📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 伊格那丟書信

伊格那丟書信 第 2-5 章

希臘文原文.49 節.部分字詞可點開查義

← 第 2-4 章第 2-6 章 →
2-5:0.1
Ἰγνάτιος, καὶ Θεοφόρος, ἐκκλησίᾳ θεοῦ ἠλεημένῃ ἐν πίστει καὶ ὑπομονῇ καὶ ἀγάπῃ ἀνυποκρίτῳ, τῇ οὔσῃ ἐν Φιλίπποις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν
伊格那丟,又名提阿弗羅,寫信給在腓立比、那因信心、忍耐和不虛假之愛而蒙憐憫的神的教會:願恩惠平安從父神並主耶穌基督歸與你們;祂是萬人的救主,更是信徒的救主。
Ignatius, who is also called Theophorus, to the church of God that has obtained mercy in faith and patience and unfeigned love, which is at Philippi: mercy and peace from God the Father and the Lord Jesus Christ, who is the Saviour of all men, especially of those who believe.
2-5:1.1
Μεμνημένοι τῆς ἀγάπης ὑμῶν καὶ τῆς ἐν Χριστῷ σπουδῆς, ἧς ἐνεδείξασθε εἰς ἡμᾶς, πρέπον ἡγησάμεθα γράψαι πρὸς τὴν φιλάδελφον ὑμῶν κατὰ θεὸν ψυχικὴν ἀγάπην, ὑπομιμνήσκειν ὑμᾶς τοῦ ἐν Χριστῷ ὑμῶν δρόμου, ἵνα τὸ αὐτὸ λέγητε πάντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, τῷ αὐτῷ κανόνι τῆς πίστεως στοιχοῦντες, ὡς καὶ Παῦλος ὑμᾶς ἐνουθέτει
我們記得你們的愛心,並你們在基督裡向我們所顯出的熱心,便認為理當寫信給你們那合乎神、彼此相愛的魂中之愛,提醒你們在基督裡所當奔跑的路程,使你們眾人言語相同,魂裡合一,意念一致,按同一的信仰準則而行,正如保羅從前也曾勸戒你們的。
Remembering your love and your zeal in Christ, which you showed toward us, we deemed it fitting to write to your brotherly soul-love which is according to God, to remind you of your course in Christ, that you may all speak the same thing, being of one soul, minded as one, walking by the same rule of faith, even as Paul also admonished you.
2-5:1.2
εἰ γὰρ εἷς ἐστιν τῶν ὅλων θεὸς πατὴρ τοῦ Χριστοῦ, ἐξ οὗ τὰ πάντα, εἷς δὲ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, μονογενὴς υἱὸς τοῦ θεοῦ, τῶν ὅλων κύριος, δι οὗ τὰ πάντα, ἓν δὲ καὶ πνεῦμα ἅγιον τὸ ἐνεργῆσαν ἐν Μωσῇ καὶ προφήταις καὶ ἀποστόλοις, ἓν δὲ καὶ τὸ βάπτισμα τὸ εἰς τὸν θάνατον τοῦ κυρίου διδόμενον, μία δὲ καὶ ἐκλεκτὴ ἐκκλησία
因為若有一位萬有之神,就是基督的父,萬物都本於祂;又有一位主,就是我們的耶穌基督,神的獨生子,是萬有之主,萬物都是藉著祂;又有一位聖靈,曾在摩西、眾先知和眾使徒裡運行;又有一個洗禮,是受浸歸入主的死;又有一個蒙揀選的教會——
For if there is one God of all, the Father of Christ, of whom are all things; and one Lord also, our Jesus Christ, the only-begotten Son of God, the Lord of all, through whom are all things; and one Holy Spirit also, who wrought in Moses and the prophets and the apostles; and one baptism also, which is given unto the death of the Lord; and one elect church also—
2-5:1.3
μία ὀφείλει εἶναι καὶ κατὰ Χριστὸν πίστις. εἷς γὰρ κύριος, μία πίστις, ἓν βάπτισμα, εἷς θεὸς καὶ πατὴρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν
——那合乎基督的信仰也當是一個。因為只有一位主,一信,一洗,一位神,就是眾人的父,超乎眾人之上,貫乎眾人之中,也住在眾人之內。
—the faith that is according to Christ ought also to be one. For there is one Lord, one faith, one baptism, one God and Father of all, who is above all and through all and in all.
2-5:2.1
Εἷς οὖν θεὸς καὶ πατήρ, καὶ οὐ δύο οὐδὲ τρεῖς· εἷς ὤν, καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ, μόνος ἀληθινός. κύριος γάρ, φησίν, θεός σου, κύριος εἷς ἐστιν, καὶ πάλιν· Οὐχ εἷς θεὸς ἔκτισεν ἡμᾶς, οὐχ εἷς πατὴρ πάντων ἡμῶν
所以只有一位神和父,不是兩位,也不是三位;只有一位自有者,除祂以外再無別的,祂是獨一的真神。因為經上說:『耶和華你的神是獨一的主。』又說:『豈不是一位神創造了我們嗎?豈不是我們眾人同有一位父嗎?』
There is therefore one God and Father, and not two nor three; one who is, and there is none besides Him, the only true One. For 'the Lord thy God,' He says, 'is one Lord'; and again: 'Did not one God create us? Is there not one Father of us all?'
2-5:2.2
εἰς δὲ καὶ υἱός, λόγος θεός. μονογενὴς γάρ, φησίν, ὢν εἰς τοὺς κόλπους τοῦ πατρός, καὶ πάλιν· Εἷς κύριος Ἰησοῦς Χριστός, καὶ ἐν ἄλλῳ· Τί ὄνομα αὐτῷ τί ὄνομα τῷ υἱῷ, ἵνα γνῶμεν
又有一位子,就是道,是神。因為經上說:『那獨生子,是在父懷裡的』;又說:『一位主耶穌基督』;在別處又說:『祂名叫什麼?祂兒子名叫什麼?你知道嗎?』
And there is also one Son, the Word, who is God. For He says, 'the only-begotten, who is in the bosom of the Father'; and again: 'One Lord Jesus Christ'; and in another place: 'What is His name, or what is His Son's name, that we may know?'
2-5:2.3
εἷς δὲ καὶ παράκλητος. ἓν γάρ, φησίν, καὶ πνεῦμα, ἐπειδὴ ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ἡμῶν, καὶ πάλιν· Ἓν πνεῦμα ἐποτίσθημεν καὶ τὰ ἑξῆς. πάντα δὲ ταῦτα, τὰ χαρίσματα δηλονότι, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ πνεῦμα
又有一位保惠師。因為經上說:『也只有一個靈』,正如『我們蒙召是同有一個指望』;又說:『我們都從一位聖靈受洗(飲於一靈)』等等。這一切恩賜,就是那些屬靈的恩賜,都是這同一位靈所運行的。
And there is also one Paraclete. For He says, 'and one Spirit,' since 'we were called in one hope of our calling'; and again: 'We were all made to drink of one Spirit,' and so forth. And all these gifts, that is, the spiritual graces, one and the same Spirit works.
2-5:2.4
οὔτε οὖν τρεῖς πατέρες οὔτε τρεῖς υἱοὶ οὔτε τρεῖς παράκλητοι, ἀλλ εἷς πατὴρ καὶ εἷς υἱὸς καὶ εἷς παράκλητος. διὸ καὶ κύριος ἀποστέλλων τοὺς ἀποστόλους μαθητεῦσαι πάντα τὰ ἔθνη, ἐνετείλατο αὐτοῖς βαπτίζειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὔτε εἰς ἕνα τριώνυμον οὔτε εἰς τρεῖς ἐνανθρωπήσαντας, ἀλλ εἰς τρεῖς ὁμοτίμους
所以既沒有三位父,也沒有三位子,也沒有三位保惠師,乃是一位父、一位子、一位保惠師。因此主差遣使徒去使萬民作門徒時,吩咐他們奉父、子、聖靈的名給人施洗——不是奉一位有三個名號的,也不是奉三位都成了肉身的,乃是奉三位同享尊榮的。
There are therefore neither three Fathers, nor three Sons, nor three Paracletes, but one Father and one Son and one Paraclete. Wherefore also the Lord, when He sent forth the apostles to make disciples of all nations, commanded them to baptize into the name of the Father and of the Son and of the Holy Spirit—not into one having three names, nor into three who became incarnate, but into three of equal honour.
2-5:3.1
Εἰς γὰρ ἐνανθρωπήσας, οὔτε πατὴρ οὔτε παράκλητος, ἀλλὰ μόνον υἱός, οὐ δοκήσει, οὐ φαντασίᾳ ἀλλ ἀληθείᾳ· λόγος γὰρ σὰρξ ἐγένετο, γὰρ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον
因為成為肉身的只有一位——既非父,也非保惠師,乃是子獨自——不是憑外表,不是憑幻象,乃是真實的;因為『道成了肉身』,因為『智慧為自己建造房屋』。
For one became incarnate—neither the Father nor the Paraclete, but the Son alone—not in semblance, not in phantasm, but in truth; for 'the Word became flesh,' for 'Wisdom builded herself a house.'
2-5:3.2
καὶ ἐγεννήθη ὡς ἄνθρωπος θεὸς λόγος μετὰ σώματος ἐκ τῆς παρθένου ἄνευ ὁμιλίας ἀνδρός· παρθένος γὰρ ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν. ἀληθῶς οὖν ἐγεννήθη, ἀληθῶς ηὐξήθη, ἀληθῶς ἔφαγεν καὶ ἔπιεν, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανεν καὶ ἀνέστη
神、道作為人被生出來,帶著身體,由童女而生,沒有與男人交合;因為『童女必懷孕生子』。所以祂是真實地被生,真實地長大,真實地吃喝,真實地被釘十字架、死了,又復活了。
And God the Word was begotten as a man, with a body, of the Virgin, without the company of a man; for 'the virgin shall conceive in her womb and bear a son.' Truly therefore was He begotten, truly did He grow, truly did He eat and drink, truly was He crucified and died and rose again.
2-5:3.3
ταῦτα πιστεύσας, ὡς ἔχει, ὡς γεγένηται, μακάριος· ταῦτα μὴ πιστεύσας ἐναγής, οὐχ ἧττον τῶν τὸν κύριον σταυρωσάντων. γὰρ ἄρχων τοῦ κόσμου τούτου χαίρει, ὅταν τις ἀρνῆται τὸν σταυρόν· ὄλεθρον γὰρ ἑαυτοῦ γινώσκει τὴν ὁμολογίαν τοῦ σταυροῦ. τοῦτο γάρ ἐστιν τὸ τρόπαιον κατὰ τῆς αὐτοῦ δυνάμεως, ὅπερ ὁρῶν φρίττει καὶ ἀκούων φοβεῖται
凡照著實情、照著所成就的而信這些事的,就是有福的;凡不信這些事的就是受咒詛的,與那些把主釘十字架的人毫無分別。因為這世界的王,每逢有人否認十字架,他就歡喜;因為他知道承認十字架就是他自己的滅亡。因為這正是攻破他權勢的得勝記號,他一看見就戰兢,一聽見就懼怕。
He who believes these things, as they are and as they came to pass, is blessed; he who believes them not is accursed, no less than those who crucified the Lord. For the ruler of this world rejoices whenever anyone denies the cross; for he knows the confession of the cross to be his own destruction. For this is the trophy raised against his power, which when he beholds he shudders, and when he hears he is afraid.
2-5:4.1
Καὶ πρὶν μὲν γένηται σταυρός, ἔσπευδεν γενέσθαι τοῦτο, καὶ ἐνήργει ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐνήργει ἐν Ἰούδᾳ, ἐν Φαρισαίοις, ἐν Σαδδουκαίοις, ἐν πρεσβύταις, ἐν νέοις, ἐν ἱερεῦσιν. μέλλοντος δὲ γίνεσθαι θορυβεῖται καὶ μετάμελον ἐμβάλλει τῷ προδότῃ καὶ βρόχον αὐτῷ δείκνυσιν καὶ ἀγχόνην διδάσκει· φοβεῖ δὲ καὶ τὸ γύναιον, ἐν ὀνείροις αὐτὸ καταταράττων
在十字架還未成就之先,他急切地要促成這事,並在悖逆之子身上運行——他在猶大裡運行,在法利賽人、撒都該人、長者、青年、祭司裡運行。但當這事將要成就時,他卻慌亂不安,把懊悔投進那賣主者心中,又向他指出繩索,教他自縊;他也驚嚇那婦人,在夢中攪擾她。
And before the cross took place, he was eager that it should come about, and he wrought in the sons of disobedience—he wrought in Judas, in the Pharisees, in the Sadducees, in the elders, in the young men, in the priests. But when it was about to come to pass, he is thrown into confusion and casts repentance upon the traitor, and shows him a noose and teaches him to hang himself; and he also frightens the woman, troubling her in dreams.
2-5:4.2
καὶ παύειν πειρᾶται τὰ κατὰ τὸν σταυρόν, πάντα κάλων κινῶν εἰς τὴν αὐτοῦ κατασκευήν· οὐ μεταγινώσκων ἐπὶ τῷ τοσούτῳ κακῷ (εἰ γὰρ ἄν, οὐ πάντα ἦν πονηρός), ἀλλ ἐπῄσθετο τῆς ἑαυτοῦ ἀπωλείας· ἀρχὴ γὰρ αὐτῷ καταδίκης τοῦ Χριστοῦ σταυρός, ἀρχὴ θανάτου, ἀρχὴ ἀπωλείας
他竭盡全力要阻止與十字架有關的事,使盡渾身解數要破壞它——這並不是因他為這莫大的惡懊悔(若是如此,他就不算全然邪惡了),乃是因他察覺到自己的滅亡;因為基督的十字架對他乃是定罪的起頭、死亡的起頭、敗亡的起頭。
And he tries to put a stop to the things concerning the cross, he who pulls every rope toward its undoing—not because he repented of so great an evil (for if so, he would not have been wholly wicked), but because he perceived his own destruction; for the cross of Christ was to him the beginning of condemnation, the beginning of death, the beginning of ruin.
2-5:4.3
διὸ καὶ ἔν τισιν ἐνεργεῖ ἀρνεῖσθαι τὸν σταυρόν, τὸ πάθος ἐπαισχύνεσθαι, τὸν θάνατον δόκησιν καλεῖν, τὴν ἐκ παρθένου γέννησιν περικόπτειν, τὴν φύσιν αὐτὴν διαβάλλειν ὡς μυσεράν. Ἰουδαίοις συμμαχεῖ εἰς ἄρνησιν τοῦ σταυροῦ, Ἕλλησιν εἰς συκοφαντίαν μαγείας, αἱρετικοῖς εἰς φαντασίαν
因此他在某些人身上運行,叫他們否認十字架,以受難為羞恥,把那死稱為虛影,刪除由童女所生之事,毀謗本性,說它是可憎的。他與猶太人聯合,去否認十字架;與希臘人聯合,去誣告祂行邪術;與異端者聯合,去主張幻影之說。
Wherefore also in some he works to make them deny the cross, to be ashamed of the passion, to call the death a semblance, to cut away the birth from the Virgin, to slander nature itself as abominable. With the Jews he allies himself for the denial of the cross, with the Greeks for the false charge of sorcery, with the heretics for the doctrine of phantasm.
2-5:4.4
ποικίλος γάρ ἐστιν τῆς κακίας στρατηγός, κλεψίνους, ἄστατος, ἑαυτῷ ἐναντίος καὶ ἄλλα μὲν προβαλλόμενος, ἕτερα δὲ δεικνύς· σοφὸς γάρ ἐστι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν τί ποτέ ἐστιν ἀγνοεῖ, ἀγνοίας πεπλήρωται δι ἑκούσιον παράνοιαν. πῶς γὰρ οὐκ ἔστιν τοιοῦτος, ὃς μηδὲ πρὸ ποδῶν τὸν ἑαυτοῦ λόγον βλέπει
因為這惡毒的元帥是變化多端的——盜竊人心、反覆無常、自相矛盾,提出這一樣而顯出另一樣;因為他精於作惡,至於那美善之事究竟是什麼,他卻全然無知,因著故意的瘋狂而滿了愚昧。他既連自己腳前的道理都看不見,怎能不是這樣的一個呢?
For the general of wickedness is manifold—a thief of minds, unstable, contrary to himself, putting forward one thing while showing another; for he is wise to do evil, but what the good might be he knows not at all, being filled with ignorance through wilful madness. For how is he not such a one, who does not even see his own reasoning before his feet?
2-5:5.1
Εἰ γὰρ ψιλὸς ἄνθρωπος κύριος ἐκ ψυχῆς καὶ σώματος, τί περικόπτεις τὴν γέννησιν τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως; τί δὲ ὡς παράδοξόν τι ἐπ ἀνθρώπου γενόμενον τὸ πάθος δόκησιν καλεῖς καὶ τὸν θάνατον τοῦ θνητοῦ δόξαν νομίζεις
因為主若僅僅是人,由魂和身體所構成,你為何要刪除那屬於人類共有本性的出生呢?你又為何把那受難當作臨到人身上的什麼奇事,稱它為虛影,把這必死之人的死當作只是表面現象呢?
For if the Lord be a mere man, of soul and body, why do you cut away the birth that belongs to the common nature of men? And why, as though the passion were something strange happening to a man, do you call it a semblance, and reckon the death of a mortal to be mere appearance?
2-5:5.2
εἰ δὲ θεὸς καὶ ἄνθρωπος, τί παράνομον καλεῖς τὸν τῆς δόξης κύριον, τὸν τῇ φύσει ἄτρεπτον; τί παράνομον λέγεις τὸν νομοθέτην, τὸν οὐκ ἀνθρωπείαν ψυχὴν ἔχοντα; λόγος σὰρξ ἐγένετο, λόγος ἄνθρωπος, οὐκ ἐν ἀνθρώπῳ κατοικήσας
但祂若是神又是人,你為何稱那榮耀的主為違法者呢?祂在本性上原是不改變的。你為何稱那立法者為犯法者呢?祂並沒有人的魂。『道成了肉身』——道就是人,並非住在一個人裡面。
But if He is God and man, why do you call the Lord of glory a lawbreaker, He who is by nature unchangeable? Why do you call the Lawgiver a transgressor, He who has no human soul? 'The Word became flesh'—the Word is man, not having dwelt in a man.
2-5:5.3
πῶς δὲ καὶ μάγος οὗτος, πάλαι μὲν πᾶσαν αἰσθητὴν καὶ νοητὴν φύσιν κατασκευάσας γνώμῃ πατρός, ἐν δὲ τῇ ἐνανθρωπήσει πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύσας
祂怎能是行邪術的呢?祂從前憑著父的旨意,創造了一切可見和可思想的本性,又在成為肉身時,醫治了各樣的疾病和殘弱。
And how is this one a magician—He who of old, by the will of the Father, fashioned all sensible and intelligible nature, and in the incarnation healed every disease and infirmity?
2-5:6.1
Πῶς δὲ οὐχ οὗτος θεός, νεκροὺς ἀνιστῶν, χωλοὺς ἀρτίους ἀποστέλλων, λεπροὺς καθαρίζων, τυφλοὺς ὀμματῶν, τὰ ὄντα αὔξων μεταβάλλων ὡς τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας καὶ τὸ ὕδωρ εἰς οἶνον, τὸν δὲ σὸν στρατὸν ῥήματι μόνον φυγαδεύων
祂怎能不是神呢?祂叫死人復活,使瘸腿的痊癒打發回去,潔淨長大痲瘋的,使瞎眼的得見,把現有之物或增多或變化,如那五個餅、兩條魚,又把水變酒,並且僅憑一句話就把你的軍隊趕逐了。
And how is this one not God—He who raises the dead, who sends away the lame made whole, who cleanses lepers, who gives eyes to the blind, who either multiplies or transforms existing things, as the five loaves and the two fishes, and the water into wine, and who by a word alone puts your army to flight?
2-5:6.2
τί δὲ κακίζεις τὴν φύσιν τῆς παρθένου καὶ τὰ μόρια ἀποκαλεῖς αἰσχρά, πάλαι ταῦτα πομπεύων καὶ γυμνοῦσθαι κελεύων ἄρρενας μὲν εἰς ὄψιν θηλειῶν, θηλείας δὲ εἰς ἀκόλαστον ἐπιθυμίαν ἀρρένων
你為何詆毀童女的本性,把那肢體稱為可羞恥的呢?你從前不是把這些事拿來炫耀,吩咐人赤身露體,叫男人暴露在女人眼前,叫女人暴露於男人放縱的情慾之下嗎?
And why do you malign the nature of the Virgin and call the members shameful—you who of old paraded these things and commanded men to strip naked, males before the sight of females, and females unto the unbridled lust of males?
2-5:6.3
νῦν αἰσχρά σοι ταῦτα νενόμισται, καὶ σεμνὸς εἶναι προσποιῇ, σὺ τὸ τῆς πορνείας πνεῦμα, ἀγνοῶν, ὅτι τότε γίνεται αἰσχρόν τι, ὅταν παρανομίᾳ ῥυπανθῇ, ἁμαρτίας δὲ ἀπούσης οὐδὲν τῶν γενομένων αἰσχρόν, οὐδὲν φαῦλον, ἀλλὰ πάντα καλὰ λίαν· καὶ σὺ μὴ βλέπων κακίζεις αὐτά
如今你卻把這些事看為可羞恥的,又假裝端莊——你這淫亂的靈啊——殊不知一件事唯有被違法玷污時才成為可羞恥的;當沒有罪的時候,凡受造之物沒有一樣是可羞恥的,沒有一樣是卑賤的,乃是都甚好;你既看不見,卻去詆毀它們。
Now these things are deemed shameful by you, and you pretend to be reverent—you, the spirit of fornication—not knowing that something becomes shameful only when it is defiled by transgression, but when sin is absent, nothing of what has been made is shameful, nothing is base, but all things are very good; and you, not seeing, malign them.
2-5:7.1
Πῶς δὲ πάλιν οὐκέτι σοι δοκεῖ Χριστὸς εἶναι ἐκ τῆς παρθένου, ἀλλ ἐπὶ πάντων θεός, ὤν, παντοκράτωρ; τίς οὖν τοῦτον ἀποστείλας, εἰπέ· τίς τούτου κυριεύων, γνώμῃ δὲ τίνος οὗτος ἐπειθάρχησεν, νόμων δὲ ποίων πληρωτὴς γέγονεν, μήτε γνώμῃ τινὸς μήτε ἐξουσίᾳ εἴκων
在另一方面,基督怎麼又不再被你看為是由童女而生的,反倒成了那超乎萬有的神、那自有者、那全能者呢?那麼,差遣祂的是誰?你倒說說看。誰是祂的主?祂順從了誰的旨意?祂成全了哪些律法的人——祂既不向任何人的旨意、也不向任何權柄屈服?
And how, on the other hand, does Christ no longer seem to you to be of the Virgin, but rather the God who is over all, the Existent One, the Almighty? Who then is it that sent Him? Tell me. Who is His Lord? By whose will did He obey, of what laws did He become a fulfiller—He who yields neither to anyone's will nor to any authority?
2-5:7.2
καὶ τὸν Χριστὸν ἐξαιρῶν τῆς γεννήσεως, τὸν ἀγέννητον νομοθετεῖς γεγεννῆσθαι καὶ σταυρῷ προσηλῶσθαι τὸν ἄναρχον· τίνος συγχωρήσαντος, οὐκ ἔχω εἰπεῖν
你一面把基督從祂的出生中除去,一面又規定那不受生的竟被生了,那無始者竟被釘在十字架上。這是經誰准許的——我卻說不上來。
And while taking Christ out of His birth, you legislate that the unbegotten was begotten, and that the One without beginning was nailed to a cross. By whose permission—that I cannot say.
2-5:7.3
ἀλλὰ γὰρ οὐ λέληθάς με τοῦ παλιμβόλου οὐδ ἀγνοῶ, ὅτι διάλοξα καὶ δίδυμα βαίνεις· ἀγνοεῖς δὲ σύ, τίς γεννηθείς, πᾶν εἰδέναι προσποιούμενος
其實你這反覆無常之徒並沒有瞞過我,我也不是不知道你行事乖僻、兩面三刀。倒是你自己不知道那被生的是誰——你這假裝無所不知的。
But indeed you have not escaped me, you turncoat, nor am I ignorant that you walk crookedly and double. But you yourself do not know who He is that was begotten—you who pretend to know everything.
2-5:8.1
Πολλὰ γάρ σε λανθάνει· παρθενία Μαρίας, παράδοξος τοκετός, ὅστις ἐν τῷ σώματι, ἡγούμενος ἀστὴρ τῶν ἐν ἀνατολῇ, τῶν τὰ δῶρα κομιζόντων μάγων, ἀρχαγγέλου ἀσπασμὸς πρὸς παρθένον, παρθένου παράδοξος σύλληψις μεμνηστευμένης, παιδὸς προδρόμου κηρυκεία ἐπὶ τῷ ἐκ τῆς παρθένου καὶ ἐν κοιλίᾳ σκίρτησις ἐκ τοῦ προθεωρουμένου
因為有許多事瞞過了你:馬利亞的童貞、那奇妙的生產、那在身體裡的究竟是誰、那引導東方人的星、那帶禮物來的博士、天使長向童女的問安、那已許配之童女奇妙的懷孕、那作先鋒的嬰孩為那由童女所生者所作的宣告,並那胎兒因預先看見而在腹中的歡跳。
For many things escape you: the virginity of Mary, the marvellous birth, who it was that was in the body, the star that led those in the east, the magi who brought the gifts, the salutation of the archangel to the virgin, the marvellous conception of the betrothed virgin, the proclamation of the forerunner child concerning Him who was from the virgin, and the leaping in the womb at Him who was foreseen.
2-5:8.2
ἀγγέλων ὕμνοι ἐπὶ τῷ τεχθέντι, ποιμένων εὐαγγελία, Ἡρῴδου φόβος ἐπὶ ἀφαιρέσει βασιλείας, νηπιοκτόνον πρόσταγμα, εἰς Αἴγυπτον μετανάστασις, ἐκεῖθεν ἐπὶ τὰ τῇδε ἐπάνοδος, σπάργανα παιδικά, ἀπογραφὴ ἀνθρωπίνη, γαλακτοτροφία, ὄνομα πατρὸς οὐ σπείραντος, φάτνη διὰ τὸ μὴ εἶναι τόπον, οὐδεμία παρασκευὴ ἀνθρωπίνη, αὐξήσεως προκοπή, ἀνθρώπινα ῥήματα, πεῖνα, δίψα, ὁδοιπορία, κόπος, θυσιῶν προσκομιδαί, ἐπειδὴ καὶ περιτομή
天使為那降生者所唱的詩歌、向牧羊人的福音、希律因恐怕失去國位的懼怕、屠殺嬰孩的命令、逃往埃及、又從那裡回到本地、嬰孩的襁褓、人口的報名上冊、以乳哺養、那並未生祂之父的名分、因為沒有地方而臥在馬槽、毫無人意的預備、身量的漸長、人間的言語、飢餓、口渴、行路、疲乏、獻祭之事——既然也有受割禮。
The hymns of angels over Him who was born, the good tidings to the shepherds, Herod's fear at the loss of his kingdom, the command to slay the infants, the flight into Egypt, the return thence to these parts, the infant's swaddling-clothes, the human enrolment, the nursing with milk, the name of a father who did not beget Him, the manger because there was no room, no human preparation at all, the advance in growth, human words, hunger, thirst, journeying, weariness, the offering of sacrifices—since there was also circumcision.
2-5:8.3
βάπτισμα, φωνὴ θεοῦ ἐπὶ τῷ βαπτιζομένῳ, ὅστις καὶ πόθεν, μαρτυρία πνεύματος καὶ θεοῦ ὑπεράνωθεν, φωνὴ Ἰωάννου προφήτου σημαίνουσα πάθος διὰ τῆς τοῦ ἀμνοῦ προσηγορίας, σημείων διαφόρων ἐνέργειαι, ἰάσεις ποικίλαι, ἐπιτίμησις δεσποτικὴ προστάττουσα θαλάττῃ καὶ ἀνέμοις, πνεύματα πονηρὰ φυγαδευόμενα, σεαυτὸν στρεβλούμενον, ἐκ τῆς τοῦ φαινομένου δυνάμεως αἰκιζόμενον, οὐκ ἔχοντα τι ποιήσῃς
那洗禮、神向那受洗者所發的聲音——說明祂是誰、從何而來——聖靈和神從上頭來的見證、約翰先知藉著『羔羊』這稱呼指明受難的聲音、各樣神蹟的運行、各種的醫治、主斥責海和風的命令、被趕逐的污靈、連你自己也被扭曲、被那顯現者的能力折磨,叫你無計可施。
The baptism, the voice of God over Him who was being baptized—who and whence He was—the witness of the Spirit and of God from above, the voice of John the prophet signifying the passion by the title of the Lamb, the workings of diverse signs, manifold healings, the rebuke of the Master commanding the sea and the winds, the evil spirits put to flight, yourself being tortured, tormented by the power of Him who appeared, having nothing you could do.
2-5:8.4
ταῦθ ὁρῶν ἰλιγγιᾷς, καὶ ὅτι παρθένος τεκοῦσα, ἠγνόεις· ἀλλ ἐξέπληττέν σε τῶν ἀγγέλων ὑμνολογία, τῶν μάγων προσκύνησις, τοῦ ἀστέρος ἐπιτολή. εἰς ἄγνοιαν σὺ παλινδρομεῖς διὰ τὰ εὐτελῆ· μικρὰ γάρ σοι δοκεῖ σπάργανα, φάτνη, περιτομή, γαλακτοτροφία· ἀνάξιά σοι ταῦτα κατὰ θεοῦ καταφαίνεται
你看見這些事就頭暈目眩,也不曉得那生祂的乃是童女;可是天使的歌唱、博士的敬拜、星的升起,使你驚駭。你卻因那卑微的事又退回無知裡去;因為在你看來,襁褓、馬槽、割禮、乳養都是微不足道的;這些事在你看來都配不上神。
Beholding these things you grew dizzy, and that she who bore Him was a virgin you knew not; but the hymn-singing of the angels astonished you, the worship of the magi, the rising of the star. You run back into ignorance because of the lowly things; for the swaddling-clothes seem trifling to you, the manger, the circumcision, the nursing with milk—these appear to you unworthy of God.
2-5:9.1
Πάλιν εἶδες ἄνθρωπον τεσσαράκοντα ἡμέρας καὶ νύκτας ἄγευστον μείναντα τροφῆς ἀνθρωπίνης, ἀγγέλους διακονοῦντας, οὓς καὶ ἔφριττες, ἰδὼν πρῶτον ὡς κοινὸν ἄνθρωπον βαπτιζόμενον καὶ τὴν αἰτίαν ἀγνοῶν· μετὰ δὲ τὴν νηστείαν πεινῶντι κατεθάρσεις πάλιν καὶ ἐπείραζες ὡς κοινὸν ἄνθρωπον, ἀγνοῶν, ὅστις εἴη
你又看見一個人,四十晝夜不嘗人間的食物,並有天使服事祂——這使你戰兢——你先前看見祂像平常人一樣受洗,卻不明白其中的緣由。然而在禁食之後,當祂飢餓時,你又壯起膽來,當祂是平常人去試探祂,全不知道祂究竟是誰。
Again you saw a man who remained forty days and nights without tasting human food, and angels ministering to Him—at which you shuddered—having first seen Him baptized like a common man and not knowing the reason. But after the fast, when He hungered, you again took courage and tempted Him as a common man, not knowing who He was.
2-5:9.2
ἔλεγες γάρ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. τὸ γὰρ εἰ υἱὸς εἶ τοῦ θεοῦ ἀγνοίας ἐστίν· εἰ γὰρ ὄντως ἐγίνωσκες, ἠπίστω, ὅτι δημιουργῷ καὶ τὸ μὴ ὂν ποιῆσαι καὶ τὸ ὂν μεταβαλεῖν ἐπ ἴσης δυνατόν
因為你說:『你若是神的兒子,就吩咐這些石頭變成餅。』這『你若是神的兒子』正是無知的記號;因為你若真知道,就必明白:對那位造物主而言,從無造出有,與將有的變化,乃是同樣可能的。
For you said: 'If you are the Son of God, command that these stones become bread.' For the 'if you are the Son of God' is a mark of ignorance; for if you had truly known, you would have understood that for the Creator it is equally possible both to make what is not and to transform what is.
2-5:9.3
καὶ διὰ γαστρὸς πειράζεις τὸν τρέφοντα πάντας τοὺς τροφῆς δεομένους, καὶ πειράζεις τὸν τῆς δόξης κύριον, ἐπιλαθόμενος ἐκ κακονοίας, ὅτι οὐκ ἐπ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ
你藉著肚腹去試探那養活一切需要食物之人的主,並試探那榮耀的主,竟因你的惡念忘了:『人活著不是單靠食物,乃是靠神口裡所出的一切話。』
And through the belly you tempt Him who nourishes all who have need of food, and you tempt the Lord of glory, having forgotten, out of your malice, that 'man shall not live by bread alone, but by every word that proceeds out of the mouth of God.'
2-5:9.4
εἰ γὰρ ᾔδεις, ὅτι υἱὸς θεοῦ ἦν, ἐγίνωσκες ἄν, ὅτι ἐν τεσσαράκοντα ἡμέραις καὶ ἰσαρίθμοις νυξὶν ἀνενδεὲς ποιήσας τὸ φθαρτὸν σῶμα καὶ εἰς τὸ διηνεκὲς ἐδύνατο τοῦτο ποιῆσαι. διὰ τί οὖν πεινᾷ; ἵνα δείξῃ, ὅτι κατ ἀλήθειαν ἀνέλαβε σῶμα ὁμοιοπαθὲς ἀνθρώποις. διὰ μὲν τοῦ πρώτου ἔδειξεν, ὅτι θεός, διὰ δὲ τοῦ δευτέρου, ὅτι καὶ ἄνθρωπος
因為你若知道祂是神的兒子,就必明白:那位在四十晝夜之久使那必朽的身體毫無缺乏的,本能永遠如此行。那麼祂為何飢餓呢?乃是要顯明祂確實取了一個與人同有性情的身體。藉著前者,祂顯明自己是神;藉著後者,祂顯明自己也是人。
For if you had known that He was the Son of God, you would have understood that He who for forty days and an equal number of nights made the corruptible body free from want could have done this perpetually. Why then does He hunger? That He might show that He had truly assumed a body subject to the same passions as men. By the former He showed that He is God, and by the latter that He is also man.
2-5:10.1
Σὺ οὖν, ἐκπεσὼν ἐκ τῆς ὑψηλοτάτης δόξης ὡς ἀστραπή, τολμᾷς λέγειν τῷ κυρίῳ· Βάλε σεαυτὸν ἐντεῦθεν κάτω, τὰ ἐνόντα λελόγισται ὡς μὴ ὄντα, καὶ εἰς κενοδοξίαν προκαλεῖσθαι τὸν οὐκ ἐπιδεικτιῶντα
你這從至高榮耀如閃電墜落的,竟敢對主說:『你從這裡跳下去吧』——對那一位而言,凡存在之物都算為虛無——又想挑動那不愛炫耀的主去貪圖虛榮。
You then, who fell from the highest glory like lightning, dare to say to the Lord: 'Cast yourself down from here'—to Him for whom the things that exist are reckoned as though they were not—and to provoke to vainglory Him who makes no display.
2-5:10.2
καὶ προσποιῇ τὴν γραφὴν ἀναγινώσκειν περὶ αὐτοῦ· Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περί σου, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, τοῦ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα σου; καὶ τὰ λοιπὰ προσποιῇ ἀγνοεῖν κλέπτων, περί σου καὶ τῶν σῶν προπόλων προεφήτευσεν· Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
你還假裝誦讀關於祂的經文:『因為祂要為你吩咐祂的使者,他們要用手托著你,免得你的腳碰在石頭上。』至於其餘的話,你卻像賊一樣假裝不知道——就是那論到你和你黨羽所說的預言:『你要踐踏虺蛇和毒蛇,要踏在獅子和大龍身上。』
And you pretend to read the Scripture concerning Him: 'For He shall give His angels charge over you, and in their hands they shall bear you up, lest you dash your foot against a stone.' And the rest you pretend, like a thief, to be ignorant of—the things which were prophesied concerning you and your servants: 'You shall tread upon the asp and the basilisk, and you shall trample under foot the lion and the dragon.'
2-5:11.1
Εἰ τοίνυν σὺ πάτημα τῶν ποδῶν τοῦ κυρίου, πῶς πειράζεις τὸν ἀπείραστον, ἐπιλαθόμενος τοῦ νομοθέτου παρακελευομένου, ὅτι οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου, ἀλλὰ καὶ τολμᾷς, ἐναγέστατε, τὰ τοῦ θεοῦ ἔργα οἰκειοῦσθαι καί σοι παραδεδόσθαι λέγειν τὴν τούτων ἀρχήν· καὶ τὴν σὴν πτῶσιν προτείνεις τῷ κυρίῳ καὶ διδόναι τὰ αὐτοῦ αὐτῷ ἐπαγγέλλῃ, ἐὰν πεσὼν ἐπὶ τῆς γῆς προσκυνήσῃ σοι
你既是要被踐踏在主腳下之物,怎麼還去試探那不能被試探的呢?你竟忘了那立法者的吩咐:『不可試探主你的神。』你這最可咒詛的,竟還膽敢把神的作為據為己有,說那管理之權是交給了你;又把你自己的墮落擺在主面前,並應許要把祂自己的東西賜給祂,只要祂俯伏在地敬拜你。
If then you are something to be trampled under the Lord's feet, how do you tempt the One who cannot be tempted, having forgotten the Lawgiver who charges, 'You shall not tempt the Lord your God'? But you even dare, most accursed one, to claim God's works as your own and to say that the rule over them was delivered to you; and you hold out your own fall before the Lord, and you promise to give Him His own things, if He should fall down upon the earth and worship you.
2-5:11.2
καὶ πῶς οὐκ ἔφριξας τοιαύτην φωνὴν κατὰ τοῦ δεσπότου προήκασθαι, πάντων πονηρῶν πνευμάτων πονηρότερον ἐκ κακονοίας πνεῦμα; διὰ γαστρὸς ἡττήθης καὶ διὰ κενοδοξίας ἠτιμάσθης, διὰ φιλοχρηματίας καὶ φιλαρχίας εἰς ἀσέβειαν ἐφέλκῃ
你竟不戰兢,向那主宰發出這樣的話,你這因惡念比一切惡靈更惡的靈啊!你藉著肚腹被勝過,藉著虛榮被羞辱;你又因貪財和好權被拖入不敬虔之中。
And how did you not shudder to utter such a word against the Master, O spirit more wicked than all wicked spirits through your malice? Through the belly you were overcome, and through vainglory you were dishonoured; through love of money and love of dominion you are dragged into impiety.
2-5:11.3
σὺ Βελίαρ, δράκων, ἀποστάτης, σκολιὸς ὄφις, τοῦ θεοῦ ἀποστάς, τοῦ Χριστοῦ χωρισθείς, τοῦ ἁγίου πνεύματος ἀλλοτριωθείς, τοῦ χοροῦ τῶν ἀγγέλων ἐξωσθείς, τῶν νόμων τοῦ θεοῦ ὑβριστής, τῶν νομίμων ἐχθρός, τοῖς πρωτοπλάστοις ἐπαναστὰς καὶ τῆς ἐντολῆς κινήσας τοὺς οὐδὲν ἀδικήσαντάς σε, τῷ Ἄβελ ἐπαναστήσας τὸν ἀνθρωποκτόνον Κάϊν, τῷ Ἰὼβ ἐπιστρατεύσας, λέγεις τῷ κυρίῳ· Ἐὰν πεσὼν προσκυνήσῃς μοι
你這彼列、這大龍、這背道者、這彎曲的蛇,你離棄了神、與基督分離、與聖靈疏遠、被趕出眾天使的行列;你侮辱神的律法,作律例的仇敵;你起來攻擊那首先受造的人,把他們從誡命中挑動,雖然他們從未虧負你;你慫恿那殺人的該隱起來攻擊亞伯,又向約伯興兵攻擊——你竟對主說:『你若俯伏拜我』?
You, Belial, the dragon, the apostate, the crooked serpent, who departed from God, who separated yourself from Christ, who became estranged from the Holy Spirit, who were thrust out from the choir of the angels, the insulter of the laws of God, the enemy of the ordinances, who rose up against the first-formed and stirred them from the commandment though they had done you no wrong, who raised up the man-slayer Cain against Abel, who waged war against Job—you say to the Lord: 'If you fall down and worship me'?
2-5:11.4
τῆς τόλμης, τῆς παραπληξίας· δοῦλος δραπέτης, δοῦλος μαστιγίας, ἀφηνιάσας τοῦ καλοῦ δεσπότου, δεσπότῃ τηλικούτῳ, θεῷ πάντων τῶν νοητῶν καὶ αἰσθητῶν λέγεις· Ἐὰν πεσὼν προσκυνήσῃς μοι
何等的狂妄!何等的瘋癲!你這逃跑的奴僕、該受鞭打的奴僕,掙脫了那良善的主人,竟對這樣偉大的主宰,對那一切可思想和可見之物的神說:『你若俯伏拜我』?
O the audacity! O the madness! A runaway slave, a slave fit for the lash, who has cast off the good Master—to so great a Master, to the God of all things intelligible and sensible, you say: 'If you fall down and worship me'?
2-5:12.1
δὲ κύριος μακροθυμεῖ καὶ οὐκ εἰς τὸ μὴ ὂν ἀναιρεῖ τὸν ἀπὸ ἀγνοίας τοιαῦτα θρασυνόμενον, ἀλλὰ πράως ἀποκρίνεται· Ὕπαγε σατανᾶ
然而主是恆久忍耐的,他並不把那因無知而如此放肆說話的擊滅成虛無,反而溫和地回答說:「撒但,退去吧!」
But the Lord is long-suffering, and does not reduce to nothing the one who out of ignorance speaks so insolently; rather, he answers gently: "Get away, Satan!"
2-5:12.2
οὐκ εἶπεν· Ὕπαγε ὀπίσω μου (οὐ γὰρ ὑποστρέψαι οἷός τε), ἀλλ· Ὕπαγε σατανᾶ, ἐν οἷς ἐπελέξω· ὕπαγε, ἐν οἷς ἠρεθίσθης ἐκ κακονοίας· ἐγὼ γὰρ ὅστις εἰμὶ γινώσκω καὶ ὑπὸ τίνος ἀπέσταλμαι καὶ ὃν χρὴ προσκυνεῖν ἐπίσταμαι. κύριον γάρ, φησίν, τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις
他並沒有說「退到我後面去」(因為這人已無法回轉),乃是說「撒但,退去吧!」用你所選用的那些話──你因惡念被激動而說的「退去」;因為我知道我是誰,也知道我是被誰差遣的,並且我明白當敬拜的是誰。經上說:「當拜主你的神,單要事奉他。」
He did not say, "Get behind me" (for it was not possible for him to turn back), but "Get away, Satan!"—that is, in the very words you chose: "get away," by which you were provoked through your malice; for I know who I am, and by whom I have been sent, and I understand whom I must worship. For it is written, "You shall worship the Lord your God, and him only shall you serve."
2-5:12.3
οἶδα τὸν ἕνα, ἐπίσταμαι τὸν μόνον, οὗ σὺ ἀποστάτης γέγονας. οὔκ εἰμι ἀντίθεος, ὁμολογῶ τὴν ὑπεροχήν, καὶ οὐ παραιτοῦμαι προσκυνεῖν ἐκείνῳ, ὃν ἐπίσταμαι τὸν τῆς ἐμῆς γεννήσεως αἴτιον καὶ κύριον καὶ ὑποστάσεως φύλακα· ἐγὼ γὰρ ζῶ διὰ τὸν πατέρα
我認識那獨一者,我明白那唯一者,就是你所背叛的那一位。我不是與神為敵的;我承認他的至高無上,也不推辭敬拜他──我所認識的,乃是使我得以受生的根源、我的主、以及我存有的守護者;因為我是因父而活著。
I know the One, I understand the Only, from whom you have become an apostate. I am no rival to God; I confess his supremacy, and I do not refuse to worship him whom I know to be the author of my begetting and my Lord and the guardian of my existence; for I live because of the Father.
2-5:13.1
Ταῦτα, ἀδελφοί, ἀπὸ διαθέσεως τῆς πρὸς ὑμᾶς ἠναγκάσθην ἐπιστεῖλαι εἰς δόξαν θεοῦ παραινῶν, οὐκ ὤν τι, ἀλλ ὡς ἀδελφός. ὑποτάσσεσθε τῷ ἐπισκόπῳ, τοῖς πρεσβυτέροις, τοῖς διακόνοις· ἀγαπᾶτε ἀλλήλους ἐν κυρίῳ ὡς θεοῦ ἀγάλματα
弟兄們,這些事我是出於對你們的深情而不得不寫的,是為神的榮耀而勸勉你們──我並非甚麼人物,乃是以弟兄的身分。你們要順服主教、長老、執事;要在主裡彼此相愛,如同神的形像。
These things, brethren, out of my affection for you, I have been constrained to write, exhorting you to the glory of God—not as being anyone of importance, but as a brother. Be subject to the bishop, to the presbyters, to the deacons; love one another in the Lord as images of God.
2-5:13.2
ὁρᾶτε οἱ ἄνδρες, ὡς ἴδια μέλη τὰς γαμετὰς στέργετε· αἱ γυναῖκες, ὡς ἓν οὖσαι τῇ συναφείᾳ, στέργετε τοὺς ἑαυτῶν ἄνδρας. εἴ τις ἁγνεύει ἐγκρατεύεται, μὴ ἐπαιρέσθω, ἵνα μὴ ἀπολέσῃ τὸν μισθόν
你們作丈夫的,要愛妻子如同愛自己的肢體;你們作妻子的,既因結合而與丈夫合為一體,就當愛自己的丈夫。若有人持守貞潔或節制,不可自高,免得失去他的賞賜。
You husbands, love your wives as your own members; you wives, since you are one through your union, love your own husbands. If anyone remains in purity or practises continence, let him not be puffed up, lest he lose his reward.
2-5:13.3
τὰς ἑορτὰς μὴ ἀτιμάζετε· τὴν τεσσαρακοστὴν μὴ ἐξουθενεῖτε (μίμησιν γὰρ περιέχει τῆς τοῦ κυρίου πολιτείας) καὶ τὴν τοῦ πάθους ἑβδομάδα μὴ παρορᾶτε· τετράδα καὶ παρασκευὴν νηστεύετε, πένησιν ἐπιχορηγοῦντες τὴν περισσείαν. εἴ τις κυριακὴν σάββατον νηστεύει πλὴν ἑνὸς σαββάτου, οὗτος χριστοκτόνος ἐστίν
不可輕慢諸節期;不可藐視四旬齋(因為它含有對主生活方式的效法);也不可忽略受難週。你們要在第四日與預備日禁食,把多餘的分給窮人。若有人在主日或安息日禁食──除了那獨一的安息日(受難週的安息日)以外──這人就是殺害基督的人。
Do not dishonour the feasts. Do not despise the forty-day fast, for it embodies an imitation of the Lord's manner of life; and do not overlook the week of the Passion. Fast on the fourth day and on the Preparation day, distributing your surplus to the poor. If anyone fasts on the Lord's Day or on the Sabbath—except for the one Sabbath—he is a slayer of Christ.
2-5:14.1
Αἱ προσευχαὶ ὑμῶν ἐκταθείησαν εἰς τὴν Ἀντιοχείας ἐκκλησίαν, ὅθεν καὶ δέσμιος ἀπάγομαι εἰς Ῥώμην. ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Πολύκαρπον, ἀσπάζομαι τὸν ἅγιον ἐπίσκοπον Βιτάλιον καὶ τὸ ἱερὸν πρεσβυτέριον καὶ τοὺς συνδούλους μου τοὺς διακόνους· ὧν ἐγὼ ἀντίψυχον γενοίμην
願你們的禱告擴及安提阿的教會,我正是從那裡被囚解往羅馬。我問候聖潔的主教坡旅甲;我問候聖潔的主教維他流,以及那聖潔的長老團,並我同作僕人的眾執事──願我能作他們的贖價(替命)。
May your prayers be extended toward the church in Antioch, from where I am being led away as a prisoner to Rome. I greet the holy bishop Polycarp; I greet the holy bishop Vitalius and the sacred presbytery and my fellow-servants the deacons—for whom may I be a ransom.
2-5:14.2
ἔτι συντάσσομαι τῷ ἐπισκόπῳ καὶ τοῖς πρεσβυτέροις ἐν κυρίῳ· εἴ τις μετὰ Ἰουδαίων ἐπιτελεῖ τὸ πάσχα τὰ σύμβολα τῆς ἑορτῆς αὐτῶν δέχεται, κοινωνός ἐστι τῶν ἀποκτεινάντων τὸν κύριον καὶ τοὺς ἀποστόλους αὐτοῦ
再者,我在主裡與主教和眾長老一同囑咐:若有人與猶太人一同守逾越節,或領受他們節期的記號,他就是與那些殺害主和他使徒的人同夥。
Further, I join in charging the bishop and the presbyters in the Lord: if anyone keeps the Passover together with the Jews, or receives the symbols of their feast, he is a partner with those who killed the Lord and his apostles.
2-5:15.1
Ἀσπάζονται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι. ἀσπάζομαι τὸ σύστημα τῶν παρθένων, τὸ τάγμα τῶν χηρῶν· ὧν καὶ ὀναίμην. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου
執事腓羅和亞加多布問候你們。我問候眾童貞女的團體,並眾寡婦的群班──願我因他們得喜樂。我問候主的子民,從最小的到最大的。
Philo and Agathopous, the deacons, greet you. I greet the company of the virgins, the order of the widows—of whom may I have joy. I greet the people of the Lord, from the least to the greatest.
2-5:15.2
ἀπέστειλα ὑμῖν ταῦτά μου τὰ γράμματα διὰ Εὐφανίου τοῦ ἀναγνώστου, ἀνδρὸς θεοτιμήτου καὶ πιστοτάτου, συντυχὼν περὶ Ῥήγιον, ἀναγομένου ἐν πλοίῳ. μέμνησθέ μου τῶν δεσμῶν, ἵνα τελειωθῶ ἐν Χριστῷ
我藉著誦經者尤法尼把這封信寄給你們,他是蒙神尊重、極其忠信的人,我在利基翁附近與他相遇,當時他正乘船啟航。求你們記念我的捆鎖,叫我在基督裡得以完全。
I have sent you this letter of mine by the hand of Euphanius the reader, a man honoured of God and most faithful, whom I met near Rhegium as he was setting out by ship. Remember my bonds, that I may be made perfect in Christ.
2-5:15.3
ἔρρωσθε σαρκί, ψυχῇ, πνεύματι, τέλεια φρονοῦντες, ἀποστρεφόμενοι τοὺς ἐργάτας τῆς ἀνομίας καὶ τοῦ λόγου τῆς ἀληθείας φθορεῖς, ἐνδυναμούμενοι ἐν τῇ χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
願你們在肉身、魂與靈裡都安康,存著完全的心思,遠離那些行不法之事的人,以及那些敗壞真理之道的人,並在我們主耶穌基督的恩典裡得著剛強。
Fare well in flesh, soul, and spirit, being perfect in mind, turning away from the workers of lawlessness and the corrupters of the word of truth, being strengthened in the grace of our Lord Jesus Christ.
← 第 2-4 章第 2-6 章 →
1-11-21-31-41-51-61-72-132-12-22-32-42-52-62-72-82-92-102-112-12