📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 以西結書註釋

西奧多勒

以西結書註釋 第 1 章 第 13/19 段

希臘文原文.220 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2864–1:3083(全章共 4349 節)

← 上一段下一段 →
1:2864
Εἶτα τὴν προτέραν αὐτοῦ διηγεῖ ται μανίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀλαζονείαν·
接著他敘述牠先前的狂妄和牠那極度的傲慢:
Then he recounts his former madness and his surpassing arrogance:
1:2865
Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου·
「你心裡曾說:
'But you said in your mind:
1:2866
Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βοῤῥᾶν, ἀναβήσομαι ἐπάνω τῶν νε φελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Ὄρη δὲ τὰ πρὸς βοῤῥᾶν καλεῖ τὰς τῆς κακίας ἀφορμάς
我要升到天上,我要高舉我的寶座在神眾星以上;我要坐在極高的山上,在北方那些高山之上;我要升到雲霄之上,我要與至高者同等。」他把「北方那些山」稱為罪惡的機緣。
I will ascend into heaven, I will set my throne above the stars of heaven; I will sit on a lofty mountain, upon the high mountains toward the north; I will ascend above the clouds, I will be like the Most High.' And he calls 'the mountains toward the north' the occasions of wickedness.
1:2867
Ἀπὸ βοῤῥᾶ γὰρ, κατὰ τὸν προφήτην, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν
因為照著先知所說的:「災禍必從北方發出,臨到地上一切的居民。」
'For from the north,' according to the prophet, 'shall evils be kindled upon all who dwell on the earth.'
1:2868
Οὕτως αὐτοῦ γυμνώσας τὸν τῦφον προαγορεύει καὶ τὴν κατάλυσιν·
他這樣揭露了牠的驕傲之後,也預言了牠的傾覆:
Thus, having stripped bare his conceit, he foretells also his overthrow:
1:2869
Νῦν δὲ εἰς ᾅδην καταβήσῃ εἰς τὰ θεμέλια τῆς γῆς. Τοῦτο καὶ θεῖος Ἰεζεκιὴλ ὑπὸ τοῦ Θεοῦ λέγειν διδάσκεται
「但如今你必下到陰間,到地的根基那裡。」這話神聖的以西結也是受神教導而說的。
'But now you shall go down to Hades, into the foundations of the earth.' This too the divine Ezekiel is taught by God to say.
1:2870
Ἀπὸ ὄρους γὰρ, φησὶ, τοῦ Θεοῦ κατήγαγέ σε τὸ Χεροὺβ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων. Τότε μὲν οὖν αὐτὸν τὸ Χε ροὺβ, τὴν θείαν δόξαν ἀξιούμενον φέρειν, τῶν ἁγίων ἐχώρισε δυνάμεων, αἳ δὴ καὶ προσαγορεύονται πύρινοι·
他說:「因為那遮掩約櫃的基路伯,將你從神的山上,從火石中間帶了下來。」那時,那基路伯——牠被算為配得承載神聖的榮耀——便將牠從那些聖潔的能者中分別出來,這些能者實在也被稱為「火焰的」;
'For from the mountain of God,' he says, 'the overshadowing Cherub brought you down out of the midst of the stones of fire.' At that time, then, the Cherub—being deemed worthy to bear the divine glory—separated him from the holy powers, which indeed are also called 'fiery';
1:2871
νῦν δὲ οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι διὰ τὴν τῆς ψυχῆς καθαρότητα, ὧν ἐν ταῖς καρδίαις αἱ τοῦ Θεοῦ ἀναβάσεις, κατὰ τὸν θεῖον προφήτην, ἐξουσίαν ἔλαβον τοῖς ποσὶν αὐτὸν συμπατεῖν
但如今那些因心靈潔淨而配得神聖登升的人—按照神聖先知所言,他們心中有向神的登升—已領受權柄,得以用腳將他踐踏在下。
But now those who are worthy of the divine ascent by reason of the soul's purity, in whose hearts are the ascensions unto God according to the divine prophet, have received authority to tread Him underfoot with their feet.
1:2872
Ὑψώθη καρδία σου, ἐπὶ τῷ κάλλει σου
「你因你的美麗心裡高傲。」
'Thy heart was lifted up because of thy beauty.'
1:2873
Μέγα, φησὶν, ἐφρόνησας τὰ παρ' ἐμοῦ σοι χορηγη θέντα θεασάμενος ἀγαθά
他說:你看見我所賜給你的美好之物,便自高自大。
He says: Thou didst think great things upon beholding the good gifts bestowed upon thee by Me.
1:2874
ἐναντίον βασιλέων δέδωκά σε παραδειγματισθῆ ναι. Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόν των τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπι σταμένων παθῶν
「我使你在君王面前成為眾人的鑒戒。」他說:你既行了極大的惡,便從上面的地位墜落,被拋擲到下面,遭那些謹守所賜地位、且懂得善於治理自身情慾的人譏笑。
'Before kings I have set thee to be made a public example.' Having practised great wickedness, he says, thou didst fall from the rank above and wast cast down below, to be laughed at by those who guard the rank given them and know how to reign well over the passions within themselves.
1:2875
ἀντιλέγοντες, ποῖον ἁγιασμὸν εἶχεν δυσσεβὴς τῆς Τύρου βασιλεύς·
有人反駁說:那不敬虔的推羅王有何等的聖潔可言?
Some object, saying: What sanctity did the impious king of Tyre possess?
1:2876
ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι
但他們卻無法加以證明。
But they would not be able to demonstrate it.
1:2877
Οὗτος δὲ, περὶ οὗ νῦν λόγος, ἡνίκα εἷς τῶν ἁγίων ἀρχαγγέλων ὑπῆρχεν, ἐν μετουσίᾳ ἦν ἁγιωσύνης ἁπάσης·
然而這一位—就是現今論說所指的—當他還是眾聖天使長之一時,乃是分享著全備的聖潔。
But this one, concerning whom the present discourse is, when he was one of the holy archangels, was in participation of all holiness.
1:2878
ἀλλ' αὐτὸς τὸν ἁγιασμὸν ἐβεβήλωσε κακῇ χρησάμενος ἐμπορίᾳ, καὶ τοῦ πλείονος ἐπιθυμήσας καὶ τῶν δοθέντων ἐξέπεσε
但他自己藉著從事惡劣的交易,褻瀆了那聖潔,並且貪圖更多,連所賜給他的也失落了。
But he himself profaned that holiness by engaging in evil traffic, and desiring more, he fell also from what had been given him.
1:2879
Τοῦτο δὲ καὶ τὸν ἄνθρωπον παθεῖν παρεσκεύασε
他也設法使人遭受同樣的事。
And this same thing he contrived that man too should suffer.
1:2880
Κατ' εἰκόνα γὰρ Θεοῦ κἀκεῖνος γεγενημένος, τοῖς κωτίλοις αὐτοῦ λόγοις ὑπαχθεὶς καὶ ἐπιθυμήσας γε νέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσε
因為那人也是按著神的形像被造的,卻被他諂媚的言語所誘,妄想成為神,結果連作神形像的身分也一併喪失了。
For that one too, having been made after the image of God, being led on by his flattering words and desiring to become God, lost as well the being an image of God.
1:2881
Καὶ ἐξάξω πῦρ ἐκ μέσου σου. Τοῦτο ἀμφοτέ ροις ἁρμόττει, καὶ τῷ ἐνεργήσαντι τὴν κακίαν, καὶ τῷ ἐνεργηθέντι Τυρίων βασιλεῖ·
「我要從你中間發出火來。」這話對兩者都適用:既指那施行惡行者,也指那被施行於其上的推羅王。
'And I will bring forth fire out of the midst of thee.' This fits both: both him who wrought the wickedness and him in whom it was wrought, the king of the Tyrians.
1:2882
ἀμφότεροι γὰρ τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας παρέσχον τὰς ἀφορ μάς
因為兩者都為那臨到他們的刑罰提供了緣由。
For both furnished the occasions of the punishment brought upon them.
1:2883
Τοιοῦτόν ἐστι τὸ διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς Ἰουδαίους εἰρημένον·
藉著先知以賽亞向猶太人所說的話正是如此:
Such is what was spoken through the prophet Isaiah to the Jews:
1:2884
Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, καὶ κατισχύετε φλόγα·
「看哪,你們眾人點火,使火焰堅固;」
'Behold, all you kindle a fire and strengthen a flame;'
1:2885
πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ἐξεκαύσατε. Καὶ ἐν ταῦθα τοίνυν λέγει·
「你們行在自己的火光中,並在自己所點的火焰裡。」故此在這裡祂也說:
'walk in the light of your fire, and in the flame which you have kindled.' Here too, therefore, He says:
1:2886
Τοῦτο καταφάγεταί σε. Τουτέστι, ταῖς σαῖς παρα νομίαις ὕλαις χρήσομαι εἰς τὰς κατὰ σοῦ τιμωρίας
「這火必吞滅你。」意思是:我要用你的種種罪行作為刑罰你的燃料。
'This shall devour thee.' That is: I shall use thy transgressions as fuel for the punishments against thee.
1:2887
Καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου, ἐναντίον πάντων τῶν ὁρώντων σε. Καὶ τοῦτο ἀμφοτέροις ἁρμόττει
「我要在你自己的地上使你成為灰燼,在一切看見你的人眼前。」這話對兩者也都適用。
'And I will make thee ashes upon thy land, before all who behold thee.' This too fits both.
1:2888
Καὶ γὰρ ἄνθρωπος ἐν τῇ ἑαυτοῦ γῇ πεσὼν κόνις ἐγένετο, καὶ διάβολος, ἄρχειν δοκῶν τῆς οἰκουμένης, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ὑμῶν καταλυθεὶς, σποδοῦ δίκην ὑπὸ τῶν εὐσεβῶν πατεῖται
因為那人跌倒在自己的地上,成了塵土;而魔鬼雖似乎統管天下,卻被神和我們的救主推翻,如今被敬虔人像踐踏灰燼一般踐踏。
For indeed the man, having fallen in his own land, became dust; and the devil, seeming to rule over the inhabited world, having been overthrown by God and our Saviour, is trodden like ashes by the godly.
1:2889
Καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνε σι στυγνάσουσιν ἐπὶ σοί
「列邦中一切認識你的,都要為你悲傷。」
'And all who know thee among the nations shall be grieved over thee.'
1:2890
Οἱ γὰρ ἔτι προσμέ νοντες τῇ σῇ δουλείᾳ, ὁρῶντες τῶν εἰδώλων τὴν παῦ λαν, καὶ τὰ τούτων τεμένη παντελῶς καταλελυμένα, ἐν κατηφείᾳ διάγουσιν ἀθυμοῦντες, καὶ διηνεκῶς ἀδημονοῦντες
因為那些仍舊臣服於你之下的人,看見偶像止息、其廟宇盡都被拆毀,便在頹喪中度日,灰心喪志,不斷地憂悶不安。
For those who still remain in servitude to thee, seeing the ceasing of the idols and their sacred precincts utterly demolished, pass their time in dejection, disheartened, and continually in distress.
1:2891
Ἀπώλεια ἐγένου, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα. Τὴν παντελῆ αὐτοῦ κατάλυσιν διὰ τούτων ἐδήλωσεν
「你已歸於滅亡,永遠不再存在。」祂藉這些話表明他徹底的覆滅。
'Thou art become perdition, and thou shalt exist no more for ever.' By these words He signified his utter dissolution.
1:2892
Οὕτω πληρώσας τῆς Τύρου τὸν θρῆνον, ἐπὶ τὴν Σιδῶνα μεταβαίνει, καὶ αὐτὴν ὅμο ρον οὖσαν, καὶ συντόμως καὶ τὰ ταύτῃ συμβησόμενα προλέγει
祂如此完成了為推羅所作的哀歌後,便轉向西頓—她也是推羅的鄰邦—並簡要地預言那將要臨到她的事。
Having thus completed the lament over Tyre, He passes on to Sidon, which was also her neighbour, and concisely foretells what should befall her too.
1:2893
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
「耶和華的話臨到我,說:」
'And the word of the Lord came to me, saying:'
1:2894
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα, καὶ προφήτευσον ἐπ' αὐτήν
「人子啊,你要面向西頓,說預言攻擊她,」
'Son of man, set thy face against Sidon, and prophesy against her.'
1:2895
Τάδε λέγει Ἀδωναῒ Κύριος·
「主阿多乃耶和華如此說:」
'Thus saith Adonai the Lord:'
1:2896
Ἰδοὺἐγὼ ἐπὶ σὲ, Σιδὼν, καὶ ἐνδοξασθήσομαι ἐν σοὶ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί
「西頓哪,看哪,我與你為敵,我必在你中間得榮耀。我在你中間施行審判、在你中間顯為聖的時候,你就知道我是耶和華。」
'Behold, I am against thee, Sidon, and I will be glorified in the midst of thee, and thou shalt know that I am the Lord, when I execute judgments in thee and am sanctified in thee.'
1:2897
Καὶ ἐξαποστελῶ ἐπὶ σὲ θάνατον, καὶ αἷμα ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματι σμένοι ἐν μέσῳ σου ἐν μαχαίραις ἐν σοὶ, καὶ πε ρικύκλῳ σου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος
「我要使瘟疫進入你中間,使血流在你的街市上;被殺的必在你中間仆倒,刀劍必臨到你和你四圍;他們就知道我是耶和華。」
'And I will send forth against thee death and blood in thy streets, and the slain shall fall in the midst of thee by the sword upon thee and round about thee, and they shall know that I am the Lord.'
1:2898
Ἐπειδὴ, φησὶν, ἐν εὐημερίᾳ οὖσα ἠγνόησάς με, Σιδὼν, πολλοῖς σε καὶ παντοδαποῖς περιβαλῶ κα κοῖς, καὶ λιμῷ, καὶ πολεμίων σφαγαῖς, ἵνα διὰ τῶν συμφορῶν καταμάθῃς τὴν ἐμὴν δεσποτείαν
祂說:西頓哪,你既在興盛之中卻不認我,我就要用許多各樣的災禍圍困你,就是饑荒和仇敵的殺戮,好叫你藉這些患難認識我的主權。
Since, He says, being in prosperity thou didst ignore Me, O Sidon, I will surround thee with many and manifold evils, both with famine and with the slaughters of enemies, so that through these calamities thou mayest learn My lordship.
1:2899
Λέγει δὲ καὶ τὰς αἰτίας τῆς ἀπωλείας
祂也述說她滅亡的緣由。
And He states also the causes of her destruction.
1:2900
Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας, καὶ ἄκανθα ὀδύνης, ἀπὸ πάν των τῶν περικύκλῳ αὐτῶν, τῶν ἀτιμασάντων αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Ἀδωναῒ Κύ ριος
「四圍一切藐視以色列家的人,必不再向以色列家作刺人的荊棘、傷人的蒺藜;他們就知道我是主阿多乃耶和華。」
'And there shall no more be to the house of Israel a pricking briar and a thorn of pain, from all those round about them who dishonoured them, and they shall know that I am Adonai the Lord.'
1:2901
Ταῦτα, φησὶ, καὶ τῇ Τύρῳ, καὶ τοῖς ἀλλοφύ. λοις, καὶ πᾶσι τοῖς ἐκ γειτόνων οἰκοῦσιν ἐπάξω, ἵνα μήτε ἀρχέτυπον ἀσεβείας ὑμᾶς ἔχῃ ἐμὸς λαὸς, μήτε πολεμίους συνεχῶς αὐτοῖς ἐπιόντας, καὶ διηνε κῶς ἀνιῶντας
祂說:這些事我也要降在推羅、非利士人,並一切鄰近的居民身上,好叫我的百姓既不以你們為不敬虔的樣本,也不受你們作為仇敵不斷來攻擊、持續攪擾。
These things, He says, I will bring upon Tyre also, and upon the foreigners, and upon all the neighbouring inhabitants, so that My people may neither have you as an archetype of impiety, nor as enemies continually assailing them and perpetually vexing them.
1:2902
Οὕτω τὰ λυπηρὰ προθεσπίσας, προ θεσπίζει τῷ Ἰσραὴλ τὰ χρηστὰ, ἐπιτείνων ἐκείνοις τὰ λυπηρά·
祂如此預言了那些痛苦之事後,又向以色列預言美好之事,藉此加重那些人所受的痛苦。
Having thus foretold the grievous things, He foretells to Israel the good things, thereby intensifying for those others the grievous things.
1:2903
δυσμενῶς γὰρ διακείμενοι ἀφορμὴν ὀδύνης ἐποιοῦντο τοῦ Ἰσραὴλ τὴν εὐπραξίαν
因為他們懷著敵意,便以以色列的興盛作為自己痛苦的緣由。
For being disposed with enmity, they made the prosperity of Israel an occasion of pain.
1:2904
Τάδε λέγει Ἀδωναῒ Κύριος·
「主阿多乃耶和華如此說:」
'Thus saith Adonai the Lord:'
1:2905
Καὶ συν άξω τὸν οἶκον Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐ τοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν, καὶ κατοι κήσουσιν ἐπὶ τῆς γῆς αὑτῶν, ἧς ἔδωκα τῷ δούλῳ μου Ἰακώβ
「我必從萬民中招聚以色列家—就是他們被分散所到之處—並要在列邦列國眼前,在他們中間顯為聖;他們必住在自己的地上,就是我賜給我僕人雅各之地。」
'And I will gather the house of Israel out of the nations, where they were scattered thither, and I will be sanctified among them in the sight of the peoples and the nations, and they shall dwell upon their own land which I gave to My servant Jacob.'
1:2906
Καὶ κατοικήσουσιν ἐν αὐτῇ ἐπ' ἐλπίδι, καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ φυτεύ σουσιν ἀμπελῶνας, καὶ κατοικήσουσιν ἐπ' ἐλ πίδι, ὅταν ποιήσω κρίματα ἐν πᾶσι τοῖς ἀτι μάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος Θεὸς αὐτῶν, καὶ Θεὸς τῶν πατέρων αὐτῶν
「他們必安然居住在其中,蓋造房屋,栽種葡萄園;我向四圍一切藐視他們的人施行審判以後,他們就安然居住。他們必知道我是耶和華他們的神,也是他們列祖的神。」
'And they shall dwell in it in hope, and shall build houses, and plant vineyards, and dwell in hope, when I execute judgments upon all who dishonoured them among those round about them; and they shall know that I am the Lord their God, and the God of their fathers.'
1:2907
Οὐχ ὁμοίως ἅπαντας τοὺς ἁμαρτάνοντας τῶν ὅλων παιδεύει Θεὸς, ἀλλὰ τοὺς μὲν οἰκειουμένους αὐτῷ ἰατρικῶς, δικαστικῶς δὲ τοὺς ἄλλους
萬有的神並非以同樣的方式管教一切犯罪的人,乃是對那些歸屬於祂的,如同醫生般施行醫治;對其餘的,則如同審判官般施行審判。
The God of the universe does not chastise all sinners in the same way, but some who are made His own He chastises in the manner of a physician, and others in the manner of a judge.
1:2908
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ταύτην τὴν διαφορὰν καὶ ἐν τοῖς ἔναγχος ἡρμηνευμένοις ἔστιν ἰδεῖν
「耶和華啊,求你不要在怒中責備我,也不要在烈怒中管教我。」這種區別在方才所解釋的經文中也可看見。
'O Lord, rebuke me not in Thy wrath, neither chasten me in Thine anger.' This distinction may also be seen in the things recently interpreted.
1:2909
Τοῖς μὲν γὰρ ἄλλοις τέως οὐδὲν χρηστὸν ἐπηγγείλατο·
因為祂暫時並未向其餘的人應許甚麼美好之事;
For to the others meanwhile He promised nothing good;
1:2910
τῷ δὲ Ἰσραὴλ ἀνάκλησιν, καὶ οἰκείωσιν, καὶ οἰκιῶν οἰ κοδομὴν, καὶ γηπονίαν, καὶ φυτουργίαν, καὶ ἀγαθῶν ἐλπίδα, καὶ τὸ πάντων κεφάλαιον τῶν ἀγαθῶν, τὴν θείαν ἐπίγνωσιν
但祂向以色列應許了召回、收歸為自己的百姓、建造房屋、耕種土地、栽種葡萄園、美好之事的盼望,以及那一切美善之事的總綱—就是對神的認識。
but to Israel He promised recall, and adoption as His own, and the building of houses, and the tilling of the land, and the planting of vineyards, and the hope of good things, and—the sum of all good things—the divine knowledge.
1:2911
Τούτων γὰρ, φησὶ, γενομένων, γνώσονται ὅτι καὶ αὐτῶν εἰμι Κύριος, καὶ Θεὸς τῶν πατέρων αὐτῶν. Ταύτην καὶ ἡμᾶς γένοιτο διηνεκῶς ἔχειν τὴν γνῶσιν, ἵν' ἐξ ὅλης αὐτὸν καρ δίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης δυνάμεως, καὶ ἐξ ὅλης ἰσχύος ἀγαπήσωμεν, μὴ μερίζοντες τὸ φίλ τρον, ἀλλ' ὅλον ἀνατιθέντες ἐκεῖ, ἵν' αὐτὸν ἀναπνέω μεν, καὶ ἄσβεστον τὴν περὶ αὐτοῦ περιφέρωμεν μνήμην, καὶ καθήμενοι, καὶ διανιστάμενοι, καὶ κοι ταζόμενοι, καὶ πορευόμενοι ἐν ὁδῷ·
祂說:這些事成就的時候,他們就知道我是他們的主,也是他們列祖的神。願我們也蒙恩常存這樣的認識,好叫我們盡心、盡性、盡力、盡意愛祂,不分割這份愛慕,乃全然獻於祂那裡,使我們以祂為呼吸,隨處懷著對祂不滅的記念,無論坐下、起來、躺臥、行路。
For when these things come to pass, He says, they shall know that I am both their Lord and the God of their fathers. May it be granted to us also to possess this knowledge perpetually, that we may love Him with our whole heart, and with our whole soul, and with our whole strength, and with our whole might, not dividing our affection, but dedicating it whole to Him there, that we may breathe Him and carry about an unquenchable remembrance of Him, both sitting down and rising up, and lying down, and walking by the way.
1:2912
οὕτω γὰρ καὶ τῆς παρ' αὐτοῦ προμηθείας διηνεκῶς ἀπολαυσόμεθα, καὶ τῶν ἐπηγγελμένων τευξόμεθα ἀγαθῶν, ἐν Χρι στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
因為這樣,我們就必永遠享受祂的眷顧,並得著所應許的美善之事,在我們的主基督耶穌裡;願榮耀藉著祂歸與父,並歸與聖靈,從今直到永永遠遠。
For thus shall we perpetually enjoy His providential care, and shall attain the good things which have been promised, in Christ Jesus our Lord, with whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages.
1:2913
Ἐν τῷ ἔτει τῷ δεκάτῳ, ἐν τῷ δωδε κάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
「第十年十二月初一日,耶和華的話臨到我,說:」
'In the tenth year, in the twelfth month, on the first day of the month, the word of the Lord came to me, saying:'
1:2914
Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπ' αὐτὸν, καὶ ἐπ' Αἴγυπτον ὅλην λάλησον
「人子啊,你要面向埃及王法老,說預言攻擊他和埃及全地。」
'Son of man, set thy face against Pharaoh king of Egypt, and prophesy against him, and against all Egypt speak.'
1:2915
Πέρας ἐπιθεὶς ταῖς περὶ Τύρου προῤ ῥήσεσιν, ἐπὶ τὴν Αἴγυπτον μεταφέρει τὸν λόγον
祂結束了關於推羅的預言後,便把言語轉向埃及。
Having put an end to the predictions concerning Tyre, He transfers the discourse to Egypt.
1:2916
Τάδε λέγει Ἀδωναῒ Κύριος·
「主阿多乃耶和華如此說:」
'Thus saith Adonai the Lord:'
1:2917
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Φαραὼ βασιλεῦ Αἰγύπτου, τὸν δράκοντα τὸν καθήμενον ἐν μέσῳ τῶν ποτα μῶν, καὶ λέγοντα·
「埃及王法老啊,看哪,我與你為敵—你這臥在自己江河中的大龍,說:」
'Behold, I am against thee, Pharaoh king of Egypt, the great dragon that lieth in the midst of his rivers, and that saith:'
1:2918
Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς
「這江河是我的,是我為自己所造的。」
'The rivers are mine, and I made them.'
1:2919
Τινὲς τῶν ἑρμηνευτῶν ἑνικῶς εἶπον τὸν ποταμὸν, οἱ δὲ Ἑβδομήκοντα πληθυντικῶς·
有些譯者用單數說「這河」,但七十士譯本卻用複數;
Some of the translators rendered 'the river' in the singular, but the Seventy in the plural;
1:2920
εἷς μὲν γὰρ Νεῖλος, αἱ δὲ τούτου διώρυγες πλεῖσται, ποταμὸς δὲ ἑκάστη διώρυξ ὑπὸ τῶν ἐγχωρίων καλεῖται
因為尼羅河雖只有一條,但它的支流卻極多,而每一條支流都被當地居民稱為河。
for the Nile is one, but its channels are very many, and each channel is called a river by the local inhabitants.
1:2921
Ἐλέγ χει τοίνυν τοῦ Φαραὼ τὴν ἀλαζονείαν, καὶ δείκνυ σιν αὐτὸν μεγαλαυχούμενον ἐπὶ τοῖς ποταμοῖς, ὡς ὑπ' αὐτοῦ γεγενημένοις
祂於是斥責法老的狂傲,指明他在江河上自誇,彷彿那些江河是他所造的。
He therefore reproves the arrogance of Pharaoh, and shows him vaunting himself over the rivers as though they had been made by him.
1:2922
Οὕτω γὰρ καὶ τὸν διάβολον θεία προσαγορεύει Γραφή·
因為神聖的聖經也如此稱呼魔鬼:
For thus also does the divine Scripture designate the devil:
1:2923
Τῇ ἡμέρᾳ γὰρ, φησὶν, ἐκείνῃ ἐπάξει Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα ὄφιν, καὶ τὰ ἑξῆς
「祂說:到那日,神必用祂那聖潔、偉大而剛強的刀,臨到那龍,就是那蛇,」以及以下的話。
'For in that day, He says, God shall bring the holy and great and mighty sword upon the dragon, the serpent,' and what follows.
1:2924
Καὶ ἐγὼ δώσω χαλινὸν εἰς τὰς σιαγό νας σου, καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου, καὶ ταῖς λεπίσι σου προσκολληθήσονται
「我要用鉤子鉤住你的腮頰,使你江河中的魚貼住你的鱗甲;我要把你從你江河中拉上來,你江河中的一切魚也要貼住你的鱗甲。」
'And I will put a bridle in thy jaws, and I will cause the fishes of thy river to cling to thy scales, and I will bring thee up out of the midst of thy river, and all the fishes of thy river shall cling to thy scales.'
1:2925
Καὶ ἀποῤῥίψω εἰς τὴν ἔρη μόν σε καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ, καὶ καταβαλῶ σε ἐν τάχει, καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου·
「我要把你和你江河中的一切魚拋在曠野;我要迅速把你摔倒,連你和你江河中的一切魚也一同摔下。」
'And I will cast thee out into the wilderness, thee and all the fishes of thy river, and I will throw thee down speedily, thee and all the fishes of thy river;'
1:2926
ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς·
「你必倒在田野的地面上,不被收殮,也不被掩埋;」
'thou shalt fall upon the face of the plain, and shalt not be gathered together, nor covered over;'
1:2927
τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐ ρανοῦ δέδωκά σε εἰς κατάβρωμα
「我已把你賜給地上的走獸和空中的飛鳥作食物。」
'to the beasts of the earth and to the birds of heaven have I given thee for food.'
1:2928
Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος
「埃及一切的居民就知道我是耶和華。」
'And all the inhabitants of Egypt shall know that I am the Lord.'
1:2929
Φοβερὰ τὰ ἠπειλημένα καὶ φρίκης μεστά·
所威嚇的事甚是可畏,滿了驚恐;
Fearful are the things threatened, and full of dread;
1:2930
οὐ γὰρ μόνον αὐτὸν, ἀλλὰ καὶ τοὺς ὑπηκόους ἠπεί λησε παραδοῦναι σφαγῇ·
因為祂威嚇要交付刀下的,不僅是他自己,還有他的臣民;
for He threatened to deliver up to slaughter not only him, but also his subjects;
1:2931
ἰχθύας γὰρ προσκολλωμέ. νους τοὺς ὑπηκόους προσηγόρευκε
因為祂以那貼住的魚,指他的臣民。
for by the fishes that cling He designated the subjects.
1:2932
Καὶ ὥσπερ ἐπὶ τῆς Τύρου τὰς τῆς ἀλληγορίας ἀφορμὰς ἀπὸ τῆς θαλάττης ἔλαβε (παραλία γὰρ πόλις), οὕτως ἐνταῦθα ἀπὸ ποταμοῦ κέχρηται τῇ τροπῇ
正如祂在推羅一事上以海為寓意的緣由(因那城位於海濱),照樣在此祂乃以河作為比喻的取材。
And just as in the case of Tyre He took the occasions of the allegory from the sea (for the city was on the seacoast), so here He has employed the figure from a river.
1:2933
Λεπί δας δὲ αὐτοῦ καὶ πτέρυγας τὴν ἡγεμονίαν καὶ τὴν ἐξουσίαν ἐκάλεσε, αἷς οἱ ἀρχόμενοι τῆς τοῦ βασι λέως ἀναγκαίως ἐκοινώνησαν τιμωρίας
祂以他的鱗甲和翅膀稱那統治權和權柄,被治理的人也就必然在其中同受那王的刑罰。
By his scales and wings He called the leadership and the authority, in which those who were ruled necessarily shared in the king's punishment.
1:2934
Ἱκανῶς δὲ διὰ τοῦ χαλινοῦ ᾐνίξατο τὰ πρὸ τοῦ χαλινοῦ σκιρ τήματα
祂又藉那鉤子(轡頭),充分暗示了在受轡頭約束之前的種種跳躍狂放。
And by the bridle He sufficiently intimated the leapings that preceded the bridle.
1:2935
Ἠπείλησε δὲ τοὺς μὲν εἰς ἔρημον χώραν ἐκπέμψειν δορυαλώτους, τοὺς δὲ σφαγῇ παραδώσειν, καὶ τοῖς θηρίοις καταλείψειν βοράν
祂威嚇要把一些人作為被擄的俘虜遣送到荒涼之地,把另一些人交付刀下,並把他們留給野獸作食物。
He threatened to send some away as spear-captives into a desert land, and to deliver others to slaughter, and to leave them as food for the wild beasts.
1:2936
Ἐπάγει δὲ καὶ τὴν αἰτίαν·
祂也加上緣由:
And He adds also the cause:
1:2937
Ἀνθ' ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ
「因為你向以色列家成了蘆葦的杖。」
'Because thou wast become a staff of reed to the house of Israel.'
1:2938
ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σὲ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν
「眾手都向他們拍掌;他們倚靠你的時候,你就折斷,扭傷了他們的全腰。」
'every hand clapped over them, and when they leaned upon thee, thou wast broken, and didst shatter all their loins.'
1:2939
Τῇ μὲν οὖν Τύρῳ καὶ τοῖς ἀλλοφύ λοις, περὶ ὧν ἄνω προειρήκαμεν, ἠπείλησεν ἐπάξειν τὰς συμφορὰς, ὡς ἡσθεῖσιν ἐπὶ τοῖς συμβεβηκόσι τῷ Ἰσραήλ·
祂向推羅和上文所提的非利士人威嚇要降下災禍,因他們曾為臨到以色列的事幸災樂禍;
To Tyre, then, and to the foreigners, concerning whom we have spoken above, He threatened to bring calamities, as having rejoiced over what had befallen Israel;
1:2940
τῇ δὲ Αἰγύπτῳ οὐ τοῦτο μέμφεται, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι τῇ παρ' αὐτῆς βοηθείᾳ θαῤῥῆσαι τὸν λαὸν παρασκευάσασα, τῆς μὲν θείας αὐτὸν προνοίας ἀπεγύμνωσεν, οὐδὲν δὲ τοῦτον διὰ τῆς οἰκείας ὤνησεν ἐπικουρίας
但對埃及祂所責備的並非此事,而是完全相反的事,就是:埃及使百姓倚靠她所給的幫助,反倒剝奪了他們對神眷佑的倚賴,而她自己的援助卻絲毫沒有使他們得益。
but of Egypt He does not blame this, but altogether the contrary, namely that, having caused the people to trust in the help coming from her, she stripped them of the divine providence, yet in no way profited them by her own assistance.
1:2941
Τοῦτο γὰρ διὰ τῆς καλαμίνης παρεδήλωσε ῥάβδου, συντριβείσης δι' ἀσθένειαν, καὶ συνθλασθείσης
因為祂藉著那蘆葦的杖表明了這事,那杖因軟弱而折斷、被壓碎。
For this He signified through the reed staff, which is broken by weakness and shattered to pieces.
1:2942
Οὕτω καὶ Σεννα χηρεὶμ παρὰ τῷ Ἡσαΐᾳ τὴν Αἰγυπτίων βοήθειαν προσηγόρευσε·
西拿基立在以賽亞書中也照樣如此形容埃及人的幫助,說:
In this same way Sennacherim also, in Isaiah, described the help of the Egyptians, saying:
1:2943
Πέποιθε γὰρ, φησὶν, ἐπὶ τὴν ῥά βδον τὴν καλαμίνην, τὴν τεθλασμένην, ἐπ' Αἴγυπτον·
他說:「因為他倚靠那折斷的蘆葦杖,倚靠埃及;
'For he trusts,' he says, 'upon the reed staff, the broken one, upon Egypt;
1:2944
ὡς ἐὰν ἐπιστηριχθῇ ἀνὴρ ἐπ' αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ·
人若倚靠它,它必刺入他的手;
which, if a man lean upon it, it will enter into his hand;
1:2945
οὕτως ἐστὶ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ. Τοῦτο καὶ ἐνταῦθα ἔφη·
埃及王和一切倚靠他的人都是如此。」祂在這裡也說了同樣的話:
such is the king of Egypt, and all who trust in him.' This too He said here:
1:2946
Ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, ἐθλάσθης, καὶ ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χείρ. Καταγέλαστοι, φησὶ, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις ἐγένοντο, σοῦ δίκην καλαμίνης ῥάβδου συνθλασθείσης καὶ ἡττηθείσης
「他們用手抓住你,你就被壓碎,眾人的手都拍掌譏笑他們。」祂說:他們如同被壓碎、被擊敗的蘆葦杖一樣,成了仇敵譏笑和幸災樂禍的對象。
'They took hold of you with their hand, you were crushed, and the whole hand clapped against them.' They became, He says, objects of derision and of malicious joy to their enemies, having been shattered and defeated after the manner of a reed staff crushed to pieces.
1:2947
Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ, καὶ κτήνη
「看哪,我要使刀劍臨到你,並要從你中間剪除人和牲畜。」
'Behold, I bring a sword upon you, and I will destroy men from you, and cattle.'
1:2948
Καὶ ἔσται Αἴγυπτος εἰς ἀπώλειαν καὶ ἐρήμωσιν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος
「埃及必變為荒廢淒涼之地,他們就知道我是主。」
'And Egypt shall be given to destruction and desolation, and they shall know that I am the Lord.'
1:2949
Ἐπειδὴ δὲ μέγα φρονῶν, καὶ τοῖς ἄλλοις ὑπισχνοῦ βοηθεῖν, μαθήσῃ τῇ πείρᾳ, ὡς οὐδὲ τῆς οἰκείας γῆς ὑπερμαχῆσαι δυνήσῃ, ἐμοῦ σοι τὴν τιμωρίαν ἐπάγοντος·
「既然你心高氣傲,又應許幫助別人,你必藉經歷得知,當我使刑罰臨到你時,你連自己的地都不能護衛;」
'Since you are high-minded, and undertake to help others also, you shall learn by experience that you will not be able even to fight for your own land, when I bring the punishment upon you;'
1:2950
ἐπιγνώ σεται δὲ ἐμὸς λαὸς τὴν ἐμὴν δυναστείαν
「但我的百姓卻要認識我的權能。」
'but My people shall come to acknowledge My sovereign power.'
1:2951
Εἶτα πάλιν τῶν τῆς ἀλαζονείας αὐτῶν ἀναμνήσας ῥη μάτων, Ἔλεγες γὰρ, φησὶν, ὅτι Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς· ἐρημίαν ἀπειλεῖ τῇ Αἰγύπτῳ, οὐ πάσῃ, ἀλλ' ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ οὐδὲ ταύταις ταῖς πόλεσι διηνεκῆ τὴν ἐρημίαν, ἀλλὰ χρόνον τινά
接著,祂又重提他們狂傲的話語—祂說:「因為你說:『這些河是我的,是我造的。』」—便向埃及發出荒涼的威嚇,不是全埃及,乃是從密奪和色弗尼直到古實邊界之地;且連這些城的荒涼也非永久,只是一段時期。
Then again, having recalled the words of their arrogance—'For you said,' He says, 'that The rivers are Mine, and I made them'—He threatens desolation to Egypt, not to the whole of it, but only from Magdolon and Syene as far as the borders of the Ethiopians; and not even to these cities a perpetual desolation, but for a certain time.
1:2952
Οὐ μὴ διέλθῃ αὐτὴν, φησὶ, ποὺς ἀν θρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ ἐπ' αὐτὴν, καὶ οὐ κατοικηθήσονται τεσσαράκοντα ἔτη
祂說:「人的腳必不經過那地,獸的腳也必不經過,並且無人居住,共四十年。」
'No foot of man shall pass through it,' He says, 'and no foot of beast shall pass over it, and it shall not be inhabited for forty years.'
1:2953
Καὶ δώσω τὴν γῆν αὐτῆς, εἰς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται ἀφανεῖς τεσ σαράκοντα ἔτεσι·
「我必使她的地在荒涼之地中變為荒廢,她的城邑也必在荒廢的城邑中荒涼四十年;」
'And I will give her land to destruction in the midst of a desolated land, and her cities shall be laid waste in the midst of desolated cities for forty years;'
1:2954
καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς ἐν ταῖς χώ ραις
「我必將埃及人分散在列國,把他們簸散在各地。」
'and I will scatter Egypt among the nations, and winnow them among the countries.'
1:2955
Ἄῤῥητος τοῦ Θεοῦ φιλανθρωπία, μέτρῳ μέν τινι καὶ σταθμῷ τὰς τιμωρίας ἐπάγουσα, πάλιν δὲ τὰ πληττόμενα θεραπεύουσα·
神的仁慈難以言喻,祂按著某種分量和度量施行刑罰,又醫治那受擊打的;
Ineffable is the loving-kindness of God, which brings on punishments by a certain measure and weight, and again heals those that have been smitten;
1:2956
Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω, πατάξω, κἀγὼ ἰάσομαι. Κἀνταῦθα τοίνυν ἀπειλεῖ τοῖς Αἰ γυπτίοις αἰχμαλωσίαν, καὶ διασπορὰν, καὶ ἐρημίαν, ἀλλ' ὀλίγῳ χρόνῳ περιορίζει τὴν ἐρημίαν
「我使人死,也使人活;我打傷,也醫治。」所以祂在這裡也向埃及人威嚇擄掠、分散和荒涼,卻將荒涼限定在短暫的時間內。
'I will kill and make alive, I will smite and I will heal.' Here too, therefore, He threatens the Egyptians with captivity, dispersion, and desolation, but limits the desolation to a short time.
1:2957
Τεσσα ράκοντα, φησὶν, ἔτη ἄβατος ἔσται, καὶ οὐ πᾶσα Αἴγυπτος, ἀλλ' ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ εὐθὺς ὑπισχνεῖται τὴν ἀνά κλησιν
祂說:「四十年之久必無人經過」—且非全埃及,乃是從密奪和色弗尼直到古實邊界—隨即祂就應許使他們歸回。
'For forty years,' He says, 'it shall be untrodden'—and not all Egypt, but from Magdolon and Syene as far as the borders of the Ethiopians—and immediately He promises the recall.
1:2958
Μετὰ τεσσαράκοντα γὰρ, φησὶν, ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ
祂說:「四十年之後,我必從他們被分散到的列國招聚埃及人。」
'For after forty years,' He says, 'I will gather the Egyptians from the nations, whither they were scattered.'
1:2959
Καὶ ἀποστρέψω τὴν αἰ χμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικιῶ αὐτοὺς ἐν γῇ Παθούρης, ἐν τῇ γῇ ὅθεν ἐλήφθησαν
「我必使埃及被擄的人歸回,安置他們在巴忒羅地,就是他們被擄去的本地。」
'And I will turn back the captivity of the Egyptians, and will settle them in the land of Pathoures, in the land whence they were taken.'
1:2960
Οὕ τως ὑποσχόμενος τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, προλέγει καὶ τὴν ἐσομένην τῆς βασιλείας ἐκείνης σμικρότητα
祂如此應許脫離擄掠之後,又預言那國將有的卑微渺小。
Having thus promised the release from captivity, He foretells also the smallness that would attend that kingdom.
1:2961
Καὶ ἔσται γὰρ, φησὶν, ἀρχὴ ταπεινὴ ἐκεῖ, παρὰ πάσας τὰς ἀρχὰς, καὶ ἔσται ταπεινοτάτη, τοῦ μὴ ὑψωθῆναι ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγο στοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι
祂說:「因為在那裡它必成為卑微的國,比萬國更卑微,且要極其卑微,不再高舉自己凌駕列國之上;我必使他們人數減少,不再在列國中增多。」
'For it shall be,' He says, 'a lowly kingdom there, beyond all the kingdoms, and it shall be most lowly, so that it be no more exalted over the nations; and I will make them few in number, that they be not many among the nations.'
1:2962
Μαρτυρεῖ τῇ προφητείᾳ τὰ πράγματα τὴν ἀλήθειαν
事實本身為這預言的真實作了見證。
The events themselves bear witness to the truth of the prophecy.
1:2963
Καταλυθεῖσα γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ τῶν Αἰγυπτίων βασιλεία ἀν ήνθησε πάλιν ἐπὶ Κύρου τοῦ Πέρσου, ἀλλὰ τὴν προτέραν οὐκ ἀπέλαβε δυναστείαν
因為埃及人的國雖被尼布甲尼撒傾覆,卻在波斯王古列的時候再度興盛,只是未能恢復從前的權勢。
For the kingdom of the Egyptians, having been overthrown by Nebuchadnezzar, flourished again under Cyrus the Persian, yet did not recover its former power.
1:2964
Οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, Καμβύσης Κύρου ταύτην πάλιν καταλύσας, ὑπήκοον ἐποιήσατο, καὶ δασμὸν φέρειν ἠνάγκασεν·
因為過了不多時,古列的兒子岡比西斯又將它傾覆,使它臣服,並強迫它進貢;
For not much time having passed, Cambyses the son of Cyrus overthrew it again, made it subject, and compelled it to pay tribute;
1:2965
ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων
後來它甚至接受了馬其頓的君王,埃及人的君王完全斷絕了。
and later it received even Macedonian kings, the kings of the Egyptians having wholly ceased.
1:2966
ἀκο λουθῆσαι ὀπίσω αὐτῶν, καὶ γνώσονται, ὅτι ἐγώ εἰμι Κύριος
「……跟隨在他們之後,他們就知道我是主。」
'...to follow after them, and they shall know that I am the Lord.'
1:2967
Οὕτω γὰρ, φησὶ, τῶν Αἰγυπτίων ἐλαττώσω τὴν βασιλείαν, ὡς μηκέτι τὸν ἐμὸν λαὸν τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν, καὶ ἀσεβείας ἀφορμὰς παρ' ἐκείνων λαμβάνειν, ἀλλὰ τὴν ἐμὴν προμή θειαν ἐπιζητεῖν·
祂說:「因為我要如此削弱埃及人的國,使我的百姓不再倚靠他們的幫助壯膽,也不再從他們得著不敬虔的緣由,反倒尋求我的眷顧;」
'For thus,' He says, 'I will diminish the kingdom of the Egyptians, so that My people may no longer take courage in their help, nor take occasions of impiety from them, but seek My providence;'
1:2968
μαθήσονται γάρ μου τὴν δεσπο τείαν
「因為他們必認識我的主權。」
'for they shall learn My lordship.'
1:2969
Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λό γος Κυρίου πρός με, λέγων·
「到了第二十七年正月初一日,主的話臨到我,說:」
'And it came to pass in the twenty-seventh year, on the first day of the first month, the word of the Lord came to me, saying:'
1:2970
Υἱὲ ἀνθρώπου, Να βουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδου λώσατο τὴν δύναμιν αὑτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρῳ
「人子啊,巴比倫王尼布甲尼撒使他的軍隊為攻打推羅大大效勞。」
'Son of man, Nebuchadnezzar the king of Babylon made his army serve a great servitude against Tyre.'
1:2971
Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγένετο αὐτῷ, καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρῳ, καὶ τῇ δου λείᾳ ἐδούλευσεν ἐπ' αὐτῇ
「各人的頭都成了光禿,各人的肩都被磨破;然而他和他的軍隊為攻打推羅所服的勞役,卻沒有從推羅得著工價。」
'Every head was made bald, and every shoulder was made bare, yet neither he nor his army had any wages from Tyre, for the servitude that he served against it.'
1:2972
Ἐκεῖνα τῷ δε κάτῳ ἔτει τῆς Ἰεχονίου αἰχμαλωσίας προείρηκεν, τῷ δωδεκάτῳ·
前面那些事,他是在耶哥尼雅被擄的第十年,或第十二年所預言的;
Those former things he had foretold in the tenth year of the captivity of Jechonias, or in the twelfth;
1:2973
οὕτω γὰρ καὶ Ἑβραῖος λέγει, καὶ Σύρος·
因為希伯來文和敘利亞文都是這樣說;
for so both the Hebrew and the Syriac say;
1:2974
ταῦτα δὲ τῷ ἑβδόμῳ καὶ εἰκοστῷ μετὰ τὴν ἅλωσιν τῆς Τύρου καὶ τὴν μακρὰν πολιορκίαν, δι' ἣν καὶ πᾶσαν κεφαλὴν λέγει φαλακρὰν γενέ σθαι, καὶ πάντα ὦμον μαδῶντα
而這些事則是在第二十七年,就是攻取推羅並經過長久圍困之後—正因這圍困,他才說各人的頭都成了光禿,各人的肩都被磨破。
but these things in the twenty-seventh, after the capture of Tyre and the long siege, on account of which he says that every head became bald and every shoulder worn bare.
1:2975
γὰρ ὑπαίθριος διαγωγὴ τοιαῦτα ποιεῖν εἴωθε, τοῦ φλογμοῦ πολλά κις ἀποδέροντος τῶν τοῦ σώματος μελῶν τὰ γυμνὰ τούτῳ προκείμενα
因為露天的生活慣常造成這樣的結果,酷熱常常剝損那暴露在其下、身體肢體的裸露之處。
For life in the open air is wont to produce such effects, the scorching heat often stripping the bare parts of the body's members that are exposed to it.
1:2976
Ὑπισχνεῖται δὲ τῷ Ναβουχο δονόσορ τὸν μισθὸν δώσειν τὴν Αἴγυπτον, ὑπὲρ τῶν πόνων τῶν περὶ τὴν πολιορκίαν τῆς Τύρου γεγενημέ νων·
祂應許將埃及賜給尼布甲尼撒作工價,以報償他為圍攻推羅所付出的勞苦;
He promises to give Egypt as wages to Nebuchadnezzar, in return for the labors incurred about the siege of Tyre;
1:2977
οὐκ ἐπειδὴ γνώμῃ τῷ θείῳ διακονῶν βουλή ματι τοῦτο εἰργάσατο (οἰκείᾳ γὰρ ὁρμῇ κεχρημένος πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπεστράτευσεν), ἀλλὰ διὰ τούτων παραδηλοῖ, ὡς οὐδὲν αὐτοῦ μὴ βουλομένου γενήσεται
並非說尼布甲尼撒是有意識地服事神的旨意才行這事(因為他是憑自己的衝動攻打這一切列國),乃是藉著這些事表明,凡神不願意的,沒有一件會發生。
not that he did this consciously serving the divine will (for using his own impulse he made war on all these nations), but through these things He indicates that nothing comes to pass against His will.
1:2978
ἀλλὰ τὰ μὲν αὐτὸς πρυτανεύει, τὰ δὲ γίνεσθαι συγχωρεῖ, νῦν μὲν τῷ αὐτεξουσίῳ τῶν ἀνθρώπων παραχωρῶν, νῦν δὲ τοὺς ἀξίους δι' ἑτέρων κολάζεσθαι συγχωρῶν
有些事是祂親自掌管,有些事則是祂容許發生,有時讓步於人的自由意志,有時容許該受懲罰的人藉他人受罰。
But some things He Himself directs, and others He permits to happen, now yielding to the free will of men, now permitting the deserving to be punished through others.
1:2979
Τάδε, λέγει Ἀδωναῒ Κύριος·
「主耶和華如此說:」
'Thus says Adonai the Lord:'
1:2980
Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐ τῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ προ νομεύσει τὴν προνομὴν αὐτῆς, καὶ ἔσται μι σθὸς τῇ δυνάμει αὐτοῦ
「看哪,我必將埃及地賜給巴比倫王尼布甲尼撒;他必擄掠她的群眾,奪取她的財物,搶奪她的貨物,作為他軍隊的工價。」
'Behold, I give to Nebuchadnezzar king of Babylon the land of Egypt, and he shall take her multitude, and spoil her spoils, and plunder her plunder, and it shall be the wages for his army.'
1:2981
Ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρου, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου, ἀνθ' ὧν ὅσα εἰργάσατο
「因他為攻打推羅所服的勞役,我已將埃及地賜給他,作為他一切所行的報償。」
'In return for his ministry, wherewith he served against Tyre, I have given him the land of Egypt, in requital for all that he did.'
1:2982
Πά λιν τὰ αὐτὰ εἴρηκε, τῇ ἀναλήψει καὶ δευτερώσει τὴν πρόῤῥησιν βεβαιῶν·
祂又重述了同樣的話,藉著重提與重複來確立這預言;
Again He has said the same things, confirming the prediction by the resumption and repetition;
1:2983
Τάδε λέγει Ἀδωναῒ Κύριος·
「主耶和華如此說:」
'Thus says Adonai the Lord:'
1:2984
( καʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος
(第二十一章)「在那日,我必使一角為以色列全家生發,又使你在他們中間開口說話,他們就知道我是主。」
(chapter 21.) 'In that day a horn shall spring forth for all the house of Israel, and to you I will give an opened mouth in the midst of them, and they shall know that I am the Lord.'
1:2985
Κέρας θεία Γραφὴ ποτὲ μὲν καλεῖ τὴν εὐσέβειαν, ποτὲ δὲ τὴν δύναμιν, ποτὲ δὲ τὴν βασιλείαν·
聖經有時用「角」稱敬虔,有時稱能力,有時稱國權;
By 'horn' the divine Scripture sometimes calls piety, sometimes power, sometimes kingship;
1:2986
τὸ δὲ Ἀνατελεῖ κέρας ἐκ τῆς μεταφορᾶς τῶν μόσχων τέθεικεν, οἳ ἀσθενεῖς. μὲν εἰσὶν πρὸ τῆς τῶν κεράτων ἐκφύσεως, μετὰ δὲ τὴν τούτων αὔξησιν πολλὴν προσλαμβάνουσι δύναμιν
祂用「角必生發」這話,是取自牛犢的比喻—牠們在角長出之前是軟弱的,但角長成之後就得著極大的力量。
and He has set the phrase 'A horn shall spring forth' from the metaphor of calves, which are weak before the sprouting of their horns, but after their growth acquire much strength.
1:2987
Τῆς τοίνυν Αἰγύπτου, φησὶ, καταλυομένης, ἐμὸς ἀνθήσει λαὸς, καὶ εὐσέβειαν κτήσεται, τὴν πονηρίαν οὐκ ἔχων διδάσκαλον·
祂說:「所以當埃及被傾覆的時候,我的百姓必興盛,得著敬虔,不再以邪惡為師傅;」
'When Egypt therefore is overthrown,' He says, 'My people shall flourish and gain piety, no longer having wickedness as its teacher;'
1:2988
ὑφέξουσι δὲ καὶ τοῖς προφητικοῖς λόγοις τὴν ἀκοὴν, τὴν ἐμὴν δεσποτείαν μεμαθηκότες
「他們既認識了我的主權,也必側耳聽從那些先知的話語。」
'and they shall lend an ear to the prophetic words, having learned My lordship.'
1:2989
Τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς·
因為祂說這話時已表明了這事:
For this He indicated when He said:
1:2990
Καὶ σοὶ δώσω στόμα ἠνεῳγμένον ἐν μέσῳ αὐτῶν· διὰ γὰρ τοῦ Ἰεζε κιὴλ πάντα τὸν προφητικὸν ἐσήμανε χορόν
「我必使你在他們中間開口說話」;因為祂藉著以西結表明了眾先知的行列。
'And to you I will give an opened mouth in the midst of them'; for through Ezekiel He signified the whole prophetic choir.
1:2991
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
「主的話臨到我,說:」
'And the word of the Lord came to me, saying:'
1:2992
Υἱὲ ἀνθρώπου, προφήτευσον καὶ εἰπέ·
「人子啊,你要說預言,說:」
'Son of man, prophesy and say:'
1:2993
Τάδε λέγει Ἀδωναῒ Κύριος·
「主耶和華如此說:」
'Thus says Adonai the Lord:'
1:2994
Ὅτι ἐγγὺς ἡμέρα Κυρίου, καὶ ἐγγίζει ἡμέρα νεφέλης, καὶ καιρὸς ἐθνῶν ἔσται
「因為主的日子臨近了,密雲的日子將到,那將是列國受罰的時候。」
'For near is the day of the Lord, and the day of a cloud draws near, and it shall be a time of nations.'
1:2995
Ἡμέραν καλεῖ τὸν τῆς τιμωρίας καιρόν·
祂用「日子」稱刑罰的時候;
By 'day' He calls the time of punishment;
1:2996
νεφέλην δὲ τὸ ἀπὸ τῆς συμφορᾶς ταῖς ψυχαῖς γενόμενον σκότος·
用「密雲」稱那因災禍而臨到人心靈的黑暗;
and by 'cloud' the darkness that comes upon the souls from calamity;
1:2997
Οὐ γὰρ μόνον, φησὶν, ἐμὸς λαὸς τούτοις περιπε σεῖται τοῖς κακοῖς, ἀλλὰ καὶ τὰ ἔθνη δώσει δίκας τῆς ἀσεβείας
祂說:「不但我的百姓要陷入這些災禍,列國也要為他們的不敬虔付上代價。」
'For not only,' He says, 'shall My people fall into these evils, but the nations also shall pay the penalties of their impiety.'
1:2998
Καὶ ἥξει μάχαιρα ἐπ' Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ, καὶ πεσοῦνται οἱ τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ ληφθήσεται τὸ πλῆθος αὐτῶν, καὶ συμπεσεῖται τὰ θεμέ λια αὐτῆς
「必有刀劍臨到埃及人,古實必有大亂,被殺的人必在埃及仆倒,她的群眾必被擄掠,她的根基必一同崩塌。」
'And a sword shall come upon the Egyptians, and there shall be tumult in Ethiopia, and the wounded shall fall in Egypt, and her multitude shall be taken, and her foundations shall collapse together.'
1:2999
Καὶ καταληφθήσονται Πέρσαι, καὶ Κρῆτες, καὶ Λίβυες, καὶ Αἰθίοπες, καὶ Λυδοὶ, καὶ πᾶσα Ἀραβία, καὶ πάντες οἱ ἐπίμικτοι, καὶ ἐκ τῶν υἱῶν τῆς διαθήκης μου ἐν αὐτῇ μα χαίρᾳ πεσοῦνται μετ' αὐτῆς
「波斯人、克里特人、呂彼亞人、古實人、路德人、亞拉伯全地的人、一切雜族的人,以及在她中間屬我立約之子的人,都必與她一同倒在刀下。」
'And the Persians, and Cretans, and Libyans, and Ethiopians, and Lydians, and all Arabia, and all the mingled peoples, and those of the sons of My covenant that are in her, shall fall by the sword together with her.'
1:3000
Τὰ τῇ Αἰγύπτῳ, φησὶ, συμβησόμενα θόρυβον καὶ τῇ Αἰθιοπίᾳ παρ έξει·
祂說:「那將臨到埃及的事,也必給古實帶來動亂;」
'The things that shall befall Egypt,' He says, 'will bring turmoil to Ethiopia also;'
1:3001
ὅμορος γὰρ οὖσα ἀγωνιάσει μὴ ταὐτὰ πάθῃ
因為古實與埃及接壤,必要惶恐,惟恐自己也遭受同樣的事。
for being her neighbor she shall be in anguish lest she suffer the same.
1:3002
Εἶτα διηγεῖται τοὺς Αἰγυπτίων ἐπικούρους σὺν Αἰ γυπτίοις ἀναιρουμένους, Κρῆτας, καὶ Λίβυας, καὶ Αἰθίοπας, καὶ Λυδοὺς, καὶ Ἄραβας
接著祂敘述埃及人的援兵—克里特人、呂彼亞人、古實人、路德人和亞拉伯人—與埃及人一同被除滅。
Then He recounts the auxiliaries of the Egyptians being destroyed together with the Egyptians—Cretans, Libyans, Ethiopians, Lydians, and Arabs.
1:3003
Καὶ Ἑλληνικαὶ δὲ ἱστορίαι διδάσκουσι τὴν Λυδῶν καὶ Αἰγυ πτίων συμμαχίαν
希臘的史書也教導我們路德人與埃及人結盟之事。
And the Greek histories too teach of the alliance of the Lydians and the Egyptians.
1:3004
Πέρσας δὲ οὐ τοὺς ἀπὸ τῆς Περσί δος εἰς βοήθειαν αὐτοῖς ἐληλυθότας λέγει·
但祂所說的「波斯人」,並非指那些從波斯前來援助他們的人;
But by 'Persians' He does not mean those who came from Persis to their aid;
1:3005
πῶς γὰρ οἷόν τε ἦν, Ἀσσυρίων καὶ Χαλδαίων πολεμούντων αὐτοῖς, Πέρσας ἔχειν συμμάχους; ἀλλὰ τοὺς πάλαι ποτὲ ἐκεῖθεν ἀποικισθέντας, καὶ μετοίκους ἐν Αἰ γύπτῳ γεγενημένους
因為亞述人和迦勒底人正與他們爭戰,他們怎能有波斯人作盟友呢?祂乃是指那些從前很久以前從那裡遷移過來、在埃及定居為僑民的人。
for how could it be that, while the Assyrians and Chaldeans were making war on them, they should have Persians as allies? Rather He means those who long ago were transplanted thence, and had become settlers in Egypt.
1:3006
Φασὶ δὲ καὶ τὴν Αἰγυπτιακὴν Βαβυλῶνα τούτου χάριν ὁμώνυμον τῇ Περσικῇ γε νέσθαι, ὡς Περσῶν αὐτὴν ᾠκηκότων
他們也說,埃及的巴比倫之所以與波斯的巴比倫同名,正是因為波斯人曾住在那裡。
And they say that the Egyptian Babylon received its name, homonymous with the Persian, for this reason, since Persians had inhabited it.
1:3007
Υἱοὺς δὲ τῆς διαθήκης αὐτοὺς καλεῖ τοὺς Ἰουδαίους, οἳ μετὰ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν κατῆλθον εἰς Αἴγυπτον, τὸν προφήτην Ἱερεμίαν λαβόντες
祂稱那些猶太人為「立約之子」,就是在耶路撒冷被圍困之後帶著先知耶利米下到埃及的人。
'Sons of the covenant' He calls the Jews, who after the siege of Jerusalem went down into Egypt, taking the prophet Jeremiah with them.
1:3008
Καὶ τούτοις δὲ ὁμοίως ἀπειλεῖ τιμωρίαν, ἐπειδὴ παρὰ τὸν αὐτοῦ σκο πὸν τὴν Ἰουδαίαν καταλιπόντες ἀφίκοντο εἰς τὴν. Αἴγυπτον
祂同樣向這些人威嚇刑罰,因為他們違背祂的旨意,離開猶大來到埃及。
And to these likewise He threatens punishment, since contrary to His purpose they left Judea and came into Egypt.
1:3009
Ταῦτα δὲ καὶ διὰ Ἱερεμίου τοῦ προφή του εἴρηται·
這些事也是藉著先知耶利米說的:
And these things were said also through Jeremiah the prophet:
1:3010
Γνώσονται γὰρ, φησὶ, πάντες οἱ κα τάλοιποι τοῦ Ἰούδα, οἱ παροικοῦντες ἐν γῇ Αἰγύ πτου, λόγος τίνος ἐμμενεῖ, ἐμὸς, αὐτῶν·
祂說:「凡住在埃及地一切剩下的猶大人,必要知道誰的話得以立定,是我的話呢,還是他們的話。」
'For all the remnant of Judah,' He says, 'that sojourn in the land of Egypt shall know whose word shall stand, Mine or theirs.'
1:3011
καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος·
「這就是給你們的兆頭,」主說:
'And this shall be the sign to you,' says the Lord:
1:3012
Ἰδοὺ ἐγὼ δί δωμι τὸν Φαραὼ Οὐαφρῆ βασιλέα Αἰγύπτου ἔκδο τον εἰς χεῖρας ζητούντων ψυχὴν αὐτοῦ, καθὼς ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδο νόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ, καὶ ζη τοῦντος ψυχὴν αὐτοῦ. Συμφωνεῖ τοίνυν ἀλλήλοις τὰ ὑπὸ τῶν θείων προφητῶν προηγορευμένα·
「看哪,我必將埃及王法老合弗拉交在尋索他性命之人的手中,正如我將猶大王西底家交在他仇敵巴比倫王尼布甲尼撒的手中,那尋索他性命的人一樣。」如此,眾神聖先知所預言的話彼此相合;
'Behold, I will give Pharaoh Hophra, king of Egypt, into the hands of those who seek his life, just as I gave Zedekiah, king of Judah, into the hands of Nebuchadnezzar, king of Babylon, his enemy, who sought his life.' The things foretold by the divine prophets are therefore in agreement with one another;
1:3013
ἑνὸς γὰρ Πνεύματος ῥήματα
因為這些都是同一位聖靈的話語。
for they are the utterances of one and the same Spirit.
1:3014
Οὕτω πάλιν προει ρηκὼς μετὰ τοῦ διορισμοῦ τῆς Αἰγύπτου τὴν ἐρημίαν, καὶ πῦρ τὸν Ἀσσύριον προσαγορεύσας βα σιλέα, ἐπάγει·
如此,他既已預言埃及的荒涼連同它的分裂,又稱亞述王為烈火,便接著說:
Thus again, having foretold the desolation of Egypt together with its dismemberment, and having called the Assyrian king a fire, he adds:
1:3015
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι ἀπὸ προσώπου μου ἐν Σεὶμ, σπεύδοντες ἀφα νίσαι τὴν Αἰθιοπίαν τὴν ἐλπίδα·
「當那日,必有使者從我面前出去,在西音急速前往,要毀滅那作為指望的古實(埃塞俄比亞);」
'On that day messengers shall go forth from before my face in Seim, hastening to destroy Ethiopia, the hope;'
1:3016
καὶ ἔσται τα ραχὴ αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει
「在埃及受罰的日子,他們中間必有慌亂,因為看哪,那日已經來到。」
'and there shall be confusion among them in the day of Egypt, for behold, it comes.'
1:3017
Ἐλπίδα τὴν Αἰθιοπίαν ἐκάλεσε, διὰ τὸ τοὺς Αἰγυπτίους τῇ ἐκείνων βοηθείᾳ θαῤῥεῖν·
他稱古實為「指望」,因為埃及人倚靠他們的援助而壯膽;
He called Ethiopia 'the hope' because the Egyptians took courage in their aid;
1:3018
τὸ δὲ Σεὶμ τῇ Ἑλλάδι φωνῇ ἐν ἰσχύϊ δηλοῖ
而「西音」一詞在希臘語中意指「以能力」。
and the word 'Seim' in the Greek tongue signifies 'in strength.'
1:3019
Ταῦτα δὲ, φησὶ, τῶν Αἰγυπτίων ὑπομενόντων, ταραχθήσονται Αἰθίοπες οἱ τούτων ἐπίκουροι, οὐ μόνον διὰ τὰ τού τοις ἐπελθόντα κακὰ, ἀλλὰ καὶ διὰ τὰς σφᾶς αὐ τοὺς καταληψομένας συμφορὰς δι' ἀγγέλων τινῶν ὑπ' ἐμοῦ πεμπομένων, καὶ ἐπειγομένων πληρῶσαι τὰ προσταχθέντα
他說:「當埃及人遭受這些事之時,他們的盟友古實人也必陷入慌亂,不僅因為臨到埃及人的災禍,更因為那將臨到他們自身的災難,乃是藉著我所差遣、被催促去成就我所吩咐之事的某些使者而臨到的。」
'These things,' he says, 'while the Egyptians are enduring them, the Ethiopians their allies shall be thrown into confusion, not only on account of the evils that have come upon these, but also on account of the calamities that will overtake themselves through certain messengers sent by me and urged on to fulfil what has been commanded.'
1:3020
Τάδε λέγει Ἀδωναῒ Κύριος·
「主阿多乃如此說:」
'Thus says Adonai the Lord:'
1:3021
Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδο νόσορ βασιλέως Βαβυλῶνος
「我必藉巴比倫王尼布甲尼撒的手滅絕埃及的眾民,」
'And I will destroy the multitude of the Egyptians by the hand of Nebuchadnezzar, king of Babylon,'
1:3022
Αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ μετ' αὐτοῦ·
「就是他和跟隨他的百姓:」
'him and his people with him:'
1:3023
λοιμοὶ ἀπὸ ἐθνῶν ἀπ εσταλμένοι ἀπολέσαι τὴν γῆν·
「就是從列國中被差來毀滅那地的災病;」
'plagues sent from among the nations to destroy the land;'
1:3024
καὶ ἐκκενώσουσι πάντας τὰς μαχαίρας αὑτῶν ἐπ' Αἰγύπτου, καὶ πλησθήσεται γῆ τραυματιῶν
「他們都要拔刀攻擊埃及,遍地必滿了被殺的人。」
'and they shall all draw their swords against Egypt, and the land shall be filled with the slain.'
1:3025
Καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους, καὶ ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, ἐν χερσὶν ἀλλοτρίων·
「我必使他們的江河荒涼,將那地交在惡人手中;我必藉外邦人的手毀滅那地和其中所充滿的。」
'And I will make their rivers desolate, and I will deliver up the land into the hands of wicked men, and I will destroy the land and its fullness by the hands of strangers.'
1:3026
Τοῖς τῶν ἐθνῶν, φησὶν, ἁπάντων ὠμοτέροις Βαβυλωνίοις παραδώσω τὴν Αἴγυπτον, ὥστε πᾶσαν αὐτῶν τὴν γῆν πληρωθῆναι σφαγῶν, καὶ τοὺς ποταμοὺς ἐρήμους γενέσθαι τῶν παροικούντων·
他說:「我必將埃及交給巴比倫人,就是萬國中最兇殘的,使他們全地滿了殺戮,他們的江河也失去了居住其旁的人;」
'To the Babylonians,' he says, 'the most savage of all the nations, I will hand over Egypt, so that all their land is filled with slaughter and their rivers become emptied of their inhabitants;'
1:3027
τὸ δὲ, Ἀποδώσομαι τὴν γῆν εἰς χεῖρας πονηρῶν, ἀντὶ τοῦ παραδώσω τέθεικεν
至於「我必將那地交在惡人手中」這句話,他是取「我必把它交付出去」的意思。
and the phrase, 'I will deliver up the land into the hands of wicked men,' he has set down in the sense of 'I will hand it over.'
1:3028
Ἁρμόττει δὲ καὶ τοῦτο τοῖς προειρημένοις·
這也與前面所說的相合;
And this too fits with what was said before;
1:3029
μισθὸν γὰρ ἔφη δώσειν τῷ Ναβουχοδονόσορ, τῆς Αἰγύπτου τὴν δούλωσιν, ὑπὲρ τῶν γεγενημένων αὐτῷ πόνων ἐν τῇ πολιορκίᾳ τῆς Τύρου
因為他曾說,他要將埃及被奴役之事作為賞賜賜給尼布甲尼撒,以報答他在圍攻推羅時所受的勞苦。
for he said that he would give to Nebuchadnezzar, as a wage, the enslavement of Egypt, in return for the toils that had befallen him in the siege of Tyre.
1:3030
Εἶτα προλέγει, ὅτι βδε λύγματα αὐτῶν, τουτέστι, τὰ εἴδωλα τὰ βδελυγ μίας μεστὰ, ὑπὸ τῶν πολεμίων καταλυθήσεται
然後他預言說,他們的可憎之物——就是那滿了可憎的偶像——必被仇敵除滅。
Then he foretells that their abominations — that is, the idols full of abomination — shall be destroyed by their enemies.
1:3031
Καὶ λήξουσιν οἱ τῆς Μέμφεως ἡγεμόνες
「挪弗(孟斐斯)的首領必歸於無有;」
'And the princes of Memphis shall cease;'
1:3032
τῆς δὲ δυνατωτάτης Σαϊ τῶν πόλεως χαλεπωτάταις περιπεσούσης συμφοραῖς·
而那最強盛的鎖(塞易斯)城既已陷入極其慘重的災難;
and the most powerful city of Sais having fallen into the most grievous calamities;
1:3033
καὶ ἁπαξαπλῶς πυρὸς δίκην τῶν πολεμίων ἅπασαν κατανεμομένων τὴν Αἴγυπτον, ὡς καὶ τὴν ἐνδοτάτω κειμένην Συήνην τὸν ἐκ τούτων ὑποδέξασθαι θό ρυβον
簡言之,仇敵如烈火一般吞滅整個埃及,以致連那位於最內陸的色弗尼(色耶尼)也承受了由此而生的騷亂。
and, in short, the enemy consuming all of Egypt like fire, so that even Syene, which lies in the innermost part, receives the tumult arising from these things.
1:3034
Καὶ τὴν ἐξαπιναίως δὲ γενομένην ἔφοδον ἱκα νῶς παρεδήλωσεν, εἰρηκώς·
他也充分表明了那將發生之攻擊的突然性,說道:
And he made sufficiently plain the suddenness of the onslaught that would occur, when he said:
1:3035
Ἔσονται ἐν Μέμφει πόλεμοι αὐθημερινοί·
「挪弗必有一日之內的戰爭;」
'There shall be wars in Memphis lasting but a single day;'
1:3036
ἅμα γὰρ τῇ ἀγγελίᾳ καὶ διαμάχη γενήσεται
因為那消息一到,爭戰隨即發生。
for together with the announcement the very battle shall come to pass.
1:3037
Ὅτι καὶ οἱ νεανίσκοι Ἡλιουπόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται
「因為安城(希利波利斯)和比伯實的少年人也必倒在刀下;」
'For the young men of Heliopolis and Bubastis also shall fall by the sword;'
1:3038
ἀλλὰ καὶ Αἱ γυναῖκες, φησὶν, ἐν αἰχμαλω σίᾳ πορεύσονται. Εἶτα προστίθησιν·
他說:「連婦女也必被擄去。」然後他又加上:
'but the women too,' he says, 'shall go into captivity.' Then he adds:
1:3039
Ὅτι καὶ τῇ Τάφναις συσκοτάσει ἡμέρα
「因為在答比匿,白晝也必變為昏暗;」
'Because in Tahpanhes also the day shall be darkened;'
1:3040
Σημαίνων τὸ ἐκ τῶν συμφορῶν ἐπιγινόμε νον σκότος
這是表明因災難而臨到他們的黑暗。
signifying the darkness that comes upon them out of their calamities.
1:3041
Ταυτὸ δὲ τοῦτο πάλιν ἐσήμανεν, εἰρηκώς·
他又表明了同樣的事,說道:
And this very same thing he again signified, when he said:
1:3042
Καὶ αὐτὴν νεφέλη καλύψει. Οἱ γὰρ κακοῖς περι πίπτοντες οὐχ ὁμοίως ὁρῶσι τὸ φῶς, ἀλλὰ σκότου παντὸς ζοφωδεστέραν ὑπολαμβάνουσι τὴν ἡμέραν
「必有密雲遮蓋她。」因為那些陷入禍患之人並不像常人一樣看見光明,反而以為白晝比一切黑暗更加陰沉。
'And a cloud shall cover her.' For those who fall into evils do not see the light in the same way, but they suppose the day to be gloomier than all darkness.
1:3043
Εἶτα τῶν γιγνομένων ἐδήλωσε τὸν σκοπόν
然後他表明了這些將要發生之事的目的:
Then he made plain the aim of the things that were coming to pass:
1:3044
Καὶ ποιήσω κρίματα ἐν Αἰγύπτῳ, καὶ γνώ σονται οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι Κύριος
「我必在埃及施行審判,埃及人就知道我是耶和華(主)。」
'And I will execute judgments in Egypt, and the Egyptians shall know that I am the Lord.'
1:3045
Ταῦτα γὰρ, φησὶν, ἅπαντα γενέσθαι συγχωρήσω, ἵνα καὶ οἱ Αἰγύπτιοι μάθωσι μὴ ἐφ' ἑαυτοῖς μέγα φρονεῖν, ἀλλὰ τὴν ἐμὴν δεσποτείαν γνωρίζειν
他說:「這一切事我都必容許發生,為要使埃及人也學會不再自高自大,反倒認識我的主權。」
'For all these things,' he says, 'I will permit to happen, in order that the Egyptians too may learn not to think great things of themselves, but to acknowledge my sovereignty.'
1:3046
Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ πρώτῳ μηνὶ, ἑβδόμῃ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων
「在第十一年一月初七日,耶和華(主)的話臨到我,說:」
'And it came to pass in the eleventh year, in the first month, on the seventh day of the month, the word of the Lord came to me, saying:'
1:3047
Τοῦτο τὸ εἶδος καὶ παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ εὑρίσκεται·
這同樣的情形在先知耶利米書中也可以找到;
This same kind of thing is found also in the prophet Jeremiah;
1:3048
καὶ γὰρ ἐκεῖνος σποράδην τίθησι τοὺς χρόνους, καὶ τιθεὶς πρότερα τὰ ἐπὶ Σεδεκίου γεγενημένα, ὃς ἔσχατος ἐβασίλευσε, πάλιν τὰ κατὰ τὸν Ἰωακεὶμ διηγεῖται, ὃς πρὸ ἐκεί νου τὴν βασιλείαν ἐπρυτάνευσεν
因為他也是零散地記下年代,並且先記載西底家在位時所發生的事——西底家是末後作王的——然後又敘述約雅敬的事,而約雅敬是在西底家之前執掌王權的。
for he too sets down the dates in a scattered fashion, and, having first placed the events that took place under Zedekiah, who reigned last, he then again relates the matters concerning Jehoiakim, who had held the kingship before him.
1:3049
Αἴτιον δὲ τούτου τὸ μὴ ἱστορίαν αὐτοὺς ἁπλῶς συγγράφειν, ἀλλὰ προφητείας κατὰ χρόνους τινὰς γεγενημένας
其緣故乃是:他們並非單純地撰寫歷史,而是記錄那些在某些特定時候所發出的預言。
The reason for this is that they were not simply composing a history, but prophecies that came into being at certain particular times.
1:3050
Ἀναγ καίως δὲ καὶ μάλα εἰκότως τούτου νῦν ἐμνημόνευσε τοῦ χρόνου
他如今提及這個時間,乃是出於必要,而且極其恰當。
And it was of necessity, and very fittingly, that he now made mention of this time.
1:3051
Ἐπειδὴ γὰρ τοσοῦτον νέφος συμφορῶν ἠπείλησε τῇ Αἰγύπτῳ ἐν τῷ ἑβδόμῳ καὶ εἰκο στῷ ἔτει
因為他既已在第二十七年向埃及發出如此濃密的災難之雲的威嚇,
For since he had threatened so great a cloud of calamities against Egypt in the twenty-seventh year,
1:3052
διδάσκει ἡμᾶς τῆς τιμωρίας τὸ δί καιον
他便教導我們這刑罰的公義。
he teaches us the justice of the punishment.
1:3053
Ἐν γὰρ τῷ ἑνδεκάτῳ, φησὶν, ἔτει εἶπε Κύ ριος πρός με·
他說:「因為在第十一年,主對我說:」
'For in the eleventh year,' he says, 'the Lord said to me:'
1:3054
(καʹ.) Υἱὲ ἀνθρώπου, τοὺς βρα χίονας Φαραὼ βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοῦναι αὐτῷ ἴασιν, τοῦ ἐπιθεῖναι αὐτῷ μάλαγμα, τοῦ δεθῆναι,. καὶ κατισχύσαι, καὶ ἐπιλαβέσθαι μαχαίρας
「(二十一章)人子啊,我已經打斷了埃及王法老的膀臂;看哪,還沒有包紮,使他得醫治,好敷上藥、纏裹起來,得力量拿起刀劍。」
'(21) Son of man, I have broken the arms of Pharaoh, king of Egypt, and behold, it has not been bound up to give him healing, to lay upon it a plaster, to be bound up, and to gain strength, and to take hold of a sword.'
1:3055
Με τρίαν, φησὶν, ἐπήγαγον αὐτῷ τιμωρίαν, καὶ οὐκ ἠθέλησε τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις ἵνα πάλιν τῆς προτέρας ἐπιλάβηται δυναστείας
他說:「我曾向他施行了適度的刑罰,他卻不肯使用悔改的良藥,好使他能重新掌握先前的權勢。」
'I brought upon him a moderate punishment,' he says, 'and he was unwilling to use the remedies of repentance, so that he might once more take hold of his former dominion.'
1:3056
Ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς, καὶ τεταμέ νους, καὶ τοὺς συντετριμμένους, καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἀπὸ τῆς χειρὸς αὐτοῦ
「看哪,我與埃及王法老為敵,必打斷他的膀臂,就是強壯的和伸出的,連那已折斷的也要打斷,並使刀從他手中墜落。」
'Behold, I am against Pharaoh, king of Egypt, and I will break his arms, both the strong and the outstretched, and those already broken, and I will cast down the sword from his hand.'
1:3057
Καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
「我必將埃及人分散在列國,把他們簸散在各地。」
'And I will scatter Egypt among the nations, and I will winnow them into the lands.'
1:3058
Καὶ κατισχύσω τοὺς βρα χίονας βασιλέως Βαβυλῶνος
「我必堅固巴比倫王的膀臂。」
'And I will strengthen the arms of the king of Babylon.'
1:3059
Ἐπειδὴ γὰρ οὐκ ἐβουλήθη ταῖς μετρίαις σωφρονισθῆναι παιδείαις, μεγίσταις αὐτὸν ὑποβαλῶ τιμωρίαις, καὶ πάσης αὐ τὸν τῆς ἰσχύος γυμνώσω, ὡς μηδὲ τοῖς πολεμι κοῖς δυνηθῆναι χρήσασθαι ὀργάνοις, πάσης δὲ ἰσχύος καὶ δυνάμεως ἐμπλήσω τὸν Βαβυλώνιον·
「因為他既不肯藉著適度的管教而回轉自省,我便要使他遭受最嚴厲的刑罰,剝奪他一切的力量,以致他連戰爭的器械都不能使用;而那巴比倫人,我卻要使他滿有一切的力量與能力;」
'For since he was unwilling to be brought to sober sense by moderate chastisements, I will subject him to the greatest punishments, and I will strip him of all his strength, so that he cannot even make use of the instruments of war; but the Babylonian I will fill with all strength and power;'
1:3060
διὰ γὰρ τῶν βραχιόνων, καὶ ἐπὶ τοῦ Αἰγυπτίου, καὶ ἐπὶ τοῦ Βαβυλωνίου τὴν δύναμιν παρεδήλωσεν·
因為他藉著「膀臂」一詞,無論是對埃及人還是對巴比倫人,都是表明他們的能力;
for by means of 'the arms,' both in the case of the Egyptian and in the case of the Babylonian, he indicated their power;
1:3061
ἐπειδὴ γὰρ διὰ τῶν βραχιόνων, καὶ τὰ πολεμικὰ πέφυκεν ἐνερ γεῖσθαι, Καὶ δώσω, φησὶ, τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ·
因為戰爭之事既是藉著膀臂而行的,他便說:「我必將我的大刀放在他手中;」
for since it is by the arms that acts of war too are naturally accomplished, 'And I will put,' he says, 'my broadsword into his hand;'
1:3062
καὶ ἐπάξει αὐτὴν ἐπ' Αἴγυπτον, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς. Ἐγὼ, φησὶν, ἐγχειρίσω αὐτῷ τὴν τιμωρητικὴν ἐνέργειαν, ὥστε τὰ προειρημένα πάντα τῇ Αἰγύπτῳ ποιῆσαι·
「他必將刀帶到埃及,擄掠她的財物,搶奪她的貨物。」他說:「我必將施行刑罰的權能交在他手中,使他向埃及行一切所預言的事;」
'and he shall bring it upon Egypt, and shall take its spoil, and shall plunder its plunder.' 'I,' he says, 'will place in his hand the punitive power, so that he may do to Egypt all that was foretold;'
1:3063
ταῦτα δὲ πάλιν προστέθεικε, τῇ δευτερώσει τὰ πρότερα βεβαιῶν
這些話他又再次加上,藉著重複來堅定先前所說的。
and these things again he has added, confirming the earlier statements by the repetition.
1:3064
Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρός με, λέγων·
「在第十年三月初一日,耶和華(主)的話臨到我,說:」
'And it came to pass in the tenth year, in the third month, on the first day of the month, the word of the Lord came to me, saying:'
1:3065
Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ πρὸς τὸ πλῆθος αὐτοῦ·
「人子啊,你要對埃及王法老和他的眾民說:」
'Son of man, say to Pharaoh, king of Egypt, and to his multitude:'
1:3066
Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; Ἐπειδὴ τῇ μακροθυμίᾳ εἰς δέον οὐκ ἠθέλησε χρήσασθαι, ἀλλὰ τὸν τῦφον καὶ τὴν ἀλαζονείαν ἔχων ἐπέμενε, κατ' ἐρώτησιν αὐτῷ προσφέρει τοὺς λόγους
「你在自己的高傲中,把自己比作誰呢?」因為他不肯善用神的寬容,反倒懷著傲慢與自誇而執迷不悟,神就以發問的方式向他說這些話。
'To whom have you likened yourself in your loftiness?' Since he was unwilling to make proper use of the divine long-suffering, but persisted in his arrogance and boastfulness, God addresses these words to him in the form of a question.
1:3067
Εἰπὲ, φησὶν, τῆς Αἰγύπτου βασιλεῦ, τίσι σαυτὸν ἀπει κάζεις; καὶ τίνι νομίζεις ἐοικέναι τῶν βασιλέων, ὅτι τοσούτῳ φρονήματι κέχρησαι; Εἶτα ἐπάγει·
他的意思是:「埃及王啊,你說,你把自己比作誰呢?你以為自己像哪一位君王,竟懷有這樣的驕矜呢?」然後他接著說:
'Say,' he means, 'O king of Egypt, to whom do you liken yourself? and to which of the kings do you think you resemble, that you make use of so great a pride?' Then he adds:
1:3068
Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ με γέθει, καὶ πυκνὸς τῇ σκέπῃ, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἀρχὴ αὐτοῦ
「看哪,亞述曾是黎巴嫩的一棵香柏(柏樹),枝條秀美,樹身高聳,綠蔭稠密,樹梢高達雲間。」
'Behold, Assur was a cypress in Lebanon, beautiful in its branches, and lofty in its height, and dense in its shade, and its top reached into the midst of the clouds.'
1:3069
Τῷ τροπικῷ πά λιν κέχρηται χαρακτῆρι, καί φησι τῶν Ἀσσυρίων τὸν βασιλέα τῇ ἐν τῷ Λιβάνῳ φυομένῃ κυπαρίσσῳ ἐοικέναι, κατά τε τὸ μέγεθος τοῦ ὕψους, καὶ τὸ πυ κνὸν καὶ ἀμφιλαφὲς τῶν ὑπηκόων, καὶ τὸ εὐπρεπὲς τῶν ὑπάρχων καὶ στρατηγῶν·
他再次採用了比喻的說法,說亞述王好比那生長在黎巴嫩的柏樹,無論在高度的偉大上,在臣民的稠密與繁多上,還是在其官長與將帥的俊美上;
Once more he has used a figurative manner of speech, and says that the king of the Assyrians resembled the cypress growing in Lebanon, both in respect of the greatness of its height, and the density and abundance of its subjects, and the comeliness of its governors and generals;
1:3070
παραφυάδας γὰρ τούτους ἐκάλεσε
因為他把這些稱為「枝條」。
for these he called 'branches.'
1:3071
Τὸ δὲ, Εἰς μέσον νεφελῶν ἐγένετο ἀρχὴ αὐτοῦ, οὐ μόνον ὑπερβολικῶς κατὰ τὸ τῶν ἀνθρώπων ἰδίωμα τέθεικεν (εἰώθασι γὰρ πολλοὶ λέ γειν, ὅτι δεῖνα ἕως τῶν νεφελῶν ὑψώθη), ἀλλὰ καὶ. τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν ἐξέφηνεν·
至於「樹梢高達雲間」這句話,他不僅是照著人的慣用語,以誇張的方式說的(因為許多人習慣說「某人被高舉到雲端」),而且也揭露了他心思中的自誇;
And the phrase, 'its top reached into the midst of the clouds,' he has set down not only hyperbolically, according to the human idiom (for many are accustomed to say that 'so-and-so was exalted up to the clouds'), but he has also disclosed the boastfulness of his thoughts;
1:3072
Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· καὶ τοῦτο πανταχόθεν ἔστιν ἐκ τῆς θείας διδαχθῆναι Γραφῆς
「我要升到雲之上,要在天上眾星以上安設我的寶座」——這一點從神的聖經各處都可以得知。
'I will ascend above the clouds, above the stars of heaven I will set my throne' — and this can be learned from every side out of the divine Scripture.
1:3073
μὲν γὰρ Σενναχηρεὶμ ἐβόα, ὅτι Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου· δὲ Ναβουχοδονόσορ, εἰκόνα ποιήσας χρυσῆν, ταύτην ἅπαν τας τοὺς ὑπηκόους, καὶ ἄρχοντας καὶ ἀρχομένους, προσέταξε προσκυνεῖν
因為西拿基立曾喊叫說:「主斷不能救耶路撒冷脫離我的手;」而尼布甲尼撒造了一個金像,命令他一切的臣民,無論是官長還是庶民,都要敬拜它。
For Sennacherib cried out, 'The Lord shall by no means deliver Jerusalem out of my hand;' while Nebuchadnezzar, having made a golden image, commanded all his subjects, both rulers and ruled, to worship it.
1:3074
Κἀνταῦθα τοίνυν τὴν ὑπερ ήφανον αὐτοῦ γνώμην δι' αἰνιγμάτων ἐδήλωσε
所以在此處,他也藉著隱喻表明了他傲慢的心態。
Here too, then, he has made plain, by means of enigmas, his arrogant disposition.
1:3075
Ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἄβυσσος ὕψω σεν αὐτὸν, τοὺς ποταμοὺς αὑτῆς ἤγαγε κύ κλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὑ τῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου
「眾水滋養了它,深淵高舉了它;深淵使它的江河環繞它所栽種之處,又發出溪流到田野一切的樹木。」
'Water nourished it, the abyss exalted it, it led its rivers round about its plants, and sent forth its streams to all the trees of the plain.'
1:3076
Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ' αὐτοῦ δουλωθέντα προσηγόρευσεν, τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρ εσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρα τιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέ σθαι
他用「水」和「深淵」來指稱那無數被他奴役的列國,這些國家將貢物和賦稅如同某種灌溉一般供給他的軍隊,他就如同栽培植物一樣滋養他們,並差遣它的溪流——就是那些軍隊的編隊——去往田野一切的樹木,意思是說,使那些尚未被制伏、尚未被奴役的人也同樣成為他的臣民。
By 'water' and 'abyss' he designated the countless nations that had been enslaved by him, which, offering their tribute and tax as a kind of irrigation to his army, he nourished like plants, and prepared its streams — that is, the military detachments — to be sent forth to all the trees of the plain; meaning that those not yet subdued or enslaved should likewise become his subjects.
1:3077
Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐκεῖθεν ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ, καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ' ὕδατος πολλοῦ ἐν τῷ ἐκτεῖναι αὐτόν
「因此,它的高大超過田野一切的樹木;它的枝子從那裡蔓延開來,它的枝條因水多、在它伸展之時得以高聳。」
'Because of this, its greatness was exalted above all the trees of the plain, and its boughs were spread wide from thence, and its branches were lifted up by reason of the abundance of water when he stretched himself out.'
1:3078
Τοῦτο, φησὶν, αἴτιον αὐτῷ καὶ τῆς ἀλαζονείας, καὶ τῆς ὑπερηφανίας ἐγένετο·
他說:「這就成了他自誇與驕傲的緣由;」
'This,' he says, 'became for him the cause both of his boastfulness and of his pride;'
1:3079
παρὰ γὰρ μυρίων ἐθνῶν τὴν ἀρδείαν δεχόμενος, σὺν ταῖς παραφυάσιν ηὐξήθη
因為他從無數的列國得著灌溉,便連同他的枝條一同壯大起來。
for receiving irrigation from countless nations, he grew great together with his branches.
1:3080
Ἐν ταῖς παραφυάσιν αὐτοῦ, φησὶν, ἐνόσ σευσε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ
他說:「空中一切的飛鳥都在它的枝條上搭窩。」
'In its branches,' he says, 'all the birds of heaven made their nests.'
1:3081
Καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγέννα πάντα τὰ θηρία τοῦ πεδίου. Τὰ βάρβαρα δὲ τῶν ἐθνῶν διὰ τούτων ἐσήμανε θη ριώδη ὄντα, καὶ τὴν ψυχὴν χαμαίζηλα·
「在牠的枝子底下,田野的一切走獸都生產。」他藉這些話指明列邦中的野蠻人,說他們本性兇殘如獸,心志卑賤趨於塵土。
'And under his branches all the beasts of the field brought forth their young.' By these words he signified the barbarous nations, that they were bestial and grovelling in soul.
1:3082
τοῦτο δὲ καὶ αὐτὸς ἡρμήνευσεν, εἰρηκώς·
這一點他自己也加以解明,他說:
And this he himself also made plain, when he said:
1:3083
Ἐν τῇ σκιᾷ αὐ τοῦ κατῴκησε πλῆθος ἐθνῶν. Καὶ ὅπερ ἄνω διῃρη μένως εἶπε καὶ τροπικῶς, τοῦτο ἐνταῦθα κοινῶς καὶ σαφῶς προστέθεικε
「在牠的蔭下住著許多的邦國。」他在上文分別而以喻意所說的,在此則以概括而明白的方式補充出來。
'In his shadow dwelt a multitude of nations.' And what above he had stated separately and figuratively, this he here adds in a general and clear manner.
← 上一段下一段 →
1