📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 福音的預備

福音的預備 第 9 章 第 2/4 段

希臘文原文.72 節.部分字詞可點開查義.本章太長已分段,此段為 9:17.1–9:27.13(全章共 273 節)

← 第 8 章第 10 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
9:17.1
Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος, ὢν καὶ πολυμαθὴς ἀνὴρ, τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἔλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τον τρόπον
與此相符的,還有博學多聞的亞歷山大‧波呂希斯托爾,他在那些不把學問成果視為次要之事的希臘人當中極負盛名;他在《論猶太人》一書中,逐字記述了關於亞伯拉罕的史事,方式如下:
In agreement with these is also Alexander Polyhistor, a man of great learning, and very well known to those Greeks who have not treated the fruit of education as a mere secondary matter; who, in his treatise Concerning the Jews, gives an account of the affairs concerning this Abraham, word for word, in the following manner:
9:17.2
Εὐπόλεμος δὲ έν τῷ περὶ Ἰουδαίων τῆς Ἀδσυρίας συρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον
歐波勒摩斯在其《論亞述之猶太人》一書中說,巴比倫城最初是由那些從洪水中存活下來的人所建立的;他們是巨人,並建造了史書中所記載的那座塔。
Eupolemus, in his work Concerning the Jews of Assyria, says that the city of Babylon was first founded by those who survived the flood; and that they were giants, and that they built the tower which is told of in history.
9:17.3
πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ ὅλην τὴν γῆν. δεκάτῃ δὲ γενεᾷ, φησὶν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην· εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν) ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαικὴν εὑρεῖν, ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ
這座塔倒塌之後,由於神的作為,巨人們便分散到全地各處。他說,在巴比倫地區一座名叫卡瑪里涅的城市——有人稱之為烏里城,譯為「迦勒底人之城」——經過十代之後,到了第十三代,亞伯拉罕誕生了,在高貴與智慧上超越眾人;他發現了占星術與迦勒底之學,並致力於敬虔,因而蒙神喜悅。
And when this tower fell, by the working of God, the giants were scattered over the whole earth. In the tenth generation, he says, in the city of Babylonia called Kamarine, which some call the city Ourie—being, when translated, 'city of the Chaldeans'—in the thirteenth generation Abraham was born, surpassing all in nobility and wisdom, who indeed discovered both astrology and the Chaldean art, and, setting out toward piety, found favor with God.
9:17.4
τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ Βασιλεῖ αὐτῶν. ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἀβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας
亞伯拉罕遵照神的命令,來到腓尼基定居,並教導腓尼基人有關日月運行變化等一切知識,因而蒙他們的王悅納。後來亞美尼亞人向腓尼基人發動戰爭;亞美尼亞人得勝並擄掠俘虜之後,亞伯拉罕率領家僕前來相助,制伏了那些擄掠者,並俘虜了敵人的子女與妻子。
This man, in obedience to the commands of God, came and settled in Phoenicia, and, having taught the Phoenicians the turnings of the sun and moon and all other things, found favor with their king. Afterward the Armenians made war upon the Phoenicians; and when they had won and taken captives, Abraham, coming to the aid [of the Phoenicians] with his servants, gained mastery over the captors, and took captive the children and wives of the enemy.
9:17.5
πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν ὄπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμάλωτα, ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Αρυαριξὶν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου ·
使者前來,願以金錢贖回俘虜,亞伯拉罕卻不願趁人之危、加害那些不幸之人,只取了少年隨從所需的糧食,便將俘虜全數歸還;他並在聖城阿爾加里辛受到款待,此名譯為「至高者之山」。
And when ambassadors came to him so that, by paying money, they might ransom these captives, he chose not to trample upon those who were unfortunate, but, taking only provisions for his young men, he gave back the captives; and he was received as a guest by the sacred city of Argarizin, which, translated, means 'mountain of the Most High.'
9:17.6
παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. λιμοῦ δὲ γενομένου τὸν Ἀβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ, κἀκεῖ κατοικεῖν, τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελφὴν εἶναι
亞伯拉罕又從身兼神的祭司與君王的麥基洗德那裡領受禮物。後來饑荒發生,亞伯拉罕便帶著全家遷往埃及,寄居於彼;埃及王娶了他的妻子為妻,因為亞伯拉罕曾說她是自己的妹妹。
And he received gifts from Melchizedek, who was priest of God and reigned as king. And when a famine occurred, Abraham departed with his whole household into Egypt, and dwelt there; and the king of the Egyptians took his wife in marriage, since he had said she was his sister.
9:17.7
περισσότερον δ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι, καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον. μάντεις δὲ αὐτοῦ καλέσαντος τοῦτο φάναι, μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι ὅτι γυνὴ ἦν τοῦ Ἀβραὰμ, καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί
他還進一步記述,那埃及王竟無法與她同房,且他的臣民與家室都遭受了災殃。王於是召來占卜者,他們宣稱這女子並非寡婦;埃及王因此明白她原是亞伯拉罕的妻子,便將她歸還給她的丈夫。
But he related further that the king was unable to have intercourse with her, and that it happened that his people and household were being afflicted. And when he summoned his diviners, they declared that the woman was not a widow; and thus the king of the Egyptians came to recognize that she was the wife of Abraham, and restored her to her husband.
9:17.8
συζήσαντα δὲ τὸν Ἀβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς, καὶ τὴν ἀστρολογίαν καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰσηγήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρεσιν αὐτῶν εἰς Ἑνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰγυπτίους
亞伯拉罕在赫利奧波利斯與埃及祭司同住,也將許多知識回過來教導他們,向他們引介天文學及其他學問,並表示這些學問乃是他自己與巴比倫人所發現的,但這發現最終要追溯到以諾,是以諾最先發現了天文學,而非埃及人。
And Abraham, living together with the priests of the Egyptians at Heliopolis, taught them many things in return, introducing to them astrology and the rest, saying that he himself and the Babylonians had discovered these things, but tracing their discovery back to Enoch, and saying that it was Enoch who first discovered astrology, not the Egyptians.
9:17.9
Βαβυλωνίους γὰρ λέγειν πρῶτον γενέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναὰν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι, ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Με-στάεὶμ, στραεὶμ, πατέρα Αἰγυπτίων· Ἓλληνας δὲ λέγειν τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν· εἶναι δὲ τὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἑνώχ · τοῦ δὲ Ἑνὼχ γενέσθαι υἱὸν Μαθουσάλαν, ὃν πάντα δι ἀγγέλων θεοῦ γνῶναι, καὶ ἡμὰς οὕτως ἐπιγνῶναι
「因為巴比倫人說,最先出生的是貝勒斯,此即克羅諾斯;由他生出貝勒斯與迦南;此迦南生出腓尼基人的先祖;此人之子名為胡姆,希臘人稱之為阿斯伯羅斯,即衣索比亞人的祖先,也是米斯特萊姆之兄,米斯特萊姆則是埃及人的祖先。希臘人又說阿特拉斯發現了天文學;而阿特拉斯就是以諾;以諾之子名為瑪土撒拉,他藉著神的眾天使得知萬事,我們也正是如此得知這一切。」
For the Babylonians say that Belus was born first, who is Kronos; and from him were born Belus and Canaan; and this Canaan begat the father of the Phoenicians; and his son was Chum, whom the Greeks call Asbolus, father of the Ethiopians, brother of Mestraim, father of the Egyptians; and the Greeks say that Atlas discovered astrology, and that Atlas is the same as Enoch; and that Enoch had a son Methuselah, who learned all things through the angels of God, and thus we too have come to know them.
9:18.1
Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαϊκοῖς τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι ρμιοὺθ, ὃ εἷναι μεθερμηνευθὲν κατὰ τὴν Ἑλλάδα φωνὴν Ἰουδαῖοι· καλεῖσθαι δὲ αὐτοὺς Ἐβραίους ἀπὸ Ἀβραάμου. τοῦτον δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰγυπτίων βασιλέα Φαρεθώνην, καὶ τὴν ἀστρολογίαν αὐτὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους · τῶν δὲ τούτῳ συνελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐδαιμονίαν τῆς χώρας
阿爾塔帕努斯在其《猶太史》中說,猶太人被稱為赫爾米烏斯,譯成希臘語即「猶太人」;而他們之所以被稱為希伯來人,是因為亞伯拉罕之故。他說,亞伯拉罕曾攜全家來到埃及,見埃及王法勒松,並教導他天文學;亞伯拉罕在那裡停留二十年後,才又返回敘利亞地區;但與他同行的人當中,有許多人因當地富饒而留在埃及。
Artapanus, in his Jewish History, says that the Jews are called Hermiuth, which, translated into the Greek tongue, means 'Jews'; and that they are called Hebrews from Abraham. He says that Abraham came with his whole household into Egypt, to the king of the Egyptians, Pharethones, and taught him astrology; and having remained there twenty years, he departed again to the regions of Syria; but many of those who had come with him remained in Egypt on account of the prosperity of the land.
9:18.2
ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἀβραὰμ ἀναφέροντα εἰς τοὺς γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνατον ἐν Βαβυλῶνι κατοικῆσαι, πύργον τε κατασκευάσαντα ἐν αὐτῷ διαιτᾶσθαι, ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι. τὸν δὲ Ἄβραμον τὴν ἀστρολογικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι
我們又在一些無名氏的著作中發現,亞伯拉罕的族系可追溯至巨人族;這些巨人住在巴比倫尼亞,因不敬虔而遭諸神所滅,其中一人名叫貝勒斯,逃過死劫,定居於巴比倫,並建造了一座塔居住其中;此塔便以其建造者貝勒斯之名命名為貝勒斯塔。亞伯蘭曾學習占星之學,先來到腓尼基教導腓尼基人占星術,其後才抵達埃及。
And in [certain] anonymous writings we have found Abraham traced back to the giants, and that these, dwelling in Babylonia, were destroyed by the gods on account of their impiety, one of whom, Belus, escaping death, settled in Babylon, and built a tower and dwelt in it, which was named Belus after Belus who built it. And Abram, having been trained in the science of astrology, first came to Phoenicia and taught the Phoenicians astrology, and afterward arrived in Egypt.
9:19.1
Ὁ Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων γράψας Μολὼν κατὰ τὸν κατακλυσμὸν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον
而撰寫那部詆毀猶太人之作的莫隆則說,洪水之時,那位倖存的人與他的兒子們一同離開亞美尼亞,因遭當地居民從自己的土地上驅逐;他們穿越中間的地區,來到當時尚無人居住的敘利亞山地。
But Molon, who wrote the compilation against the Jews, says that at the time of the flood the man who was left alive departed from Armenia with his sons, being driven out of his own lands by the natives; and having traversed the intervening country, he came to the mountainous region of Syria, which was uninhabited.
9:19.2
μετὰ δὲ τρεῖς γενεὰς Ἀβραὰμ γενέσθαι, ὃν δὴ μεθερμηνεύεσθαι πατρὸς φίλον ὄν ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν, θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι υἱοὺς ιβ, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ ἡμὰς δώδεκα εἶναι βασιλεῖς Ἀράβων ὁμωνύμους ἐκείνοις
過了三代之後,亞伯拉罕出生,此名譯為「父之友」;他是位智者,選擇追隨曠野的生活;他娶了兩位妻子,一位是本地的親屬,另一位是埃及籍的婢女;他從那埃及女子生了十二個兒子,這些兒子後來遷往阿拉伯,瓜分了那片土地,並成為當地最早的君王;因此直到我們這個時代,阿拉伯人中仍有十二位國王,與那十二人同名。
And after three generations Abraham was born, whose name, translated, means 'friend of the father'; being a wise man, he pursued the life of the wilderness; and having taken two wives, the one a native, a kinswoman, the other an Egyptian, a maidservant, he begat by the Egyptian woman twelve sons, who, departing into Arabia, divided the land among themselves and were the first to rule as kings over the natives; whence, even down to our own time, there are twelve kings of the Arabs bearing the same names as those sons.
9:19.3
ἐκ δὲ τῆς γαμετῆς υἱὸν αὐτῷ γενέσθαι ἴνα, ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθἤναι. καὶ τὸν μὲν Ἀβραὰμ γήρα τελευτῆσαι, Γέλωτος δὲ καὶ γυναικός ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι, καὶ δωδέκατον Ἰωσὴφ, καὶ ἀπὸ τοῦδε τρίτον Μωσῆν
從正室妻子那裡,亞伯拉罕又得了一個兒子,希臘語稱之為「傑洛斯」(意即「笑」,即以撒)。亞伯拉罕年老而終;傑洛斯與一位本地女子生了十一個兒子,加上第十二個約瑟;再從約瑟傳到第三代,便是摩西。
And by his lawful wife a son was born to him, who in Greek was named Gelos [Laughter]. And Abraham died in old age; and from Gelos and a native wife eleven sons were born, and a twelfth, Joseph; and from him, in the third generation, Moses.
9:19.4
Τοσαῦτα ὁ Πολυΐστωρ οἷς μεθ ἕτερα ἐπιφερει λέγων Μετ οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἀβραὰμ προστάξαι Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ. τὸν δὲ ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ ἐπιθεῖναι τὸν Ἰσαάκ · σφάζειν δὲ μέλλοντα κωλυθῆναι ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστήσαντος τὸν δὲ Ἀβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι
以上是波呂希斯托爾的記述,他在其他內容之後又補充說:「不久之後,神吩咐亞伯拉罕將他的兒子以撒獻為全燔祭。亞伯拉罕便把孩子帶上山,堆起柴堆,將以撒放在上面;正要下手宰殺之際,卻被一位天使阻止,天使為他預備了一隻公羊作為燔祭之用;亞伯拉罕便將孩子從柴堆上抱下,改獻那隻公羊為祭。」
So much says Polyhistor, to which, after other matters, he adds, saying: 'Not long afterward, God commanded Abraham to offer up his son Isaac as a whole burnt offering to him. And he, having brought the boy up onto the mountain, heaped up a pyre and laid Isaac upon it; and as he was about to slay him, he was prevented by an angel, who provided him a ram for the burnt offering; and Abraham took the boy down from the pyre, and offered up the ram instead.'
9:20.1
Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ πρώτῳ τῶν περὶ τὰ Ἰεροσόλυμα, ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς Ἀβραὰμ κλυτοηχὲς ὑπέρτερον ἅμματι δεσμῶν παμφαὲς πλήμμυρε, μεγαυχήτοισι λογισμοῖς, θειοφιλή θέλγητρα. λιπόντι γὰρ ἀγλαὸν ἕρκος αἰνοφύτων, ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων, ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξ ὅτ ἐκείνου ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος, καὶ τὰ ἑξῆς· οἷς μετ ὀλίγα ἐπιφέρει ἄρτι χερὸς θηκτοῖο ξιφηφόρον ἐντύνοντος λήμματι, καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος, ἀλλ ὁ μὲν ἐν χείρεσσι κερασφόρον ὤπασε κριόν, καὶ τὰ τούτοις ἑπόμεν
論及此事,斐羅也在其《論耶路撒冷》第一卷中如此說,以詩句寫道:「我曾聽聞,昔日按照賜給我們遠古先祖的律例,亞伯拉罕那遠播四方、超乎尋常的名聲,因著他那高尚思慮的維繫——蒙神所愛的魅力——而光輝四溢、流傳不絕。因為他離開了族人那輝煌的圍籬,懷抱著那轟雷之神所賜、備受稱頌的火種,使自己的名聲成為不朽,自那可畏所生者的後裔獲得豐盛的榮耀之時起,」以及其後所述。稍後他又補充說:「正當那磨利的手正要緊握刀劍,喉頭已為那一擊而側轉之際,他卻將一隻有角的公羊放入他手中,」以及隨後所述。
Philo also speaks of this in the first book of his work Concerning Jerusalem, saying in verse: 'I have heard how once, according to the ordinances given of old to our forefathers, the far-famed and surpassing fame of Abraham overflowed all-radiant, bound by the ties of proud reasoning—charms beloved of God. For when he had left the splendid enclosure of his kin, holding fast the praised kindling of the loud-thundering God, he made his own report immortal, from the time when the offspring of that dread-begotten one obtained abundant renown,' and so forth. To this, after a few lines, he adds: 'even as the hand, having sharpened the blade, was making ready to grasp the sword, and the throat was already drawn aside for the blow, he put into his hands instead a horned ram,' and what follows upon this.
9:20.2
Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ πολυΐστα γραφῆς. καὶ ὁ Ἰώσηπος δὲ ἐν τῇ πρώτῃ τῆςἈρχαιολογίας τοῦ αὐτοῦ μνημονεύει διὰ τούτων Λέγεται δὲ ὡς οὗτος ὁ Ἀφρὴν στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν, καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος μάτος Ἀφρικὰ προσηγόρευσαν
以上便是出自前述波呂希斯托爾著作的記載。而約瑟夫在《猶太古史》第一卷中,也透過以下文字提及同一人:「據說這位阿弗蘭曾率軍征討利比亞並佔領該地,他的子孫定居於此,便以他的名字將這片土地命名為阿非利加(Africa)。」
These things, then, are from the aforementioned writing of Polyhistor. And Josephus also, in the first book of the Antiquities, mentions the same man through the following words: 'It is said that this Aphren, having campaigned against Libya, took possession of it, and his grandsons, settling in it, named the land after his name, Africa.'
9:20.3
μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ Πολυΐστωρ λέγων οὕτως · Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μαλχἀς, ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μώσης ἱστόρηκεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ ΧεττούραςἈ βραάμῳ ἐγένοντο παῖδες ἱκανοί· λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόΛέγεται μάτα, ὀνομάζων τρεῖς, Ἀφὲρ, Ἀσοὺρ, Ἄφραν
亞歷山大‧波呂希斯托爾為我的說法作證,如此說道:「先知克萊歐德慕斯,又名馬爾卡斯,在敘述猶太人的史事時,正如他們的立法者摩西所記載的那樣,說亞伯拉罕從基土拉生了為數不少的兒女;他還提及其中三人的名字,即阿費爾、阿蘇爾、阿弗蘭。」
Alexander Polyhistor bears witness to my account, speaking as follows: 'Cleodemus the prophet, also called Malchas, in recounting the affairs concerning the Jews, just as Moses their lawgiver also recorded, says that from Keturah were born to Abraham a good number of children; and he also gives their names, naming three: Apher, Assur, Aphran.'
9:20.4
καὶ ἀπὸ Ἀσοὺρ μὲν τὴν Ἀσσυρίαν, ἀπὸ δὲ τῶν δύο, Ἄφρα τε καὶ Ἀφὲρ, πόλιν τε Αφρὰν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους δὲ Ἠρακλεῖ συστρατεῦσαι τεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον γήμαντα δὲ τὴν Αφρά θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς ἴ Διόδωρον. τούτου δὲ γενέσθαι Σοφωνᾶν, ἀφ οὗ τοὺς βαρβάρους Σοφὰς λέγεσθαι. Τὰ μὲν οὖν περὶ τοῦ Ἀβραὰμ ὡς ἐν ὀλίγοις τοσαυτα παρακείσθω
從阿蘇爾之名衍生出「亞述」之名;從阿弗拉與阿費爾二人之名,則衍生出阿弗拉城與「阿非利加」這片土地之名。他們曾與海克力斯一同出征利比亞,對抗安泰厄斯;海克力斯娶了阿弗拉的女兒,並由她生下一子,名叫狄奧多羅斯。狄奧多羅斯又生了索豐,那些外族人便因他而被稱為索法斯人。關於亞伯拉罕的記載,雖然簡略,就以這些為止。
And from Assur was named Assyria, and from the two, Aphra and Apher, the city Aphra and the land Africa were named. These joined with Heracles in campaigning against Libya and Antaeus; and Heracles, having married the daughter of Aphra, begat by her a son, Diodorus. And from him was born Sophon, from whom the barbarians are called Sophaces. Concerning Abraham, then, let so much, though brief, be set forth.
9:21.1
Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυίστορα Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον ἐτῶν ἐβσομήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τὴν πρὸς τὸν ἀδελφὸν κρυφίαν ἔχθρανἨσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα
讓我們再回到波呂希斯托爾:德米特里烏斯說,雅各七十五歲時,逃往美索不達米亞的哈蘭,是被父母打發出去的,原因是他兄長以掃暗中對他心懷怨恨——因為父親誤以為他是以掃而為他祝福——同時也是為了讓他能在那裡娶妻。
Let us return again to Polyhistor: Demetrius says that Jacob, being seventy-five years old, fled to Haran of Mesopotamia, sent away by his parents on account of the secret enmity of his brother Esau, because their father, thinking him to be Esau, had blessed him, and also so that he might take a wife from there.
9:21.2
ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν μὲν πατέρα καταλιπόντα Ἰσαὰκ ἐτῶν ἑκατὸν τριάκοντα ἑπτὰ, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά
於是雅各便啟程前往美索不達米亞的哈蘭,撇下當時一百三十七歲的父親以撒,而他自己則是七十七歲。
So Jacob set out for Haran of Mesopotamia, leaving behind his father Isaac, who was one hundred thirty-seven years old, while he himself was seventy-seven years old.
9:21.3
διατρίψαντα οὖν αὐτὸν ἐκεῖ ἑπτὰ ἔτη λαβὰν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχὴλ, ὄντα ἐτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέσθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβ · ὀγδόῳ μὲν ἔτει μηνὶ δεκάτω Ῥουβίν· καὶ τῷ ἔτει δὲ τῷ ἐνάτῳ μηνὶ ὀγδόῳ Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ μηνὶ ἕκτῳ Λευίν · τῷ δὲ ἑνδεκάτῳ ἔτει μηνὶ τετάρτῳ Ἰούδαν. Ῥαχὴλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελφὴν, καὶ παρακοιαὐτῷ τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφἀν, τῷ αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλείμ, τῷ ἑνδεκάτῳ ἔτει μηνὶ πέμπτῳ καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱὸν, ὃν ὑπὸ Λείας Γὰδ ὀνομασθῆναι· καὶ ἐκ τῆς αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου ἕτερον τεκεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ
他在那裡住了七年後,娶了他舅父拉班的兩個女兒利亞和拉結為妻,時年八十四歲;此後又過七年,為他生了十二個孩子:第八年十月生流便;第九年八月生西緬;第十年六月生利未;第十一年四月生猶大。拉結因不能生育而嫉妒她姐姐,便把自己的婢女悉帕交給雅各同房,正值辟拉也懷了拿弗他利的同一時候,即第十一年五月;悉帕於第十二年二月生了一個兒子,被利亞取名為迦得;同一婢女又在同年同月即十二月生了另一個兒子,也被利亞稱為亞設。
So he, having spent seven years there, married the two daughters of Laban his mother's brother, Leah and Rachel, being eighty-four years old; and in another seven years twelve children were born to him: in the eighth year, in the tenth month, Reuben; and in the ninth year, in the eighth month, Simeon; and in the tenth year, in the sixth month, Levi; and in the eleventh year, in the fourth month, Judah. And Rachel, since she bore no children, envied her sister, and gave to Jacob himself, to lie with him, her own maidservant Zilpah, at the same time that Bilhah also conceived Naphtali, in the eleventh year, in the fifth month, and bore, in the twelfth year, in the second month, a son, who was named by Leah Gad; and from the same maidservant, in the same year and the twelfth month, she bore another, who likewise was called by Leah Asher.
9:21.4
καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥουβὶν εἰσενεγκεῖν παρὰῬαχὴλ, συλλαβεῖν ἐν γαστρὶ, καὶ τῷ αὐτῷ χρόνῳ τὴν παιδίσκην αὐτῆς Ζελφὰν, τῷ δωδεκάτῳ ἔτει μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν, καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσαχάρ
利亞又因流便帶給拉結的風茄果實作為交換而懷孕;同時她的婢女悉帕也在第十二年三月懷孕;同年十二月,她生了一個兒子,取名以薩迦。
And Leah again, in return for the mandrake apples that Reuben brought to Rachel, conceived; and at the same time her handmaid Zilpah too, in the twelfth year, in the third month; and in that same year, in the twelfth month, she bore a son, and gave him the name Issachar.
9:21.5
καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει μηνὶ δεκάτῳ υἱὸν ἄλλον τεκεῖν, ᾧ ὄνομα Ζαβουλὼν, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δεῖναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεγάτῳ ἔτει μηνὶ ὀγδόῳ υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγονέναι ἐν τοῖς ἑπτὰ ἔτεσι τοῖς παρὰ λαβὰν δώδεκα παιδία
利亞又在第十三年十月,再生一子,名叫西布倫;同一婦人於第十四年八月,生了一個兒子,名叫但。就在那時,拉結也懷了孕,正值利亞生下女兒底拿之時;拉結於第十四年八月生了一個兒子,取名約瑟,如此在寄居拉班家的七年間,共生了十二個孩子。
And again, Leah, in the thirteenth year, in the tenth month, bore another son, whose name was Zebulun; and the same woman, in the fourteenth year, in the eighth month, bore a son named Dan. At that time Rachel also conceived, at the same time that Leah also bore a daughter, Dinah; and she bore, in the fourteenth year, in the eighth month, a son, who was named Joseph, so that in the seven years spent with Laban twelve children had been born.
9:21.6
θέλοντα δὲ τὸνἸακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ λαβὰν ἄλλα ἴτη ἓξ μεῖναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ λαβὰν ἔτη εἴκοσι
雅各原想前往迦南去見他父親,卻被拉班懇求再留六年,因此他在哈蘭與拉班同住,前後共計二十年。
But Jacob, wishing to go to his father in Canaan, was persuaded by Laban to remain six more years, so that in all he remained with Laban in Haran twenty years.
9:21.7
πορευομένῳ δὲ αὐτῷ εἰς Χαναὰν ἄγγελον τοῦ θεοῦ παλαῖσαι, καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακὼβ, τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. καὶ φάναι αὐτῷ τὸν ἄγγελον ἀπὸ τοῦδε μηκέτι Ἰακὼβ, ἀλλ Ἰσραὴλ ὀνομασθήσεσθαι
他前往迦南途中,神的一位天使與他摔跤,觸碰了雅各大腿的關節部位,雅各因而腿部麻木,走路瘸拐;因此牲畜大腿上的那條筋不可食用。那天使又對他說,從此以後他不再叫雅各,而要稱為以色列。
As he journeyed to Canaan, an angel of God wrestled with him and touched the broad part of Jacob's thigh, and Jacob, his thigh benumbed, went limping; for this reason the sinew in the thighs of cattle is not eaten. And the angel said to him that from then on he should no longer be called Jacob, but Israel.
9:21.8
καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία ῥουβὶν ἐτῶν ιβ μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ία μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἔξ, Ἱοὐσαν ἐτῶν θ μηνῶν ὀκτὼ, Νεφθαλείμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτὼ, Ἰσσαχὰρ ἐτῶν ὀκτὼ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, Δεῖναν ἐτῶν ἓξ μηνῶν τεσσάρων, Ἰωσὴφ ἐτῶν ἔξ μηνῶν τεσσάρων
他從迦南地來到另一座城市示劍,當時所帶的孩子分別是:流便十二歲兩個月,西緬十一歲四個月,利未十歲六個月,猶大九歲八個月,拿弗他利八歲十個月,迦得八歲十個月,亞設八歲,以薩迦八歲,西布倫七歲兩個月,底拿六歲四個月,約瑟六歲四個月。
And he came from the land of Canaan to another city, Shechem, having children: Reuben, twelve years and two months old; Simeon, eleven years and four months; Levi, ten years and six months; Judah, nine years and eight months; Naphtali, eight years and ten months; Gad, eight years and ten months; Asher, eight years old; Issachar, eight years old; Zebulun, seven years and two months; Dinah, six years and four months; Joseph, six years and four months.
9:21.9
παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἑμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα Δεῖναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαὲξ μηνῶν τεσσάρων. ἐξαλλομένους δὲ τοὺς Ἰσραὴλ υἱοὺς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἴκοσι ἑνὸς μηνῶν τεσσάρων, Λευὶν δὲ ἐτῶν εἴκοσι μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἑμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς ἄρσενας διὰ τὴν Δεῖνας φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά
以色列在哈抹那裡寄居了十年,以色列的女兒底拿被哈抹的兒子示劍所玷污,當時她十六歲四個月。以色列的兒子們憤而出擊——西緬時年二十一歲四個月,利未二十歲六個月——為了底拿被玷污之事,殺了哈抹與他的兒子示劍,以及城中所有的男丁;雅各當時一百零七歲。
Israel sojourned with Hamor for ten years, and Israel's daughter Dinah was violated by Shechem, Hamor's son, being then sixteen years and four months old. And Israel's sons, rushing out — Simeon being twenty-one years and four months old, and Levi twenty years and six months — killed Hamor and Shechem his son and all the males, on account of the violation of Dinah; and Jacob was then a hundred and seven years old.
9:21.10
ἐλθόντα δ οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθὴλ, φάναι τὸν θεὸν μηκέτι Ἰακὼβ, ἀλλ Ἰσραὴλ ὀνομάζεσθαι. ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθὰ, ἔνθεν παραγενέσθαι εἰςἘφραθὰ, ἣν εἶναι Βηθλεὲμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμὶν, καὶ τελευτήσαι Ῥαχὴλ, τεκοῦσαν τὸν Βενιαμὶν, συμβιῶσαι δ αὐτῇ τὸνἸακὼβ ἔτη εἴκοσι τρία
他來到伯特利的路斯時,神說他不再叫雅各,而要稱為以色列。他從那裡來到迦弗拉他,又從那裡到了以法拉他,就是伯利恆,在那裡他生了便雅憫;拉結生下便雅憫後便去世了,雅各與她同居共二十三年。
So when he came to Luz, that is Bethel, God said that he should no longer be called Jacob, but Israel. From there he came to Chaphratha, and from there arrived at Ephrath, which is Bethlehem; and there he begot Benjamin, and Rachel died after bearing Benjamin, Jacob having lived together with her for twenty-three years.
9:21.11
αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν πρὸς Ἰσαὰκ τὸν πατέρα. εἶναι δὲ τότε Ἰωσὴφ ἐτῶν δεκαεπτὰ, καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ εἶναι αὐτὸν ἐτῶν τριάκοντα, Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοήκοντα
雅各從那裡來到希伯崙的幔利,去見他父親以撒。當時約瑟十七歲,被賣到埃及,在監牢裡度過十三年,及至他三十歲時,雅各一百一十歲;就在此前一年,以撒去世,享年一百八十歲。
From there Jacob came to Mamre in Hebron, to Isaac his father. Joseph was then seventeen years old, and he was sold into Egypt, and remained in prison thirteen years, so that he was thirty years old, and Jacob a hundred and ten, at which time — one year before — Isaac had died, being a hundred and eighty years old.
9:21.12
κρίναντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια ἄρξαι Αἰγύπτου ἔτη ἑπτὰ, ἐν οἷς καὶ συνοικῆσαι Ἀσενὲθ, Πεντεφρὴ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ, καὶ γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ ἐπιγενέσθαι ἔτη β
約瑟為法老解夢之後,治理埃及七年,在此期間,他娶了希利奧波利斯祭司波提非拉的女兒亞西納為妻,生了瑪拿西和以法蓮;此後饑荒又持續了兩年。
And Joseph, having interpreted the dreams for the king, ruled Egypt for seven years, during which he also took to wife Asenath, daughter of Potipherah, priest of Heliopolis, and begot Manasseh and Ephraim; and the famine came upon the land for two years.
9:21.13
τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείσιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν· ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι. ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγενῶν φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι
約瑟在埃及順遂了九年,卻沒有派人接他父親來,因為他和他的兄弟都是牧羊人;而在埃及人看來,牧羊是一件被人輕視的事;由此可知,這正是他遲遲未派人接父親來的原因。因為當他的親屬來到時,他曾吩咐他們說,若被法老召見問及所業,就說自己是牧養牲畜的人。
And Joseph, for nine years having prospered, did not send for his father, because he and his brothers were shepherds; and shepherding was a matter of reproach among the Egyptians; and it has been shown that it was for this reason that he did not send for him. For when his kinsmen came, he told them that if they should be called by the king and asked what they did, they should say that they were keepers of cattle.
9:21.14
διαπορεῖσθαι δὲ διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῴ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτὰ, ἐκ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι, καὶ αὐτὸν λαβεῖν δύο· γενέσθαι οὖν ἑπτὰ, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν
有人不解,約瑟在宴席上為何賜給便雅憫五倍分量的食物,儘管他吃不下那麼多肉。原因在於:他父親由利亞生了七個兒子,由他母親拉結生了兩個兒子;因此他給便雅憫擺了五份,自己拿了兩份,加起來共是七份,正等同利亞所生兒子的人數。
It is a matter of inquiry why Joseph, at the banquet, gave Benjamin a portion five times as large, though he could not consume so much meat. He did this, then, because his father had had seven sons by Leah, and two by Rachel his mother; for this reason he set before Benjamin five portions, and himself took two; so that together there came to be seven, as many as the sons born of Leah.
9:21.15
ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς καὶ τῷ πατρὶ δὲ ἀποστεῖλαι κατὰ ταὐτὰ, ὥστε τὸν οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον
同樣地,在賜予袍服時,他也給每人各兩件,唯獨便雅憫得五件,並加三百金幣;他又照此送禮給父親,使他母親一系的家族得享同等的尊榮。
In the same way also with the giving of robes: to each he gave two, but to Benjamin five, together with three hundred gold pieces; and to his father he sent likewise, so that the house of his mother should be equal in honor to the rest.
9:21.16
οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χαναὰν, ἀφ οὗ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναὰν, Ἀβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα, γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιέ
他們就住在迦南地。從亞伯拉罕蒙揀選脫離萬民、遷往迦南算起——當時亞伯拉罕二十五歲,以撒六十歲,雅各一百三十歲——在迦南地所居住的年數總計為二百一十五年。
And they dwelt in the land of Canaan; from the time Abraham was chosen out of the nations and moved to Canaan — Abraham being twenty-five years old, Isaac sixty, Jacob a hundred and thirty — the total number of years in the land of Canaan came to two hundred and fifteen.
9:21.17
καὶ τῷ τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ ἐλθεῖν εἰς Αἴγυπτον τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν μέ, Συμεῶνα ἐτῶν μδ', Λευὶν ἐτῶν μγ', Ἰούδαν ἐτῶν μβ' μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μ μηνῶν ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν μὰ μηνῶν ς, Γὰδ ἐτῶν μὰ μηνῶν γ, Ζαβουλὼν ἐτῶν μ, Δεῖναν ἐτῶν λθ, Βενιαμὶν ἐτῶν κη
饑荒進入第三年時,雅各來到埃及,時年一百三十歲;流便四十五歲,西緬四十四歲,利未四十三歲,猶大四十二歲三個月,亞設四十歲八個月,拿弗他利四十一歲六個月,迦得四十一歲三個月,西布倫四十歲,底拿三十九歲,便雅憫二十八歲。
And in the third year of the famine in Egypt, Jacob came into Egypt, being a hundred and thirty years old; Reuben being forty-five years old, Simeon forty-four, Levi forty-three, Judah forty-two years and three months, Asher forty years and eight months, Naphtali forty-one years and six months, Gad forty-one years and three months, Zebulun forty years, Dinah thirty-nine years, Benjamin twenty-eight years.
9:21.18
τὸν δὲ Ἰωσήφ φησι γενέσθαι ἐν Αἰγύπτῳ ἔτη λθ. εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἴως τοῦ εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη ιγχκδ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἴως τῆς Ἰακὼβ παρουσίας εἰς Αἴγυπτον ἴτη ἔτη ἀφ οὗ δὲ ἐκλεγῆναι γῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χαναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν ἔτη σιέ
他說,約瑟在埃及共三十九年。從亞當到約瑟的親屬進入埃及,共計三千六百二十四年。從洪水到雅各來到埃及,也經過了若干年;而從亞伯拉罕蒙揀選脫離萬民、由哈蘭來到迦南算起,直到雅各一家進入埃及為止,共計二百一十五年。
And Joseph, he says, was in Egypt for thirty-nine years. And from Adam to the entry of Joseph's kinsmen into Egypt there were 3,624 years. And from the flood to Jacob's arrival in Egypt, so many years; and from the time Abraham was chosen out of the nations and came from Haran into Canaan, until Jacob's people came into Egypt, was two hundred and fifteen years.
9:21.19
Ἰακὼβ δὲ ἐκ Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν, ἐτῶν ὄντα π᾿, καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζ΄, ἀφ οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξ΄, καὶ γεννῆσαι Κλάθ· τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζ΄, καταλιπόντα Ἰωσὴφ ἐτῶν νϛ΄. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζ΄ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μ΄ γεννῆσαι Ἀμρὰμ, ὃν ἐτῶν εἶναι ιδ΄ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ρι΄ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγ΄ τελευτῆσαι. Ἀμρὰμ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα ἐνιαυτῶν οε΄ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμρὰμ ὄντα ἐτῶν οή, καὶ γενόμενον Ἀμρὰμ ἐτῶν ρλϛ΄ τελευτῆσαι. Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος γραφής. ἐξῆς δ ἐπισυνήφθω καὶ τάδε
雅各從哈蘭來到拉班那裡時,年八十歲,並生了利未。利未從迦南來到埃及後,又在埃及活了十七年,也就是他六十歲時,生了哥轄。就在哥轄出生那一年,雅各在埃及去世,享年一百四十七歲,去世前曾祝福約瑟的兒子們,留下時年五十六歲的約瑟。利未活到一百三十七歲去世;哥轄四十歲時生了暗蘭,約瑟在埃及去世、享年一百一十歲時,暗蘭是十四歲;哥轄活到一百三十三歲去世。暗蘭娶了他叔父的女兒約基別為妻,於七十五歲時生了亞倫和摩西;暗蘭生摩西時是七十八歲,暗蘭活到一百三十六歲去世。以上就取自亞歷山大·波呂希斯托爾的記述;以下再附上其他資料。
Jacob came from Haran to Laban when he was eighty years old, and he begot Levi. Levi lived on in Egypt seventeen years from when he came from Canaan into Egypt, so that he was sixty years old, and he begot Kohath. In the same year in which Kohath was born, Jacob died in Egypt, having blessed the sons of Joseph, being a hundred and forty-seven years old, and leaving Joseph fifty-six years old. Levi died at the age of a hundred and thirty-seven; and Kohath, being forty years old, begot Amram, who was fourteen years old when Joseph died in Egypt, being a hundred and ten years old; and Kohath died at the age of a hundred and thirty-three. Amram took to wife his uncle's daughter Jochebed, and at the age of seventy-five years he begot Aaron and Moses; and Amram begot Moses when he was seventy-eight years old, and Amram died at the age of a hundred and thirty-six. Let this stand, then, from the writing of Alexander Polyhistor; and next let the following also be added.
9:22.1
Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ αὐτήν φησιν ἐν τῇ περὶ Ἰουδαίων οὕτως, ἡ δ ἄρ ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλὴ, οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι ἀγρόθεν· οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν. ἐξ αὐτῆς δὲ μάλ ἄγχι δύ οὔρεα φαίνετ ἐρυμνὰ, ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ ἀτραπιτὸς τέτμηται, ἀραιὴ, [αὐλῶπις·] ἐν δ ἑτέρωθι ἡδ ἱερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ, νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος λισσὸν ὑπώρειαν, ὑπὸ δ ἔδραμεν αἰπύθεν ἕρκος
提阿多督在其《論猶太人》一書中說,示劍城因赫爾墨斯之子西基米烏斯而得名,因為正是此人建立了這座城市。他在《論猶太人》中如此描述其地理位置:『那地肥美,宜於放牧羊群,水源豐沛;從鄉間到城裡並無遙遠的路途,濃密的叢林也從不曾造成阻礙。從城邊望去,附近聳立著兩座險峻的高山,遍生青草與林木;兩山之間,鑿出一條狹窄的小徑,是一處低陷的隘口;而在另一側,則可望見那神聖的示劍城,一座聖城,其根基深植於地底,四周有平滑的城牆環繞山腳,牆下更有一道自高處奔流而下的壕塹。』
Theodotus, in his work On the Jews, says that Shechem took its name from Sikimius, son of Hermes; for he it was who also founded the city. He describes its situation in his work On the Jews thus: 'It was a good land, rich in pasture for goats and well-watered, and no long road led to the city from the countryside, nor did the shaggy thickets ever cause hardship. Very near to it appear two strong mountains, full of grass and woodland; and between them a narrow footpath is cut, a hollow defile; and on the other side sacred Shechem comes into view, a sacred town, built below upon its foundation, and round about a smooth wall skirts the mountain's base, and beneath it runs a steep-descending rampart.'
9:22.2
ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι, δυναστεύοντος Ἑμμὼρ · τὸν γὰρ Ἑμμὼρ υἱὸν γεννῆσαι Συχέμ. φησὶ δὲ ἐνθένδε, ξένε, ποιμενόθι πόλιν ἤλυθ Ἰακὼβ εὐρεῖαν Σικίμων· ἐπὶ δ ἀνδράσι τοῖσιν ἔτῃσιν ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχὲμ, μάλ ἀτειρέε φῶτε
此後,他說,此城為希伯來人所占,當時哈抹正在此地掌權;哈抹生了一個兒子,名叫示劍。他這樣說道:『陌生人啊,雅各從牧羊之地來到示劍這座寬廣的城市;當年統治這些人的,是哈抹與他的兒子示劍,二人皆是極為強悍的勇士。』
Afterward, he says, it was taken possession of by the Hebrews, when Hamor was ruling; for Hamor begot a son, Shechem. And he says thus: 'Stranger, from a place of shepherding Jacob came to the broad city of Shechem; and over those men in those years ruled Hamor together with his son Shechem, two men of great vigor.'
9:22.3
εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν, καὶ τὸν τῶν δύο γυναικῶν γάμον, καὶ τὴν τῶν τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοποταμίας ἐπὶ τὰ Σίκιμα, εἰς δ Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο, καὶ εὐρὺ ῥεῖθρον Εὐφρήταο λίπεν ποταμοῦ κελάδοντος · ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν αὐτοκασιγνήτοιο πρόφρων ὑπέδεκτο δόμονδε λαβὰν, ὅς οἱ ἔην μὲν ἀνεψιὸς, ἀλλὰ τότ οἶος ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λελογχώς. τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν ὁπλοτάτης · οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν, ἀλλὰ δόλον τολύπευσε, καὶ εἰς λέχος ἀνέρι πέμπε Λείαν, ἥ οἱ ἔην προγενεστέρη. οὐδέ μιν ἔμπης ἔλλαθεν, ἀλλ ἐνόησε κακορραφίην, καὶ ἔδεκτο παῖδ ἑτέρην, ἀμφοῖν δ ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι. τῷ δ υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς ἕνδεκα, καὶ κούρη Δεῖνα περικαλλὲς ἔχουσα εἶδος, ἐπίτρεπτον δὲ δέμας καὶ ἀμύμονα θυμόν
接著他敘述雅各前往美索不達米亞、與兩位女子成婚、子女相繼出生,以及他從美索不達米亞返回示劍的經過,說道:『雅各來到牧羊的敘利亞之地,離開了那奔騰喧響的幼發拉底河寬闊的河流;因為他曾逃離那裡,躲避自己胞兄那尖銳的責難,被拉班歡然接入家中——拉班本是他的表親,但當時獨自統治著敘利亞,承襲著同源的血脈。拉班應允並同意將他最年幼的女兒許配給他為妻;然而他其實完全無意履行此約,反倒編織了詭計,將年長的利亞送入那人的床榻。此事卻未能完全瞞過雅各,他察覺了這惡毒的陰謀,於是也接納了另一位女子,與這對姊妹二人皆有結合。他因此生了十一個兒子,個個心思極為聰慧,還有一個女兒底拿,容貌絕美,體態動人,性情純潔無瑕。』
Then he speaks of Jacob and his sojourn in Mesopotamia, and his marriage to the two women, and the birth of the children, and his coming from Mesopotamia to Shechem, saying: 'To Syria, land of pasturing flocks, Jacob came, leaving behind the broad stream of the resounding river Euphrates; for having fled from there, escaping the bitter reproach of his own brother, he was received gladly into the house of Laban, who was indeed his cousin, but at that time ruled alone over Syria, having been allotted a kindred blood. And to him Laban promised the marriage of his younger daughter, and gave his consent; yet he had no intention at all of fulfilling it, but wove a deceit, and sent to the man's bed Leah, who was the elder. Yet it did not escape him altogether; he perceived the wicked scheme, and received the other maiden as well, and lay with both of the sisters. To him there were born eleven sons, exceedingly wise in mind, and a daughter, Dinah, possessing surpassing beauty, a comely form and a blameless spirit.'
9:22.4
ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίκιμα πρὸς Ἑμμὼρ · τὸν δ ὑποδέξασθαι αὐτὸν, καὶ μέρος τι τῆς χώραις δοῦναι. καὶ αὐτὸν μὲν τὸν Ἰαχώβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν · καὶ τὴν Δεῖναν παρθένον θένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἑμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν
他說,雅各從幼發拉底河一帶來到示劍,投奔哈抹;哈抹接納了他,並給了他一片土地。雅各自己耕種土地,他那十一個兒子則負責牧羊,他的女兒底拿與眾妻子則從事紡織羊毛的工作;有一次適逢節慶,尚為處女的底拿前往示劍城,想要一睹城中景象;哈抹的兒子示劍見了她便對她心生愛慕,於是強行擄走她,帶回自己家中,玷污了她。
He says that from the Euphrates Jacob came to Shechem, to Hamor; and Hamor received him, and gave him a portion of the land. And Jacob himself worked the land, while his sons, eleven in number, tended the flocks, and his daughter Dinah and the wives worked wool; and Dinah, being a virgin, went to Shechem, there being a festival, wishing to see the city; and Shechem, the son of Hamor, seeing her, fell in love with her, and having seized her, carried her off to his own house and violated her.
9:22.5
αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν · τὸν δὲ οὐ φάναι δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περιτεμνομένους Ἰουδαίσαι· τὸν δὲ Ἑμμὼρ φάναι πείσειν αὐτούς. φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι τέμνεσθαι αὐτοὺς ὁ Ἰακὼβ
示劍後來又與父親一同來見雅各,請求娶她為妻;雅各卻說,除非所有住在示劍的人都受割禮、歸信猶太教,否則他不會答應;哈抹便說他會去說服眾人。於是雅各針對他們必須受割禮一事,說道:
Then, coming again together with his father to Jacob, he asked for her in marriage; but Jacob said he would not give her unless all who dwelt in Shechem were circumcised and became Jews; and Hamor said he would persuade them. And Jacob speaks concerning the necessity of their being circumcised:
9:22.6
οὐ γὰρ δὴ θεμιτόν γε τόδ Ἑβραίοισι τέτυκται, γαμβροὺς ἄλλοθεν εἴς γε νυοὺς ἀγέμεν ποτὶ δῶμα, ἀλλ ὅστις γενεῆς ἐξεύχεται εἶναι ὁμοίης
『因為按希伯來人的規矩,這是不合法的:不可從外邦引進女婿或媳婦入家門,唯有能自稱出於同一血統之人方可。』
'For this is not lawful among the Hebrews, to bring sons-in-law from elsewhere, or daughters-in-law, into the house, but only one who can claim to be of the same stock.'
9:22.7
εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς, ὅς ποθ ἑῆς πάτρης ἐξήγαγε δῖον Ἀβραὰμ, αὐτὸς ἀπ οὐρανόθεν κέλετ ἀνέρα παντὶ σὺν οἴκῳ σάρκ ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ ἐτέλεσσεν· ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε
接著,論及割禮之事,他繼續說道:『那昔日引領尊貴的亞伯拉罕離開故土的那一位,親自從天上吩咐這人和他全家割除包皮的肉;他便照著行了;此事堅定不移,因為是神親口所說。』
Then, going on, concerning circumcision, he says: 'He who once led noble Abraham out of his own country, he himself, from heaven, commanded the man, together with his whole household, to strip away the flesh of the foreskin; and this he accomplished; and it stands unshakeable, since God himself spoke it.'
9:22.8
ποσευθέτος πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἑμμὼρ καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἔνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἑμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι · λαβόντα δ αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαιμ λόγιον προφερόμενον τὸν θεὸν ἀνελεῖν φάμενον τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν
於是哈抹進城,勸眾人受割禮;雅各的一個兒子,名叫西緬,卻決意要殺死哈抹和示劍,因他不願以「顧全城邦和睦」的名義來容忍妹妹所受的羞辱;他既下定此決心,便與兄弟利未商議;得利未同意共同行動後,他更引用一則神諭來激勵利未,說神曾應許要將十個民族賜給亞伯拉罕的後裔。
So Hamor having gone into the city and urged his subjects to be circumcised, one of Jacob's sons, named Simeon, resolved to kill both Hamor and Shechem, not wishing to bear the outrage against his sister as a matter to be tolerated for the sake of civic peace; and having formed this resolve, he shared it with his brother Levi; and having won him over as an accomplice in the deed, he further urged him on, citing an oracle in which God had declared that he would give the descendants of Abraham ten nations.
9:22.9
φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευὶν εὑ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο· δώσειν γάρ ποτ ἔφησε δέκ ἔθνεα παισὶν Ἀβραάμ. τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν, διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. φησὶ δέ βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς, οὐδὲ μὲν ἐσθλός· οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας · λοίγια δ ὠρώρει τοῖσιν μεμελημένα ἔργα
西緬對利未這樣說道:『因我確實聽聞了神的話語;祂曾應許要將十個民族賜給亞伯拉罕的子孫。』神將這念頭放進他們心裡,因為示劍城中的人心存不敬。他又說道:『神降禍於示劍的居民,因為無論來者是惡是善,他們都不加以敬重;他們在城中既不秉公審判,也不遵守律法;毀滅的行徑正是他們所熱衷從事的事。』
And Simeon speaks thus to Levi: 'For I have heard well the word of God; for he once said that he would give ten nations to the sons of Abraham.' And God put this thought into them, because the people in Shechem were impious. And he says: 'God brought harm upon the inhabitants of Shechem, for they showed no honor to whoever came among them, whether he were base or noble; nor did they render just judgments in the city, nor observe the laws; but deeds of ruin were the works that concerned them.'
9:22.10
τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθωπλισμένους ἐλθεῖν, καὶ πρῶτα μὲν τοὺς ἐντ χάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι
於是利未和西緬武裝進城,先是殺了沿途遇見的人,然後又殺了哈抹和示劍。
So Levi and Simeon came into the city armed, and first killed those they encountered, and then also slew Hamor and Shechem.
9:22.11
λέγει δὲ περὶ τῆς ἀναιρέσεως ἀυτῶν οὕτως ὡς τότε δὴ Συμεὼν μὲν μὼρ ὤρουσεν ἐπ αὐτὸν, πλῆξέ τέ οἱ κεφαλὴν, δειρὴν δ ἕλεν ἐν χερὶ λαιῇ, λεῖψε δ ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει. τόφρα δὲ καὶ Λευἰν μένος ἄσχετος ἔλλαβε χαίτης γούνων ἁπτόμενον Συχὲμ, ἄσπετα μαργήναντα. ἤλασε δὲ κληῖδα μέσην· δῦ δὲ ξίφος ὀξὺ σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς. πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν ἐπιβοηθῆσαι, καὶ τὴν πόλιν ἐκπορθῆσαι, καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν πατρῴαν ἔπαυλιν διακομίσαι.·
他描述他們殺人的經過如此:『那時西緬猛然撲向哈抹,擊中他的頭部,並以左手扼住他的喉嚨,任他還在喘息掙扎,因為另一場搏鬥已經展開。與此同時,勢不可遏的怒火也攫住了利未,衝向緊抓著他的頭髮與雙膝、狂亂至極的示劍;利未一劍刺入他鎖骨正中,銳利的刀鋒穿透胸腔、直入臟腑,靈魂當即離開了他的身軀。』其餘的兄弟得知此事後,便前來助陣,攻陷了那座城,救出妹妹,並將她與擄獲的俘虜一同帶回父親的居所。
And he speaks of their slaying thus: 'Then indeed Simeon rushed upon him, and struck his head, and seized his throat in his left hand, and left him still gasping, since another labor had arisen. Meanwhile unrestrained fury seized Levi also, against Shechem, who was clutching at his hair and knees, raving beyond all measure; he drove his sword through the middle of the collarbone; the sharp blade sank through the entrails, through the breast, and the soul left the body at once.' And when his other brothers learned of their deed, they came to their aid, and sacked the city, and having rescued their sister, they carried her off together with the captives to their father's dwelling.
9:23.1
Τούτοις καὶ τὰ ἐξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυίστορος γραφῆς ἐπισυνήφθω Ἀρτάπανος δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τῷ ἈβραὰμἸωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· πσοϊδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι · τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι · εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραὴλ, υἱοὺς τοῦ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς
在此還應附上關於約瑟的後續記載,同樣出自波呂希斯托爾的著作。阿爾塔帕努斯在其《論猶太人》中說,約瑟是亞伯拉罕的後裔,雅各之子;因他在才智與謀略上超越眾兄弟,遂遭兄弟們的謀害;他預先察覺了這陰謀,便懇求鄰近的阿拉伯人將他帶往埃及;那些人便照他所求去做;因為阿拉伯諸王正是以色列的後裔,亞伯拉罕之子,以撒的兄弟。
To these let there also be joined what follows concerning Joseph, from the same writing of Polyhistor. Artapanus, in his work On the Jews, says that Joseph was a descendant of Abraham, and son of Jacob; and that, excelling the others in intelligence and prudence, he was plotted against by his brothers; and foreseeing the conspiracy, he begged the neighboring Arabs to carry him off into Egypt; and they did what was asked of them; for the kings of the Arabs were descendants of Israel, sons of Abraham, and brothers of Isaac.
9:23.2
ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συσταθέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κσεισσόνων σόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὄροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καίτινας τῶν ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι
他來到埃及,被舉薦於法老,成為統管全國的行政長官。此前埃及人耕種土地毫無章法,因為土地未曾劃分,弱者常受強者欺壓;他便率先將土地劃分、以疆界標示清楚,並使大片荒地變為可耕之地,還把部分田地劃歸祭司所有。
And he came into Egypt, and being commended to the king, became administrator of the whole country. And whereas previously the Egyptians had farmed the land in disorder, because it was undivided, and the lesser were wronged by the more powerful, he was the first to divide the land and mark it out with boundaries, and to render much fallow land fit for cultivation, and he allotted certain of the fields to the priests.
9:23.3
τοῦτον δὲ καὶ μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπηθῆναι. γῆμαι δ αὐτὸν Ηλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, καὶ κατοικισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ
他也發明了度量衡制度,因此深受埃及人愛戴。他娶了希利奧波利斯祭司的女兒亞西納為妻,生了幾個孩子。此後,他的父親和兄弟們攜帶大量財物前來投奔他,並定居於凱桑城,敘利亞人也因此在埃及大量增加。
He also devised weights and measures, and for these things he was greatly beloved by the Egyptians. He married Asenath, daughter of the priest of Heliopolis, by whom he begot children. After this, his father and his brothers came to him, bringing much substance, and settled in the city of Kessan, and the Syrians multiplied in Egypt.
9:23.4
τούτους δέ φησι καὶ τὸ ἐν Ἄθως καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς Εσμιούθ ὀνομαζοạένους. μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. τὸν οὑν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι, καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι
他說,這些被稱為艾斯繆特人的人,建造了阿托斯與希利奧波利斯的聖殿。此後,約瑟與埃及王相繼去世。約瑟在統治埃及期間,將七年豐收、多得不可勝數的糧食儲存起來,因而成為埃及的主宰。
He says that these, called the Esmiuth, built the temple both at Athos and at Heliopolis. After this, both Joseph and the king of the Egyptians died. Joseph, while ruling over Egypt, stored up the grain of the seven years, which had come in immeasurable abundance according to the harvest, and became master of Egypt.
9:24.1
Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων ἐν τῇ ἰδ τῶν περὶ Ἱεροσόλυμα, λέγων οὕτως τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ ὕψιστος, καὶ πρόσθεν ἀφ Ἀβραάμοιο καὶ Ἰσὰκ, Ἰακὼβ εὐτέκνοιο τόκος Ἰωσὴφ, ὃς ὀνείρων θεσπιστὴς, σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι, δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης, καὶ τὰ ἑξῆς. ταῦτα καὶ περὶ τοῦ Ἰωσήφ
斐洛在其《論耶路撒冷》第十四卷中,也為聖經作了見證,如此說道:『至高的統治者為全體百姓建立了一處蒙福的偉大居所;此前,出自亞伯拉罕與以撒,多子多孫的雅各所生的約瑟,乃是解夢之人,在埃及的寶座上執掌權杖,在命運與時間的洪流中,暗自經歷了種種轉折』——以下從略。以上便是他關於約瑟的記載。
Philo also, in the fourteenth book of his work On Jerusalem, bears witness to the sacred books, speaking thus: '...for them the Most High Ruler founded a great and blessed dwelling-place for the whole people; and before, from Abraham and Isaac, came Joseph, offspring of Jacob rich in children, who was an interpreter of dreams, a scepter-bearer upon the thrones of Egypt, having secretly turned about in the flood-tide of time's allotted fate' — and so on. This, then, is what he says concerning Joseph.
9:25.1
Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ· Ἀριστέας δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάραν ἐν Ἐδὼμ γεννῆσαι Ἰὼβ· κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας
再聽聽同一位作者關於約伯的記載。亞里斯特亞斯在其《論猶太人》中說,以掃娶了以東的巴撒拉為妻,生了約伯;約伯居住在烏斯地,位於以土買與阿拉伯的邊界上。
Hear also what the same author relates concerning Job. Aristeas, in his work On the Jews, says that Esau, having married Bassara in Edom, begot Job; and that he dwelt in the land of Ausitis, on the borders of Idumea and Arabia.
9:25.2
γενέσθαι δ αὐτὸν δίκαιον καὶ πολύκτηνον · κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας πεντακοσίας· εἶχε δὲ καὶ γεωργίας ἱκανάς
他為人公義,且擁有眾多牲畜;他擁有七千隻羊、三千匹駱駝、五百對牛,以及五百頭放牧的母驢;此外他也擁有充足的耕地。
And he became righteous and possessed of many flocks; for he owned seven thousand sheep, three thousand camels, five hundred yoke of oxen, and five hundred grazing female donkeys; and he also had ample farmland.
9:25.3
τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ιωβὰβ ὀνομάζεσθαι. πειράξοντα δ αὐτὸν τὸν θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ τοὺς βοῦς ὑπὸ λῃστῶν ἀπελαθῆναι, εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν, πεσούσης τῆς οἰκίας· αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι
這位約伯原名約巴。神試驗他,見他堅定不移,卻使他遭遇了重大的不幸。首先,他的驢和牛被強盜趕走;接著,他的羊群連同牧人一同被從天而降的火焚燒殆盡;不久之後,他的駱駝也被強盜擄走;再接著,房屋倒塌,他的兒女因此喪命;就在同一天,他自己的身體也長滿了瘡痍。
This Job was formerly named Jobab. And God, testing him, found him steadfast, yet surrounded him with great misfortunes. For first his donkeys and oxen were driven off by robbers; then his sheep were burned up, together with the shepherds, by fire falling from heaven; and not long after, his camels too were driven off by robbers; then his children died, when the house collapsed; and on that same day his own body was also covered with sores.
9:25.4
φαύλως δὲ αὐτοῦ διακειμένου ἐλθεῖν εἰς ἐπίσκεψιν Ἐλίφαν τὸν Θαιδιακειμένου μανιτῶν βασιλέα καὶ Βαλδὰδ τὸν Σαυχαίων τύραννον καὶ Σωφὰρ τὸν Μινναίων βασιλέα, ἐλθεῖν δὲ καὶ λιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην. παρακαλούμενον δὲ φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὑτὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. τὸν δὲ θεὸν ἀγασθέντα τὴν εὐψυχίαν αὐτοῦ τῆς τε νόσου αὐτὸν ἀπολῦσαι καὶ πολλῶν κύριον ὑπάρξεων ποιῆσαι. Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυΐστωρ
在他陷入如此悲慘的境地時,提幔王以利法、掃基人的統治者巴勒達,以及米那人王瑣法都前來探望他;瑣比人巴拉基勒之子以利戶也前來探視。約伯雖受人勸誘要他放棄敬虔,卻表明即使無人勸誘,他也必在敬虔與苦難中堅守到底。神見他心志堅定,甚為讚賞,便使他脫離疾病,並使他成為眾多財產的主人。以上便是波呂希斯托爾關於這些事的記述。
While he was in this wretched condition, there came to visit him Eliphaz, king of the Temanites, and Baldad, ruler of the Sauchites, and Sophar, king of the Minaeans; and there also came Elihu, son of Barachiel the Zobite. And though urged to abandon his piety, he declared that even without such urging he would remain steadfast both in piety and amid his sufferings. And God, admiring his fortitude of soul, freed him from his disease and made him master of many possessions. So much, then, does Polyhistor also relate concerning these matters.
9:26.1
Καὶ περὶ Μώσεως δὲ ὁ αὐτὸς πάλιν πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γενέσθαι, καὶ γράμματα παραδοῦναι τοῖςἸουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἓλληνας δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι Μωσῆν τοῖς Ἰουδαίοις
關於摩西,同一位作者又提出了許多記載,值得一聽。歐波勒謨斯說,摩西是最早的智者,也是最先將文字傳授給猶太人的人;腓尼基人則從猶太人那裡承接了文字,希臘人又從腓尼基人那裡承接;摩西也是最先為猶太人制定律法的人。
And concerning Moses, too, the same author again sets forth a great deal, which it is worth hearing. Eupolemus says that Moses was the first wise man, and that he was the first to hand down writing to the Jews; that the Phoenicians received it from the Jews, and the Greeks from the Phoenicians; and that Moses was the first to write laws for the Jews.
9:27.1
Ἀρτάπανος δέ φησιν ἐν τῇ περὶ Ἰουδαίων, Ἀβραὰμ τελευτήσαντος καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψασθενὼθ, ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώθην
阿爾塔帕努斯在其《論猶太人》中說,當亞伯拉罕與他的兒子門普薩斯特諾去世後,埃及王也同樣去世,其子帕爾馬諾特斯便繼承了王位。
Artapanus, in his work On the Jews, says that when Abraham died, and his son Mempsasthenoth, and likewise also the king of the Egyptians, that king's son Palmanothes received the sovereignty.
9:27.2
τοῦτον δὲ τοῖς Ἰουδαίοις φαύλως προσφέρεσθαι· καὶ πρῶτον μὲν τὴν Κεσσὰν οἰκοδομῆσαι, τό τε ἐπ αὐτῆ̣ ἱερὸν καθιδρύσασθαι, εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κατασκευάσαι
此人苛待猶太人;他首先建造了凱桑城,並在城中興建聖殿,接著又建造了希利奧波利斯的神廟。
This man treated the Jews harshly; and first he built Kessan, and established the temple there, and then constructed the temple at Heliopolis.
9:27.3
τοῦτον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν Χενεφρῇ τινι κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν· ταύτην δὲ στεῖραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν Ιουδαίων παιδίον, τοῦτο δὲ Μώϋσον ὀνομάσαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι
此人生了一個女兒,名叫梅麗絲,將她許配給統治孟菲斯以上地區的一位王者赫尼弗雷斯;因為當時埃及有許多地方各有其王。梅麗絲因不能生育,便收養了一名猶太人的孩子,將他取名為摩西;此子成年後,被希臘人稱為穆賽俄斯。
This man begot a daughter, Merris, whom he betrothed to a certain Chenephres, who ruled over the regions above Memphis; for at that time many ruled over parts of Egypt. She, being barren, adopted the child of a certain one of the Jews, and named him Moses; and when he grew to manhood, he was called by the Greeks Musaeus.
9:27.4
γενέσθαι δὲ τὸν Μώϋσον τοῦτον Ὀρφέως διδάσκαλον· ἀνδρωθέντα δ αὐτὸν πολλὰ τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι. καὶ γὰρ πλοῖα καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας, καὶ τὰ Αἰγυπτία ὅπλα, καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λς νομοὺς διελεῖν, καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν θεὸν σεφθήσεσθαι, τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν· εἶναι δὲ καὶ αἰλούρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν
這位摩西後來成為奧菲斯的老師;他成年後,向世人傳授了許多實用的技藝:他發明了船隻與吊運石塊的機械、埃及的兵器、灌溉與作戰用的器具,以及哲學;此外,他還將這片土地劃分為三十六個諾姆(行政區),為每個諾姆指定所當敬拜的神明,並將聖書交由祭司掌管;又有貓、狗、朱鷺分別作為各區的聖獸;他也劃出一塊特選的土地分給祭司。
This Moses became the teacher of Orpheus; and when he grew to manhood, he handed down to mankind many useful things. For he invented boats and machines for the placing of stones, and Egyptian weapons, and instruments for irrigation and for war, and philosophy; moreover, he divided the land into thirty-six nomes, and assigned to each of the nomes the deity to be worshiped, and the sacred writings to the priests; there were also cats, dogs, and ibises assigned as sacred to particular nomes; and he allotted to the priests a choice portion of land as well.
9:27.5
ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. πρότερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν, ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις μὲν τοὺς αὐτοὺς, ἐνιάκις δὲ ἄλλους
他做這一切,都是為了鞏固赫尼弗雷斯的王權穩固。因為在此之前,民眾毫無秩序,時而廢黜君王,時而擁立君王,有時擁立的還是原來的人,有時則另立他人。
He did all this for the sake of preserving the monarchy secure for Chenephres. For previously the disorderly masses would at one time depose, at another time set up kings, often the same ones, and sometimes others.
9:27.6
διὰ ταῦτα οὖν τὸν Μώϋσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι Ἑρμῆν, διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν
因此,摩西深受民眾愛戴,並被祭司們尊崇為配得與神同等的榮譽,稱他為赫爾墨斯,這是因為他能詮釋解讀聖書之故。
For these reasons, then, Moses was beloved by the masses, and was deemed by the priests worthy of honor equal to the gods, and was called Hermes, on account of his interpretation of the sacred writings.
9:27.7
τὸν δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν τοῦ Μωΰσου φθονῆσαι αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν εὔθετον πέμψαι τὸν Μώϋσον ἐπ αὐτοὺς στρατηγὸν μετὰ δυνάμεως· τὸ δὲ τῶν γεωργῶν αὐτῷ συστῆσαι πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρατιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολεμίων ἀναιρεθήσεσθαι
然而赫尼弗雷斯見摩西如此優秀,心生嫉妒,便伺機尋找一個看似正當的藉口除掉他。恰逢有一次埃塞俄比亞人興兵進犯埃及,赫尼弗雷斯認為時機已到,便派摩西率軍前去征討;他為摩西召集的卻是一群農夫充當士兵,心想憑這些士兵的孱弱,摩西必會輕易死於敵手。
But Chenephres, seeing the excellence of Moses, envied him, and sought some plausible pretext by which to destroy him. And indeed, when once the Ethiopians made war upon Egypt, Chenephres, supposing he had found a suitable occasion, sent Moses against them as general with an army; and he mustered for him a multitude of farmers, supposing that Moses would easily be destroyed by the enemy on account of the weakness of his soldiers.
9:27.8
τὸν δὲ Μώϋσον ἐλθόντα ἐπὶ τὸν ρμοπολίτην ὀνομαζόμενον νομὸν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεοκεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας · λέγειν δέ φησιν Ἡλιουπολίτας τὸν πόλεμον τοῦτον ἔτη δέκα
摩西率領約十萬名農夫來到稱為赫爾摩波利特的諾姆,便在該地紮營;他派出將領統管當地,這些將領在歷次戰役中都明顯占了上風。據說希利奧波利斯人稱這場戰爭持續了十年。
Moses, coming to the nome called the Hermopolite, having about a hundred thousand farmers, encamped there; and he sent generals who took command over the region, and who plainly had the advantage in the battles. And the people of Heliopolis, he says, call this war one that lasted ten years.
9:27.9
τοὺς οὑν περὶ τὸν Μώϋσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ καὶ τὴν ἶβιν ἐν αὐτῇ καθιερῶσαι, διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀνθρώπους ἀναιρεῖν. προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμου πόλιν
摩西一行人因軍隊人數眾多,便在此地建立了一座城市,並在城中奉獻朱鷺為聖鳥,因為這種鳥能消滅危害人類的生物;他們將此城命名為赫爾摩波利斯(赫爾墨斯之城)。
So Moses and his men, on account of the size of the army, founded a city in this place, and consecrated the ibis there, because this bird destroys the creatures that harm mankind; and they called it Hermopolis, the City of Hermes.
9:27.10
οὕτω δὴ τοὺς Αἰθίοπας, καίπερ ὄντας πολεμίους, στέρξαι τὸν Μώϋσον ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας
如此一來,衣索比亞人雖是敵人,卻如此愛戴摩西,甚至向他學會了割禮(割除私處之皮);不僅是他們,連所有祭司也都如此。
Thus the Ethiopians, although they were enemies, came to love Moses so much that they even learned from him the circumcision of the private parts -- not only they, but all the priests as well.
9:27.11
τὸν δὲ Χενεφρῆν, λυθέντος τοῦ πολέμου, λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι προφυλακῆς χάριν, τοῖς δὲ προστάξαι τὸν ἐν Δῖός πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν, ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὄρος λατομήσαντας τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα
戰爭結束後,赫涅弗雷斯表面上迎接他,實則暗中設計陷害。於是他奪去摩西麾下的部眾,將一部分派往衣索比亞邊境戍守,又命另一部分拆毀狄奧斯城中一座以燒製磚塊建成的神廟,另外開鑿附近山岩,建造一座石造神廟,並指派納赫羅斯為監工,督導這項工程。
But Chenephres, once the war was ended, welcomed him in word, but in deed plotted against him. Accordingly, taking away his troops, he sent some of them to the borders of Ethiopia for the sake of a garrison, while he ordered others to tear down the temple in the city of Dios, which had been built of baked brick, and to construct another one of stone, quarrying the neighboring mountain, and he appointed Nacheros as overseer of the building.
9:27.12
τὸν δὲ ἐλθόντα μετὰ Μωΰσου εἰς Μέμφιν πυθέσθαι παρ αὐτοῦ εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν, διὰ τὸ τὴν γῆν ὑπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεὐσαντα ταῦρον Ἄπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι, καὶ τὰ ζῷα τὰ καθιερωθέντα ὑπὸ τοῦ Μωΰσου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ Μωΰσου ἐπινοήματα
他與摩西一同來到孟斐斯,向摩西詢問是否還有其他對人類有益之物。摩西便說,是牛這種牲畜,因為土地是靠牠們耕犁的。赫涅弗雷斯於是將一頭公牛命名為阿庇斯,下令百姓為牠建立神廟,又下令將摩西所奉獻分別為聖的牲畜帶到那裡埋葬,意圖藉此掩蓋摩西的發明創見。
And he, having come with Moses to Memphis, inquired of him whether there was anything else useful to mankind; and Moses said, the breed of oxen, because the land was ploughed by them. And Chenephres, naming a bull Apis, ordered the crowds to establish a temple for it, and commanded them to bring there and bury the animals that had been consecrated by Moses, wishing thereby to hide away Moses' inventions.
9:27.13
ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων ὁρκωμοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωΰσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν καὶ προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν
埃及人既已與摩西反目為敵,赫涅弗雷斯便叫自己的親信發誓,絕不將正密謀加害摩西的陰謀告知於他,並暗中安排人手要殺害他。
And when the Egyptians had turned against him, Chenephres bound his own friends by oath not to disclose to Moses the plot being formed against him, and put forward men to kill him.
← 上一段下一段 →
← 第 8 章第 10 章 →
123456789101112131415

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。