📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 以西結書註釋

西奧多勒

以西結書註釋 第 1 章 第 12/19 段

希臘文原文.270 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2594–1:2863(全章共 4349 節)

← 上一段下一段 →
1:2594
Ὅτι ἐῤῥύσα το γὰρ, φησὶ, τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἐκ τῶν δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Καὶ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ταύτην ποιεῖται τὴν διαίρεσιν
因為經上說:「他救我的性命脫離死亡,救我的眼目免了流淚,救我的腳免了跌倒,使我在活人之地行事,得蒙主的喜悅。」主在神聖的福音書中,也作了同樣的區分:
For it says, 'He has delivered my soul from death, my eyes from tears, and my feet from stumbling, that I might be well-pleasing before the Lord in the land of the living.' And the Lord too, in the sacred Gospels, makes this same division:
1:2595
Οὗτοι γὰρ, φησὶν, ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν καὶ αἰσχύνην αἰώνιον. Ἀπει λεῖ τοίνυν καὶ τοῖς τηνικαῦτα τὴν Τύρον οἰκοῦσι, μετὰ τῆς ἀσεβείας ζῶσιν, οὐ μόνον τοῦ Βαβυλω νίου τὴν ἔφοδον, καὶ τὸν δι' ἐκείνου γενόμενον ὄλε θρον, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι βίῳ ἀλγεινά τε καὶ ἀνιαρά
他說:「這些人要復活得永生,那些人要復活受刑罰和永遠的羞辱。」因此,他向那時居住在推羅、活在不敬虔之中的人發出警告:不僅有巴比倫王的來攻和藉他所成就的毀滅,並且在來世也必遭受痛苦與悲慘。
'For these,' he says, 'shall rise to eternal life, and those to punishment and eternal shame.' Therefore he threatens those who at that time inhabited Tyre, living amid their impiety, not only with the assault of the Babylonian and the destruction wrought through him, but also with things grievous and painful in the age to come.
1:2596
Τί γὰρ ἀλγεινότερον τοῦ μὴ ἀναστῆναι ἐπὶ γῆν ζωῆς; Τούτοις ἐπάγει·
還有什麼比不得起來進入活人之地更痛苦的呢?他又向他們加上這話:
For what is more grievous than not to rise up onto the land of life? To these he adds:
1:2597
Ἀπωλείᾳ σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι, καὶ ζητηθήσῃ, καὶ οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος
「我必使你歸於滅亡,你必不再存留;人尋找你,卻永遠尋不見,主阿多乃如此說。」
'I will give you over to destruction, and you shall be no more; you shall be sought, and shall not be found for ever, says Adonai the Lord.'
1:2598
Ἅπαντες οἱ θεῖοι προφῆται καὶ οἱ ἱεροὶ ἀπόστολοι τοῦ αὐτοῦ Πνεύμα τος ἠξιώθησαν·
眾位神聖的先知和聖潔的使徒,都蒙同一位聖靈所賜的尊榮;
All the divine prophets and the sacred apostles were counted worthy of the same Spirit;
1:2599
οὐ τοίνυν ἀλλήλοις ἐναντία φθέγγον ται·
所以他們彼此之間並不說相反的話;
therefore they do not utter things contrary to one another;
1:2600
πνεῦμα γὰρ ἀληθείας τὸ Πνεῦμα τὸ ἅγιον
因為聖靈乃是真理的靈。
for the Holy Spirit is the Spirit of truth.
1:2601
Εἰ δὲ τοῦ αὐτοῦ Πνεύματος οἱ θεῖοι ἠξιώθησαν προφῆται, καὶ ἀληθείας πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον, σύμφωνα τῶν μακαρίων προφητῶν τὰ θεσπίσματα
既然眾神聖的先知都蒙同一位聖靈所賜的尊榮,而聖靈又是真理的靈,那麼眾蒙福先知的神諭便是彼此和諧一致的。
But if the divine prophets were counted worthy of the same Spirit, and the Holy Spirit is the Spirit of truth, then the oracles of the blessed prophets are in harmony.
1:2602
Κἂν εὕρω μεν περιωρισμένην τῆς Τύρου τὴν ἐρημίαν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ, καὶ ἀκούσωμεν τοῦ προφήτου Ἰεζεκιὴλ λέγοντος τῇ Τύρῳ·
縱然我們發現先知以賽亞把推羅的荒涼定了界限,又聽見先知以西結對推羅說:
Even if we find the desolation of Tyre set within limits by the prophet Isaiah, and if we hear the prophet Ezekiel saying to Tyre:
1:2603
Ζητηθήσῃ, καὶ οὐχ εὑρε θήσῃ εἰς τὸν αἰῶνα, λέγει Ἀδωναῒ Κύριος· οὐ δια φωνεῖν φήσομεν τοὺς προφήτας, ἀλλ' ἐκ τῶν τῆς Γραφῆς ἰδιωμάτων τὸ ζητούμενον λύσομεν
「人尋找你,卻永遠尋不見,主阿多乃如此說」——我們也不會說眾先知彼此矛盾,而是要從聖經的特有用語中解開所探究的疑難。
'You shall be sought, and shall not be found for ever, says Adonai the Lord'—we shall not say that the prophets disagree, but from the idioms of Scripture we shall resolve the question in view.
1:2604
Οἶδε γὰρ πολλάκις καὶ τὸν ὀλίγον χρόνον αἰῶνα καλεῖν θεία Γραφή
因為神聖的聖經常常慣於把短暫的時間也稱為「一個世代」。
For divine Scripture often knows how to call even a short time 'an age.'
1:2605
αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσ ώπου σου. Καὶ μὴν αὐτός φησιν·
「我們的年歲擺在你面容的光中。」而且同一位又說:
'Our age is set in the light of your countenance.' And indeed the same one says:
1:2606
Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Καὶ τοσοῦτον τοίνυν εἰδὼς τὸν ἀνθρώπινον βίον, αἰῶνα τοῦτον ὠνόμασε
「我們一生的年日是七十歲,若是強壯可到八十歲,但其中所矜誇的不過是勞苦愁煩。」他既知道人的一生不過如此短暫,卻仍把這稱為「一個世代」。
'The days of our years in them are seventy years, but if in strength, eighty years, and the greater part of them is toil and pain.' Knowing human life to be but so long, he named this an 'age.'
1:2607
Τὸ οὖν, Οὐχ εὑρεθήσῃ εἰς τὸν αἰῶνα, τουτέστιν, εἰς τὸν ὁρισθέντα σοι τῆς ἐρημίας αἰῶνα·
所以「你永遠尋不見」這句話,意思是指那為你所定的荒涼之期;
So the phrase, 'You shall not be found for ever,' means, for the age of desolation appointed to you;
1:2608
ὡρίσθη δὲ αὐτῇ ἑβδομηκονταέτης χρόνος διὰ Ἡσαΐου τοῦ προφήτου
而藉著先知以賽亞,已為她定了七十年的期限。
and a period of seventy years was appointed to her through Isaiah the prophet.
1:2609
Εἰ δὲ καὶ πνευματικώτερόν τις βουληθείη νοῆσαι τὸ χωρίον, εὑρήσει καὶ οὕτως ἀληθῆ τὴν προφητείαν
但若有人願意以更屬靈的方式來理解這段經文,他也必發現這預言在這意義上同樣是真實的。
But if anyone should wish to understand the passage in a more spiritual sense, he will find the prophecy true in this way also.
1:2610
Ἐὰν γάρ τις ἐπιζητήσῃ τὴν Τύρον, οὐχ εὑρήσει ἐκείνην τὴν προτέραν·
因為若有人尋找推羅,他必找不到那從前的推羅;
For if anyone should seek out Tyre, he will not find that former one;
1:2611
ἐκείνη μὲν γὰρ ἦν δυσσε βής·
因為那從前的推羅是不敬虔的;
for that one was impious;
1:2612
δὲ μετ' ἐκείνην τὴν ἐρημωθεῖσαν ἀνθήσασα καὶ ἀναθηλήσασα, εὐσεβὴς ὁρᾶται, τῷ τῆς θεογνωσίας καταυγαζομένη φωτί
而在那荒涼之後重新萌芽繁茂起來的那一座,卻顯為敬虔,被認識神的光所照耀。
but the one that blossomed and flourished anew after that desolate one is seen to be godly, illumined by the light of the knowledge of God.
1:2613
Εἴτε οὖν κατὰ τὸ ῥητὸν βού λεταί τις νοῆσαι τὴν προφητείαν, εὑρήσει αἰῶνα ὀνομαζόμενον τὸν ὁρισθέντα αὐτῇ χρόνον·
因此,人若願意照字面來理解這預言,他必發現那為她所定的期限被稱為「一個世代」;
Whether, then, one wishes to understand the prophecy according to the letter, he will find the time appointed to her named an 'age';
1:2614
εἴτε εἰς τὸ. βάθος τις βούλεται καταδῦναι, εὑρήσει πάλιν τὴν Τύρον οὐκ ἐκείνην οὖσαν τὴν Τύρον, ἀλλ' ἄντικρυς ἐναντίαν ἐκείνῃ
人若願意深入其中的奧義,也必再度發現那推羅並非從前的推羅,而是與它截然相反的另一座。
or if one wishes to plunge into the depth, he will again find Tyre to be not that Tyre, but one directly opposite to it.
1:2615
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
耶和華的話臨到我,說:
And the word of the Lord came to me, saying:
1:2616
Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε ἐπὶ Σὸρ θρῆνον
人子啊,你要為推羅作哀歌;
And you, son of man, take up a lamentation over Tyre;
1:2617
Καὶ ἐρεῖς τῇ Σὸρ, τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν
你要對那居住在海口、作眾民碼頭、與許多海島通商的推羅說:
and you shall say to Tyre, which dwells at the entrance of the sea, the market of the peoples from many islands:
1:2618
Φιλανθρωπίας Θεοῦ καὶ ἀγαθότητος ὑπερ βολὴν σημαίνει τὰ εἰρημένα
這些所說的話,表明了神的仁愛與良善的超越無比。
The words spoken signify a surpassing measure of God's loving-kindness and goodness.
1:2619
Καὶ γὰρ αὐτὸς ἐνδίκως καὶ μάλα δικαίως δικάζων, θρηνεῖν τῷ προφήτῃ τὴν κολαζομένην παρα κελεύεται πόλιν·
因為他自己雖是公正而極其公義地施行審判,卻吩咐先知為那受懲罰的城哀哭,
For he himself, judging justly and altogether righteously, commands the prophet to lament the city being chastised,
1:2620
παραδηλῶν τὴν διάθεσιν, κεχρη μένος ἐκόλαζε
以此顯明他施行懲罰時所懷的心意。
revealing the disposition with which he chastised it.
1:2621
Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Σόρ·
主阿多乃對推羅如此說:
Thus says Adonai the Lord to Tyre:
1:2622
Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου
「我已將我的美麗披戴在自己身上,」
I have clothed myself about with my beauty
1:2623
(δʹ.) Ἐν καρδίᾳ θαλάσσης τῷ Βεελείμ
(第四節)「在海中之心,歸於巴力。」
(v. 4) In the heart of the sea, to Beeleim.
1:2624
Τὸ ἀγνῶμον αὐ τῆς διὰ τούτων ἐλέγχει καὶ ὑπερήφανον·
藉著這些話,他斥責她的忘恩負義與驕傲;
By these words he reproves her ingratitude and pride;
1:2625
παρὰ γὰρ τοῦ Θεοῦ δεξαμένη τῆς εὐπρεπείας τὰς ἀφορμὰς, ἀχάριστος μὲν περὶ τὸν χορηγὸν τῶν ἀγαθῶν ἐγένετο·
因為她既從神領受了她美麗的緣由,卻對那賜諸善之物者忘恩負義,
for having received from God the occasions of her comeliness, she became ungrateful toward the Giver of good things,
1:2626
τῇ οἰκείᾳ δὲ σοφίᾳ καὶ δυνάμει ἐπέγραψε τὴν προσ γενομένην αὐτῇ τῶν ἀγαθῶν ἀφθονίαν·
反倒把臨到她的豐盛美物歸功於自己的智慧與能力;
and ascribed to her own wisdom and power the abundance of good things that had accrued to her;
1:2627
ἀνετίθει δὲ ταύτην καὶ τῷ Βεελείμ·
並且也將這歸功於巴力;
and she attributed this to Beeleim as well;
1:2628
οὐ γὰρ μόνον ἠγνόησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλὰ καὶ τοῖς παντελῶς ἀδρανέσι, καὶ οὐδὲ ἑαυτοῖς περι θεῖναι τὸ αἰσθητὸν δυναμένοις κάλλος, ἀναθεῖναι τού των τὴν χορηγίαν τετόλμηκεν
因為她不但不認識那賜諸善之物者,甚至竟敢把這些恩賜歸給那全然無能、連自己也無法披上可見之美的偶像。
for she not only was ignorant of the Giver of good things, but even dared to attribute the bestowal of these to things utterly powerless, which cannot even clothe themselves with perceptible beauty.
1:2629
Εἶτα διηγεῖται ὅσων καὶ οἵων ἀπήλαυσε δωρεῶν, καὶ ἐκ πόσων ἐθνῶν αὐτῇ προσεφέροντο τῆς εὐπορίας αἱ ἀφορμαί
接著他敘述她所享受的恩賜何等眾多、何等豐美,以及她那富足的來源是從何等眾多的列國供給她的。
Then he recounts how many and what kind of gifts she enjoyed, and from how many nations the resources of her prosperity were brought to her.
1:2630
Οἱ υἱοί σου περιέθηκάν σοι κάλλος
「你的眾子將美麗披戴在你身上。」
Your sons clothed you about with beauty.
1:2631
Κέδρος ἐκ Σανεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήφθη σαν
「他們用示尼珥的香柏木為你建造;用利巴嫩的松木做了船板的横木。」
Cedar from Senir was built for you; bands of cypress boards were taken from Lebanon.
1:2632
Τοῦ ποιῆσαι ἱστοὺς ἐλατίνους, ἐκ τῆς Βα σανίτιδος ἐποίησαν τὰς κώπας σου
「用以作杉木的桅杆;用巴珊的橡木做了你的槳。」
To make masts of fir; from Bashan they made your oars.
1:2633
Ὄρη ταῦτά ἐστι διαφόρων ξύλων γεννητικά
這些都是出產各種木材的山嶺。
These are mountains that produce various kinds of timber.
1:2634
Ἀπαριθμεῖται τοί νυν τὰ πάντοθεν αὐτῇ προσφερόμενα, καὶ ὅτι τοὺς μὲν ἱστοὺς ἀπὸ τοῦ Λιβάνου τέμνουσα μετεκόμιζες·
於是他一一列舉那從四方運到她這裡的物產,說你從利巴嫩砍下桅杆運來;
So he enumerates the things brought to her from every quarter, and that you cut the masts from Lebanon and carried them off;
1:2635
τὰς δὲ κώπας ἀπὸ τῆς Βασανίτιδος·
槳是從巴珊而來;
and the oars from Bashan;
1:2636
τὰς δὲ οἰκοδο μίας ἀπὸ τοῦ Σανείρ
建材是從示尼珥而來。
and the building materials from Senir.
1:2637
Τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιείμ. Ἀντὶ δὲ τοῦ, τὰ ἱερά σου, οἱ ἄλλοι ἑρμηνευταὶ τὸ κέρας σου τεθείκασι, κατὰ τῶν προειρημένων ἀκολουθίαν·
「他們用象牙做你的聖物,用基提海島的木料做林苑之屋。」不過,其他譯者沒有譯作「你的聖物」,而是譯作「你的角」,以與前文相連貫;
Your sacred things they made of ivory, wooded houses from the islands of the Chettiim. But instead of 'your sacred things,' the other translators have rendered 'your horn,' in accordance with what precedes;
1:2638
τῷ γὰρ ἱστῷ καὶ ταῖς κώπαις, καὶ τὸ κέρας ἀκολουθεῖ
因為桅杆與槳之後,接著便是角。
for the horn follows upon the mast and the oars.
1:2639
εἰδώλων ῥηθείη, οὐδὲν ἀπεικός
若說這些乃是偶像之物,也並無不合宜之處。
It would not be unfitting to say these were of idols.
1:2640
Ἐλεφάντινα γὰρ, φησὶ, κατεσκεύαζεν εἴδωλα, καὶ οἴκους ἀλσώ δεις, τουτέστι, σανίσι κεκαλυμμένους·
因為經上說,她用象牙製造偶像,又造林苑之屋,就是用木板遮蓋的屋宇;
For she fashioned idols of ivory, it says, and wooded houses, that is, covered with boards;
1:2641
οὕτω γὰρ καὶ Ἀκύλας ἡρμήνευσε
因為亞居拉也是這樣翻譯的。
for so Aquila also translated.
1:2642
Τὸ δὲ τίμιον τῶν ξύλων παραδηλῶν, καὶ τοὺς τούτων ἐσήμανε τόπους·
他既指明這木材的貴重,也一併說明了它們的產地:
And, indicating the preciousness of the timber, he also pointed out their places of origin:
1:2643
Ἔφερες γὰρ ταῦτα, φησὶν, ἀπὸ νήσων τῶν Χετ. τιείμ. Χεττιεὶμ δὲ τὰς Ἑλληνικὰς ὀνομάζει νήσους
因為經上說,你把這些從基提的海島運來。他以「基提」稱呼希臘的諸海島。
For you brought these, it says, from the islands of the Chettiim. And by Chettiim he names the Greek islands.
1:2644
Καὶ γὰρ διὰ τοῦ Ἱερεμίου φησὶν Θεός·
因為神藉著耶利米也說:
For through Jeremiah too God says:
1:2645
διὰ δὲ τοῦ Χεττιεὶμ, τὰ πρὸς δυσμάς
又以「基提」指西方的地區。
and by 'Chettiim,' the regions toward the west.
1:2646
Τὸ δὲ Κίττιον πόλισμά ἐστιν ἐν τῇ Κύπρῳ, καὶ μέ χρι τοῦ παρόντος οὕτως ὀνομαζόμενον, δασυνόμενον, κατὰ τὸ Ἑβραίων ἰδίωμα, δείκνυσι τοῦ Χεττιεὶμ τὴν συγγένειαν·
至於基提翁乃是塞浦路斯的一座城,直到今日仍如此稱呼;此名按希伯來人的用語加上送氣音,便顯出它與「基提」的親緣關係;
Now Kittion is a town in Cyprus, so named up to the present day, which, when aspirated according to the Hebrew idiom, shows its kinship with Chettiim;
1:2647
δὲ Κύπρος ἐκράτει κατ' ἐκεῖνον τὸν καιρὸν τῶν νήσων
而塞浦路斯在那時代乃是眾海島中的霸主。
and Cyprus at that time held sway over the islands.
1:2648
Ἐκ τούτων, φησὶ, τῶν νήσων τὰ τίμιά σοι τῶν ξύλων ἐκομίζετο
經上說,你那些貴重的木材乃是從這些海島運來的。
From these islands, it says, the precious timber was brought to you.
1:2649
Βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγέ νετο στρωμνὴ τοῦ περιθεῖναί σοι δόξαν, καὶ περιβαλεῖν σε·
「你的鋪蓋是用埃及繡花的細麻布做的,可以作你的帆,作你的榮耀,纏裹你;」
Fine linen with embroidery from Egypt became your spread, to clothe you with glory, and to wrap you about;
1:2650
ὑάκινθος καὶ πορφύρα ἐκ τῶν νήσων Ἐλισὰ ἐγένοντο περιβόλαιά σου
「你的篷是用以利沙島的藍色紫色布做的。」
blue and purple from the islands of Elisa became your coverings.
1:2651
Αἴγυπτος, φησὶ, προσέφερέν σοι στρωμνὰς ποικίλας καὶ παντοδαπάς·
經上說,埃及供給你各色各樣的鋪蓋;
Egypt, it says, offered you spreads of every colour and every kind;
1:2652
δηλοῖ δὲ τοὺς τάπητας, καὶ τὰ ἄλλα τὰ ἐκεῖθεν κομιζόμενα
這是指那些地毯,以及從那裡運來的其他物品。
and it means the carpets and the other things brought from there.
1:2653
δὲ Ἑλλὰς περιβόλαιά σοι ἐξέπεμπε παντοδαπὰ, τὰ μὲν ἁλουργὰ, τὰ δὲ ὑακιν θίνην περικείμενα χροιάν·
希臘也把各樣的篷布運送給你,有些是海紫色的,有些則披上藍色的色調;
And Greece sent out to you coverings of every kind, some of sea-purple, some clad in the hue of blue;
1:2654
Ἐλισὰ γὰρ τὴν Ἑλλάδα καλεῖ
因為他以「以利沙」稱呼希臘。
for by Elisa he calls Greece.
1:2655
Καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σι δῶνα, καὶ Ἀράδιοι, ἐγένοντο κωπηλάται σου
「住在西頓的你的首領,並亞瓦底人,都作了你的划槳手。」
And your princes who dwell in Sidon, and the Aradians, became your rowers.
1:2656
Τὸ Ἑβραίων καὶ τὸ Σύρων οὐκ ἔχει οἱ ἄρχοντές σου, ἀλλ' οἱ γείτονές σου
希伯來文和敘利亞文所寫的不是「你的首領」,而是「你的鄰居」。
The Hebrew and the Syriac do not have 'your princes,' but 'your neighbours.'
1:2657
Ἵνα δὲ καὶ τῶν Ἑβδομήκοντα τὴν ἑρμηνείαν νοήσωμεν, δεξώμεθα οὕτως·
但為使我們也能明白七十士譯本的譯法,讓我們這樣領會:
But that we may also understand the rendering of the Seventy, let us take it thus:
1:2658
Ὅτι οἱ πάλαι σου ἄρχοντες Σιδώνιοι, νῦν σὺν τοῖς οἰκοῦσι τὴν Ἄραδον τὸν ναυτικόν σου πληροῦσι στό λον, τὰς σὰς ἐρέττοντες ναῦς·
就是說,那些從前作你首領的西頓人,如今與住在亞瓦底的人一同充作你的水手,划你的船隻;
namely, that those who were formerly your princes, the Sidonians, now together with the inhabitants of Aradus man your naval fleet, rowing your ships;
1:2659
οἱ δὲ παρὰ σοὶ ἐπιστή μονες τὸν κυβερνητικὸν λόγον ἀναπληροῦσιν
而你們中間有本領的人,則擔任掌舵的職分。
and those skilled among you fulfil the office of steersmanship.
1:2660
Οἱ σοφοί σου γὰρ, φησὶ, Σὸρ, οἳ ἦσαν ἐν σοὶ, οὗτοι κυβερνῆταί σου
因為經上說,推羅啊,你那些在你中間的智慧人,就是你的舵手。
For your wise men, it says, O Tyre, who were in you, these were your pilots.
1:2661
( θʹ.) Οἱ πρεσβύτεροι Βι βλίων, καὶ οἱ σοφοὶ αὐτῶν, οἳ ἦσαν ἐν σοὶ, οὗ τοι ἐνίσχυον τὴν βουλήν σου
(第九節。)「迦巴勒的長老和他們的智者,那些在你中間的人,他們堅固了你的謀略。」
(Verse 9.) 'The elders of Byblos and their wise men who were in you, these strengthened your counsel.'
1:2662
Οὐ τὴν οἰκείαν πόλιν ἐκράτυνον, ἀλλὰ σοὶ τὰς ἀρίστας βουλάς τε καὶ συμβουλὰς προσέφερον
他們並非鞏固自己的城邑,反倒把最卓越的謀略與建議獻給你。
They did not fortify their own city, but rather offered to you their most excellent counsels and deliberations.
1:2663
Καὶ πάντα τὰ πλοῖα τὰ τῆς θαλάσσης, καὶ οἱ κωπηλάται αὐτῶν, ἦσαν ἐν σοὶ ἀμειβόμενοι τῇ ἐπιμιξίᾳ σου, καὶ ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν. Πανταχόθεν, φησὶ, συνέῤ ῥεον ἔμποροι, τὰ μὲν ἀπεμπωλοῦντες, τὰ δὲ ὠνού μενοι·
「海上一切的船隻和它們的划槳手,都在你中間,藉著你的貿易往來交易,並且為你成了直到極西之地。」他說:從各方商人紛紛聚集,有的變賣貨物,有的購置物品;
'And all the ships of the sea, and their oarsmen, were in you, trafficking in your commerce, and they became for you toward the utmost west.' From every quarter, he says, merchants flowed together, some selling their wares, others buying;
1:2664
τοῦτο γὰρ σημαίνει τὸ ἀμειβόμενοι τῇ ἐπιμι ξίᾳ σου· καὶ οὐ μόνον οἱ πλησιάζοντές σοι εἰς τοὺς λιμένας κατήγοντο, ἀλλὰ καὶ οἱ αὐτὰς τῶν δυσμῶν τὰς ἐσχατιὰς οἰκοῦντες
因為這正是「藉著你的貿易往來交易」所指的意思。不僅那些鄰近你的人進入你的港口,就連那些住在西方極遠邊界的人也是如此。
for this is what is meant by 'trafficking in your commerce.' And not only did those near to you put in at your harbours, but even those dwelling at the very furthest bounds of the west.
1:2665
Τὸ γὰρ, ἐπὶ δυσμὰς δυ σμῶν, τοῦτο σημαίνει·
因為「直到極西之地」這句話所表示的正是此意;
For the phrase 'toward the utmost west' signifies this;
1:2666
οὐ γὰρ μόνον, φησὶν, οἱ ἀπὸ δυσμῶν σου οἰκοῦντες, ἀλλὰ καὶ οἱ ἐκείνων δυτι κώτεροι
他說:因為不僅是那些住在你西邊的人,就連那些比他們更西的人也是如此。
for not only, he says, those dwelling to the west of you, but even those still further west than they.
1:2667
Πέρσαι, καὶ Λίβυες, καὶ Λυδοὶ ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου, οἳ πέλ τας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί·
「波斯人、呂彼亞人和路德人,都在你的軍隊中,是你的勇士,他們在你中間掛起盾牌和頭盔;
'Persians and Libyans and Lydians were in your army, your warriors, who hung up shields and helmets in you;
1:2668
οὗ τοι ἔδωκαν τὴν δόξαν σου
他們使你得著榮耀。」
these gave your glory.'
1:2669
ἐπὶ τῶν τειχῶν κύκλῳ ἦσαν
「他們周圍在城牆之上。」
'They were upon the walls round about.'
1:2670
Ἀλλὰ καὶ Μῆδοι ἐν τοῖς πύργοις σου ἦσαν φύλακες·
「並且瑪代人也在你的樓塔中作守衛;
'But the Medes also were guards in your towers;
1:2671
τὰς φαρέτρας αὑτῶν ἐκρέμασαν ἐπὶ τῶν ὤμων σου κύκλῳ·
他們把箭袋掛在你四圍的肩上;
they hung their quivers upon your shoulders round about;
1:2672
οὗτοι ἐτελείωσάν σου τὸ κάλλος
他們使你的美麗臻於完全。」
these perfected your beauty.'
1:2673
Λέγει δὲ καὶ τῆς πανοπλίας τὰ εἴδη, φαρέτρας, καὶ πέλτας, καὶ περικεφαλαίας
他也提到全副武裝的種類:箭袋、盾牌和頭盔。
He mentions also the kinds of full armour: quivers, and shields, and helmets.
1:2674
Πέλτη δέ ἐστιν μικρὰ ἀσπὶς, ἣν οἱ γυμνῆται ἐν τοῖς πολέ μοις ἐπιφέρονται·
「小圓盾」是輕裝兵在戰爭中所攜帶的小盾;
The 'pelta' is the small shield which lightly-armed troops carry in battle;
1:2675
ταύτῃ δὲ χρῶνται καὶ οἱ τὴν πυῤῥίχην παίζοντες
那些跳皮里克戰舞的人也使用它。
and those who perform the pyrrhic dance also use it.
1:2676
Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πά σης δυνάμεώς σου, ἀργύριον, καὶ χρυσίον, καὶ χαλκὸν, καὶ σίδηρον, καὶ κασσίτερον, καὶ μόλιβδον ἔδωκαν τὴν ἀγοράν σου
「迦太基人是你的商人,出於你一切勢力的眾多;他們把銀、金、銅、鐵、錫和鉛供給你的市場。」
'The Carthaginians were your merchants, from the multitude of all your power; silver, and gold, and bronze, and iron, and tin, and lead they gave for your market.'
1:2677
Τὴν Καρχη δόνα (μητρόπολις δέ ἐστι τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης), καὶ Σύρος καὶ Ἑβραῖος Θαρσὶς ὀνομάζει·
迦太基(它是古時稱為呂彼亞、如今稱為非洲之地的都城),敘利亞譯本和希伯來譯本都稱之為他施;
Carthage (it is the metropolis of what was of old called Libya, but now Africa) both the Syrian and the Hebrew name Tharshish;
1:2678
διὰ δὲ τῆς μητροπόλεως τὴν ἐκ παντὸς τοῦ ἔθνους προσφερομένην τῶν ἐκεῖ μεταλ λευομένων ὑλῶν ἐμπορίαν ἐδήλωσεν
他藉著這都城,表明了從整個民族運來、在那裡所開採之礦物的貿易。
and through the metropolis he indicated the commerce, brought from the whole nation, of the materials mined there.
1:2679
Ἑλλὰς πᾶσα, καὶ τὰ παρατείνοντα αὐτῇ, ἐνεπορεύοντο ἐν σοὶ ἐν ψυχαῖς ἀνθρώ πων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἀγοράν σου
「全希臘和其毗連之地,都與你交易人口,並把銅器供給你的市場。」
'All Greece, and the lands extending alongside it, trafficked with you in the souls of men, and vessels of bronze they gave for your market.'
1:2680
Ἀνδράποδα, φησὶ, καὶ σκεύη χαλκᾶ, ἀπὸ τῆς Ἑλλάδος καὶ τῶν πλησιοχώρων ἐκομίζετό σοι
他說:從希臘和鄰近地區運來奴隸和銅器給你。
Slaves, he says, and bronze vessels were brought to you from Greece and the neighbouring regions.
1:2681
Ἐξ οἴκου Θογορμᾶ ἵππους, καὶ ἱππεῖς, καὶ ἡμιόνους ἔδωκαν τὴν ἀγοράν σου
「從陀迦瑪家,他們把馬匹、騎兵和騾子供給你的市場。」
'From the house of Thogorma they gave horses, and horsemen, and mules for your market.'
1:2682
Ἵππους δὲ, φησὶ, καὶ τοὺς τούτων ἐπιβάτας, καὶ ἡμιόνους, Φρυγία σοι ἔπεμπεν·
他說:弗呂家把馬匹和牠們的騎手,以及騾子送給你;
Horses, he says, and their riders, and mules, Phrygia sent to you;
1:2683
οὕτω γὰρ ἑρμηνεύουσι τὸν οἶκον τοῦ Θογορμᾶ ιεʹ
因為他們如此解釋「陀迦瑪家」。(第十五節。)
for thus they interpret 'the house of Thogorma.' (Verse 15.)
1:2684
Υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου, κέρατα καὶ ὀδόν τας ἐλεφαντίνους
「羅底人的子孫是你的商人;他們從眾海島增添你的貿易,就是角和象牙。」
'The sons of the Rhodians were your merchants; from the islands they multiplied your commerce, horns and ivory tusks.'
1:2685
Τὰ κέρατα Σύμμαχος ἐβένους ἡρμήνευσεν, ἀφ' ὧν τὰ ἐβένια καλούμενα γίνεται
西馬庫斯把「角」解作烏木,就是製造所謂烏木器物所用的。
The 'horns' Symmachus interpreted as ebony, from which what are called ebony wares are made.
1:2686
Ταῦτα, φησὶν, οἱ Ῥόδιοι τὴν θάλατταν διαπλέοντες ἐκόμιζόν σοι, καὶ τὴν τούτων ἀνεπλήρουν σοι χρείαν
他說:羅底人航海渡洋,把這些東西帶給你,並供應你對它們的需用。
These things, he says, the Rhodians, sailing across the sea, brought to you, and supplied your need of them.
1:2687
Καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μι σθούς σου·
「你也把工價還給那些輸入之物;」
'And to those things imported you gave in exchange your wages;'
1:2688
( ι ʹ.) Ἀνθρώπους ἐμπορίας σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου
(第十節。)「你貿易之人,出於你混雜之眾的眾多。」
(Verse 10.) 'The men of your commerce, from the multitude of your mingled company.'
1:2689
Ταῦτα δὲ, φησὶν, ἅπαντα ὑποδεχομένη, σὺ ἀντεδίδους τοῖς κο μίζουσιν ἀνδράποδα, μετοίκους ἔχουσα πλείστους·
他說:你接納了這一切,並回報那些帶來奴隸的人,你擁有極多的僑居者;
All these things, he says, you received, and you gave in return to those who brought slaves, having very many resident aliens;
1:2690
τούτους γὰρ συμμίκτους ἐκάλεσε, τοὺς ἐξ ἑτέρων. μὲν ἐθνῶν ὁρμωμένους, σὺν αὐτοῖς δὲ οἰκεῖν αἱρου μένους
因為他把這些人稱為「混雜之眾」,就是那些從別的民族出來,卻選擇與他們同住的人。
for he called these 'the mingled company'—those who, setting out from other nations, chose to dwell together with them.
1:2691
Στακτὴν, καὶ πορφύραν, καὶ ποικίλματα, καὶ βύσσον ἐκ Θαρσὶς, καὶ Ῥααμὼθ, καὶ Χὼθ ἔδωκαν τὴν ἀγοράν σου. Εἶχες δὲ πρὸς τοῖς ἤδη εἰρημένοις καὶ ἕτερα ἀπὸ τῆς Καρχηδόνος ἀγαθὰ, οὐ μόνον σε διὰ τῆς ἐσθῆτος καλλωπίζοντα, καὶ ποι κίλοις ἐνδύμασί σε περιβάλλοντα, ἀλλὰ καὶ ἡδύσματα πολλήν σοι τὴν εὐοσμίαν προσφέροντα
「沒藥油、紫色布、繡花物和細麻布,從他施、拉抹和何特而來,他們供給你的市場。」除了已經提到的之外,你還從迦太基得著別的美物,這些不僅以衣裳裝飾你、以繡花的服裝披覆你,也把香料的濃郁芬芳帶給你。
'Myrrh-oil, and purple, and embroidered work, and fine linen from Tharshish, and Raamoth, and Choth they gave for your market.' You had, besides the things already mentioned, still other goods from Carthage, which not only adorned you with clothing and clothed you in embroidered garments, but also brought you the great fragrance of perfumes.
1:2692
Στακτὴν μὲν γὰρ, ὀνομάζει τὸ καλούμενον βάλσαμον·
因為他以「沒藥油」稱那所謂的香脂;
For by 'myrrh-oil' he names what is called balsam;
1:2693
Ῥααμὼθ δὲ τὰ ἄλλα ἀρώματα
以「拉抹」稱其他的香料。
and by 'Raamoth' the other aromatics.
1:2694
Ἰούδας καὶ Ἰσραὴλ οὗτοι ἔμποροί σου ἐν σίτου πράσει, καὶ μύρων, καὶ κασίας·
「猶大和以色列,這些是你的商人,經營麥子、膏油和桂皮的買賣;
'Judah and Israel, these were your merchants in the sale of wheat, and of ointments, and of cassia;
1:2695
καὶ πρῶτον μέλι, καὶ ἔλαιον, καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου
他們把上好的蜂蜜、油和乳香供入你的混雜之眾。」
and first honey, and oil, and resin they gave into your mingled company.'
1:2696
Τοσαύτη γὰρ, φησὶν, ἐκ τῆς Ἰουδαϊκῆς ἐμπορίας προσφερομένη σοι ἀφθονία, ὅτι οἱ σὺν σοὶ, καὶ οἱ ἐν σοὶ ξένοι καὶ μέτοικοι τῶν εἰσφερομένων ἀπήλαυον ἀγαθῶν, τοῖς μὲν εἰς ἐδω δὴν χρώμενοι, τοῖς δὲ εἰς τὴν ἀπὸ τῆς εὐοσμίας τρυ φήν
他說:從猶太貿易帶給你的豐盈是如此之多,以致與你同在的人,以及在你中間的外人與僑居者,都享用這些輸入的美物,有的用作食物,有的用作芬芳所帶來的享受。
So great, he says, was the abundance brought to you from the Judaean commerce, that those with you, and the strangers and resident aliens within you, enjoyed the imported goods, using some for food, and others for the delight that comes from fragrance.
1:2697
ἐνεπορεύου τοίνυν καὶ ταύτην, ἀπεμπωλοῦσα τὰ πε ριττὰ, καὶ τὸ ἐντεῦθεν χρυσίον συλλέγουσα
因此你也經營這貿易,變賣多餘之物,並積聚由此而來的金子。
You therefore trafficked in this also, selling off the surplus, and gathering the gold that came from it.
1:2698
Οἶνος λιπαρὸς ἐκ Χελβὼν, καὶ ἔριον στιλβὸν ἐκ Μιλήτου
「從黑本來的醇酒,從米利都來的光亮羊毛。」
'Rich wine from Chelbon, and glossy wool from Miletus.'
1:2699
δὲ Χελβὼν κώμη τις ἦν αὐτῆς πλησιόχωρος
黑本是一個鄰近它的村莊。
Chelbon was a certain village neighbouring upon it.
1:2700
Πανταχόθεν σοι, φησὶ, προσεφέρετο τὰ ἀγαθά·
他說:美物從各方帶給你;
From every quarter, he says, good things were brought to you;
1:2701
οἶνος ἡδὺς καὶ ἀνθοσμίας ἐκ τοῦδε τοῦ ἔθνους, τὸ δὲ κάλλιστον ἔριον ἀπὸ τῆς Μιλήτου·
從這民族來甘甜芬芳的酒,從米利都來最上等的羊毛;
sweet and fragrant wine from this nation, and the finest wool from Miletus;
1:2702
πόλις δὲ καὶ αὕτη πάλαι μὲν τῆς Ἰωνίας, νῦν δὲ τῆς Καρίας·
這也是一座城,從前屬於愛奧尼亞,如今屬於卡里亞;
this too is a city, formerly of Ionia, but now of Caria;
1:2703
τὸ δὲ Χελβὼν Χαλβάνην Σύμμαχος ἡρμή νευσε
西馬庫斯把「黑本」解作查爾巴內。
and 'Chelbon' Symmachus interpreted as Chalbane.
1:2704
Ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχοὶ ἐν τῷ συμμίκτῳ σού εἰσι
「從亞薛來鍛造的鐵和車輪,都在你的混雜之眾中。」
'From Asel wrought iron, and wheels are in your mingled company.'
1:2705
Ἀραβία, καὶ πάντες οἱ ἄρχοντες Κηδὰρ, οὗτοι ἔμποροι διὰ χειρῶν σου·
「亞拉伯和基達的一切首領,這些都是藉你手經商的商人;
'Arabia, and all the rulers of Kedar, these were merchants through your hands;
1:2706
καὶ κριοὺς, καὶ ἀμνοὺς, ἐν οἷς ἐμπορεύ ονταί σοι
還有公綿羊和羊羔,他們以這些與你交易。」
and rams, and lambs, in which they traded with you.'
1:2707
Οἱ μὲν, φησὶν, ἐκόμιζόν σοι σίδηρον εἰργασμένον, οἱ δὲ ἡμιόνους καὶ ἵππους εἰς ἅρματα, οἱ δὲ καμήλους, καὶ κριοὺς, καὶ ἀμνοὺς, ἵνα τὰ μὲν ἀχθοφορῇ, τὰ δὲ τρέφῃ καὶ ἀμφιεννύῃ
他說:有的把鍛造的鐵帶給你,有的帶來套車的騾子和馬匹,有的帶來駱駝、公綿羊和羊羔,好叫有的用來負重,有的用來供食物和衣著。
Some, he says, brought you wrought iron, others mules and horses for chariots, others camels, and rams, and lambs, so that some might bear burdens, and others provide food and clothing.
1:2708
Κηδὰρ δὲ τοῦ Ἰσμαὴλ τοὺς ἀπογόνους καλεῖ·
他以「基達」稱以實瑪利的後裔;
By 'Kedar' he calls the descendants of Ishmael;
1:2709
Ἀσὴλ δέ τινες τὴν Ἀσίαν ὑπέλαβον, ἀρίστους ἔχουσαν σιδήρου τεχνίτας, καὶ τὰ ἐκ σιδήρου σκεύη εὖ μάλα κατα σκευάζουσαν
至於「亞薛」,有些人認為是亞細亞,那裡有最優良的鐵匠,並且極善於製造鐵器。
and 'Asel' some have supposed to be Asia, which has the best craftsmen of iron, and produces ironware exceedingly well.
1:2710
Οἱ ἔμποροι Σαβᾶ καὶ Ῥεγμᾶ, καὶ αὐτοὶ ἔμποροί σου, μετὰ πρώτων ἡδυσμάτων, καὶ λί θων τιμίων, οἱ καὶ χρυσὸν ἔδωκαν τὴν ἀγοράν σου
「示巴和拉瑪的商人,這些也是你的商人,帶著上好的香料和寶石,他們也把金子供給你的市場。」
'The merchants of Saba and Regma, these too were your merchants, with the finest of aromatics, and precious stones, who also gave gold for your market.'
1:2711
Σαβᾶ καὶ Ῥεγμᾶ ἐκ τοῦ Χοὺζ τὸ γένος κατ άγουσι·
示巴和拉瑪源出於古實;
Saba and Regma derive their descent from Chous;
1:2712
πρωτότοκος δὲ τοῦ Χὰμ Χούζ
而古實是含的長子。
and Chous was the firstborn of Cham.
1:2713
Αἰθιοπικὰ τοίνυν ταῦτα καὶ Ἰνδικὰ ἔθνη·
所以這些是衣索比亞和印度的民族;
These, then, are Ethiopian and Indian nations;
1:2714
δηλοῖ δὲ καὶ τὰ ἐκεῖ θεν κομιζόμενα, λίθοι τίμιοι, καὶ χρυσίον, καὶ ἡδύ σματα
他也表明了從那裡運來的東西:寶石、金子和香料。
and he makes clear also the things brought from there: precious stones, and gold, and aromatics.
1:2715
Χαῤῥὰν αἱ Κάῤῥαι, Χαλὰν δὲ Χα λάνη, οὗ πύργος ᾠκοδομήθη
「哈蘭」就是加萊,「甲尼」就是迦拉尼,那建造巴別塔之處。
'Charrhan' is Carrhae, and 'Chalan' is Chalane, where the tower was built.
1:2716
Σαβᾶ, καὶ Ἀσσοὺρ, καὶ Χαρμὰν ἔμποροί σου·
「示巴、亞述和哈曼是你的商人;」
'Saba, and Assur, and Charman were your merchants;'
1:2717
(κδʹ.) Φέροντες ἐμπορίαν ἐν Μαχαλὶμ, καὶ ἐν Γαλιμά·
(第二十四節。)「把貨物運到瑪哈林和迦利瑪;」
(Verse 24.) 'bringing merchandise in Machalim, and in Galima;'
1:2718
ὑάκινθον, καὶ ποικιλίαν, καὶ θησαυ ροὺς ἐκλεκτοὺς ἐν μαγώζοις συγκειμένους, καταδεδεμένους ἐν σχοινίοις καὶ ἐν κυπα ρισσίνοις πλοίοις, ἐν αὐτοῖς ἐμπορία σου
「紫藍色布、繡花物和上好的珍寶,裝在箱匣中,用繩索捆綁,並存於柏木船上——你的貿易就在其中。」
'hyacinth-blue, and embroidered work, and choice treasures bound up in chests, tied with cords and in cypress-wood ships—in these was your commerce.'
1:2719
Σαβᾶ ἔθνος Ἰνδικὸν ὀνομάζει·
他把「示巴」稱為印度的民族;
'Saba' he names as an Indian nation;
1:2720
εὑρίσκομεν γὰρ καὶ ἐν τῇ τοῦ Σὴμ γενεαλογίᾳ τοῦτο τὸ ὄνομα·
因為我們在閃的家譜中也找到這名字;
for we find this name also in the genealogy of Shem;
1:2721
Χαρμὰν δὲ τὴν λεγομένην Καρ μαήνην
他把「哈曼」稱為那所謂的加曼尼亞。
and 'Charman' he names as what is called Carmania.
1:2722
Τὸ δὲ, Ἐν Μαχαλὶμ καὶ ἐν Γαλιμὰ, ὑάκιν θον, καὶ ποικιλίαν, καὶ θησαυροὺς ἐκλεκτοὺς ἐν μα γώζοις συγκειμένους, Ἀκύλας οὕτως ἡρμήνευσε·
至於「在瑪哈林和迦利瑪,紫藍色布、繡花物和裝在箱匣中的上好珍寶」這句話,亞居拉如此解釋:
As for the phrase 'In Machalim and in Galima, hyacinth-blue, and embroidered work, and choice treasures bound up in chests,' Aquila interpreted it thus:
1:2723
Ἐγκατασκεύοις εἰλήμμασιν ὑακίνθου καὶ ποικι λίας, καὶ ἐν μαγώζοις συγκειμένοις. Τὸ δὲ ἐν μα γώζοις ἀπὸ τοῦ Ἑβραίου ἐξελληνίζει·
「用紫藍色和繡花所製成的包裹,並裝在箱匣中。」他把「在箱匣中」從希伯來文譯成希臘文;
'With made-up wrappings of hyacinth-blue and of embroidery, and bound up in chests.' And 'in chests' he renders into Greek from the Hebrew;
1:2724
σημαίνει δὲ ἐν ἀποκρύφοις σκεύεσιν·
它的意思是「在隱密的器皿中」;
and it signifies 'in hidden vessels;'
1:2725
οὕτω γὰρ καὶ Σύρος νοήσας ἡρμήνευσεν·
因為敘利亞譯本也如此領會並翻譯了它;
for thus also the Syrian, understanding it, interpreted it;
1:2726
ἐσθὴς δὲ, φησὶ, πολυτελὴς, καὶ ποι κίλη διὰ πολυτίμων εἰλημμάτων κεκαλυμμένη, καὶ ἐν σκεύεσιν ἄριστα ἠσκημένοις ἀποκειμένη, καὶ ἐν σχοινίοις καταδεδεμένη ἐκομίζετό σοι
他說:貴重而花樣繁多的衣裳,以貴價的包裹覆蓋著,收藏在精工製作的器皿中,並用繩索捆綁,被帶到你這裡。
and costly clothing, he says, and of varied kinds, covered with precious wrappings, and stored away in vessels most excellently wrought, and bound up with cords, was brought to you.
1:2727
Πλοῖα Καρχηδονίων ἐν τῇ ἐμπορίᾳ σου ἐν τῷ πλήθει τῶν συμμίκτων σου
「迦太基人的船隻在你的貿易中,在你混雜之眾的眾多裡。」
'The ships of the Carthaginians were in your commerce, in the multitude of your mingled company.'
1:2728
Ἐκέχρησο δὲ καὶ τοῖς Καρχηδονίων πλοίοις εἰς ἐμπορίαν, πλῆθος ἄπειρον ἔχουσα οὐ μόνον οἰκεῖον, ἀλλὰ καὶ ἐπείσα κτον
你也使用迦太基人的船隻來經商,你不僅擁有無數自產之物,也有無數輸入之物。
You made use also of the ships of the Carthaginians for commerce, having a boundless multitude not only of your own, but also of imported goods.
1:2729
Καὶ ἐνεπλήσθης, καὶ ἐβαρύνθης σφόδρα ἐν καρ δίαις θαλασσῶν
「你既充滿,又在眾海的中心極其沉重。」
'And you were filled, and became very heavily laden in the hearts of the seas.'
1:2730
( κ ʹ.) Ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου
(第二十六節。)「你的划槳手把你帶到大水之中。」
(Verse 26.) 'In much water your oarsmen brought you.'
1:2731
κόρος, φησὶν, ἐποίησέν σε σκιρτῆσαι, καὶ ἀπολαύουσα τῶν ἀγαθῶν τὸν εὐεργέτην ἠγνόησας
他說,飽足使你歡躍雀跳,你享受著各樣美好之物,卻不認識那賜恩的主。
Satiety, he says, made you leap for joy, and while enjoying the good things you forgot your Benefactor.
1:2732
Ταύτην καὶ κατὰ τοῦ Ἰσραὴλ τὴν κατηγορίαν ἐποιήσατο
他也曾以同樣的控訴指責以色列。
This same accusation he brought also against Israel.
1:2733
Ἔφαγε γὰρ, φησὶν, Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ἠγαπη. μένος. Ἐπειδὴ οὐδεμίαν ὠφέλειαν ἐκ τῆς εὐ ημερίας ἐκαρπώσω, τοῖς ἐναντίοις σε σωφρονεῖν δι δάξω
因為他說:「雅各吃了,就得飽足,那蒙愛的竟踢跳背叛。」既然你從順境中未得任何益處,我就要藉逆境教你學會自制。
For 'Jacob ate,' he says, 'and was filled, and the beloved kicked out.' Since you have reaped no benefit from prosperity, I will teach you self-control through adversity.
1:2734
Τὸ πνεῦμα γὰρ, φησὶ, τοῦ νότου συνέτριψέ σε ἐν καρδίᾳ θαλάσσης. Τροπικῶς τὸν Βαβυλώνιον οὕτω προσηγόρευσεν·
他說:「因為南風已在海心把你摧毀。」他以此比喻性地稱呼那巴比倫人;
'For the wind of the south,' he says, 'has crushed you in the heart of the sea.' Figuratively he thus named the Babylonian;
1:2735
ἐπειδὴ νότος μέγιστα ἐγείρειν πέφυκε κύματα, καὶ χαλεπὸν κατὰ τῶν πλεόντων ἐγείρειν τὸν κλύδωνα, τροπικῶς, ὡς ἐπὶ παραλίας πόλεως, νότον καλεῖ τῶν πολεμίων τὴν ἔφοδον
因為南風本性最能激起巨浪,並掀起兇惡的波濤來對付航行者,他便以比喻的方式—彷彿論及一座沿海城市—把敵人的來襲稱為南風。
since the south wind is wont to stir up the greatest waves and to raise a grievous surge against those who sail, figuratively—as though speaking of a coastal city—he calls the assault of the enemies a south wind.
1:2736
Εἶτα λέγει, ἵνα μὴ τοῖς αὐτοῖς ἐνδιατρίβω μεν, ὅτι·
接著,為免我們在同一要點上停留過久,他說:
Then, that we may not dwell on the same points, he says that:
1:2737
Καὶ σὲ, καὶ τοὺς μετοίκους σου, καὶ τοὺς κωπηλάτας, καὶ τοὺς κυβερνήτας, καὶ τοὺς συμβού λους, καὶ τοὺς ἐμπόρους, καὶ τοὺς τὸν πολεμικὸν πληροῦντας κατάλογον, πανωλεθρία καταλήψεται·
你和你的僑居者、划槳的、掌舵的、謀士、商賈,以及那些充任戰鬥行列的人—全然的毀滅必臨到他們身上;
And you, and your settlers, and the rowers, and the pilots, and the counselors, and the merchants, and those who fill the ranks of war—utter destruction shall overtake them;
1:2738
τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς·
因為他這樣說時,正是指明此事:
for this he signified when he said:
1:2739
Πεσοῦνται ἐν μέσῳ καρδίας θαλασσῶν. Προστίθησι δὲ, ὅτι τῆς πολιορ κίας καὶ τῆς ἁλώσεως γενομένης, οἱ πόῤῥωθεν δι άγοντες κυβερνῆταί σου δέει περιπεσοῦνται πολλῷ, καὶ εἰς φυγὴν τραπήσονται·
他們必倒斃在諸海的中心。他又補充說,當圍攻與陷落發生時,你那住在遠處的掌舵者必被大懼所襲,轉身逃跑;
They shall fall in the midst of the heart of the seas. And he adds that, when the siege and the capture have taken place, your pilots who dwell far off shall be seized with great fear and shall turn to flight;
1:2740
ταὐτὰ δὲ δράσουσι καὶ οἱ ναῦται σὺν τοῖς πρωρεῦσι, καὶ καταλιπόντες τὰ σκάφη, θρηνοῦντες καὶ ὀλοφυρόμενοι τὴν γῆν κατα λήψονται·
水手們也必與船首的人一同如此行,撇下他們的船隻,哀號悲泣,逃向陸地;
the sailors too shall do the same together with the prow-men, and abandoning their vessels, wailing and lamenting, they shall take to the land;
1:2741
καὶ γῇ μὲν τὴν κεφαλὴν καταπάσονται, ἐπ' αὐτοῦ δὲ τοῦ ἐδάφους κατακλιθήσονται, τὴν ἐκεῖ θεν ἐκματτόμενοι κόνιν·
他們必把塵土撒在自己頭上,並俯臥在地上,抹去那裡的塵埃;
and they shall strew earth upon their heads, and lie down upon the very ground, wiping off the dust from thence;
1:2742
γυμνώσουσι δὲ τὰς κεφα λὰς τῆς ἀπὸ τῶν τριχῶν εὐπρεπείας, καὶ σάκκους περιζωσάμενοι, θρηνοῦντες καὶ ὀδυρόμενοι διατελέ σουσιν
他們必剃去頭髮的美飾,腰束麻布,不住地哀號悲慟。
they shall strip their heads of the comeliness of their hair, and girding themselves with sackcloth, they shall continue wailing and mourning.
1:2743
Εἶτα λέγει καὶ τὸν ὑπ' αὐτῶν γινόμενον θρῆ νον
接著他也述說他們所發出的哀歌。
Then he sets forth also the lamentation made by them.
1:2744
θαλάσσης; Ἐν ἡσυχίᾳ, φησὶ, καὶ εἰρήνῃ πάντα τοῦτον διετέλεσας τὸν χρόνον·
……海的嗎?他說,你在安寧與平靜中度過了這一切歲月,
…of the sea? In quietness, he says, and peace you passed all this time,
1:2745
οὐδενός σοι θόρυβον ἐπεγεῖραι τολμήσαντος
無人膽敢向你掀起騷亂。
no one having dared to stir up tumult against you.
1:2746
Πόσον τινὰ εὗρες μισθόν σου ἀπὸ τῆς θαλάσσης; Ἱκανὸν τοῦτο διδάξαι πάντας ἀνθρώ πους, μὴ μεγαλοφρονεῖν ἐπὶ τῇ δοκούσῃ εὐημερίᾳ, διὰ τὴν ἀκολουθοῦσαν μεταβολήν·
你從海上為自己尋得了多大的酬報呢?這足以教導世人,不可因看似的順境而心高氣傲,因為隨後必有變遷;
How great a wage did you find for yourself from the sea? This suffices to teach all men not to be high-minded over seeming prosperity, because of the change that follows;
1:2747
τοῦτο γὰρ καὶ τῇ Τύρῳ φησί·
因為他也對推羅如此說:
for this he says also to Tyre:
1:2748
Τί κεκέρδηκας ἐν τοσούτῳ χρόνῳ ἀπὸ τῆς πολλῆς ἐμπορίας σου; καὶ μήν φησι·
在這麼長的時間裡,你從你眾多的貿易中得了甚麼呢?他確實說:
What have you gained in so long a time from your abundant trade? And indeed he says:
1:2749
Καὶ ἀπὸ τοῦ συμμίκτου σου καὶ τῆς ἐπιμιξίας ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς
你藉著你混雜的群眾與往來的貿易,使地上眾王都富足了。
And from your mingled multitude and your commerce you enriched all the kings of the earth.
1:2750
(λδλ ʹ.) Νῦν δὲ συνετρίβης ἐν θαλάσσῃ ἐν βάθει ὕδατος·
(三十四節)但如今你在海中,在深水裡被摧毀了;
(v. 34.) But now you are crushed in the sea, in the deep of the water;
1:2751
σύμμικτός σου καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, καὶ πάντες οἱ κωπηλάται σου
你那混雜的群眾和你全部的會眾都倒斃在你中間,並你一切划槳的人。
your mingled multitude and all your assembly fell in the midst of you, and all your rowers.
1:2752
Κατοικοῦντες τὰς νήσους στυγνάσουσιν ἐπὶ σὲ, καὶ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστή σονται, καὶ δακρύσει τὸ πρόσωπον αὐτῶν
住在海島上的必為你憂愁,他們的君王必大大驚駭,他們的臉必流淚。
Those who dwell in the islands shall be gloomy over you, and their kings shall be utterly astonished, and their face shall weep.
1:2753
Ἔμποροι ἀπὸ ἐθνῶν συριοῦσιν ἐπὶ σοὶ, ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα
列邦的商賈必向你發嗤笑之聲;你已成為荒亡,你必永不再存留。
Merchants from the nations shall hiss over you; you have become a destruction, and you shall be no more forever.
1:2754
Σκόπησον, φησὶν, ὡς οὐδὲν ὤνησέ σε περὶ τὴν ἐμπορίαν πόνος, τῶν ἐθνῶν ἁπάντων ἄφιξις
他說,你要細想,那為貿易所付的勞苦,以及萬國的前來,都全然於你無益。
Consider, he says, how the toil about trade profited you nothing, nor the coming of all the nations.
1:2755
Οὗ χάριν πάντες νησιῶνται καὶ παράλιοι σὺν τοῖς οἰκείοις σε. θρηνοῦσι βασιλεῦσιν, ὁρῶντες τὴν πάλαι περιφα νεστάτην πόλιν ἀθρόον ἀφανῆ καὶ φροῦδον γεγενη μένην·
為此,一切海島與沿海的居民,連同他們自己的君王,都為你哀哭,眼見那昔日極其顯赫的城,忽然成為烏有、消逝無蹤;
For this reason all the islanders and coast-dwellers, together with their own kings, lament you, seeing the city once most illustrious suddenly become vanished and gone;
1:2756
θαυμάζοντες δὲ τὴν εἰς ἐρημίαν ἐσχάτην μεταβολήν σου, τῷ συριγμῷ τὴν τῆς διανοίας ἔκπλη ξιν σημανοῦσι
他們驚異於你竟變為極度的荒涼,便以嗤笑之聲表明他們心中的驚駭。
and marveling at your change into utter desolation, by their hissing they shall signify the astonishment of their mind.
1:2757
Τὸ δὲ, οὐκέτι ἔση εἰς τὸν αἰῶνα, κατὰ τὴν ἤδη γενομένην ὑφ' ἡμῶν ἑρμηνείαν νοήσο μεν
至於「你必永不再存留」這句話,我們要照我們先前所作的解釋來理解。
But the phrase 'you shall be no more forever' we shall understand according to the interpretation already given by us.
1:2758
Εἰ δὲ καὶ ἑτέραν δεῖ προσθεῖναι τοῖς εἰρημέ νοις, οὐκ ἀποκνήσομεν
但若還須在既已所言之上再添一解,我們也不會躊躇迴避。
But if it is needful to add yet another to what has been said, we shall not shrink from it.
1:2759
Ἠκούσαμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος·
我們已聽見萬有的神藉先知耶利米說:
We have heard the God of all speaking through the prophet Jeremiah:
1:2760
Πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἐξᾶραι αὐ τοὺς, καὶ καθελεῖν, καὶ ἀπολλύειν·
我何時論到一邦或一國,說要拔出、拆毀、毀滅;
At one moment I will speak concerning a nation and concerning a kingdom, to root them out and to pull down and to destroy;
1:2761
κἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ τῶν κακῶν αὑτῶν, μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς·
但那一邦若回轉離開他們的惡行,我就必後悔,不將我所思念要降與他們的災禍降與他們;
yet if that nation turn from their evils, I will repent concerning the evils which I devised to do to them;
1:2762
καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι·
我何時論到一邦或一國,說要建立、栽植;
and at one moment I will speak concerning a nation and concerning a kingdom, to build up and to plant.
1:2763
Ἀποφαίνεται γὰρ κατὰ τῶν μετανοίᾳ μὴ χρωμένων·
因為他是向那些不肯運用悔改的人宣判定罪;
For he declares sentence against those who make no use of repentance;
1:2764
ἐπὶ δὲ τῶν τὰ τῆς μετανοίας φάρ μακα δεξαμένων τῆς τιμωρίας ψῆφος ἀργεῖ
然而在那些領受了悔改之良藥的人身上,刑罰的判決便歸於無效。
but upon those who have received the medicines of repentance the vote of punishment lies idle.
1:2765
Τοῦτο καὶ ἐπὶ τῶν Νινευϊτῶν ἐγένετο·
這事也曾發生在尼尼微人身上;
This happened also in the case of the Ninevites;
1:2766
κατεψηφίσατο γὰρ αὐτῶν πανωλεθρίαν, εἰρηκώς·
因為他曾判定他們全然毀滅,說:
for he decreed utter destruction against them, saying:
1:2767
Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Ἀλλὰ μετανοήσαν τας ἐδέξατο, καὶ τὴν ἀπόφασιν ἔλυσεν
再過三日,尼尼微必傾覆了。但他們悔改,他就悅納了他們,並廢除了那判決。
Yet three days, and Nineveh shall be overthrown. But when they repented he received them, and dissolved the sentence.
1:2768
Καὶ ἐνταῦθα τοίνυν τῆς διηνεκοῦς τιμωρίας ἔλυσε τὴν ψῆφον τῶν ἀπογόνων μεταβολή
所以在此處,後裔的悔改轉變,也照樣廢除了永久刑罰的判決。
And here too, therefore, the change of the descendants dissolved the vote of perpetual punishment.
1:2769
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
耶和華的話臨到我,說:
And the word of the Lord came to me, saying:
1:2770
Καὶ σὺ, υἱὲ ἀνθρώπου, εἰπὲ τῷ ἄρχοντι Τύρου·
人子啊,你要對推羅的君王說:
And you, son of man, say to the ruler of Tyre:
1:2771
Τάδε λέγει Ἀδωναῒ Κύριος·
主阿多乃耶和華如此說:
Thus says Adonai the Lord:
1:2772
Ἀνθ' ὧνὑψώθη καρδία σου, καὶ εἶπας·
因你心裡高傲,說:
Because your heart was lifted up, and you said:
1:2773
Θεός εἰμι ἐγὼ, κατοικίαν Θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσ σης·
我是神,我坐在海心,居於神的居所中;
I am God, I have dwelt in the dwelling of God in the heart of the sea;
1:2774
σὺ δὲ εἰ ἄνθρωπος καὶ οὐ Θεὸς, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ
然而你是人,並不是神,你竟自居其心如同神的心。
but you are a man and not God, and you have set your heart as the heart of God.
1:2775
Βδελυρὰ μὲν ἅπαντα τὰ τῆς ἁμαρτίας εἴδη, βδελυρωτάτη δὲ πάν των ὑπερηφανία·
罪的一切種類固然都可憎,但其中最可憎的乃是驕傲;
Abominable indeed are all the kinds of sin, but most abominable of all is pride;
1:2776
Πᾶν γὰρ ὑψηλὸν, φησὶ, βδέ λυγμα ἔναντι Κυρίου· καί·
因為他說:「凡心裡高傲的,都為耶和華所憎惡。」又說:
for 'everything lofty,' he says, 'is an abomination before the Lord;' and:
1:2777
Ὑπερηφάνοις Κύ ριος ἀντιτάσσεται· καὶ θεῖος Ἀπόστολος·
神阻擋驕傲的人;那位聖使徒也說:
The Lord sets himself against the proud; and the divine Apostle:
1:2778
Μὴ νεόφυτον, φησὶν, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου. Ταύτην ἔσχε τὴν νόσον καὶ τῆς Τύρου ἄρχων, τε ὁρώμενος, τε ἀόρατος
他說:「初入教的不可作監督,恐怕他自高自大,就落在魔鬼所受的刑罰裡。」推羅的君王也患了這病—無論是那可見的,還是那不可見的。
'Not a novice,' he says, 'lest being puffed up he fall into the judgment of the devil.' This disease the ruler of Tyre also had—both the one seen and the one unseen.
1:2779
Καὶ γὰρ ἡμεῖς οἱ εὐσεβεῖς βασιλευόμεθα μὲν κυρίως καὶ ἀληθῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ·
因為我們敬虔的人,實實在在地、真正地受萬有之神的治理;
For we the godly are ruled, properly and truly, by the God of all;
1:2780
βασιλευόμεθα δὲ καὶ ὑπὸ ἀνθρώπων εὐσεβείᾳ κεκοσμημένων
同時我們也受那些以敬虔為裝飾的人治理。
but we are ruled also by men adorned with godliness.
1:2781
Καὶ Τύρος τοίνυν, νῦν μὲν παραπλησίως ἡμῖν, καὶ τὸν Θεὸν ἔχει βασιλέα, καὶ τοὺς ὑπ' αὐτοῦ βασιλεύειν ταχθέντας ἀνθρώπους
推羅如今也與我們相似,既以神為王,又有神所派來治理的人。
So Tyre too, now similarly to us, has both God as king and the men appointed by him to rule.
1:2782
Πάλαι δὲ, ἄγνοιαν νοσοῦσα Θεοῦ, καὶ τῇ ἀσεβείᾳ δουλεύουσα, ἄρχοντα εἶχε καὶ βασιλέα τὸν τῆς κακίας καὶ ἀσεβείας εὑρετὴν ὁμοῦ καὶ διδάσκαλον διάβολον·
但在古時,它患了不認識神的病,被不虔所奴役,就以魔鬼為君王,那惡與不虔的發明者兼教師;
But of old, sick with ignorance of God and enslaved to impiety, it had as ruler and king the devil, the inventor and at once teacher of wickedness and impiety;
1:2783
εἶχε δὲ καὶ ὁρώμενον ἄρ χοντα, τὸν ὑπὸ τούτου κακῶς ἐνεργούμενον, καὶ τῇ. δυσσεβείᾳ δεδουλωμένον
它也有一個可見的君王,就是那被魔鬼惡毒地驅使、並被不虔所奴役的人。
and it had also a visible ruler, one wickedly energized by this one and enslaved to impiety.
1:2784
Πρὸς ἀμφοτέρους τοίνυν λόγος, ἀλλ' οὔτε τούτῳ, οὔτ' ἐκείνῳ πάντα ἁρμότ τει·
所以這番話是向二者說的;然而並非每一句都適用於這一位或那一位;
The discourse, therefore, is addressed to both; yet not everything fits either this one or that one;
1:2785
ἔνια δὲ ἑκατέροις, τινὰ δὲ θατέρῳ·
有些話適用於二者,有些話只適用於其中之一;
some things fit both, some fit one of the two;
1:2786
τὰ δὲ νῦν ἀναγνωσθέντα ἑκατέρῳ
而現今所讀的這些話,則適用於二者。
but the things now read fit both.
1:2787
ἑαυ τὸν προσηγόρευσε, καὶ τοῦτο προσφέρειν αὐτῷ τὸ σέβας τοὺς ἀνθρώπους ἀνέπεισε·
……他自稱為神,並勸誘世人向他獻上此等敬拜;
…he called himself [God], and persuaded men to offer him this worship;
1:2788
καὶ ὁρώμενος τῶν Τυρίων ἄρχων, τοῦτον νοσήσας τὸν τῦφον, καὶ εἰς τὴν πολλὴν ἀφορῶν εὐημερίαν, ὑπέλαβεν εἶναι Θεός
而推羅那可見的君王,也染上了同樣的狂妄,眼望自己的大順境,便自以為是神。
and the visible ruler of the Tyrians, having contracted this same conceit, and looking to his great prosperity, supposed himself to be God.
1:2789
Σὺ δὲ εἶ ἄνθρω πος, καὶ οὐ Θεός. Καὶ κατὰ σύγκρισιν·
然而你是人,並不是神。他又以比較的方式說:
But you are a man, and not God. And by comparison:
1:2790
Τοσ οῦτον, φησὶν, ἀποδέω τοῦ θείᾳ φύσει παρεξετάσαι τὰ σὰ, ὅτι καὶ συνετῶν ἀνθρώπων ἀποδέοντα δείξω
他說,我豈但不把你的事與神的性情相比,我更要顯明你連比明智之人也遠遠不及。
So far, he says, am I from matching your affairs against the divine nature, that I will show them falling short even of prudent men.
1:2791
σὺ δὲ καὶ τῆς θείας ἐστέρησαι χάριτος, καὶ παρὰ σοφῶν ἀν θρώπων οὐ προσέλαβες ἐπιστήμην
你既失去了神的恩典,又未從智慧人領受任何知識。
But you have both been deprived of the divine grace and have not received understanding from wise men.
1:2792
Εἶτα ἀπὸ τῶν πραγμάτων ἔλεγχος·
接著是由事實而來的駁斥:
Then comes the refutation from the facts:
1:2793
Βουλη θεὶς γὰρ ἐγὼ, παραυτίκα σε τούτων ἁπάντων γυ μνώσω, καὶ διδάσκαλόν σοι τῶν πραγμάτων ἐπι στήσω τὴν πεῖραν
因為當我願意時,我要立即剝奪你這一切,並使親身的經歷作你認識實情的教師。
For when I will it, I will straightway strip you of all these things, and set experience over you as a teacher of realities.
1:2794
Εἰ γὰρ ἐκ τῆς σῆς σοφίας ταύτην ἔσχες τὴν κτῆσιν, τῇ αὐτῇ σοφίᾳ χρησάμενος μὴ ἐγυμνώθης ὧν ἐκτήσω·
因為你若是憑自己的智慧得了這產業,那麼你運用那同一智慧,就不至於被奪去你所得的了;
For if you had gained this possession from your own wisdom, then using that same wisdom you would not have been stripped of what you acquired;
1:2795
γυμνούμενος δὲ, καὶ ἔρη μος τούτων ἁπάντων γιγνόμενος, τοὺς μὲν ἀνοήτους ἀπόῤῥιψον λογισμοὺς, καὶ γνῶθι ὡς ἐγώ σοι καὶ δέδωκα ταῦτα, καὶ πάλιν ἔλαβον
但你既被剝奪,被撇下失去了這一切,就當拋棄那愚妄的思念,並要知道:這一切乃是我所賜的,如今也是我所收回的。
but being stripped and left bereft of all these things, cast away your foolish reasonings, and know that it was I who both gave these things and took them back again.
1:2796
Ἐπειδὴ γὰρ λαβὼν οὐκ ἔγνως με, μαθήσῃ με γυμνωθείς
因為你在領受之時既不認識我,你就要在被剝奪之時認識我。
For since in receiving them you did not know me, you shall learn me by being stripped.
1:2797
Ἐπειδὴ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ·
因你自居其心如同神的心:
Because you have set your heart as the heart of God:
1:2798
Ἀντὶ τούτου ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὑτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν
作為報應,看哪,我必使外邦人,就是列邦中殘暴的人臨到你身上,他們必拔出刀劍攻擊你,攻擊你知識的華美,並要把你的華美打倒,使之歸於毀滅。
In requital for this, behold, I bring upon you strangers, pestilent ones from the nations, and they shall empty their swords against you, and against the beauty of your knowledge, and they shall lay low your beauty unto destruction.
1:2799
Καὶ καταβιβάσουσί σε, καὶ ἀπο θανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης
他們必使你墜落,你必死如那被殺之人的死,死在海心。
And they shall bring you down, and you shall die the death of the slain in the heart of the sea.
1:2800
Θεός εἰμι, ἐνώπιον τῶν ἀναι ρούντων σε; Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεὸς, ἐν χειρὶ τῶν τιτρωσκόντων σε
「我是神嗎?」在那殺你之人面前如此嗎?然而你是人,並不是神,你正落在那傷你之人的手中。
'Am I God?' in the presence of those who slay you? But you are a man, and not God, in the hand of those who wound you.
1:2801
Θανάτοις ἀπε ριτμήτων ἀποθανῇ ἐν χερσὶ τῶν ἀλλοτρίων, ὅτι ἐγὼ λελάληκα, λέγει Ἀδωναῒ Κύριος
「你必死在外邦人手中,像未受割禮者的死一樣,因為這是我所說的,主耶和華說。」
'You shall die the deaths of the uncircumcised at the hands of strangers, for I have spoken, says Adonai the Lord.'
1:2802
Ὅταν, φησὶ, τῆς βασιλικῆς σε γυμνώσωσιν ἐξουσίας οἱ παρ' ἐμοῦ κατὰ σοῦ πεμπόμενοι δυσμενεῖς, καὶ διὰ. σφαγῆς σε παραπέμψωσι τῷ θανάτῳ, μὴ βρενθυό μενος καὶ ἀλαζονευόμενος πάλιν Θεὸν σεαυτὸν ὀνο μάσεις, ὥσπερ αὐτοὺς δεδιττόμενος τῇ θείᾳ προσ ηγορίᾳ; Ἀλλὰ τοῦτο οὐχ οἷον γίνεσθαι·
他說,當我差遣來攻擊你的那些仇敵剝去你王者的權柄,藉著殺戮把你送交死亡之時,你還會再傲慢誇口,稱自己為神,彷彿要用這神聖的稱號嚇唬他們嗎?然而這是不可能發生的。
When, he says, those enemies whom I send against you strip you of your royal power, and dispatch you to death by slaughter, will you then still, swaggering and boasting, name yourself a god, as though frightening them with the divine title? But this cannot come to pass.
1:2803
γὰρ τῶν πραγμάτων μεταβολὴ καὶ τοῦ φρονήματος ἐργάσεται τὴν μεταβολὴν, καὶ μαθήσῃ ὅτι ἄνθρωπος εἶ καὶ οὐ Θεὸς, τιτρωσκόμενος, καὶ ἀναιρούμενος, καὶ παρα πλησίως τοῖς ἀπεριτμήτοις σου ὑπηκόοις σφαττόμε νος
因為境遇的轉變也必帶來心思的轉變,你必得知你不過是人,並非神,因你被刺傷、被殺害,正如你那未受割禮的臣民一樣被宰殺。
For the change of circumstances will also work a change of mind, and you shall learn that you are a man and not a god, as you are wounded and slain, and butchered just like your uncircumcised subjects.
1:2804
Ἰσχυρὰ γάρ μου καὶ ἀναντίῤῥητος ἀπόφασις·
因為我的判決是有力的,且是無可辯駁的。
For my sentence is mighty and beyond gainsaying.
1:2805
Ὅτι ἐγὼ ἐλάλησα, λέγει Ἀδωναῒ Κύριος. Ταῦτα ἁρμόττει καὶ τῷ ἀλάστορι δαίμονι τῷ τὴν πονηρίαν ἐνεργήσαντι ἐν τῷ ὁρωμέ νῳ Τυρίων ἄρχοντι·
「因為這是我所說的,主耶和華說。」這些話也適用於那復仇的魔鬼,牠藉著推羅那可見的君王施行其邪惡。
'For I have spoken, says Adonai the Lord.' These words fit also the vengeful demon who wrought his wickedness in the visible ruler of the Tyrians.
1:2806
διὸ καὶ ἀπειλεῖ αὐτῷ ὄλεθρον ἀπὸ ἀλλοτρίων, καὶ λοιμῶν, καὶ ἐθνῶν
因此祂也威嚇牠,要以外邦人、瘟疫和列國使牠遭受毀滅。
Therefore he also threatens him with destruction from strangers, from plagues, and from the nations.
1:2807
Τοιοῦτοι δὲ πάλαι ἦσαν οἱ διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος τὴν εἰς θεογνωσίαν μεταβολὴν δεξάμενοι
從前那些藉著福音的宣講而領受了轉向認識神之改變的人,就是這樣的人。
Such of old were those who through the preaching of the Gospel received the change unto the knowledge of God.
1:2808
Αὐτοὶ, φησὶ, παρεζήλωσάν με ἐπ' οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν·
他說:「他們以那不是神的惹我發憤,以他們的偶像使我發怒。」
'They,' he says, 'provoked me to jealousy with what is no god; they angered me with their idols.'
1:2809
Ἔστι δὲ καὶ εὑρεῖν καὶ τὸ τῶν ἀλλοτρίων ὄνομα κείμενον ἐπὶ τῶν πεπιστευκότων εὐσεβῶν·
也可以發現「外邦人」這名稱被用在那些已經相信的敬虔者身上。
It is also possible to find the name 'strangers' applied to the godly who have believed.
1:2810
ἐπιβουλὰς, καὶ τὰ ὑπ' αὐ τῶν σοι γενόμενα ἐκ βάθρων ἀνασπάσουσι τεμένη, καί σε οἷόν τινι θανάτῳ παραδώσουσι τῇ λήθῃ, λαβόντες ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσάν σου δύναμιν. Καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων, ὡς μάτην ἀνέπεισας τοὺς ἀνθρώπους, ὅτι Θεὸς εἶ
他們必將那些陰謀,以及他們為你所建的廟宇,從根基上連根拔起,並要把你交付遺忘,如同交付某種死亡一般,因為他們已領受了權柄,可以踐踏蛇和蠍子並你一切的能力。你也必藉著這些事得知,你徒然地說服眾人相信你是神。
The plots, and the shrines that were built by them for you, they will tear up from their very foundations, and they will hand you over, as it were to a kind of death, to oblivion, having received authority to tread upon serpents and scorpions and upon all your power. And through these very events you shall learn that in vain you persuaded men that you are a god.
1:2811
Ταῦτα δὲ πείσῃ, ἐπειδὴ ἀπερίτμητον ἔσχες τὸ φρόνημα, καὶ τὸ χαλεπὸν τῆς ἀλαζονείας σου μὴ περιέτεμες πάθος
你必遭受這些事,因為你的心思未受割禮,也未曾割除你那狂傲之可憎的情慾。
You shall suffer these things because you had an uncircumcised mind, and did not circumcise the grievous passion of your arrogance.
1:2812
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων·
耶和華的話又臨到我,說:
And the word of the Lord came to me, saying:
1:2813
Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρ χοντα Τύρου
「人子啊,你要為推羅王作哀歌。」
'Son of man, take up a lamentation over the prince of Tyre.'
1:2814
Τάδε λέγει Ἀδω ναῒ Κύριος·
主耶和華如此說:
Thus says Adonai the Lord:
1:2815
Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους
「你是那肖像的印記,充滿智慧,是美麗的冠冕。」
'You are a seal of likeness, full of wisdom, and a crown of beauty.'
1:2816
Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης πάντα λίθον τίμιον ἐνδέδεσαι, σάρδιον, καὶ τοπάζιον, καὶ σμάραγδον, καὶ ὑάκινθον, καὶ ἄνθρακα, καὶ σάπφειρον, καὶ ἴασπιν, καὶ ἀργύ. ριον, καὶ χρυσίον, καὶ λιγύριον, καὶ ἀχάτην, καὶ ἀμέθυστον, καὶ χρυσόλιθον, βηρύλλιον, καὶ ὀνύ χιον, καὶ χρυσοῦ ἐνέπλησας τοὺς θησαυρούς σου, καὶ τὰς ἀποθήκας σου ἐν σοὶ, ἀφ' ἧς ἡμέρας ἐκτίσθης
「你曾在神樂園的豐美之中;你佩戴各樣的寶石,就是紅寶石、黃玉、綠寶石、紫晶石、紅玉、藍寶石、碧玉,以及銀、金、黃玉石、瑪瑙、紫水晶、水蒼玉、綠柱石、紅瑪瑙;你以黃金充滿了你的府庫和你的倉廩,都在你裡面,這是從你受造之日起就有的。」
'And in the luxuriance of the paradise of God you came to be; you were clothed with every precious stone—sardius and topaz and emerald and jacinth and carbuncle and sapphire and jasper, and silver and gold and ligure and agate and amethyst and chrysolite, beryl and onyx; and you filled your treasuries and your storehouses with gold in you, from the day you were created.'
1:2817
Ταῦτα βιασάμενος ἄν τις λάβοι καὶ εἰς τὸν ὁρώμενον ἄρχοντα Τύρου·
有人或許可以勉強地將這些話也套用在推羅那可見的君王身上;
One might, doing violence to the text, apply these things also to the visible ruler of Tyre;
1:2818
κυρίως δὲ καὶ ἀληθῶς ἁρμόττει τῷ ἐν ἐκείνῳ ἐνεργήσαντι ἀλιτη ρίῳ δαίμονι·
但正確且真實地說,這些話適用於那藉著他施行邪惡的毀滅性魔鬼。
but properly and truly they fit the destroying demon who wrought his wickedness in him.
1:2819
εἰς μὲν οὖν τὸν ἄρχοντα Τύρου, τὸν ὁρώμενον, ταῦτα λαμβάνοντες, οὕτω νοήσομεν·
因此,若將這些話理解為指著推羅那可見的君王,我們就當如此領會:
So then, taking these words as referring to the visible ruler of Tyre, we shall understand them thus:
1:2820
Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως. Κατ' εἰκόνα γὰρ θείαν ἐπλάσθη ἄνθρωπος, πλήρης σοφίας·
「你是那肖像的印記。」因為人是照著神的形像被造的,充滿智慧;
'You are a seal of likeness.' For man was formed according to the divine image, full of wisdom;
1:2821
καὶ λογικὸς γὰρ, καὶ λόγῳ τετιμημένος, καὶ στέφανος κάλλους·
因為他是有理性的,並被賦予理性為尊榮,也是「美麗的冠冕」;
for he is rational and honored with reason, and 'a crown of beauty';
1:2822
πάντων γὰρ κρείττων τῶν ἀλόγων, καὶ πεζῶν, καὶ πτηνῶν, ἐνύδρων τε καὶ ἀμφιβίων
因為他超越一切無理性的受造物,就是那些行走陸地的、飛翔天空的,以及水生和水陸兩棲的。
for he is superior to all the irrational creatures—those that go on land, those that fly, and those that live in water and on both.
1:2823
Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενή θης. Ἐκ γὰρ τοῦ προπάτορος κατάγεις τὸ γένος, ὃς εὐθὺς διαπλασθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἐτέθη, ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν
「你曾在神樂園的豐美之中。」因為你的族類是源自那始祖,他一被造成,就被安置在豐美的樂園中,使他修理看守。
'And in the luxuriance of the paradise of God you came to be.' For you derive your race from the forefather, who as soon as he was formed was placed in the paradise of luxuriance, to work it and to keep it.
1:2824
Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομέ νην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφη τείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά
祂也合宜地稱耶路撒冷為樂園,這城被稱為聖潔神聖的城,因為它擁有神之預言與大祭司職分的樹木,這些樹木能供應生命與救恩。
And fittingly he also calls Jerusalem, which is named a holy and divine city, a paradise, since it possesses the plants of God's prophecy and high priesthood, which furnish life and salvation.
1:2825
Φιλία δὲ πάλαι ὑπῆρχε τῷ Τυρίων καὶ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, καὶ ἦν τις αὐτοῖς καὶ ἐπιμιξία πρὸς ἀλλήλους·
從前推羅王與以色列王之間有友誼,他們彼此之間也有某種往來;
There was of old a friendship between the king of the Tyrians and the king of the Israelites, and there was a certain intercourse between them with one another;
1:2826
καὶ τοῦτο ἐκ τῶν Βασιλειῶν ῥᾴδιον καταμαθεῖν
這事從列王紀中很容易可以得知。
and this is easy to learn from the Books of Kings.
1:2827
Πάντα λίθον τίμιον ἐνδέδεσαι, δῆλόν ἐστι κατὰ τὸ γράμμα νοούμενον, καὶ ἐπὶ βασιλέως λαμβανόμενον
「你佩戴各樣的寶石」——這顯然是按字面理解,並被視為指著那王而言的。
'You were clothed with every precious stone'—this is plainly understood according to the letter, and taken as referring to the king.
1:2828
Μυ ρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυ λίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρο νῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιου σίᾳ τε καὶ εὐπρεπείᾳ
因為我以無數的美物妝飾你,又從各處為你帶來各樣的材料,你用這些造成冕旒、冠冕、胸針、腰帶和戒指,並充滿了你的庫房;然而你卻因這些財富與華美而始終存著相反的心思。
For with countless good things I adorned you, and I brought to you from every quarter all manner of materials, out of which you made diadems and crowns, brooches and girdles and rings, and filled your storerooms; yet you persisted in thinking the contrary, on account of the abundance and splendor of these things.
1:2829
Εἰς δὲ τὸν διάβολον οὐχ οὕτω ταῦτα νοήσομεν, ἀλλὰ τό·
但論到魔鬼,我們就不當如此理解這些話;相反地,那句
But with regard to the devil we shall not understand these things in that way; rather, the phrase
1:2830
Σὺ εἶ ἀποσφρά γισμα ὁμοιώσεως, εἰς τὴν δοθεῖσαν αὐτῷ πάλαι ἀρχὴν καὶ ἐξουσίαν ληψόμεθα
「你是那肖像的印記」——我們要理解為指著從前所賜給牠的統治權與權柄。
'You are a seal of likeness'—we shall take as referring to the rule and authority given to him of old.
1:2831
Φησὶ γὰρ θεῖος Ἀπόστολος·
因為那位神聖的使徒說:
For the divine Apostle says:
1:2832
Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὡς εἶναι δῆλον, ὅτι πάλαι τὴν τοῦδε τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο, δι' ἀλαζο νείαν δὲ τῆς ἡγεμονίας ἐκπεσὼν, ἐν τοῖς ἀπιστοῦσι τῷ τοῦ κηρύγματος λόγῳ τὴν οἰκείαν ἐνέργειαν ἐπι δείκνυται
「順從空中掌權者的首領,就是現今在悖逆之子心中運行之靈。」由此可見,牠從前曾被託付掌管這空中之事,但因狂傲而從那治權中墜落,如今就在那些不信宣講之道的人身上顯出牠自己的作為。
'According to the prince of the power of the air, the spirit that now works in the sons of disobedience.' So that it is clear that of old he had been entrusted with the administration of this air, but having fallen from that dominion through arrogance, he now displays his own activity among those who disbelieve the word of the preaching.
1:2833
Πλήρης σοφίας καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου ἐγενήθης. Τὴν προτέραν αὐτοῦ ἀρετὴν διὰ τούτων αἰνίττεται
「充滿智慧,是美麗的冠冕,你曾在樂園的豐美之中。」祂藉這些話暗示牠先前的美德。
'Full of wisdom and a crown of beauty, and in the luxuriance of paradise you came to be.' By these words he hints at his former virtue.
1:2834
Εἶδε γὰρ, φησὶν, Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Εἷς δὲ καὶ οὗτος τῶν γενομένων ὑπῆρ χεν, οὐδέπω δεξάμενος τὴν ἀπὸ τῆς γνώμης ἐπὶ τὰ χείρω μεταβολήν
他說:「神看祂一切所造的,看哪,都甚好。」這一位也是被造之物中的一員,那時尚未從自己的意志接受那向著更壞的轉變。
'For God saw,' he says, 'all things that he had made, and behold, they were very good.' And this one too was among the things that were made, not having yet received the change from his own will unto the worse.
1:2835
Καὶ γὰρ ἀρχιερεὺς τὸ λόγιον τῆς κρίσεως, τού τους αὐτοὺς περιέκειτο τοὺς λίθους, ἐπὶ τοῦ στήθους. φέρων, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει·
因為那大祭司佩戴著審判的胸牌——上面正鑲有這些寶石——戴在胸前,進入至聖所;
For indeed the high priest, bearing on his breast the oracle of judgment—which had set upon it these very stones—used to enter into the Holy of Holies;
1:2836
τὸ δὲ στῆ θος οἷόν τι ταμεῖόν ἐστι τῆς καρδίας, καὶ φυλακτή ριον
而胸膛就如同心的某種庫房和守護之所。
and the breast is like a kind of storehouse of the heart, and a place of safekeeping.
1:2837
Καὶ τὰ ἐπαγόμενα δὲ πάντα, οὐ τῷ ὁρωμένῳ ἄρχοντι τῆς Τύρου, ἀλλὰ τῷ ἀοράτῳ ἁρμόττει
接下來所說的一切,都不適用於推羅那可見的君王,而是適用於那不可見的。
And all that follows fits not the visible ruler of Tyre, but the invisible one.
1:2838
Κατεσκευάσθης γὰρ, φησὶ, μετὰ τοῦ Χε ροὺβ, κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκη νοῦντος
他說:「因為你是與那基路伯一同被造的,是由那住在其中的神所膏的。」
'For you were formed,' he says, 'with the Cherub, anointed by God who dwells there.'
1:2839
Σὺν γὰρ ταῖς ἁγίαις ἐκείναις καὶ σεβα σμίαις δυνάμεσι, καὶ τῆς δημιουργίας, καὶ τῆς χρί σεως ἠξιώθης·
因為你與那些聖潔可敬的能者一同,被算為配得受造與受膏;
For together with those holy and venerable powers you were deemed worthy both of creation and of anointing;
1:2840
χρίσιν δὲ ἐνταῦθα τὸν ἁγιασμὸν κα λεῖ, τὸν ὑπὸ τοῦ θείου Πνεύματος ταῖς ἀσωμάτοις καὶ ἁγίαις δυνάμεσι χορηγούμενον
在此他所稱的「膏抹」,就是由聖靈供應給那些無形體的聖潔能者的成聖。
and here he calls 'anointing' the sanctification which is supplied by the divine Spirit to the incorporeal and holy powers.
1:2841
Καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ·
「我又將你安置在神的聖山上」;
'And I set you on the holy mountain of God';
1:2842
καλεῖ τὸ ὕψος τῆς γνώσεως, λίθους δὲ πυρίνους τὰς ἁγιωτάτας δυνά μεις·
他把知識的高處稱為山,把那至聖的能者稱為「火石」;
he calls the height of knowledge a mountain, and 'stones of fire' the most holy powers;
1:2843
καὶ τὸ τίμιον γὰρ καὶ τὸ φωτοειδὲς ἔχουσιν·
因為牠們既有寶貴的性質,也有發光的本質;
for they possess both preciousness and a luminous nature;
1:2844
οἶδεν δὲ πολλάκις θεία Γραφὴ καὶ τοὺς εὐσεβεῖς ἀνθρώπους λίθους ἁγίους καλεῖν
神聖的聖經也常懂得把人中間的敬虔者稱為「聖石」。
and divine Scripture often knows to call the godly among men 'holy stones' as well.
1:2845
Λίθοι γὰρ, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς. Ἀλλ' οὗτοι ἅγιοι μὲν, οὐ πύρινοι δέ
他說:「因為聖石滾在地上。」但這些石頭雖是聖潔的,卻不是火石。
'For holy stones,' he says, 'roll upon the ground.' But these are holy, yet not fiery.
1:2846
ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑ τοῦ πυρὸς φλόγα. Τούτων οὐδὲν τῷ ὁρωμένῳ ἄρ χοντι τῶν Τυρίων ἁρμόττει, κἂν μυριάκις τῶν ἐρι στικῶν τινες φιλονεικοῦντες εἴποιεν λίθους πυρίνους τοὺς Ἰουδαίους, καὶ τῶν Τυρίων τὴν πρὸς τούτους ἐπιμιξίαν·
「祂以風為使者,以火焰為僕役。」這一切都不適用於推羅那可見的君王,即使有些好爭辯的人,千萬次地力圖爭論,稱猶太人為「火石」,並引推羅人與他們的往來為據;
'He who makes his angels spirits, and his ministers a flame of fire.' None of these things fits the visible ruler of the Tyrians, even if some of the contentious, ten thousand times striving to quarrel, should call the Jews 'stones of fire,' and cite the Tyrians' intercourse with them;
1:2847
οὐδὲ γὰρ Ἰουδαῖοι λίθοι πύρινοι
因為猶太人並非火石。
for neither are the Jews stones of fire.
1:2848
Εἰ δὲ καὶ τοὺς ἐν αὐτοῖς προφήτας λίθους πυρίνους τις ὀνομάσειεν, οὐδὲ οὕτω στήσει τὸ νόημα·
縱然有人稱他們中間的先知為「火石」,這樣的解釋也仍站立不住;
But even if someone should call the prophets among them 'stones of fire,' not even so will the interpretation stand;
1:2849
οὐδεμίαν γὰρ εἶχον οἱ Τύριοι κοινωνίαν πρὸς τοὺς προφήτας, ἀσεβείᾳ συζῶντες·
因為推羅人與先知毫無交通,因他們生活在不虔之中;
for the Tyrians had no fellowship with the prophets, since they lived in impiety;
1:2850
τὰς δὲ ἐμπορικὰς ἐπιμιξίας πρὸς τοὺς χαμαιζήλους τῶν Ἰουδαίων καὶ ταπεινοὺς ἐποιοῦντο, οὓς οὐκ ἄν τις εὖ φρονῶν τολμήσειε λί θους ὀνομάσαι πυρίνους, παραβαίνοντας τὸν θεῖον νόμον, καὶ παρὰ τὰ τούτῳ δοκοῦντα συμβόλαια πρὸς ἐθνικοὺς ποιουμένους
他們乃是與猶太人中卑賤低微的人進行商業往來,凡有清醒心思的人,都不敢稱這等人為「火石」——這些人違背了神聖的律法,並且違反律法所認可的,與外邦人立約締交。
but they carried on their commercial dealings with the lowly and mean among the Jews, whom no one in his right mind would dare to name 'stones of fire'—men who transgressed the divine law, and who, contrary to what that law approves, made contracts with the heathen.
1:2851
Ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, τούτῳ ἁρμόττον ἔστιν ἰδεῖν
「我將你安置在神的聖山上」——可以看出這句話適用於牠。
'I set you on the holy mountain of God'—one can see that this fits him.
1:2852
Οὐδὲ γὰρ ἐν τοῖς Ἱεροσολύμοις διῆγεν, ἵνα καὶ δῶμεν περὶ τοῦ Σιὼν ὄρους ταῦτα λέγεσθαι·
因為他並未住在耶路撒冷,以致我們可以承認這些話是論到錫安山而說的;
For neither did he dwell in Jerusalem, that we might even grant these things to be said concerning Mount Zion;
1:2853
καὶ τὰ ἐπαγόμενα δὲ σαφῶς τοῦτο δείκνυσιν
接下來所說的也清楚顯明了這一點。
and what follows clearly shows this.
1:2854
Ἐπορεύθης γὰρ, φησὶν, ἄμωμος ἐν ταῖς ἡμέραις σου·
他說:「因為你在你的日子中行事無可指摘,」
'For you walked,' he says, 'blameless in your days,'
1:2855
ἀφ' ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί
「從你受造之日起,直到在你中間查出罪孽為止。」
'from the day you were created, until iniquities were found in you.'
1:2856
Τοιοῦτος γὰρ ἦν πρὸ τῆς ἐκπτώσεως διάβολος
因為魔鬼在墜落之前就是這樣。
For such was the devil before his fall.
1:2857
Περὶ δὲ τῶν ἀνθρώ πων ἠκούομεν·
但論到人,我們曾聽見:
But concerning men we have heard:
1:2858
Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μιᾶς ἡμέρας γένηται βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Οὗτος δὲ ἀσώματος ὢν ἄμωμος ἦν τὴν ἀρχήν·
「沒有一人潔淨無污穢,即使他在地上的生命只有一日之久。」但這一位既是無形體的,起初原是無可指摘的;
'No one is clean from defilement, not even if his life on earth be but a single day.' But this one, being incorporeal, was blameless in the beginning;
1:2859
ἐπειδὴ δὲ τῇ ἐπὶ τὸ χεῖρον ἐχρήσατο ῥοπῇ, εἰς τὴν ἐκ δια μέτρου ἐναντίαν ὁδὸν ἐπορεύθη
但當牠運用那向著更壞的傾向時,牠就走上了截然相反的道路。
but when he made use of the inclination toward the worse, he went off onto the diametrically opposite road.
1:2860
Ἀπὸ γὰρ πλήθους τῆς περιδρομῆς σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ. ἐτραυματίσθης
「因為你藉著大量的貿易往來,以不法充滿了你的庫房,你就犯了罪,並且受了傷。」
'For from the abundance of your traffic you filled your storerooms with lawlessness, and you sinned, and you were wounded.'
1:2861
Μὴ ἀρκεσθεὶς γὰρ τῇ δοθείσῃ σοι καὶ σοφίᾳ, καὶ ἐξουσίᾳ, μειζόνων δὲ ἐρασθεὶς, ἀνομίας μὲν πλήρης ἐγένου, τῆς δὲ ἁμαρτίας ἐδέξω τὰ τραύματα
因為你不滿足於所賜給你的智慧與權柄,反倒貪求更大的,就充滿了不法,並受了罪的創傷。
For not being content with the wisdom and authority given to you, but lusting after greater things, you became full of lawlessness, and received the wounds of sin.
1:2862
Ταῦτα προφήτης Ἡσαΐας περὶ αὐ τοῦ φησι·
先知以賽亞論到牠說了這些話:
These things the prophet Isaiah says concerning him:
1:2863
Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ἑωσ φόρος πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Ἅπαντας γὰρ ἔχων ὑπηκόους διὰ τοῦ σωτηρίου σταυροῦ τῆς τυ ραννίδος ἐξέπεσεν
「明亮之星,早晨之子啊,你怎麼從天上墜落?你這攻敗列國的,怎麼被砍倒在地上?」因為牠原本使眾人都作牠的臣屬,卻藉著那救贖的十字架從牠的暴政中墜落。
'How has Lucifer fallen from heaven, he that rose early in the morning? He is crushed to the ground, he that sent to all the nations.' For having all as his subjects, he fell from his tyranny through the saving cross.
← 上一段下一段 →
1