul of the cosmos. Pythagoras holds that of the first principles, the Monad is god — and the Good, which is the nature of the One, is Mind itself — while the indefinite Dyad is a daimon and evil, around which is the material multitude, and this is also the visible cosmos.
14:16.7
Μετὰ δὲ τούτους οἱ νέοι τῷ χρόνῳ πῶς ἐδόξαζον ἄκουε Σωκράτης καὶ Πλάτων ἕν τὸ μονοφυὲς καὶ αὐτοφυὲς, τὸ μοναδικὸν, τὸ ὄντως ὄν ἀγαθόν. πάντα δὲ ταῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. νοῦς οὖν ὁ θεὸς χωριστὸν εἶδος, τοῦτ ἔστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον
「在這些人之後,且聽後起的一代如何立論。蘇格拉底與柏拉圖認為,那獨一無二、自生自成、單一而真實存在的『善』即是神。這一切名稱最終都指向「心智」。因此,神就是心智,是一個獨立的「形式」,也就是說,不與任何物質相混雜,也不與任何可受動之物相糾纏。」
After these, hear how the moderns, later in time, held their opinions. Socrates and Plato held that the One, which is of a single nature and self-generated, the unitary, the truly-existing Good, is god. And all these names hasten toward Mind. Mind, then, is god, a separate Form — that is, unmixed with all matter and entangled with nothing passible.
14:16.8
Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστὸν, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντὸς, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ αὐτοῦ καλούμενον· διῃρημένου δὲ τούτου κατὰ σφαίρας τῇ μὲν φύσει συναφεῖς, τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον, κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος, αἴτιος τῆς κινήσεως κατ ἐνέργειαν
「亞里斯多德認為,那至高的神是一個獨立的「形式」,居於宇宙天球之上——這天球是一種以太之體,被他稱為「第五元素」。這天球依諸重天球而分,天球彼此在本性上是相連的,但在定義上卻各自有別;他認為每一重天球都是一個由身體與靈魂組成的活物,其身體是以太所成、作圓周運動,而其靈魂則是一個不動的理性原則,是那按實現而生的運動之因。」
Aristotle holds that the highest god is a separate Form, mounted upon the sphere of the universe — which is an aethereal body, called by him the fifth element. This being divided into spheres that are, by nature, contiguous, but distinguished in their definition, he thinks each of the spheres is a living being composed of body and soul, of which the body is aethereal, moving in a circular course, while the soul is an unmoved rational principle, the cause of the motion according to actuality.
14:16.9
Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικὸν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, περιειληφότος πάντας τοὺς σπερματικοὺς λόγους, καθ οὓς ἕκαστα καθ εἱμαρμένην γίνεται. καὶ πνεῦμα μὲν διῆκον δι ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι ὅλης τῆς ὕλης, δι ἧς κεχώρηκε. θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι
「斯多亞學派宣稱神是有理性的,是一種按部就班、朝向宇宙生成而運行的技藝之火,內含一切「種子理性」(種子性的道),萬物皆按命定,依此理性而生成;又稱之為一種氣(普紐瑪),瀰漫貫通整個宇宙,並隨著它所貫穿的各種物質,而取得不同的稱謂。他們又稱神既是宇宙,也是眾星、也是大地;而萬有之中最高者,則是那在以太中的心智。」
The Stoics declare god to be intelligent, a designing fire proceeding methodically toward the generation of the cosmos, encompassing all the seminal principles (logoi spermatikoi) according to which each thing comes to be according to fate; and they call it a breath (pneuma) pervading through the whole cosmos, taking on different appellations throughout the whole of matter through which it has passed. And they call god both the cosmos and the stars and the earth, and, highest of all, the Mind in the aether.
14:16.10
Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν [πάντας] τοὺς θεοὺς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. ὁ δ αὐτὸς ἄλλας τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα, τὸ κενὸν, τὸ ἄπειρον, τὰς ὁμοιότητας, αὗται δὲ λέγονται ὁμοιομέρειαι, καὶ τὰ στοιχεῖα
「伊壁鳩魯認為諸神具有人的形貌,但由於「影像」(eidola)本性極其細微,一切諸神都只能藉理性察知,而非藉感官。這同一人又主張,另有四種按其本類而不可毀壞的本性:即原子、虛空、無限,以及種種「相似之物」——這些又被稱為「同分異形體」(homoiomereiai)——連同諸元素。」
Epicurus holds the gods to be anthropomorphic, but all of them perceptible only by reason, on account of the fineness of the parts of the nature of the images (eidola). And the same man holds four other kinds of natures, indestructible by their very kind: the atoms, the void, the infinite, and the similarities — these being called homoiomereiai — and the elements.
14:16.11
Τοιαῦται μὲν δὴ τῶν φυσικῶν φιλοσόφων καὶ αἱ περὶ θεοῦ διαστάσεις τε καὶ δυσφημίαι, ὧν πρώτους ὁ λόγος συνίστησι τοὺς ἀμφὶ τὸν Πυθαγόραν τε καὶ Ἀναξαγόραν Πλάτωνά τε καὶ Σωκράτην νοῦν καὶ θεὸν ἐπιστῆσαι τῷ κόσμῳ. οὗτοι δὴ κομιδῇ παῖδες τοῖς χρόνοις ἀποδείκνυνται καθ οὓς χρόνους τὰ ὕστατα ἱστορεῖται τῆς Ἑβραίων ἀρχαιολογίας·
「以上便是自然哲學家們關於神所生出的種種分歧與褻瀆之言;其中,理路所肯定為最早者,乃是畢達哥拉斯與阿那克薩哥拉、柏拉圖與蘇格拉底一派人,他們主張心智與神治理著宇宙。然而,若與希伯來古史所記載最晚近的事件相比,這些人在年代上簡直只是孩童;」
Such, then, are the divisions and blasphemies concerning god among the natural philosophers, of whom reason (the argument) establishes as foremost those around Pythagoras and Anaxagoras, Plato and Socrates, who set Mind and God over the cosmos. But these men are shown to be mere children in point of time, compared with the times in which the latest events of Hebrew antiquity are recorded;
14:16.12
οὐκ ἦν ἄρα παλαιτάτη παρὰ πᾶσιν Ἕλλησι καὶ τοῖς πρόπαλαι τὴν πολύθεον δεισιδαιμονίαν παρά τε Φοίνιξι καὶ Αἰγυπτίοις εἰσηγησαμένοις μένοις ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις, ἣν πρῶτος Ἑλλήνων ληνῶν Ἀναξαγόρας καὶ οἱ ἀμφ αὐτὸν ἐξήνεγκαν. καὶ μὴν τὰ τῆς πολυθέου δεισιδαιμονίας πάντων ἐθνῶν ἐκράτει· ἀλλ ἦν, ὡς ἔοικεν, οὐ τὴν ἀληθῆ περιέχοντα θεολογίαν, ἀλλ ἣν Αἰγύπτιοι καὶ Φοίνικες πρῶτοι πάντων συστήσασθαι ἐμαρτυρήθησαν
「這樣看來,那全宇宙之神的知識,終究並非在所有希臘人中間、以及在腓尼基人與埃及人中率先引入多神迷信的古人中間,是最古老的東西——那知識乃是阿那克薩哥拉在希臘人中率先,連同其門下之人,才提出的。至於多神迷信,固然在萬民之中都佔了上風;可是,看來這種多神迷信並不包含真正的神學,而是埃及人與腓尼基人被證明最先建立起來的那一種;」
so then the knowledge of the God of the universe was not, after all, the most ancient thing among all the Greeks, and among those long ago who introduced polytheistic superstition solely among the Phoenicians and Egyptians — that knowledge which Anaxagoras, first of all the Greeks, and those around him, brought forth. And indeed the polytheistic superstition prevailed among all the nations; but it was, it seems, not one containing the true theology, but that which the Egyptians and Phoenicians were first of all attested to have established;
14:16.13
αὕτη δὲ ἣν θεοὺς μὲν οὐδαμῶς, οὐδέ τινας θείας δυνάμεις, ἄνδρας δὲ ἤδη πάλαι ἐν νεκροῖς κειμένους θεολογοῦσα, ὡς ὁ τῆς ἀληθείας πάλαι ἀπέδειξε λόγος. φέρ οὖν πάλιν ἀναλάβωμεν τὸν λόγον. ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθήσεις, οἱ δ αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἶ περὶ τὸν Ξενοφάνην τὸν Κολοφώνιον καὶ Παρμενίδην Ἐλεάτην, οἱ δὴ τὰς αἰσθήσεις ἀνῄρουν, μηδὲν εἶναι φάσκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα
「這種神學所神化的,根本不是任何神明或神聖能力,而是早已長眠於死人之中的凡人,如同前面論真理的論述已經指明的那樣。那麼,現在讓我們再回頭談這個論題。既然在自然哲學家之中,有人把一切都訴諸感官,另有人卻反其道而行——像科洛封的色諾芬尼與埃利亞的巴門尼德一派,他們廢棄感官,宣稱凡感官所能覺察的都不可把握,因此唯獨該信賴理性——那麼,讓我們來檢視針對他們所提出的反駁吧。」
this theology which deified no gods at all, nor any divine powers, but men already long lying among the dead — as the argument concerning the truth has already shown. Come then, let us again take up the argument. Since, among the natural philosophers, some referred everything to the senses, while others in turn opposed these — such as those around Xenophanes of Colophon and Parmenides of Elea, who did away with the senses, saying that nothing perceptible by sense is comprehensible, and that for this reason one must trust reason alone — let us examine the objections that have been raised against them.
14:17.1
Ἄλλοι δ ἐγένοντο τούτοις τὴν φωνὴν ἀφιέντες. οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τἀς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἕν εἶναι, καὶ τὸ ἴτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι μηδὲ φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν
「後來又有一些人,追隨這些人,發出同樣的主張。因為他們認為,必須摒棄感官與表象,而只信賴理性。早先色諾芬尼、巴門尼德、芝諾、麥里梭曾如此主張,後來斯提爾波及麥加拉學派的人亦然。因此,這些人便主張『存在』是唯一的,「別的」(其他)並不存在,也沒有任何東西是生成的、毀滅的,或是有任何運動的。」
There were others who, following these, gave voice to the same doctrine. For they think it necessary to reject the senses and the appearances (phantasiai), and to trust reason alone. For such things were said earlier by Xenophanes and Parmenides and Zeno and Melissus, and later by those around Stilpo and the Megarians. Hence these held that being is one, and that the other does not exist, and that nothing is either generated or destroyed or moved at all.
14:17.2
τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι τοσοῦτον λεκτέον εἴποιμεν γὰρ ἂν ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε δῆλον· οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις
「至於針對這些人更完整的論證,我們日後從事哲學思辨時自會明白;此刻姑且說到這裡:我們或可說,理性乃是我們裡面最神聖的部分;然而,正如身體是必需的一樣,感官也是必需的。而感官本性上確實能傳達真實,這一點是明白的;因為感知者不可能不受某種影響;既受了影響,他就必然曉得那影響為何;由此可見,感官也是一種知識。」
Now, the fuller argument against these we shall come to know when we philosophize; but for now let this much be said: we would say that our reason is the most divine thing in us; nevertheless there is need also of sense-perception, just as indeed there is also need of the body. And that sense-perception, too, is by nature truthful is clear; for it is not possible for the one perceiving not to be affected in some way; and being affected, he would surely know the affection; sense-perception, then, is also a kind of knowledge.
14:17.3
ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. ὥστε πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὄν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον· ἡ γὰρ αἴσθησίς ἐστι κίνησις
「然而,若感知就是某種受動,而一切受動之物必是被某物所動,那麼施動者與受動者就必然是彼此不同的兩者。這樣一來,首先,所論及之物就必然是有分別的——例如顏色與聲音便各不相同;其次,那存在者也就不會是唯一的了;並且它也絕非不動的,因為感官本身就是一種運動。」
But indeed, if to perceive is to be affected in some way, and everything that is affected is affected by something, then altogether the agent and the patient would have to be different. So, first, the thing spoken of would have to be different — for instance, color and sound; and then, that which is would not be one; and indeed it would not be unmoved either, for sense-perception is motion.
14:17.4
ταύτῃ δὲ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τἀς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο
「正因如此,人人都希望自己的感官保持在自然健全的狀態,因為,我想,人總是信賴健康的感官,過於信賴患病的感官。所以,理當有一種強烈的愛慕,深植於我們心中,使我們珍愛感官。因為,若非瘋了,沒有人會情願失去哪怕一種感官,即便藉此能得著其餘一切美好之物。」
In this way, everyone wishes his senses to be in a natural condition, trusting, I suppose, the healthy ones rather than the diseased. Reasonably, then, a terrible love of them has been implanted in us. For no one, unless he were mad, would ever choose to lose a single sense, even if all other goods should thereby come to him.
14:17.5
τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμένους γε διότι μάτην ἔχοιεν αὐτὰς, εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων, αὐτίκ ἔπειτ ἀπ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσσας, ἀνεμώλια γάρ μοι ὀπηδεῖ, τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν· οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο
「那些詆毀感官的人,若他們真心相信自己白白擁有這些感官,那就該像荷馬筆下潘達羅斯論及自己那張弓時所說的話一樣:『若我不親手把這張弓折斷、投入熊熊烈火之中——因為它徒然無用地伴著我——那就讓陌生人立刻砍下我的頭顱吧』;說完這話之後,就該進一步毀壞自己所有的感官;如此一來,人才會真正相信他們,因為他們就是用行動來教導世人:他們根本不需要這些感官。」
Those, then, who slander the senses ought, if they are indeed persuaded that they possess them in vain, to have said what Pandarus in Homer says concerning his own bow — ‘let a stranger straightway cut my head from my shoulders, if I do not break this bow in pieces with my own hands and cast it into the bright fire, since it attends me to no purpose’ — and thereafter to go and mutilate all their own senses; for so indeed would one believe them, since they would be teaching by their very deed that they have no need of them at all.
14:17.6
νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστι· ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώμενοι διατελοῦσιν αὐταῖς
「然而事實卻正好相反,這是最荒謬不過的事:他們口頭上宣稱感官毫無用處,行動上卻始終最頻繁地使用著感官。」
But as it is, this is the most absurd thing of all: while declaring them useless in their argument, in their actions they continue to make the most use of them.
14:17.7
ὅ γέ τοι Μέλισσος ἐθέλων ἐπιδεικνύναι διότι τῶν φαινομένων καὶ ἐν ὄψει τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν· φησὶ γοῦν, εἰ γάρ ἐστι καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσὸς, καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκὸς, καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν ἄνθρωποι εἶναι ἀληθῆ, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον οἶον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν, μηδὲ γίνεσθαι ἕτερον, ἀλλ εἶναι ὅμοιον οἷόν περ ἐστὶν ἕκαστον. νῦν δὲ φαμὲν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι, καὶ τὸ ψυχρὸν θερμὸν, καὶ τὸ σκληρὸν μαλακὸν, καὶ τὸ μαλακὸν σκληρόν
「麥里梭確實想要證明,凡顯現出來、映入眼中的種種,沒有一樣真實存在;他卻正是藉著這些顯象本身來證明此事。譬如他說:『若水、氣、火、鐵、金確實存在,若有物是活的、有物是死的,若有黑有白,以及人們所說為真的其他一切,並且我們的視覺聽覺都不出差錯,那麼,那存在者就理當一直保持它起初在我們看來的樣子,不改變,也不變成別的東西,每一物都應當始終如其本然。可是如今我們雖說自己看、聽、理解都準確無誤,卻覺得熱的變冷、冷的變熱、硬的變軟、軟的變硬。』」
Melissus indeed, wishing to demonstrate that none of the things that appear and are seen truly exist, demonstrates this by means of the very appearances themselves. He says, for instance: ‘For if water and air and fire and iron and gold exist, and one thing is living, another dead, and things are black and white and all the other things that men say are true, and we see and hear rightly, then that which is ought to remain such as it first seemed to us to be, and not change, nor become something else, but each thing ought to remain like what it is. But now we say that we see and hear and understand rightly; yet it seems to us that the hot becomes cold, and the cold hot, and the hard soft, and the soft hard.’
14:17.8
ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα εἰκότως ἐπύθετό τις ἂν, ἆρ οὖν ὅτι [ὃ νῦν] θερμόν ἐστι κἄπειτα τοῦτο γίνεται ψυχρὸν οὐκ αἰσθόμενος ἔγνως; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς
「當他說出這些話,以及諸如此類的許多話時,人大可理直氣壯地問他:那麼,當如今是熱的東西後來變冷了,難道你是完全沒有藉感官察覺、就已經知道了這事嗎?其他情形也是一樣。因為,如我方才所說,這樣做所能得出的,無非就是廢棄並駁斥感官罷了——而這正是因為人最信賴感官的緣故。」
When he says these and many other such things, one might very reasonably ask him: is it, then, that when what is now hot afterward becomes cold, you came to know this without perceiving it at all? And likewise concerning the other cases. For, as I said, nothing would be found by this except the doing away with and refuting of the senses, precisely because one trusts them the most.
14:17.9
ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας· ἐξίτηλοί γε τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παράπαν. ἤδη μέντοι θαρροῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας
「然而,這一類的論證如今已經足夠自陳其短了;它們早已黯然失色,彷彿從未被人說過一般。那麼,讓我們最終滿懷信心地說:唯有那些兼取感官與理性,作為認識事物之途徑的人,才是正確地從事哲學。」
But such arguments have by now given a sufficient account of themselves; they have indeed grown so faint as if they had never been spoken at all. Let us, then, at last confidently say that those philosophize rightly who take up both the senses and reason for the knowledge of things.
14:17.10
Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὃς δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρμενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ Πρωταγόρας καὶ Νεσσᾶς· δὲ Νεσσᾶ Μητρόδωρος, οὗ Διογενὴς, οὗ Ἀνάξαρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πυρρῶν, ἀφ οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ ἐν αἰσθήσει μήτ ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δ ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἶ ἀντιδοξάζοντες μαθεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος ὧδέ πη πρὸς λέξιν ἔχοντος
「以上便是色諾芬尼一派的主張,據說他與畢達哥拉斯、阿那克薩哥拉一派同時興盛。色諾芬尼的門人是巴門尼德;巴門尼德的門人是麥里梭;麥里梭的門人是芝諾;芝諾的門人是留基伯;留基伯的門人是德謨克利特;德謨克利特的門人是普羅泰戈拉與涅薩斯;涅薩斯的門人是梅特羅多羅斯;梅特羅多羅斯的門人是狄奧根尼;狄奧根尼的門人是阿那克薩庫斯。皮浪則成了阿那克薩庫斯的門生,那被稱為「懷疑派」的學派便是由他而起——這一派人主張,無論感官或理性,絕對沒有任何東西是可以把握的,於是在一切事上都懸置判斷;至於他們的反對者如何駁斥他們,可從前面提及的那部著作中得知,其原文大略如下:」
Such, then, were those around Xenophanes, who is said to have flourished at the same time as those around Pythagoras and Anaxagoras. Parmenides was a hearer of Xenophanes; of Parmenides, Melissus; of him, Zeno; of him, Leucippus; of him, Democritus; of him, Protagoras and Nessas; of Nessas, Metrodorus; of him, Diogenes; of him, Anaxarchus. And Pyrrho became a disciple of Anaxarchus, from whom arose the school of those called the Skeptics — who, defining that absolutely nothing at all is comprehensible either by sense or by reason, and suspending judgment in all things, were refuted by their opponents; and how their opponents refuted them may be learned from the treatise mentioned above, which reads, word for word, somewhat as follows:
14:18.1
Ἀναγκαίως δ ἔχει πρὸ παντὸς διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως· εἰ γὰρ αὖ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν
「在一切之先,必須先探究我們自身的認識能力;因為,反過來說,若我們天生根本無法認識任何事物,那就沒有必要再去考究其他事情了。」
It is necessary, before all else, to examine concerning our own knowledge; for if, on the other hand, we are by nature capable of knowing nothing at all, there is no further need to inquire concerning other things.
14:18.2
ἐγένοντο μὲν οὑν καὶ τῶν πάλαι τινὲς οἶ ἀφέντες τήνδε τὴν φωνὴν, οἷς ἀντείρηκεν Ἀριστοτέλης. ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πυρρῶν ὁ Ἠλεῖος· ἀλλ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δὲ μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μὲν ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δὲ, τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δὲ, τί περιέσται τοῖς οὕτως ἔχουσι
「古人中確實也有人持這樣的說法,亞里斯多德已對此加以駁斥。但埃利斯的皮浪也曾大力主張這類見解;他本人並未留下任何著作,但他的門生提蒙卻說,凡要獲致幸福的人,必須留意這三件事:第一,事物本性究竟為何;第二,我們應當以怎樣的態度來對待事物;第三,如此存心的人,最終將得著什麼結果。」
There were, then, also some among the ancients who gave voice to this doctrine, whom Aristotle has refuted. But Pyrrho of Elis also maintained such views with force; he himself, however, left nothing in writing, while his disciple Timon says that the one who is going to attain happiness must look to these three things: first, what the nature of things is; second, in what manner we ought to be disposed toward them; and finally, what will result for those who are so disposed.
14:18.3
τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπ ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα, διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν, ἢ οὔτε ἔστιν οὔτ οὐκ ἔστιν
「他說,皮浪宣稱萬物一律都是無分別、無定、無可判定的,因此我們的感官與意見都無所謂真假。因此,人不該信賴它們,而該不持任何意見、不偏不倚、堅定不移,就每一件事都這樣說:它並非『是』多於『不是』,或者它既是又不是,或者它既非是也非不是。」
He says that Pyrrho declared things to be, equally, indifferent and unstable and undeterminable, and that for this reason neither our senses nor our opinions are either true or false. For this reason, then, one must not trust them, but must be without opinion, unswerving, and unshaken, saying of each single thing that it no more is than is not, or that it both is and is not, or that it neither is nor is not.
14:18.4
τοῖς μέντοι διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα δ ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν
「提蒙說,如此存心的人,最終所得的結果,首先是無言以對,其次是不受擾亂(心境安寧);而埃奈西德穆則說是快樂。」
Timon says that for those so disposed the result will be, first, speechlessness, and then freedom from disturbance (ataraxia); but Aenesidemus says pleasure.
14:18.5
Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα· σκεψώμεθα δ εἰ ὀρθῶς λέγουσιν. ἐπεὶ τοίνυν ἐπ ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι, καὶ διὰ τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι, μηδὲ δοξάζειν, εἰκότως ἂν, οἶμαι, πύθοιτό τις αὐτῶν, ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; πάντως γὰρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. εἰ δ οὐχ ἀμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί παθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά
「以上便是他們所說的要點;讓我們來檢視他們所言是否正確。既然他們說萬物一律無分別,並因此要人不對任何事表示贊同、也不持任何意見,那麼,人大可理直氣壯地這樣問他們:那些以為萬物彼此有分別的人,究竟是弄錯了,還是沒有弄錯?無論如何,若他們是弄錯了,那就表示他們判斷得並不正確;如此一來,就必須承認,確實有人對存在之事持有錯誤的意見;那麼,這些懷疑派自己便該是說出真話的人了;這樣一來,畢竟還是有所謂真與假的分別。可是,倘若我們一般人以為萬物彼此有分別,並沒有弄錯,那他們又何必如此不悅、責難我們呢?因為,主張萬物並無分別,弄錯的其實正是他們自己。」
These, then, are the chief points of what is said; let us examine whether they speak rightly. Since, then, they say that all things are equally indifferent, and for this reason bid us assent to nothing and hold no opinion, one might reasonably, I think, ask them this: are those who suppose that things differ from one another mistaken, or not? For in every case, if they are mistaken, they would not be judging rightly; so it is necessary for them to say that there are some who hold false opinions about the things that are. They themselves, then, would be the ones speaking the truth; and thus there would after all be something true and something false. But if we, the many, are not mistaken in supposing that things differ, why then are they so displeased as to rebuke us? For they themselves would be mistaken in maintaining that things do not differ.
14:18.6
καὶ μὴν εἰ καὶ δοίημεν αὐτοῖς ἐπ ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ αὐτοὶ τῶν πολλῶν. τίς οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ ὑμνεῖ μόνον
「再者,就算我們姑且承認萬物一律無分別,這樣一來,顯然連他們自己也不會與一般人有任何分別。那麼,他們的智慧究竟又算得了什麼呢?提蒙為何要辱罵所有其他的人,卻獨獨頌揚皮浪一人呢?」
And indeed, even if we should grant them that all things are equally indifferent, it is clear that not even they themselves would differ from the many. What, then, would their wisdom amount to? And why does Timon revile all the others, yet sing the praises of Pyrrho alone?
14:18.7
ἔτι γε μὴν εἰ ἐπ ἴσης ἐστὶν ἀδιάφορα πάντα καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτά ἐστιν ἢ οὐκ ἔστιν; ἢ, ὡς φησι Τίμων, διὰ τί ναί καὶ διὰ τί οὔ, καὶ αὐτὸ τὸ διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν, καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ αὐτοῖς κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες
再者,倘若萬物皆同等無別,因此必須對任何事都不持見解,那麼連這些說法本身也不會有差別——我是指『有別』與『無別』之分,以及『持見』與『不持見』之分。因為何以說事情是如此而非不如此呢?或者,就像提蒙所說:『為何是,為何否,以及這「為何」本身又是為何?』由此可見,探究本身就被取消了;所以讓他們停止騷擾吧。因為他們如今瘋狂到全然背離學術之道:一面吩咐我們不可持見解,一面又命令我們做這正是持見解的事;一面說對任何事都不該表態,隨即自己表態;一面要求人不可對任何事表示同意,卻又要人相信他們;接著,一面說自己一無所知,一面卻像深知一切似地駁斥所有人。
Furthermore, if all things are equally indifferent and for this reason one must hold no opinion, then not even these claims themselves would differ - I mean the difference or non-difference of things, and the holding or not holding of opinion. For why should things be thus rather than not thus? Or, as Timon says, 'why yes and why no, and the very "why"'? It is plain, then, that inquiry itself is thereby abolished; so let them cease from troubling us. For they now rave quite beyond the bounds of art, at once bidding us hold no opinion, and at the same time commanding us to do this very thing; saying that one ought to declare nothing about anything, and then themselves declaring; demanding that we assent to nothing, yet bidding us be persuaded by them; and then, while saying that they know nothing, they refute everyone as though they knew well.
← 上一段下一段 →
← 第 13 章第 15 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。