📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 5 章 第 4/4 段

希臘文原文.52 節.部分字詞可點開查義.本章太長已分段,此段為 5:29.5–5:36.5(全章共 276 節)

← 第 4 章第 6 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
5:29.5
καί μοι δοκεῖς οὐδὲν τόν τερατοσκόπων καλουμένων κρείττων εἶναι, ἀλλ οὐδὲ τῶν ἄλλων ἀγυρτῶν καὶ σοφιστῶν. ἀλλὰ τῶν μὲν οὐδὲν ἔγωγε ἐθαύμασ, εἰ μισθοῦ τραχηλίζουσι, σοῦ δὲ τοῦ θεοῦ καὶ τῶν ἀνθρώπων, εἰ μισθοῦ τραχηλίζονται
在我看來,你並不比那些所謂的異象占卜者更高明,甚至也不比其他江湖術士與詭辯家更高明。然而,對於他們,我一點也不驚訝,若他們為了酬金而愚弄人;至於你,這位神明,以及那些人——若他們竟為了酬金而彼此愚弄與被愚弄,那才是我所驚異的。
And you seem to me to be no better than the so-called soothsayers, nor even than the other charlatans and sophists. But as for them, I was not at all surprised that they dupe people for a fee; it is you, the god, and mankind, that amaze me—that you dupe, and that they let themselves be duped, for a fee.
5:29.6
εἶθ ὁ μὲν Σωκράτης ἐκεῖνος οὐδέτερον ἀπεκρίνατο πρὸς τὸν ἐρωτήσαντα πότερον γαμήσει ἢ μὴ, ἀλλ ὅτι μετανοήσει ἀμφότερα· πρὸς δὲ τὸν ἐπιθυμοῦντα παίδων οὐκ εὖ ἔφη αὐτὸν ποιήσειν, ὃς ἐάσας ἐπιχειρεῖν ὅπως, εἴ οἱ παῖδες γένοιντο, ἄριστα αὐτοῖς χρῷτο, τούτου μὲν οὐδένα λόγον ἐποιήσατο, αὐτὸ δὲ μόνον ἐσκοπεῖτο, πῶς ἂν αὐτῷ γένοιντο
後來,那位蘇格拉底,對於問他該不該結婚的人,兩者都不作答,只說無論哪一個,日後都會後悔;而對於渴望有子嗣的人,他說此人所行並不明智——因為此人放棄了去思量,若真有了孩子,該如何善加教養,對此毫不在意,卻只一心考慮如何能生出孩子來。
Then that Socrates answered neither one to the man who asked whether he should marry or not, but said that he would regret either choice. And to the man desiring children he said that he would not be acting well—since, having abandoned the effort to consider how, if children should be born to him, he might raise them best, he took no account of this at all, but considered only this one thing: how they might be born to him.
5:29.7
ἑτέρου δὲ ἀποδημεῖν ἐγνωκότος διὰ τὸ κακῶς ἔχειν αὐτὸν οἴκοι οὐκ ἔφη ὀρθῶς αὐτὸν βουλεύεσθαι τὴν μὲν γὰρ πατρίδα αὐτόθι ἀπολιπὼν ἄπεισι, τὴν δὲ ἀμαθίαν μεθ ἑαυτοῦ ἄγων, ἥτις αὐτὸν καὶ τοῖς ἐκεῖ δυσαρεστεῖν ποιήσει καθάπερ καὶ τοῖς ἐνθάδε. καὶ οὐχ ὁπότε ἠρωτᾶτο μόνον, ἀλλὰ καὶ αὐτόκλητος ἐπὶ τὰς τοιάσδε συνουσίας ἰών·
又有一人,因家中境況不佳而決意出外遠行,蘇格拉底說他此舉並非明智之舉——因為他固然可以拋下故鄉遠去,卻仍會帶著自己的無知同行,這無知必使他在異地也如在此地一般,處處感到不快。而他這樣做,不僅是被人求問時如此,甚至還主動不請自來,前去參與這樣的談論。
And to another who had decided to travel abroad because things were going badly for him at home, he said that he was not deliberating rightly; for he would leave his native land behind there and depart, but would carry his own ignorance along with him, which would make him displeased there too, just as here. And he did this not only when he was asked, but also coming unbidden to such gatherings.
5:30.1
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ. Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις ἰατρικὸν, ἀλλ οὐ μαντικὸν
『天狼星升起前的二十天,以及其後的二十天,當在陰涼的屋中,以酒神狄俄倪索斯為醫。』——這是給那些受暑熱所苦的雅典人的,是醫囑,不是預言。
'For the twenty days before the rising of the Dog-star, and the twenty after, use Dionysus as your physician, in a shady house.' To the Athenians troubled by the heat—this is medical advice, not prophecy.
5:30.2
Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδας, ὄψ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην. γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάντεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησι
『厄爾吉諾斯,克呂墨諾斯之子,普瑞斯波之後裔啊,你來求子嗣,已然太遲;然而縱使如此,也當為那年邁的犁桿裝上一副新犁頭。』——若一位老人渴望子嗣,就該與年輕女子同居,這也不是先知之言,而是深諳自然之道者的話。只是欲望使愚人失去理智罷了。
'Erginus, son of Clymenus, offspring of Presbon, late have you come seeking offspring; yet even so, fit a new tip to the old plough-pole.' That an old man should live with a young wife, if he desires children—this too is not the mark of a seer, but of one who understands nature. But desire drives fools out of their senses.
5:31.1
Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ αὐτοὺς λαμβάνειν, εἴ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου · ἢ Ἀντιόχῳ τῷ Παρίω ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν Ἀντίοχ, εἰς Θάσον ἐλθὲ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας, Ἀντίοχ, εἰς νοῦν ἐλθὲ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου
因此,我也勸你不妨拿根杖棍對付他們,若你無法勸他們,不去問這些可鄙的問題,反倒去學一些配得上這神聖問學之所的事——就如你對那位在政治胡鬧中破了產、滿懷憂傷前來見你的帕羅斯人安提歐科斯所說的:『安提歐科斯啊,去薩索斯島,居於那榮耀之島吧』——若他當時聽見的是這樣的話,反倒會受益更多:『安提歐科斯啊,你當醒悟過來,在貧困中不要哀怨。』
Therefore I also advise you to take up a ferule against them, if you cannot persuade them to learn something worthy of the divine school of inquiry instead of these despicable questions—or to say to Antiochus of Paros, who had lost his substance in political nonsense and came to you in grief: 'Antiochus, go to Thasos, and dwell in that renowned island'—when he would have profited far more had he heard instead: 'Antiochus, come to your senses, and do not lament in poverty.'
5:31.2
ἢ τοῖς ἥκουσι Κρητῶν Φαιστοῦ καὶ Τάρρας ναέται, Δίου τε πολύρρου, Πυθωον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, καὶ Ζῆνα σέβοντες
又如你對那些從克里特前來的人所說的:『淮斯托斯、塔拉,以及水流眾多的狄翁的居民啊,我命你們虔誠地行福玻斯的皮提亞潔淨禮,好使你們得以安居克里特,遵守你們祖傳的律法,並敬拜宙斯,享得福祉。』
Or to those who came from Crete: 'Dwellers of Phaestus and Tarrha, and of Dium of the many streams, I bid you perform the Pythian purification of Phoebus with due reverence, that you may dwell in Crete in prosperity, honoring your ancestral laws, and revering Zeus.'
5:31.3
οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν λήρου καὶ μανίας ναέται, πολλοῦ θ ἅμα τύφου οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε, ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες. ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φανταζόμενος
這些人若聽到以下這番話,反倒更好:『住在荒謬與瘋狂中、又滿懷驕矜的人啊,我命你們虔誠地行一場滌除荒謬的潔淨禮,好使你們得以安居於智慧之中,不憑祖傳的律法、而憑神聖的律法享得福祉』——免得你比克里特人更需要潔淨,你竟還幻想自己在施行什麼俄耳甫斯式或厄庇美尼德式的潔淨禮呢。
For whom it would have been better to hear this instead: 'Dwellers in nonsense and madness, together with much vain pride, I bid you perform a fitting purification from nonsense with due reverence, that you may dwell in wisdom, honoring prosperity not by your ancestral laws, but by divine ones'—lest you yourself should stand in need of purification more than Crete does, fancying yourself performing some Orphic or Epimenidean purifications.
5:32.1
Διὰ τί δὲ, ( σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἶ Λακεδαιμονίων βασιλεῖς, εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι ἥμισυ δάσσωνται, πολὺ λώιον ἔσσεται αὐτοῖς, ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι; οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι, ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃσταῖς
至於為什麼呢,最有智慧的人啊,你竟說:『若拉刻代蒙人的兩位王卡里勞斯與阿爾刻拉俄斯,將新獲之地分出一半歸於阿波羅,對他們將大為有利』——你所說的又是哪一位阿波羅呢?想必不是指你自己吧,尊敬的先知啊,免得有人責備你——竟如此可恥地與強盜們分贓!
And why is it, O wisest one, that you say: 'If Charilaus and Archelaus, kings of the Lacedaemonians, should divide the allotted portion of the newly-acquired territory, giving half to Apollo, it will be far better for them'? To what other Apollo do you refer? For surely not to yourself—lest anyone should rebuke you yourself, as one who so shamefully shares the spoils with robbers!
5:32.2
Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. ἐφ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει
這事就這樣吧。來,讓我們再加上一件事——藉此可見阿波羅又是如何讚賞阿爾基羅庫斯的:此人在自己的詩作中,對婦女極盡各種穢言與不堪言辭之能事,那些話語連一位自制的正派男子都難以忍受聽聞。此外還有歐里庇得斯,他脫離了蘇格拉底的講席與哲學,直至今日仍在舞台上被搬演為悲劇;還有荷馬,高貴的柏拉圖將他逐出自己的理想國,認為他絲毫無益,反倒成了那腐蝕青年至極的言辭的作者。針對這些,前述那人再度如此譏諷這位施諭之神:
Let this, then, stand as it is. But come, let us add to these also the matters through which Apollo again shows admiration for Archilochus—a man who employed, in his own poems, every sort of shameful and unspeakable abuse against women, such as no self-controlled man would even endure to hear; and for Euripides, who fell away from the discipline and philosophy of Socrates, and even now still is made the subject of tragedy upon the stage; and Homer besides these, whom the noble Plato expels from his own Republic as being in no way beneficial, but rather as having become a poet of words that corrupt the young in the most extreme ways. Concerning these, again, the aforementioned man mocks the oracle-giving god in this manner:
5:33.1
Αθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὢ Τελεσίκλεις, ἔσσετ ἐν ἀνθρώποις. ὁ δὲ παῖς ἦν Ἀρχίλοχος
「你的孩子必永生不朽、名垂於人間傳頌,忒勒西克勒斯啊。」這孩子就是阿爾基羅庫斯。
Immortal and celebrated in song shall your child be among men, O Telesicles. And the child was Archilochus.
5:33.2
ἔσται σοι κοῦρος, Μνησαρχίδῃ, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει, καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται
「你將有一子,姆涅薩爾基德斯之子啊,世人都要尊崇他,他必奔向美好的聲名,並要戴上神聖花冠那甘甜的恩寵。」
There shall be a son for you, son of Mnesarchides, whom all men shall honor, and he shall rush to noble fame, and shall put on the sweet grace of sacred crowns.
5:33.3
ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δὲ σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν, ἡ δ ἀθανάτοις ἰσόμοιρος, ζῶν καὶ ἀποφθίμενος. καὶ διὰ ταῦτα ἤκουεν ὄλβιε καὶ δύσδαιμον, ἔφυς γὰρ ἐπ ἀμφοτέροισι
這孩子就是歐里庇得斯。「荷馬啊,你的一生分得雙重的命運:一是兩個黯淡太陽的年歲,另一則與不朽者同分,無論生時死後皆然。」正因如此,他被稱為「有福者」,也被稱為「不幸者」,因為你兼具了這兩者。
And the son was Euripides. 'Homer, to you life allotted a double portion: the one of two darkened suns, the other equal in share to the immortals, both while living and once departed.' And for this reason he was called both blessed and ill-starred, for you partook of both.
5:33.4
λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. ἄγε οὖν, ὦ θεὲ, μὴ περιίδῃς μηδ ἡμᾶς. ἐπιθυμοῦμεν γὰρ, εἰ μή τι ἀδικοῦμεν, οἶ μὲν Κλεοῦς ἐσθλοῦ, οἷ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἶ δὲ αὐτῆς ἀθανασίας
說這話的並非凡人,而是有人曾強辯說,他既為神明,就不該掛慮世人所受的種種苦難。既然如此,來吧,神啊,也不要輕忽我們。因為我們渴望——若我們沒有做錯什麼——有人渴望美好的聲名,有人渴望神聖的花冠,有人渴望與眾神同等的分,有人則渴望不朽本身。
It is not a man who says this, but someone who once maintained forcefully that, being a god, he ought not concern himself with the sufferings of ill-fated men. Come then, O god, do not overlook us either. For we desire — if we do no wrong — some of us noble fame, others sacred crowns, others equal portion with the gods, others immortality itself.
5:33.5
τί ποτ οὖν ἦν τοῦτο δι ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. τί πράττειν κελεύεις ἡμᾶς; ἢ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας
那麼阿爾基羅庫斯究竟因何緣故,在你看來配得上天上呢?至為愛人的眾神啊,不要因妒忌而不讓其他人也走上那條向上的路。你命令我們該做什麼?顯然就是阿爾基羅庫斯所做的事,若我們將要顯得配得你們的爐灶(家園)的話。
What then was this, on account of which Archilochus seemed to you worthy of heaven? Do not begrudge, O most kindly of the gods, other men too the road above. What do you bid us to do? Clearly the very things Archilochus did, if we are to appear worthy of your hearth.
5:33.6
λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσιν· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου
就是尖刻地咒罵那些不肯嫁給我們的女子,也去攻擊那些孌童,因為他們遠比其他惡人更為邪惡——而且並非隨口亂罵,而是合乎韻律的,因為這正是眾神的言語方式,也正是神聖之人的言語方式,如阿爾基羅庫斯那樣。
To revile bitterly the women who refuse to marry us, and to attack also the catamites, since they are much more wicked than other evildoers — and not without meter, for this is the very speech of the gods, as it is also of divine men, such as Archilochus.
5:33.7
καὶ οὐδὲν ἴσως θαυμαστόν. διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχὴν εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως καὶ ἔθνη εὐνόμως συνεστᾶσιν
這也許沒什麼好驚奇的。因為由於在這些事上的卓越,家宅因此治理得好,個人的生活也因此過得好,城邦也因此同心協力,各民族也依法有序地共存。
And perhaps this is nothing to wonder at. For because of excellence in these things a household is well managed, a private life is well lived, and cities stand together harmoniously and nations abide by good order.
5:33.8
οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φουεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας
因此,他在你看來合理地被視為繆思女神的僕役,而殺害他的人則不配進入你們眾神之處,也不配聽見你們的話語,因為他殺害了一個能言善道的人。
Not unreasonably, then, did he seem to you also to be a servant of the Muses, and his slayer not worthy of entry to you the gods, nor of a word from you, having killed a man of eloquent voice.
5:33.9
οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλὴ, οὐδ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῆ Μουσάων γὰρ ἀπέκτεινε θεράποντα
因此,對阿爾基亞斯的威嚇並非不義,皮媞婭為早已作古的阿爾基羅庫斯報仇、命令那被玷污的人離開神廟,也並非不合時宜;因為他殺害了繆思女神的一名僕役。
So the threat against Archias was not unjust, nor was the Pythia untimely in avenging Archilochus, though long since dead, and commanding the accursed man to leave the temple; for he had killed a servant of the Muses.
5:33.10
οὔκουν ἔμοιγ ἐφάνης ἐπαμύνων τῷ ποιητῇ ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων, καίτοι ἀπορῶν καὶ ἀκοῦσαι ἐπιθυμῶν οὐχ ὅτι ἐστεφανοῦτο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ ὅτι αὐτοῦ κλέος ὄρουσεν, ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο
因此,在我看來,你為這位詩人辯護並不顯得不合宜;因為我也想起了另一位詩人,以及歐里庇得斯那神聖的花冠,儘管我心中困惑,也渴望聽聞——不是他為何被戴上花冠,而是這些花冠為何是神聖的;也不是他的聲名如何騰起,而是這聲名為何是美好的。
So you did not seem to me improper in coming to the poet's defense; for I recalled also the other poet and the sacred crowns of Euripides — though I was at a loss and desired to hear, not that he was crowned, but how these crowns were sacred; nor that his fame had rushed forth, but how this was noble.
5:33.11
ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα, καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήδευεν, ἐφ ᾧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστὴς, ἀλλ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν
他在群眾中曾博得掌聲,這我知道;也曾討暴君歡心,這我也知道。他所從事的技藝,使得不僅他這位愛好者本人受人讚賞,甚至連雅典這座城邦也因之受讚——因為唯獨這座城邦孕育出了悲劇作家。
He was applauded among the crowds, I know, and he pleased tyrants too — this I also know. And he practiced an art on account of which not only was he himself, its lover, admired, but already the city of the Athenians as well, because it alone had produced tragedians.
5:33.12
εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπόλει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος, καὶ αὕτη πιστὴ, καὶ οὐχ ἥττων τῆς τῶν τυράννων, οὐδὲ τῆς τῶν ὄχλων, φέρε, φράσον σὸν ἡμῖν ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἔνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων
如果掌聲便是足夠的裁判,衛城上的那張筵席也是,那我便無話可說了,因為我看見歐里庇得斯在衛城上用餐,雅典人與馬其頓人一同鼓掌喝彩。但若除此之外,眾神也另有一種裁決,而這裁決是可信的、並不遜於暴君或群眾的裁決,那麼,請告訴我們,你們眾神究竟因歐里庇得斯的哪一項美德而投下贊成票,好讓我們也能急起直追、緊隨你們讚譽的腳步,直奔天上而去。
If then applause is a sufficient judge, and the table on the Acropolis, I say nothing further, seeing Euripides dining on the Acropolis while both the people of the Athenians and of the Macedonians clap along. But if, apart from these, there is also some vote of the gods, and this is trustworthy, no less than that of tyrants or of crowds — come, tell us on account of what fine thing you gods cast your vote for Euripides, so that we may hasten and pursue heaven in the very footsteps of your praises.
5:33.13
οὐ γὰρ δὴ οὐκ εἰσὶ καὶ νῦν ἕτοιμοι κωμῳδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης οὔτε ὁ Οἰδίπους οὔτε ὁ Φινεὺς ἐκεῖνος, οὐδ ἂν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν, ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλὴς, ἐμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι·
因為即便在今日,也不乏適合被寫入喜劇的薩拜人與呂坎柏斯之流;至於悲劇的題材,就算在今日,忒厄斯忒斯、俄狄浦斯,或那位菲紐斯,也都不會反對,我想他們也不會嫉妒任何渴望與眾神為友的人;相反,我倒覺得,那些人若察覺竟有一位名叫歐里庇得斯的男子,因為將他們的故事編成劇作而蒙神喜愛,恐怕反倒會惦念起自己昔日的那些惡行——不是轉而追求更高尚的思想,而是轉去把它們編成詩篇了。
For surely there are even now people ready enough to be made subjects of comedy — Sabaeans and Lycambae alike; and as for being made subjects of tragedy, not even now would Thyestes, or Oedipus, or that Phineus object, nor, I think, would they begrudge anyone desiring the friendship of the gods. Rather, it seems to me that those very men, had they perceived that there would arise some man Euripides who, by dramatizing them, became beloved of the gods, would have taken pains over those evils of theirs — not to turn to nobler thoughts, but to turn to versifying them.
5:33.14
καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὂγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν ἐλθόντες καθίζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν πυκτῶν ἐν τῇ τοῦ Δῖός αὐλῇ· ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής
而且,若他們聽聞從前之人的名字充滿了尊榮,便會利用這些名字踏上通往天上的旅程,好讓他們到了那裡,能與拳擊手們一同坐在奧林匹斯山、宙斯的庭院之中;因為這正是那位在德爾斐的詩人所說的話。
And if they heard that the names of men of old were full of grandeur, they would use them for the journey to heaven, so that having arrived they might sit in Olympus with the boxers in the court of Zeus; for this is what the poet at Delphi says.
5:33.15
φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦπου γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι· Μίνωος δ ἀπὸ γῆς, οὔτε σχεδὸν οὔτ ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον ὕμνον
來,讓我們也看看那位有福的荷馬向神所提的問題吧;那必定是某種攸關天上之事、足以召喚神明出面的重大問題吧!否則神也不會如此輕易地稱他為「有福者」,接著又因這「有福」而賜下這樣一則神諭:「你在尋覓故鄉;但那對你而言是母邦,不是父邦。從米諾斯之地,不遠也不近,你命定將在那裡終結你的一生——就在你未能聽懂孩童口中那用眾多言語說出、卻難以理解的謎語之時。」
Come, let us also look at the question of blessed Homer, which he asked the god; for surely it must have been some heavenly matter, and sufficient to summon the god — for the god would not so readily have hailed him as 'blessed,' and then, in return for that blessedness, allotted him this oracle: 'You seek your fatherland; but it is a motherland for you, not a fatherland. From the land of Minos, neither near nor far, it is your fate to end your life there, when, hearing it from the tongue of children, you fail to understand a riddle uttered in many words.'
5:33.16
δεινὸν γὰρ, ὡ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὂλβιος βιος μήτε ὅπου καταμύσας κείσεται. ἐγὼ δὲ καὶ ᾤμην ἴσον Ὃμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ καὶ ἴνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ
這真是可怕啊,人間最智慧者——不,該說是眾神中最智慧者!竟然一個「有福」的生命,既不知道自己從母親身上出生於大地何處,也不知道自己閉眼長眠將在何方。我原以為,荷馬在這些事上向神請教,與某隻糞金龜地位相當,而神明對此類無知之事,也不會比對一隻糞金龜更肯向荷馬解釋。
It is a terrible thing, O wisest of men — or rather of gods — if a blessed life should know neither where on earth it sprang forth from its mother, nor where it shall lie down having closed its eyes. But I had thought that Homer, in approaching the god about these matters, stood on equal footing with some dung-beetle, and that the god would be no more inclined to explain such matters of ignorance to Homer than to a beetle.
5:33.17
οἶον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσε οὐδ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία, καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν
就好比某隻糞金龜出生之後,並未在那堆糞土中度過一生、終老於斯,卻遭遇了逆風、以及某個嚴酷的甲蟲精靈,強行將牠攫起、帶到另一片土地、另一堆糞土上;然後牠竟跑到德爾斐,去詢問自己祖傳的糞土究竟是哪一堆,又是哪片土地會在牠死後接納牠。關於詩人們,就說到這裡。
As if, for instance, some dung-beetle, once born, had not lived out its life nor grown old in that dung-heap, but happened upon a hostile wind and a harsh beetle-demon, which snatched it up aloft and carried it off by force to some other land and another dung-heap — and then, coming to Delphi, it should ask which, after all, was its ancestral dung-heap, and which land would receive it when it died. So much, then, concerning the poets.
5:34.1
Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν
既然那令人驚異的神,不僅藉由自家的神諭把詩人們奉為神明,如今甚至連拳擊手與運動員也一併神化了,我認為那位前面提過的人,理當也用下面這番話來駁斥這些事。
But since the marvelous god, through his own oracles, has deified not only poets but now boxers and athletes as well, it seems to me fitting that the man already mentioned should refute these things too, with these words:
5:34.2
ὢ εἰδὼς ψάμμου τ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιεὶς καὶ μὴ λαλέοντος ἀκούων. εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἔν ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους, ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως ὕστατος ἡρώων Κλεομήδης Ἁστυπαλαιεὺς, ὃν θυσίαις τιμᾶθ ὡς οὐκέτι θνητὸν ἐόντα
「哦你這知道沙粒之數、海洋之量的,你能明白啞者、聽懂不言者的心意。」但願你對這一切一無所知才好,反倒該知道這件事——拳擊與(驢子的)踢腿之術毫無分別,若照這標準,你連驢子都該封為不朽了;否則你就不該把阿斯提帕萊亞的拳擊手克萊奧梅德斯也封神,用這樣的話說:「英雄之中最後的一位,阿斯提帕萊亞的克萊奧梅德斯,你們當以祭祀尊崇他,因他已不再是必死之人。」
'O you who know the number of the sand and the measures of the sea, who understand the mute and hear the one who does not speak.' Would that you had been ignorant of all such things, and had instead known this: that boxing differs in nothing from mule-kicking — in which case you would have made even donkeys immortal — or else you should not have deified Cleomedes, the boxer of Astypalaea, saying thus: 'Last of heroes, Cleomedes of Astypalaea, honor him with sacrifices, for he is no longer mortal.'
5:34.3
διὰ τί γὰρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητὰ, ὥς σε καλεῖ Πλάτων, ἐθέωσας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος
柏拉圖稱你為「希臘人的祖傳詮釋者」,為何你竟把這人封為神呢?是不是因為他在奧林匹亞用一拳擊中對手,便打開了對方的側腹,伸手進去攫住了對方的肺?
For why, O ancestral interpreter of the Greeks, as Plato calls you, did you deify this man? Was it because at Olympia, striking his opponent with a single blow, he tore open his side and, thrusting in his hand, seized hold of his lung?
5:34.4
Ἄπολλον, ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ ὑπ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισὶ, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; ἆρ, ὦ θεοποιὲ, διὰ ταῦθ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν
阿波羅啊,這真是「配得上神明」的偉業啊!或者不僅如此,還因為他事後被加罰四塔蘭同的罰款而無力承擔,於是出於怨恨與鬱憤,將滿腔怒火發洩在學堂裡的孩童身上——他拆掉了撐住屋頂的那根柱子?造神者啊,難道就是因為這些事,你們才認為克萊奧梅德斯配得尊崇?
O Apollo, a deed worthy of a god! Or was it not only that, but also because, having been fined an additional penalty of four talents for it, he could not bear it, but out of resentment and heavy-heartedness vented his rage upon the boys in the schoolroom, pulling out the pillar that held up the roof? Is it, O maker of gods, on account of these things that Cleomedes ought to be honored by you?
5:34.5
ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι,. ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκέτι θνητὸς, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες
或者你還要再加上另一個證明——證明他那份勇武兼蒙神愛的另一例:他鑽進了一口神聖的箱櫃,蓋上蓋子,使得那些試圖把他拖出來的追捕者無法抓住他。哦,克萊奧梅德斯,這位不再是凡人的英雄啊,你竟想出這樣的伎倆,只為求得不朽!
Or will you add also that other proof of his manliness together with his belovedness by the gods — that indeed, having climbed into a sacred chest and pulled the lid shut over himself, he became ungraspable by his pursuers who tried to drag him out? O Cleomedes, hero no longer mortal, what devices you devised for the sake of immortality!
5:34.6
ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱτοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ
眾神當即察覺了你這番「善行」,便將你擄去,正如荷馬筆下的眾神擄走伽倪墨得斯一樣;只不過,他們擄走那孩子是因其美貌,擄走你卻是因你的力量、以及你善用這力量的方式。
The gods, at any rate, at once perceived your good deed and snatched you up, just as Homer's gods did Ganymede — but him for his beauty, you for your strength and the good use of that strength.
5:34.7
εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην ἀντ αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτικὴ, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, ὃν θυσίαις τιμᾶθ ὡς ουκέτι θνητὸν ἐόντα
先知啊,但願你如我方才所言,撇下沙粒與海鹽,轉而學會拳擊究竟值多少價值,那樣你就會把拳擊手也當作神明中的驢子,把野驢當作眾神之中最尊貴的了;而比起你那位拳擊手,一頭死去的野驢反倒更配得上恰如其分的神諭:「不朽者中最卓越者,乃是那頭野驢,而非克萊奧梅德斯,你們當以祭祀尊崇他,因他已不再是必死之人。」
Would then, O prophet, as I said, that having set aside the sand and the sea-brine, you had learned instead how much boxing is truly worth — so that you might have counted boxers as donkeys among gods, and wild asses as the best of the gods; and there would have been a fitting oracle for a dead wild ass rather than for your boxer: 'Foremost of the immortals is the wild ass, not Cleomedes — honor him with sacrifices, for he is no longer mortal.'
5:34.8
μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι, ἀλλ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι·
你也無需驚訝,若連野驢都要爭奪不朽的資格,畢竟牠也具備了充分的神性條件;聽了這話,克萊奧梅德斯必然無法忍受,反而會出言恫嚇,甚至揮拳將牠打入深淵,不容牠升上天去。
Do not be surprised, then, if even a wild ass should lay claim to immortality, being sufficiently furnished with divine qualities; and hearing this, imagine Cleomedes himself unable to bear it, but threatening — that he would strike him and hurl him into the pit, and not allow him to ascend into heaven.
5:34.9
εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο
因為(克萊奧梅德斯自認)比那野驢更配得神明的恩賜,因為他不僅準備獨自與牠一戰——哪怕牠使出鐵鎖鏈——甚至還準備連同那位塔索斯的拳擊手一併與之較量,就是那位其雕像曾令眾神震怒、使塔索斯全境因此荒蕪不生的人。
For he claims to be more worthy than it of these divine gifts, inasmuch as he stands ready to fight not the ass alone — even should it use iron thongs — but the Thasian boxer as well, both together at once, the very boxer on whose account — that is, on account of his statue — the gods grew wrathful and made the land of the Thasians barren.
5:34.10
πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτικὴ, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μὲν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί
對此事,我們所信靠的也不是凡人,而是那同一位神。由此我完全明白,原來拳擊竟是一項神聖的技藝,只是眾人(包括那些自以為有智慧的人)一直不曾察覺,以致放棄了做一個「德才兼備者」的追求,轉而操練起那位塔索斯拳擊手的技藝;眾神並未像賜予克萊奧梅德斯那樣賜他不朽,卻極其寵愛他。
And concerning this too we believe not a man, but that same god. From which I have come fully to understand that boxing was in truth a divine pursuit — a thing that had escaped the notice of the many, even those who thought themselves wise, so that, giving up being noble and good, they practiced instead the arts of the Thasian boxer, to whom the gods did not grant immortality as they did to Cleomedes, yet whom they loved greatly.
5:34.11
οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν
因此,他那尊青銅雕像也顯出了超越其他世人塑像的異能:出於某種(看似)神明般的意念,它倒塌下來,壓在那個一直鞭打它的仇人身上。
Thus his bronze statue too displayed something beyond the images of other men, falling upon the enemy who was scourging it, by some, as it seems, divine impulse.
5:34.12
ἀλλ οἱ ἄφρονες Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν
然而愚昧的塔索斯人,對神聖之事一無所知,竟大為惱怒,宣稱這尊雕像是禍害,將它治罪,甚至膽敢把它沉入海中。
But the foolish Thasians, ignorant of divine matters, grew indignant and denounced the statue as accursed, exacted a penalty of it, and dared to sink it into the sea.
5:34.13
οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων εἰς πάτρην φυγάδας κατάγων Δήμητρ ἀπαμήσεις
然而塔索斯人終究難逃懲罰:眾神顯明了他們所犯下的罪行是何等重大,降下饑荒——這神聖公義的使者——好不容易才教會了他們眾神的旨意;而你,眾神之中最為愛人的一位啊,也依你自己的方式,遣人送去了援助,說:「將流亡者領回故土,你們便能為得墨忒耳收割莊稼。」
The Thasians, however, did not escape: the gods showed how great an evil had been dared by them, sending famine, the minister of divine justice, which taught them — with difficulty — the counsels of the gods; and you, most kindly of the gods, sent them help in your own manner, saying: 'Bringing the exiles back to their fatherland, you shall reap Demeter's harvest.'
5:34.14
ἀλλ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν
但這些愚蠢的人,又誤以為那是要他們召回那些逃亡在外的人——他們完全會錯了意。因為那些最不愛人的眾神,究竟會有多在乎人的召回,就像他們在乎雕像一樣呢?果然,這樣做絲毫無助於土地止息其災殃,直到有位智者,深明神意,領悟到那被沉入海底的雕像才是那個「流亡者」。事情果然如此:雕像一經豎立,大地立刻重新繁茂,此後他們便為得墨忒耳收成了豐美的莊稼。
But the foolish ones again supposed it was fugitive men whom they must call back — understanding badly. For what indeed do the most unkindly gods care about men being called back, as much as about statues? Indeed, the land gained nothing by this so as to cease from its affliction, until one of the wise, who understood the divine mind, realized that the sunken statue was the 'exile.' And so it was: for as soon as it was set upright again, at once the land flourished, and thereafter they reaped abundant grain for Demeter.
5:34.15
πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοὶ, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γῆν ἀναρώσεις
這些難道不正是運動競技那合乎神性、蒙神尊榮的明證嗎?因為就連一尊五項全能運動員的雕像遭到侮辱,眾神也大發雷霆,洛克里人因此也如塔索斯人一般陷入饑荒,直到你的一則神諭這樣醫治了他們:「將那不被尊重的人置於尊榮之位,那時你們便能耕耘土地、得享豐收。」
How then are these not clear proofs of the god-befitting character of athletics, that it is honored by the gods? For indeed, when a pentathlete's statue was insulted, the gods grew wrathful, and the Locrians went hungry on this account, just as the Thasians did, until an oracle of yours healed them, running thus: 'Holding in honor the one dishonored, then shall you till the land in prosperity.'
5:34.16
οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον ἢ σὲ αὐτοῖς τούτου πρόξενον γενέσθαι. ἀλλ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτὴν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἶ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γινομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἂν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἡττον ἢ οὓς οἶ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν οὐχ ἡττον ἴσως, ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα
洛克里人也是直到你成為此事的介紹人,才察覺神的旨意。原先他們把五項全能運動員歐提克勒斯關進了監牢,指控他收受賄賂、出賣祖國;不僅如此,甚至在他死後,他們還繼續侮辱他的雕像,直到眾神再也無法容忍這種行徑,便向他們降下了最猛烈的饑荒;他們原本必將因這饑荒而滅亡,若不是你送來了援助,告訴他們必須尊崇那些「被養在飼槽裡」的人(即被悉心餵養的運動員),因為眾神愛他們,絲毫不亞於那些磨坊主人養肥的牛——正是藉著這些牛,人有時獻祭來討你們的歡心;但胖人使你們歡喜的程度,恐怕不亞於、甚至遠勝過肥牛,以至於有時僅僅因一兩個人做錯了這類「牲畜」該做的事,你們就會對整座城邦、整個民族發怒。
For the Locrians did not perceive the divine intention until you became their sponsor in this matter. They had thrown Euthycles the pentathlete into prison, accusing him of having taken bribes against his fatherland; and not only this, but even after his death they went on outraging his images, until the gods, no longer enduring what was being done, let loose upon them the mightiest famine. And they would have perished from that famine, had not help come from you, declaring that they must honor men fattened at the stall, whom the gods love no less than the oxen the millers fatten — through which men sometimes win your favor by sacrifice, no less, perhaps, but indeed much more, do fat men gladden you than fat oxen, so that at times you rage against a whole city and a whole nation, though it be one or two of these creatures who do the wrong.
5:34.17
ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, σθα, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν ᾖ ὥσπερ χρηστήριον Δελφικὸν, οὕτω καὶ γυμναστήριον. καὶ γὰρ οὐδ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον. Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἶ περὶ ὧν ὁ λόγος
先知啊,你本該做我們的教練,而非先知——或者乾脆兩者兼備,既是先知又是教練,這樣一來,就如同有德爾斐的神諭,也該有一座體育場了。畢竟,讓體育場也成為「皮媞亞式的」,對皮媞亞競賽而言也並非什麼陌生的事。接下來,我要再附上他所說、用以揭發「這些神明的擁護者慣於逢迎暴君」這件事的話。
How you ought, O prophet, to have become for us a trainer instead of a prophet — or both prophet and trainer together, so that just as there is a Delphic oracle, there might also be a gymnasium; for it would not have been foreign to a Pythian contest for the gymnasium too to be Pythian. To these I will append also what he says in exposing how those concerning whom our discourse treats are accustomed also to flatter tyrants.
5:35.1
οὗτος ἀνὴρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Αἰακίδης, βασιλεὺς κλεινοῖο Κορίνθου. οὐκοῦν καὶ οἱ τύραννοι, οὐ μόνον οἶ τῶν τυράννων ἐπίβουλοι, Κύψελος, ὃς δὴ πολλὰ Κορίνθῳ πήματα τεύξει, καὶ Μελάνιππος ὁ πολλὰ ἀγαθὰ τῇ Γελώων πόλει τεύξας
「這位進入我殿堂的男子,埃阿基得斯之子庫普塞洛斯,光榮的科林斯之王。」原來不僅那些謀害暴君的人受到(神諭的)逢迎,暴君本身也是:庫普塞洛斯,那位將為科林斯帶來許多苦難的人;還有梅拉尼波斯,那位為葛拉城帶來許多福祉的人。
'This man who descends into my house is Cypselus son of Aeacus, king of glorious Corinth.' So then tyrants too, not only the plotters against tyrants, are flattered: Cypselus, who indeed shall work many woes for Corinth, and Melanippus, who wrought many good things for the city of the Geloans.
5:35.2
πῶς δ εἰ Κύψελος ὄλβιος, ὦ κακόδαιμον, οὐ καὶ Φαλαρὶς ὄλβιός, ὁμότροπος ὢν Κυψέλῳ; ὥστ ἂν ἐκείνως ἄμεινον εἶναι ὑμῖν εὐδαίμων Φαλαρὶς καὶ Μελάνιππος ἔφυ, θείας ἁγητῆρες ἐν ἀνθρώποις διχονοίας
但是,倒楣的傢伙啊,如果庫普塞洛斯是「有福的」,那麼與庫普塞洛斯同一路數的法拉里斯,豈不也該是「有福的」嗎?照這個道理,你們豈不該說:「有福的乃是法拉里斯與梅拉尼波斯,是人間神聖紛爭的引領者」,那樣豈不是更好?
But how, O wretched one, if Cypselus is blessed, is not Phalaris also blessed, being of the same stamp as Cypselus? So that in that manner it would be better for you to say: 'Fortunate were Phalaris and Melanippus, leaders of divine discord among men.'
5:35.3
ἤκουσα δέ σου καὶ διαλελυμένον χρησμὸν περὶ τοῦ Θαλάριδος, ἐπαινοῦντα καὶ τιμῶντα, ὅτι λαβὼν ἐπιβουλεύοντας ῂκίσατο μὲν, καρτεροῦντας δὲ ἀγάμενος ἀφῆκε Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν ἐψηφίσαντο θανάτου Φαλαρίδι, ἀνθ ὧν ἡμέρως Χαρίτωνι καὶ Μελανίππῳ προσηνέχθη. ἀλλ εὖ γε καὶ μόλις ἡμῖν τὰ περὶ τοῦ θανάτου ἔδειξας καὶ τῆς ζωῆς, ὅτι κάλλιστόν τι ἐστὶν ἡ ζωή. ἐπὶ τούτοις ἅπασι καὶ τόδε προσκείσθω
我還聽過你那則關於法拉里斯的散文神諭,是稱讚並尊崇他的,說他抓到那些謀害他的人後,先加以酷刑,但見他們堅忍不屈,便心生敬佩而釋放了他們:「洛克西亞斯與父神宙斯已投票議決,為法拉里斯延緩死期,以此回報他對卡里通與梅拉尼波斯所展現的溫和態度。」但你確實不容易地、卻也恰如其分地向我們展示了有關死亡與生命的真相——生命確實是一件最美好的事。在這一切之上,也該再加上這一則。
I have also heard from you a prose oracle concerning Phalaris, praising and honoring him, because, having seized those plotting against him, he tortured them, but, admiring those who endured steadfastly, released them: 'Loxias and father Zeus have voted a postponement of death for Phalaris, in return for the gentle manner with which he treated Chariton and Melanippus.' But well, and with difficulty, you have shown us the truth about death and about life — that life is a most beautiful thing. To all these let this also be added.
5:36.1
ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώιον ἔσται φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διωνύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονυσίοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς
「但對梅蒂姆納的居民而言,尊崇狄俄尼索斯那木製的頭像,將會更有益處得多。」因為各城邦不僅獻祭並舉行儀式來敬拜狄俄尼索斯木製的頭像,也敬拜石製、青銅製、黃金製的頭像;不僅敬拜這些頭像,也敬拜狄俄尼索斯節慶本身,以及其他無數屬於赫西俄德譜系的諸神。
'But it will be far better for the inhabitants of Methymna to honor the wooden head of Dionysus.' For cities sacrifice and hold rites not only to wooden heads of Dionysus, but also to stone, bronze, and golden ones, and not only to wooden heads, but also to the Dionysiac festivals themselves and to countless other Hesiodic gods.
5:36.2
τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ, οὐκ ἀθάνατοι, ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακὸν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὂλυμπον, ὅθι, φασὶ, θεῶν ἶδος ἀσφαλὲς αἰεί
「因為,說實在的,在這養育萬物的大地上,有三萬之數。」——他們並非不朽者,而是石製與木製的、統治人類的主子;倘若這些主子當真監察著人間的傲慢與守法,那麼這荒謬之事就不會蔓延到如此地步,甚至已經蔓延到你們那裡,越過界限侵入了奧林匹斯山——據說那裡「乃是眾神永遠安穩的居所」呢。
'For truly thrice ten thousand there are upon the much-nourishing earth' — not immortals, but stone and wooden masters of men. If these watched over men's insolence and lawful order, so great an absurdity would not have been raised up as to have already spread even as far as you, crossing over even into Olympus, where, they say, 'the seat of the gods is ever secure.'
5:36.3
καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ, οὐδ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας ὥστ ἐλάινον κορμὸν θεῶσαι ὃν οἶ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι, καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἂν, μὰ τον Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις
然而,若那裡真是安穩的,就不會容得下這樣的荒謬滋長,也不會有哪一位奧林匹斯神明荒唐至此,竟把一根橄欖木木頭奉為神明——那根木頭,是梅蒂姆納人在漁網中撈起的,纏在他們的漁線裡;而且,即便一次、兩次,隨你怎麼說,三次乃至更多次,那些人在同一片海域撒網撈到牠,甚至從那以後又漂流擱淺到利比亞海岸,也未曾把牠拋上陸地——因為,指著狄俄尼索斯起誓,若非如此,牠也不會再度纏進他們的漁網裡了。
And yet if it were secure, it would not be accessible to absurdity, nor would even one of the Olympians have come to such derangement as to deify an olive-wood log which the Methymnaeans hauled up entangled in the threads of their dragnet — and twice, if you like, and thrice, and many times more, did the men net it in the very same place, and having from that point drifted aground on the Libyan coast, never once cast it out onto dry land; since otherwise, by Dionysus, it would no longer have been entangled in their nets.
5:36.4
ἀλλ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ οὖν ἔπραττεν ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοὶ, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετὲς, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπεικτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύχην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ αὐτὴν ἐπέρρωσέ τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη
但這根木頭頂端形狀似人頭(阿波羅啊,這真是奇異的造物!)。那麼,它究竟在大海中做什麼呢?這實在令人費解。憑宙斯起誓,它除了坐在那裡等待,還能做什麼呢?——等著那些發了瘋的人(我不願說連神也瘋了),一旦碰見它,就會認定它不是「宙斯所降」,而是「波塞冬所降」的東西,然後把它抬進城裡,彷彿那是某種好運,其實那分明是惡運,根本不是運氣,而是迷障(燻眼的煙霧)。難道光靠這迷障、從家鄉本身就已經害人不淺,還不夠嗎?竟還要從德爾斐再增派一份援兵,加重、加深這樣的神智昏亂?
But the log had a head-like shape at its top (O Apollo, what a strange piece of workmanship!). What, then, was it doing on the open sea? One might well be at a loss. For what else, by Zeus, was it doing but sitting there, waiting until men gone mad — for I will not say gods as well — happening upon it, should judge it not 'fallen from Zeus' but 'fallen from Poseidon,' and then carry it off to the city, as though it were some good fortune, though it was truly an evil one — not fortune, but a blinding delusion? Or was it not enough for them that it was already destroying them from within their own homes, but must it also be strengthened and its madness intensified, as one might say, by reinforcement summoned from Delphi?
5:36.5
Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν συσκευὴν καθ ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος
以上便是俄伊諾馬俄斯所說的一切。但在說完這些之後,讓我們再回到那位對我們大加攻擊之人所著的《出自神諭的哲學》一書;請讀一讀皮提亞神有關命運的那些神諭,看看對你而言,既然你也與神聖的力量毫無干係,這則關於那些人云亦云的神諭的論述,是不是會顯得更加不可信呢?
So much, then, from Oenomaus. But now, after what has been said, turning again to the 'Philosophy from Oracles' of the man who compiled this attack against us, read from the oracles of the Pythian god concerning fate — and see whether, for you too, being alien to divine power, the argument concerning these much-vaunted oracles will fall into disrepute all the more.
← 上一段
← 第 4 章第 6 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。