📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 伊格那丟書信

伊格那丟書信 第 2-10 章

希臘文原文.26 節.部分字詞可點開查義

← 第 2-9 章第 2-11 章 →
2-10:0.1
Ἰγνάτιος, καὶ Θεοφόρος, τῷ θεοτιμήτῳ καὶ ποθεινοτάτῳ, σεμνοτάτῳ, χριστοφόρῳ, πνευματοφόρῳ, γνησίῳ τέκνῳ ἐν πίστει καὶ ἀγάπῃ, Ἥρωνι διακόνῳ Χριστοῦ, ὑπηρέτῃ θεοῦ, χάρις, ἔλεος καὶ εἰρήνη ἀπὸ τοῦ παντοκράτορος θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, τοῦ μονογενοῦς αὐτοῦ υἱοῦ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον
伊格那丟,又名提阿弗羅,致基督的執事、神的僕人希羅;你蒙神所尊重、最為人所渴慕、極其莊重、滿有基督、滿有聖靈,在信心與愛裡作我真誠的孩子:願恩惠、憐憫、平安從全能的神,並從我們的主基督耶穌——他獨生的兒子,就是那為我們的罪捨己、要救我們脫離這現今邪惡世代、救我們進入他屬天國度的——歸與你。
Ignatius, who is also called Theophorus, to Hero, a deacon of Christ and a servant of God, honored by God and most longed for, most reverend, Christ-bearing, Spirit-bearing, a genuine child in faith and love: grace, mercy, and peace from God Almighty and from Christ Jesus our Lord, his only-begotten Son, who gave himself for our sins, that he might deliver us from the present evil age and save us into his heavenly kingdom.
2-10:1.1
Παρακαλῶ σε ἐν θεῷ προσθεῖναι τῷ δρόμῳ σου καὶ ἐκδικεῖν σου τὸ ἀξίωμα. τῆς συμφωνίας τῆς πρὸς τοὺς ἁγίους φρόντιζε· τοὺς ἀσθενεστέρους βάσταζε, ἵνα πληρώσῃς τὸν νόμον Χριστοῦ. νηστείαις καὶ δεήσεσι σχόλαζε, ἀλλὰ μὴ ἀμέτρως, ἵνα μὴ σαυτὸν καταβάλῃς
我在神裡勸你,要在你的路程上更進一步,並要維護你職分的尊嚴。要留心與眾聖徒和睦同心;要擔當那軟弱的人,好叫你成全基督的律法。要專心禁食禱告,但不可過度,免得你拖垮自己。
I exhort you in God to add to your course and to vindicate your dignity. Be careful to maintain concord with the saints; bear with the weaker, that you may fulfill the law of Christ. Give yourself to fastings and prayers, but not immoderately, lest you wear yourself out.
2-10:1.2
οἴνου καὶ κρεῶν μὴ πάντη ἀπέχου· οὐ γάρ ἐστι βδελυκτά· Τὰ γὰρ ἀγαθὰ τῆς γῆς, φησί, φάγεσθε, καί· Ἔδεσθε κρέα ὡς λάχανα, καί· Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου καὶ ἔλαιον ἱλαρύνει καὶ ἄρτος στηρίζει· ἀλλὰ μεμετρημένως καὶ εὐτάκτως, ὡς θεοῦ χορηγοῦντος. τίς γὰρ φάγεται τίς πίεται παρὲξ αὐτοῦ; ὅτι εἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ
你不可完全戒絕酒與肉,因為這些並非可憎之物。經上說:「你們要吃地上的美物」;又說:「你們可以吃肉,如同吃菜蔬」;又說:「酒能悅人心,油能使人面有光彩,糧能養人心。」只是要有節制、有規矩地享用,當作從那供應萬物的神而來。因為若不是出於他,誰能吃、誰能喝呢?凡美的都是出於他,凡善的也都是出於他。
Do not abstain altogether from wine and meat, for these are not abominable. For it says, "You shall eat the good things of the earth"; and, "You shall eat meat like vegetables"; and, "Wine gladdens the heart of man, and oil makes the face cheerful, and bread strengthens." But take them in moderation and orderly, as from God who supplies them. For who shall eat, or who shall drink, apart from him? For if anything is fair, it is his; and if anything is good, it is his.
2-10:1.3
τῇ ἀναγνώσει πρόσεχε, ἵνα μὴ μόνον αὐτὸς εἰδῇς τοὺς νόμους, ἀλλὰ καὶ ἄλλοις αὐτοὺς ἐξηγῇ. νῆφε ὡς θεοῦ ἀθλητής. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ· ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ἀντίψυχόν σου ἐγὼ δέσμιος
你要專心宣讀,不單自己知道律法,也要向別人講解。你要謹守,如同神的鬥士。當兵的,沒有將今生的事務纏身,好叫那招他當兵的人喜悅;人若參加競賽,非按規矩,就不能得冠冕。我這被囚的,願為你的性命作贖價。
Attend to the reading, that you may not only yourself know the laws, but also expound them to others. Be sober as an athlete of God. No one engaged in warfare entangles himself in the affairs of this life, that he may please the one who enlisted him; and if anyone competes, he is not crowned unless he competes lawfully. I, the prisoner, am offered as a ransom for your soul.
2-10:2.1
Πᾶς λέγων παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος , κἂν νηστεύῃ, κἂν παρθενεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος
凡講論與所命定相違背之事的人,即或他可信、即或他禁食、即或他守童身、即或他行神蹟、即或他說預言,你都當看他為披著羊皮的狼,正在謀害羊群。
Everyone who speaks contrary to what has been ordained, even though he be worthy of credit, even though he fast, even though he live in virginity, even though he work signs, even though he prophesy, let him appear to you as a wolf in sheep's clothing, working the destruction of the sheep.
2-10:2.2
εἴ τις ἀρνεῖται τὸν σταυρὸν καὶ τὸ πάθος ἐπαισχύνεται, ἔστω σοι ὡς αὐτὸς ἀντικείμενος· κἂν ψωμίσῃ τὰ ὑπάρχοντα πτωχοῖς, κἂν ὄρη μεθιστᾷ, κἂν παραδῷ τὸ σῶμα εἰς καῦσιν, ἔστω σοι βδελυκτός
若有人否認十字架,並以那受難為恥,你就當看他如同那敵對者(撒但)一樣。縱然他將一切所有的賙濟窮人,縱然他能移山,縱然他捨己身被焚燒,你都當以他為可憎。
If anyone denies the cross and is ashamed of the passion, let him be to you as the adversary himself. Even though he give all his goods to feed the poor, even though he remove mountains, even though he give his body to be burned, let him be abominable to you.
2-10:2.3
εἴ τις φαυλίζει τὸν νόμον τοὺς προφήτας, οὓς Χριστὸς παρὼν ἐπλήρωσεν, ἔστω σοι ὡς ἀντίχριστος. εἴ τις ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον, Ἰουδαῖός ἐστιν χριστοκτόνος
若有人輕視律法或先知——就是基督親臨時所成全的——你就當看他如同敵基督。若有人說主不過是個凡人,他便是猶太人,是殺害基督的人。
If anyone disparages the law or the prophets, which Christ when present fulfilled, let him be to you as antichrist. If anyone says that the Lord is a mere man, he is a Jew, a slayer of Christ.
2-10:3.1
Χήρας τίμα, τὰς ὄντως χήρας. ὀρφανῶν προΐστασο· θεὸς γάρ ἐστιν πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν
要尊敬寡婦,就是真為寡婦的。要扶助孤兒,因為神是孤兒的父,是寡婦的伸冤者。
Honor widows, those who are widows indeed. Take the part of orphans, for God is the father of the orphans and the judge of the widows.
2-10:3.2
μηδὲν ἄνευ τῶν ἐπισκόπων πρᾶττε· ἱερεῖς γάρ εἰσιν, σὺ δὲ διάκονος τῶν ἱερέων. ἐκεῖνοι βαπτίζουσιν, ἱερουργοῦσιν, χειροτονοῦσιν, χειροθετοῦσιν· σὺ δὲ αὐτοῖς διακόνει, ὡς Στέφανος ἅγιος ἐν Ἱεροσολύμοις Ἰακώβῳ καὶ τοῖς πρεσβυτέροις
凡事都不可越過主教(監督)而行,因為他們是祭司,而你是祭司的執事。他們施洗、主持聖禮、按立、按手;你卻要服事他們,正如聖司提反在耶路撒冷服事雅各和眾長老一樣。
Do nothing without the bishops, for they are priests, and you are a deacon of the priests. They baptize, perform the sacred rites, ordain, and lay on hands; but you minister to them, as Stephen the holy one did at Jerusalem to James and the presbyters.
2-10:3.3
τῶν συνάξεων μὴ ἀμέλει· ἐξ ὀνόματος πάντας ἐπιζήτει. μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ καὶ ἀναστροφῇ
不可疏忽聚會;要按名尋訪眾人。不可叫人小看你年輕,總要在言語和品行上,作信徒的榜樣。
Do not neglect the assemblies; seek out all by name. Let no one despise your youth, but be a pattern to the faithful in word and conduct.
2-10:4.1
Οἰκέτας μὴ ἐπαισχύνου· κοινὴ γὰρ ἡμῖν καὶ αὐτοῖς φύσις. γυναῖκας μὴ βδελύττου· αὐταί σε γὰρ γεγεννήκασιν καὶ ἐξέθρεψαν. ἀγαπᾶν οὖν χρὴ τὰς αἰτίας τῆς γεννήσεως, μόνον δὲ ἐν κυρίῳ· ἄνευ δὲ γυναικὸς ἀνὴρ οὐ παιδοποιήσει· τιμᾶν οὖν χρὴ τὰς συνεργοὺς τῆς γεννήσεως
不要以家中的僕人為恥,因為他們與我們本性相同。不要藐視婦女,因為她們生養了你。所以理當愛那作你生命之源的,只是要在主裡。沒有婦人,男人就不能生養兒女;所以理當尊敬那些在生育上同工的人。
Do not be ashamed of household servants, for they and we share a common nature. Do not despise women, for they bore you and nourished you. It is therefore right to love those who are the causes of your birth, yet only in the Lord. Without a woman a man will not beget children; therefore it is right to honor those who are co-workers in procreation.
2-10:4.2
οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρός, εἰ μὴ ἐπὶ τῶν πρωτοπλάστων· τοῦ γὰρ Ἀδὰμ τὸ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων, τῆς δὲ Εὔας ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ
男人不能離了女人,女人也不能離了男人,惟有最初受造的一對例外;因為亞當的身體是由四元素造成的,而夏娃是由亞當的肋骨造成的。
Neither is man apart from woman, nor woman apart from man, except in the case of the first-formed; for Adam's body was made from the four elements, and Eve's from Adam's rib.
2-10:4.3
καὶ παράδοξος δὲ τοκετὸς τοῦ κυρίου ἐκ μόνης τῆς παρθένου, οὐ βδελυκτῆς οὔσης τῆς νομίμου μίξεως, ἀλλὰ θεοπρεποῦς τῆς γεννήσεως· ἔπρεπε γὰρ τῷ δημιουργῷ μὴ τῇ συνήθει ἀποχρήσασθαι γενήσει, ἀλλὰ τῇ παραδόξῳ καὶ ξένῃ, ὡς δημιουργῷ
主那奇妙的降生,是單從童女而出——並非因為合法的結合是可憎的,乃是因為這降生是與神相稱的;因為這合宜於那位創造主,不照尋常生育之法,乃照那奇異非凡之法,正如創造主所當有的。
And the marvelous childbearing of the Lord was from the Virgin alone—not because lawful union is abominable, but because the birth was God-befitting; for it was fitting that the Creator should not make use of the customary manner of generation, but of the marvelous and strange one, as befits a Creator.
2-10:5.1
Ὑπερηφανίαν φεῦγε· ὑπερηφάνοις γὰρ ἀντιτάσσεται κύριος. ψευδολογίαν βδελύττου· ἀπολεῖς γὰρ πάντας τοὺς λα- λοῦντας τὸ ψεῦδος. φθόνον φυλάττου· ἀρχηγὸς γὰρ αὐτοῦ ἐστιν διάβολος καὶ διάδοχος Κάϊν, ἀδελφῷ βασκάνας καὶ ἐκ φθόνου φόνον κατεργασάμενος
要逃避驕傲,因為主抵擋驕傲的人。要憎惡謊言,因為說謊話的,主必滅絕。要防備嫉妒,因為它的元兇是魔鬼,繼承它的是該隱,他嫉視自己的兄弟,因嫉妒而行了兇殺。
Flee pride, for the Lord resists the proud. Abhor lying, for you shall destroy all those who speak falsehood. Guard against envy, for its originator is the devil, and its successor was Cain, who looked with malice upon his brother and out of envy wrought murder.
2-10:5.2
ταῖς ἀδελφαῖς μου παραίνει ἀγαπᾶν τὸν θεὸν καὶ μόνον ἀρκεῖσθαι τοῖς ἰδίοις ἀνδράσιν· ὁμοίως καὶ τοῖς ἀδελφοῖς μου παραίνει ἀρκεῖσθαι ταῖς ὁμοζύγοις. παρθένους φύλαττε ὡς Χριστοῦ κειμήλια. μακρόθυμος ἔσο, ἵνα ᾖς πολὺς ἐν φρονήσει. τῶν πενήτων μὴ ἀμέλει, ἐν οἷς ἂν εὐπορῇς· ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι
要勸我的姊妹們愛神,並單以自己的丈夫為足;也要照樣勸我的弟兄們以自己的配偶為足。要看守童身者,如同基督的珍寶。要恆久忍耐,好使你滿有智慧。不可疏忽窮人,凡你有餘的就當賙濟;因為憑著施捨和信德,罪得以潔淨。
Exhort my sisters to love God and to be content with their own husbands alone; likewise also exhort my brothers to be content with their own wives. Guard the virgins as treasures of Christ. Be long-suffering, that you may be abundant in prudence. Do not neglect the poor, in whatever you have abundance; for by almsgiving and acts of faith sins are purged away.
2-10:6.1
Σεαυτὸν ἁγνὸν τήρει ὡς θεοῦ οἰκητήριον· ναὸς Χριστοῦ ὑπάρχεις, ὄργανον εἰ τοῦ πνεύματος. οἶδας, ὅπως σε ἀνέθρεψα· εἰ καὶ ἐλάχιστός εἰμι, ζηλωτής μου γενοῦ· μίμησαί μου τὴν ἀναστροφήν. οὐ καυχῶμαι ἐν κόσμῳ, ἀλλ ἐν κυρίῳ. Ἥρωνι τῷ ἐμῷ τέκνῳ παραινῶ· δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω
要保守自己潔淨,如同神的居所;你是基督的殿,是聖靈的器皿。你知道我是怎樣養育你的;我雖然是極微小的,你卻要效法我;要學我的生活樣式。我不在世上誇口,乃在主裡誇口。我勸我的孩子希羅:「誇口的,當指著主誇口。」
Keep yourself pure, as a habitation of God; you are a temple of Christ, you are an instrument of the Spirit. You know how I brought you up; though I am of the least account, be a zealous follower of me; imitate my manner of life. I do not boast in the world, but in the Lord. To Hero my child I give this exhortation: "Let him who boasts boast in the Lord."
2-10:6.2
ὀναίμην σου, παιδίον ποθεινόν, οὗ φύλαξ γένηται μόνος ἀγέννητος θεὸς καὶ κύριος Ἰησοῦς Χριστός. μὴ πᾶσιν πίστευε, μὴ πᾶσιν θάρρει, μηδ ἐάν τις ὑποκορίζηταί σε· πολλοὶ γάρ εἰσιν ὑπηρέται τοῦ σατανᾶ, καὶ ταχὺ ἐμπιστεύων κοῦφος τῇ καρδίᾳ
我所渴慕的孩子,願我因你得喜樂,願那獨一無生(無始)的神和主耶穌基督作你的保守者。不要信任所有的人,不要倚靠所有的人,就算有人奉承你也不可;因為撒但的差役甚多,而那輕易相信人的,心裡就是輕浮的。
May I have joy of you, my longed-for child, of whom may the only unbegotten God and the Lord Jesus Christ be the guardian. Do not trust all men, do not be confident in all, nor even if anyone flatter you; for many are the servants of Satan, and he who is quick to trust is light in heart.
2-10:7.1
Μέμνησο τοῦ θεοῦ, καὶ οὐχ ἀμαρτήσεις ποτέ. μὴ γίνου δίψυχος ἐν προσευχῇ σου· μακάριος γὰρ μὴ διστάσας. πιστεύω γὰρ εἰς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱόν, ὅτι δείξει μοι θεὸς Ἥρωνα ἐπὶ τοῦ θρόνου μου· πρόσθες οὖν ἐπὶ τῷ δρόμῳ
要記念神,你就永不犯罪。禱告時不要三心二意,因為不疑惑的人有福了。我信我們主耶穌基督的父,並信他的獨生子,深信神必使我看見希羅坐在我的位上;所以你要在你的路程上更加努力。
Remember God, and you will never sin. Do not be double-minded in your prayer, for blessed is he who has not doubted. For I believe in the Father of our Lord Jesus Christ, and in his only-begotten Son, that God will show me Hero upon my throne; therefore press on in your course.
2-10:7.2
παραγγέλλω σοι ἐπὶ τοῦ θεοῦ τῶν ὅλων καὶ ἐπὶ τοῦ Χριστοῦ, παρόντος καὶ τοῦ ἁγίου πνεύματος καὶ τῶν λειτουργικῶν ταγμάτων· φύλαξόν μου τὴν παραθήκην, ἣν ἐγὼ καὶ Χριστὸς παρεθέμεθά σοι, καὶ μὴ ἑαυτὸν ἀνάξιον κρίνῃς τῶν δοχθέντων περί σου θεῷ. παρατίθημί σοι τὴν ἐκκλησίαν Ἀντιοχέων. Πολυκάρπῳ παρεθέμην ὑμᾶς ἐν κυρίῳ Ἰησοῦ Χριστῷ
我在萬有之神面前、在基督面前,又當著聖靈和那些供職的眾班次,囑咐你:要保守我與基督所交託你的託付,也不要自以為配不上神為你所定的事。我把安提阿的教會交託給你。我已在主耶穌基督裡把你們交託給坡旅甲了。
I charge you before the God of all and before Christ, in the presence of the Holy Spirit and of the ministering ranks: guard the deposit which I and Christ have committed to you, and do not judge yourself unworthy of the things that have been determined concerning you by God. I commit to you the church of the Antiochenes. I have committed you to Polycarp in the Lord Jesus Christ.
2-10:8.1
Ἀσπάζονταί σε οἱ ἐπίσκοποι Ὀνήσιμος, Βίτος, Δαμᾶς, Πολύβιος καὶ πάντες οἱ ἀπὸ Φιλίππων ἐν Χριστῷ, ὅθεν καὶ ἐπέστειλά σοι
眾主教阿尼西母、比都、達瑪、坡呂比烏,以及一切從腓立比在基督裡的人,都問你安——我也是從那裡寫信給你的。
The bishops Onesimus, Bitus, Damas, Polybius, and all those from Philippi in Christ greet you—from where also I have written to you.
2-10:8.2
ἄσπασαι τὸ θεοπρεπὲς πρεσβυτέριον, ἄσπασαι τοὺς ἁγίους συνδιακόνους σου, ὧν ἐγὼ ὀναίμην ἐν Χριστῷ σαρκί τε καὶ πνεύματι. ἄσπασαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου κατ ὄνομα, οὓς παρατίθημί σοι, ὡς Μωσῆς Ἰησοῦ τῷ μετ αὐτὸν στρατηγῷ. καὶ μή σοι φανῇ βαρὺ τὸ λεχθέν· εἰ γὰρ καὶ μή ἐσμεν τοιοῦτοι, οἷοι ἐκεῖνοι, ἀλλ οὖν γε εὐχόμεθα γενέσθαι, ἐπειδὴ καὶ τοῦ Ἀβραάμ ἐσμεν παῖδες
要問那與神相稱的長老團安,要問你那些聖潔的同作執事的人安,願我在基督裡,無論在肉身或在靈裡,都因他們得喜樂。要按名問候主的子民,從最小的到至大的,就是我所交託你的,正如摩西把百姓交託給接續他的元帥約書亞一樣。不要以這所說的為重擔;因為我們即或不像那些人,卻至少祈求能成為那樣的人,因為我們也是亞伯拉罕的子孫。
Greet the God-befitting presbytery; greet your holy fellow deacons, of whom may I have joy in Christ, both in flesh and in spirit. Greet the people of the Lord, from the least to the greatest, every one by name, whom I commit to you, as Moses committed the people to Joshua, the commander after him. And do not let what is said seem burdensome to you; for even if we are not such as those men were, yet at least we pray to become so, since we too are children of Abraham.
2-10:8.3
ἴσχυε οὖν, Ἥρων, ἡρωϊκῶς καὶ ἀνδρικῶς· σὺ γὰρ εἰσάξεις ἀπὸ τοῦ νῦν καὶ ἐξάξεις τὸν λαὸν κυρίου τὸν ἐν Ἀντιοχείᾳ, καὶ οὐκ ἔσται συναγωγὴ κυρίου ὡς πρόβατα, οἷς οὐκ ἔστιν ποιμήν
所以,希羅啊,你要剛強,要勇敢如英雄、剛毅如男子;因為從今以後,你要領那在安提阿的主的子民出入,主的會眾就不至像無牧人的羊群。
Be strong therefore, O Hero, heroically and manfully; for from now on you shall lead in and lead out the people of the Lord who are in Antioch, and the congregation of the Lord shall not be like sheep that have no shepherd.
2-10:9.1
Ἄσπασαι Κασσιανὸν τὸν ξένον μου καὶ τὴν σεμνοτάτην αὐτοῦ ὁμόζυγον καὶ τὰ φίλτατα αὐτῶν παιδία· οἷς δώσει θεὸς εὑρεῖν ἔλεον παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ τῆς εἰς ἡμᾶς διακονίας· οὓς καὶ παρατίθημί σοι ἐν Χριστῷ
要問候款待我的卡西安,並他極莊重的配偶,和他們最親愛的兒女;願神使他們在那日因著對我們的服事,得蒙主的憐憫;我也把他們交託給你,在基督裡。
Greet Cassian my host and his most reverend spouse and their most beloved children; to whom may God grant to find mercy from the Lord in that day, on account of their ministry to us; whom also I commit to you in Christ.
2-10:9.2
ἄσπασαι τοὺς ἐν Λαοδικείᾳ πιστοὺς ἅπαντας κατ ὄνομα ἐν Χριστῷ. τῶν ἐν Ταρσῷ μὴ ἀμέλει, ἀλλὰ συνεχέστερον αὐτοὺς ἐπίβλεπε, ἐπιστηρίζων αὐτοὺς τῷ εὐαγγελίῳ
要在基督裡按名問候在老底嘉的眾信徒。不可疏忽在大數的人,倒要更常常照看他們,用福音堅固他們。
Greet all the faithful in Laodicea by name in Christ. Do not neglect those in Tarsus, but watch over them more constantly, confirming them by the gospel.
2-10:9.3
Μάριν τὸν ἐν Νεαπόλει τῇ πρὸς τῷ Ζαρβῷ ἐπίσκοπον προσαγορεύω ἐν κυρίῳ. πρόσειπε δὲ καὶ τὴν σεμνοτάτην Μαρίαν τὴν θυγατέρα μου τὴν πολυμαθεστάτην καὶ τὴν κατ οἶκον αὐτῆς ἐκκλησίαν, ἧς ἀντίψυχον γενοίμην, τὸ ἐξεμπλάριον τῶν εὐσεβῶν γυναικῶν
我在主裡問候在撒布附近的尼亞坡里的主教馬利斯。也請問候我那極莊重的女兒馬利亞,就是那極有學問的,並她家中的教會安;願我為她作贖價——她乃是敬虔婦女的典範。
I salute in the Lord Maris, the bishop in Neapolis near Zarbus. And greet also the most reverend Mary my daughter, the most learned, and the church in her house, for whom may I be offered as a ransom—she who is a model of godly women.
2-10:9.4
ὑγιαίνοντά σε καὶ ἐν πᾶσιν εὐδοκιμοῦντα πατὴρ τοῦ Χριστοῦ δι αὐτοῦ τοῦ μονογενοῦς φυλάττοι ἐπὶ μήκιστον βίου χρόνον εἰς ὠφέλειαν τῆς τοῦ θεοῦ ἐκκλησίας. ἔρρωσο ἐν κυρίῳ καὶ προσεύχου, ἵνα τελειωθῶ
願基督的父,藉著他的獨生子,保守你健康,凡事興盛,得享最長的壽數,使神的教會得益處。願你在主裡安康,並求你為我禱告,使我得以完全(殉道得成全)。
May the Father of Christ, through his only-begotten Son, preserve you in health and prospering in all things, for the longest span of life, for the benefit of the church of God. Farewell in the Lord, and pray that I may be made perfect.
← 第 2-9 章第 2-11 章 →
1-11-21-31-41-51-61-72-132-12-22-32-42-52-62-72-82-92-102-112-12